Περισπούδαστον μὲν προηγουμένως ἡ περὶ αὐτῶν τῶν πραγμάτων τῶν τε ἄλλων καὶ ἡ περὶ ψυχῆς ἀλήθεια, αὐτίκα οἰκειοτάτη πασῶν ἡμῖν ὑπάρχουσα· δευτέρως δὲ καὶ ἡ τῶν δοκούντων τοῖς εἰς ἄκρον ἐπιστήμης ἥκουσι κατάληψις. διὸ καὶ τῆς Περὶ ψυχῆς Ἀριστοτέλους πεφροντισμένως ἄγαν ἀντέχεσθαι ἡγοῦμαι δεῖν πραγματείας. πολλὰ μὲν οὖν καὶ μακάρια θεωρήματα περὶ αὐτῆς καὶ ὑπὸ Πλάτωνος παραδέδοται, ἀλλ' ἐκεῖνα καὶ ἱκανῶς καὶ συμφώνως ἀλλήλοις τοῖς Πλάτωνος ἐξηγηταῖς ἐπεξείργασταί τε καὶ σεσαφήνισται. τελεωσαμένου δὲ τὴν Περὶ ψυχῆς πραγματείαν τοῦ Ἀριστοτέλους, ὡς τῷ ἀρίστῳ τῆς ἀληθείας κριτῇ δοκεῖ τῷ Ἰαμβλίχῳ, πολλὴ ἡ τῶν τὰ ἐκείνου σαφηνιζόντων πρὸς ἀλλήλους διαφωνία οὐ περὶ τὴν τῆς Ἀριστοτελικῆς λέξεως μόνον ἑρμηνείαν, ἀλλὰ καὶ περὶ αὐτὰ τὰ πράγματα μάλιστα. διὸ καὶ αὐτῷ μοι ἔδοξε ζητῆσαί τε καὶ γράψαι τὴν αὐτοῦ τε πρὸς ἑαυτὸν τοῦ φιλοσόφου καὶ τὴν πρὸς τὴν ἀλήθειαν συμφωνίαν, τὰς μὲν πρὸς τοὺς ἄλλους ἀντιρρήσεις φυλαττομένῳ, πιστουμένῳ δὲ τὰ δοκοῦντα ἐν τοῖς ἀμφιβόλοις ἐκ τῶν Ἀριστοτέλους ἐναργῶν δογμάτων τε καὶ ῥητῶν, πανταχοῦ δὲ κατὰ δύναμιν τῆς τῶν πραγμάτων ἀντεχομένῳ ἀληθείας κατὰ τὴν Ἰαμβλίχου ἐν τοῖς ἰδίοις αὐτοῦ περὶ ψυχῆς συγγράμμασιν ὑφήγησιν. σπουδὴ μὲν οὖν μία αὕτη. ἤδη δὲ ὑφ' ἡγεμόνι τῶν ψυχῶν τε καὶ λόγων πάντων αἰτίῳ τῆς προκειμένης ἀρκτέον πραγματείας.
Ὁ μὲν οὖν σκοπὸς αὐτῆς προφανής, ὅτι περὶ ψυχῆς. ζητήσομεν δὲ ὕστερον εἰ περὶ πάσης, καὶ διὰ τί δοκεῖ μηδένα περὶ τῆς τῶν οὐρανίων ποιεῖσθαι λόγον· πρότερον δέ, πότερον τῇ φυσικῇ φιλοσοφίᾳ ἢ τῇ ὑπερτέρᾳ ἡ περὶ ψυχῆς προσήκει θεωρία. συντελεῖ γὰρ τοῦτο καὶ εἰς τὴν τῆς οὐσίας [1] αὐτῆς κατάληψιν, πότερον φυσική πως ἢ κρείττων ἤ πῃ ἑκάτερον. ἐπεὶ οὖν οὐχ ἁπλῶς ἀποφαίνεται ζητήσας περὶ τούτων ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τὰς αἰτίας προστιθεὶς δείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ ζῴων μορίων, παραγραπτέον ἡμῖν καὶ ἐπεξεργαστέον τὸ ἐκείνου ῥητόν. προλαβὼν τοίνυν ὡς τῷ φυσικῷ οὐ τὴν ὕλην μόνην ἀλλὰ καὶ τὸ εἶδος ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς ζῴοις θεωρητέον, ἐπάγει· "εἰ δὴ τοῦτό ἐστι ψυχὴ ἢ ψυχῆς μέρος ἢ μὴ ἄνευ ψυχῆς (ἀπελθούσης γοῦν οὐκέτι ζῷόν ἐστιν, οὐδὲ τῶν μορίων οὐδὲν τὸ αὐτὸ πλὴν τῷ σχήματι μόνον καθάπερ τὰ μυθευόμενα λιθοῦσθαι) εἰ δὴ ταῦτα οὕτω, τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν καὶ εἰδέναι, καὶ εἰ μὴ πάσης, κατ' αὐτὸ τοῦτο καθ' ὃ τοιοῦτο τὸ ζῷον, καὶ τί ἐστι ψυχὴ ἢ αὐτὸ τοῦτο τὸ μόριον, καὶ περὶ τῶν συμβεβηκότων κατὰ τὴν τοιαύτην οὐσίαν· ἄλλως τε καὶ τῆς φύσεως διχῶς λεγομένης καὶ οὔσης τῆς μὲν ὡς ὕλης τῆς δὲ ὡς οὐσίας. καὶ ἔστιν αὕτη καὶ ὡς ἡ κινοῦσα καὶ ὡς τὸ τέλος. τοιοῦτον δὲ τοῦ ζῴου ἤτοι πᾶσα ἡ ψυχὴ ἢ μέρος τι αὐτῆς. ὥστε καὶ οὕτως ἂν λεκτέον εἴη τῷ περὶ φύσεως θεωρητικῷ περὶ ψυχῆς μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη δι' ἐκείνην φύσις ἐστὶν ἢ ἀνάπαλιν. καὶ γὰρ κλίνη καὶ τρίπους τὸ ξύλον ἐστίν, ὅτι δυνάμει ταῦτά ἐστιν. ἀπορήσειε δ' ἄν τις εἰς τὸ νῦν λεχθὲν ἀποβλέψας, πότερον περὶ πάσης ψυχῆς τῆς φυσικῆς ἐστιν εἰπεῖν ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, οὐδεμία λείπεται παρὰ τὴν φυσικὴν ἐπιστήμην φιλοσοφία. ὁ γὰρ νοῦς τῶν νοητῶν· ὥστε περὶ πάντων ἡ φυσικὴ γνῶσις ἂν εἴη. τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τῶν νοητῶν θεωρῆσαι, εἴπερ πρὸς ἄλληλα, καὶ ἡ αὐτὴ θεωρία τῶν πρὸς ἄλληλα πάντων καθάπερ περὶ αἰσθήσεως καὶ τῶν αἰσθητῶν. ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα, ἀλλ' αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δὲ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν. ὑπάρχει γὰρ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δ' οὐδενί. δῆλον οὖν ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον· οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω."
Ἐν δὴ τούτοις διώρισται ὅτι τὸ μέν ἐστι τῆς ψυχῆς τῇ φυσικῇ θεωρητὸν φιλοσοφίᾳ, ὅσα αὐτῆς τῶν ζῴων ἐστὶν εἶδος τὸ τὰ ζῷα ὡς ζῷα ὁρίζον (ὃ καὶ ἀμφισβητεῖ εἴτε ψυχὴν εἴτε μόριον ψυχῆς εἴτε οὐκ ἄνευ ψυχῆς καλεῖν δεῖ), καὶ ὅσον αὐξητικὸν καὶ αἰσθητικὸν καὶ τῆς κατὰ τόπον αἴτιον κινήσεως· ὅσον δὲ νοερόν, τῇ πρώτῃ φιλοσοφίᾳ, ἣ τὰ νοητὰ γινώσκουσα [2] καὶ τὸν τῶν νοητῶν θεωρητικὸν γινώσκει νοῦν, καὶ οὐ τὸν ἐξῃρημένον [3] μόνον, ἀλλὰ καὶ τὸν ἐν ἡμῖν. καὶ γὰρ τῷ ἐν ἡμῖν νῷ νοητὰ ἐκεῖνα, καὶ πρὸς ἄλληλα τό τε νοητικὸν καὶ τὸ νοητὸν λεγόμενα ὑπὸ μιᾶς καὶ τῆς αὐτῆς θεωρεῖται ἐπιστήμης, ὥσπερ τὸ αἰσθητικόν τε καὶ αἰσθητόν. διὸ οὔτε φυσικὴ ἁπλῶς οὔτε μετὰ τὰ φυσικὰ ἡ περὶ ψυχῆς θεωρία, ἀλλ' ἀμφοῖν ἐχομένη, ὡς ἐν τούτοις ὑπὸ τοῦ Ἀριστοτέλους διώρισται. ἔοικε δὲ ἐν πλάτει ὁ Ἀριστοτέλης καὶ τὴν φυσιολογίαν καὶ τὴν μετὰ τὰ φυσικὰ τιθέμενος φιλοσοφίαν ἑκατέραν μέχρι ψυχῆς τὴν μὲν ἀνάγειν τὴν δὲ προάγειν, ἐπεὶ δῆλον ὡς οὔτε κατὰ τὰ φυσικὰ εἴδη τῶν σωμάτων ἐστὶν οὐσιώδης ὅρος ἡ ψυχή (ἐκεῖνα γὰρ ὡς σωμάτων, αὕτη δὲ ὡς ζῴων εἶδός ἐστι, καὶ ἐκεῖνα μὲν τοῦ κινεῖσθαι ἀρχαί, αὕτη δὲ τοῦ κινεῖν· τὸ γὰρ ὑφ' ἑαυτῶν κινεῖσθαι τῶν ἐμψύχων ἴδιον, ὡς ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως), οὔτε ὡς τὰ ὑπερφυῆ καὶ καθαρῶς ἀμέριστα καὶ μόνιμα πάντῃ καὶ εἰλικρινῆ τὸ νοερόν ἐστι τῆς ψυχῆς. διὸ εἰ περὶ τὰ ἄκρα ἀφορίζοιτό τις τὰς φιλοσοφίας, πῇ μὲν τὴν φυσικὴν πῇ δὲ τὴν μετὰ τὰ φυσικά, μέση ἀμφοτέρων ἔσται ἡ περὶ ψυχῆς, καὶ αὕτη ἐν πλάτει, μᾶλλον δὲ ἐν βάθει ὁρωμένη, ὅσῳ τὸ νοερὸν τῆς ψυχῆς τοῦ αἰσθητικοῦ καὶ φυσικοῦ διέστηκε. καὶ δῆλον ὡς ἡ περὶ ψυχῆς ἐπιστήμη τοιαύτη, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς οὐσία τοιάδε, οἵα μέση τῶν τε ὑπερφυῶν εἶναι καὶ τῶν φυσικῶν, καὶ οἵα τὸ μέν τι ἔχειν τοῖς ὑπερφυέσι κοινωνοῦν, τὸ δὲ πρὸς τὴν φύσιν ἀποκλῖνον· εἴτε καὶ κατ' ἄλλον τινα τρόπον, ὃν ἂν ὁ λόγος ἐκφήνειεν, ὅτε καὶ Ἀριστοτέλης αὐτὸ τοῦτο ζητεῖ. συμπεραινόμενος δὴ ὁ Ἀριστοτέλης ἐν τοῖς προκειμένοις ῥητοῖς "δῆλον, φησίν, ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον" τῷ φυσικῷ δηλαδή· "οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω." ἐπεὶ οὖν αὐτὸς καὶ περὶ τοῦ νοῦ τῆς ψυχῆς, καὶ οὐ περὶ τῶν φυσικῶν μόνων αὐτῆς μορίων ποιεῖται λόγον, δῆλον ὡς οὐκ ἔστιν ἁπλῶς φυσικὴ ἡ περὶ ψυχῆς πραγματεία. τοῦτο μὲν οὖν ἡμῖν ὧδε συμπεπεράνθω.
Ὁ δὲ σκοπὸς αὐτῆς δοκεῖ περὶ μόνης τῆς ἐν τοῖς θνητοῖς ζῴοις εἶναι ψυχῆς· οὐδένα γὰρ φαίνεται περὶ τῆς τῶν οὐρανίων ποιούμενος λόγον, εἰ μὴ ὅσον ἐπισκήπτων ταῖς τοῦ Τιμαίου μαθηματικαῖς περὶ αὐτῆς ἐνδείξεσι. καὶ ἴσως ὡς ἱκαναῖς ταῖς Πλατωνικαῖς περὶ αὐτῆς θεωρίαις ἠρκέσθη, τοσοῦτον ἐπιστήσας μόνον μὴ τῷ φαινομένῳ προσανέχειν τῶν μαθηματικῶν· ἴσως δὲ καὶ διὰ τῶν περὶ τῆς ἀκρότητος τοῦ ἡμετέρου νοῦ εἰρημένων ἀξιῶν εἰς τὴν οὐρανίαν ἀναπέμπεσθαι ψυχήν. "τὴν γὰρ τοῦ παντός, φησί, δῆλον ὅτι τοιαύτην εἶναι βούλεται, οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς. οὐ [4] γὰρ οἷόν γε ἡ αἰσθητικὴ οὐδ' οἷον ἡ ἐπιθυμητική." λόγος γὰρ καθαρὸς καὶ νοερὸς ἡ τοῦ παντὸς ψυχή, ὅλη δι' ὅλης ἀμιγὴς πρὸς τὰς δευτέρας ζωάς, ὅτι μὴ ῥέπει εἰς σώματα μηδὲ αὕτη γίνεται τῶν σωμάτων, ἀλλὰ ταῦτα ἐκείνης μενούσης ἐν ἑαυτῇ. διὸ καὶ κυκλικὴ αὐτῆς ἡ φορὰ διὰ τὴν αὐτῆς πρὸς ἑαυτὴν ὅλης πρὸς ὅλην ἐπιστροφήν. ἀλλ' οὐδὲ περὶ τῶν διαφόρων τῆς ἀνθρωπείας ψυχῆς λήξεων ἢ τῶν πλειόνων ἐν τοῖς βίοις αἱρέσεών τι φαίνεται πραγματευόμενος, εἰδὼς τῷ καθηγεμόνι τὸν περὶ τούτων ἱκανῶς ἐπεξειργασμένον λόγον, ἀλλ' οὐχ ὡς ἀχώριστον τοῦ σώματος τιθέμενος τὴν ψυχήν· τὴν γοῦν αἰτίαν τοῦ μὴ μεμνῆσθαι ἡμᾶς τῆς χωριστῆς ζωῆς ἀποδίδωσιν ἐν τῷ τρίτῳ, ὡς ὄντας δηλαδὴ καὶ πρὸ τῆς εἰς σῶμα ἀφίξεως.
Περὶ δὴ μόνης τῆς ἐν τοῖς θνητοῖς ψυχῆς προηγουμένως πραγματευόμενος οὐδεμίαν αὐτῆς ἀπολείπει ἀνεπεξέργαστον δύναμίν τε καὶ οὐσίαν. ἀλλὰ πρῶτον μὲν κοινῇ πάσαις τὴν εἰδητικὴν τῶν σωμάτων ἀποδίδωσιν αἰτίαν, οὐχ ὡς σωμάτων ἀλλ' ὡς ὀργάνων ζωτικῶν. φύσις γὰρ ἡ ὡς σωμάτων εἰδητικὴ αἰτία, οὐ ψυχή· ἡ δὲ ὡς ὄργανον ζωτικὸν εἰδοποιοῦσα ἢ ψυχὴ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. καὶ αὕτη μὲν αἰτία εἰδητική, καθ' ἣν τὸ εἰδοποιηθὲν ζωτικῶς οἷόν τε κινεῖσθαι. ἑτέρα δὲ ἡ ὑφ' ἧς κινεῖται· ὑπὸ γὰρ τῆς ψυχῆς τὸ ζῷον κινεῖται ὡς ὑπὸ τοῦ κυβερνήτου τὸ πλοῖον· ἐντελέχεια δὲ καὶ ὁ πλωτὴρ λέγεται. ἑτέρα δέ πως ἥδε ὡς εἰσόμεθα ἡ κινοῦσα ζωτικῶς τῆς καθ' ἣν τὸ οὕτω κινούμενον ὁρίζεται, ἐπειδὴ οὐ ταὐτὸν τῷ κινουμένῳ τὸ κινοῦν, ἀλλὰ διῄρηται κατ' αὐτόν. κινεῖται δὲ τὰς ζωτικὰς κινήσεις, οἷον βάδισιν καὶ πτῆσιν καὶ ἀναπνοήν, οὐ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὸ ζῶν σῶμα. ζῶν δέ ἐστι κατὰ τὴν ἐν αὐτῷ ζωήν· ὥστε καὶ ζωτικῶς κινούμενον κατὰ ταύτην. ἐπεὶ οὖν καὶ τὸ κινοῦν ἐν τῷ ζῴῳ ἡ ψυχή, πότερον ἡ αὐτὴ τῇ καθ' ἣν κινεῖται, ἢ ἀδύνατον; ἦν γὰρ ἂν καὶ τὸ ὅλον ζῷον κατ' αὐτὴν εἰδοποιούμενον, κινούμενόν τε καὶ κινοῦν, καὶ οὐχ, ὡς τῷ Ἀριστοτέλει δοκεῖ, κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ ζῷον. ἀλλὰ καὶ τὸ ὄργανον ἕτερον τοῦ χρωμένου. καὶ τὸ ὡς ὀργάνου ἄρα χαρακτηριστικὸν εἶδος ἕτερον τοῦ χρωμένου. καὶ ἐντελέχεια καὶ τὸ χρώμενον ὡς ὁ πλωτὴρ τῆς νεώς· διττὴ γὰρ ἡ ἐντελέχεια, ἡ μὲν καθ' ἥν ἐστι ναῦς, ἡ δὲ ὡς πλωτήρ.
Πρῶτον μὲν οὖν ὡς εἴρηται κοινῇ πάσαις ταῖς τῶν θνητῶν ζῴων ψυχαῖς τὴν εἰδητικὴν αὐτῶν ἀποδίδωσιν αἰτίαν διττὴν οὖσαν. ἔπειτα δὲ καὶ καθ' ἑκάστην ἐπεξιὼν ἅμα μὲν τὰς διαφορὰς αὐτῶν παραδίδωσιν, ἅμα δὲ καὶ τὸ κοινῇ πάσαις ὑπάρχον ἰδιοτρόπως καθ' ἑκάστην θεωρεῖ, ὅπερ ἡ ἀποδεικτικὴ παραγγέλλει ἐπιστήμη, καὶ τὰς μὲν μᾶλλον εἰς τὸ ὀργανικὸν ἀποκλινούσας, τὰς δὲ κατὰ τὸ χρώμενον ἱσταμένας μᾶλλον ὁρᾷ. καὶ πᾶσαν [5] μὲν εἶναι ψυχὴν ἐντελέχειαν τοῦ ὀργανικοῦ σώματος παραδίδωσιν, οὐ πᾶσαν δὲ κατὰ πᾶσαν ἑαυτῆς δύναμιν· σαφῶς γὰρ ὁ νοῦς εἴρηται μηδὲν συνέχων σῶμα καὶ μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενος. διὸ οὐκ ἀπαμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων θέαν ἐκ τῆς τῶν μειζόνων νοήσεως, ὥσπερ ἡ αἴσθησις διὰ τὸ αὐτὰς ὡς ὀργάνῳ χρῆσθαι τῷ σώματι.
Διακρίνει δὲ ἱκανῶς καὶ τὰ περὶ τῆς νοερᾶς τῶν ψυχῶν δυνάμεως, ἑτέραν μὲν ὁρῶν τὴν πρακτικὴν ταύτην καὶ φαντασίᾳ χρωμένην, σωματοειδεῖ οὔσῃ ζωῇ, κατὰ τὴν μερικὴν πρότασιν· ἑτέραν δὲ τὴν θεωρητικήν, καὶ ταύτην διττήν, τὴν μὲν κατὰ τὴν ἀπὸ τῆς οὐσίας προϊοῦσαν ἐνέργειαν ἢ ἀτελῶς ἔχουσαν ἢ τελειωθεῖσαν, καὶ ἢ εἰς τὸ πρότερον δυνάμει διὰ τὸ ἀτελὲς ἐκπίπτουσαν ἢ κατὰ τὸ τελειότερον ἱσταμένην δυνάμει ἢ καὶ κατὰ τὸ ἐνεργείᾳ· ἥτις οὐ χρῆται μὲν τῇ φαντασίᾳ, ἑπομένην δὲ αὐτὴν ἔχει ὡς τῇ προϊούσῃ καὶ ἐξισταμένῃ τῆς οὐσίας ἐνεργητικῇ θεωρίᾳ συγκινουμένην· τὴν δὲ κατὰ τὴν μόνιμον καὶ εἰς ἓν καὶ ταὐτὸν τῇ οὐσίᾳ τὴν ἐνέργειαν συνάγουσαν· καθ' ἣν καὶ τὸν ἐξῃρημένον μιμεῖται νοῦν, καὶ ἔστι τῇ οὐσίᾳ ἐνέργεια. καθ' ἣν μόνην ἐστὶν ἀθάνατος, ὡς δι' αὐτῆς τοῖς αἰωνίοις συναπτομένη καὶ ὡς ἀεὶ μὲν τὸ μόνιμον ἔχουσα, ἀκραιφνὲς μὲν ἐν τῇ χωριστῇ ζωῇ, ἀφιστάμενον δέ πως ἑαυτοῦ ἐν τῇ εἰς τὰ δεύτερα ῥοπῇ, ἀλλ' οὐχ οὕτως ὡς μηδαμῶς μένον. ἔστι μὲν οὖν καὶ τότε μόνιμον δευτέρως· τὸ δὲ ἔξω ῥέπον οὐκ ἀθάνατον, ὡς μεταβαλλόμενον καὶ ὡς ἐν τῇ χωριστῇ ζωῇ οὐ παρόν. διελὼν δὲ καὶ τὰς ὀρεκτικὰς δυνάμεις ἀπὸ τῶν γνωστικῶν, τίνες αἱ κατὰ τόπον τῶν ζῴων κινητικαὶ δυνάμεις ἐπεξεργάζεται.
Καὶ ταύτην μὲν ἅπασαν τὴν θεωρίαν ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ ποιεῖται· ἐν δὲ τῷ πρώτῳ μετὰ τὸ ἀφορίσαι τὸν σκοπὸν καὶ ἐκθέσθαι, ὅσα τε καὶ οἷα δεῖ ζητῆσαι περὶ ψυχῆς προβλήματα, καὶ τὸν τρόπον ἀφορίσαι τῆς ἐπεξεργασίας τὸν ἀπὸ τῶν ἀντικειμένων ἀρχόμενον καὶ διὰ μέσης τῆς ἐνεργείας εἰς τὴν οὐσίαν ἀναπεμπόμενον, τὰς τῶν παλαιοτέρων ἱστορήσας περὶ ψυχῆς δόξας, δι' ὧν τε ἀποδέχεται καὶ δι' ὧν ἀντιλέγει, γνωστικήν τε τὴν ψυχὴν καὶ κινητικὴν τίθεται ἀσώματόν τε καὶ ἀμέριστον καὶ ἀκίνητον τὰς σωματικὰς κινήσεις οὖσαν. καὶ οὔτε ἁρμονίαν σωματικὴν οὔτε σύνθεσιν οὔτε λόγον τινὰ μίξεως ἐπιδείκνυσι· καὶ ἀρχὴν οὐχ ὡς στοιχεῖον, οὐδὲ ὡς ἐκ τῶν στοιχείων, ἀλλ' ὡς λόγον καὶ εἶδος. καὶ μίαν τὴν ἐν ἑκάστῳ ζῴῳ εἶναι βούλεται ψυχὴν καὶ ἐν τοῖς λογικοῖς, πάσας ἔχουσαν τὰς ζωτικὰς οὐσίας τε καὶ δυνάμεις, καθ' ἅς τε ὀρέγεται λογικῶς τε καὶ θυμοειδῶς καὶ ἐπιθυμητικῶς, καὶ καθ' ἃς γινώσκει νοερῶς ἢ ἐπιστημονικῶς ἢ δοξαστικῶς ἢ φανταστικῶς ἢ αἰσθητικῶς, καὶ αὐτὰς ἔχουσαν ἐσχάτως τὰς φυσικάς.
Ἔτι ἐν τῷ τρίτῳ κατ' αὐτὸ τὸ λογικὸν τὴν ἡμετέραν ψυχὴν ἐν μεσότητι τῶν ἄκρων ὁρῶν ζωῶν, ποτὲ μὲν ἀπεικάζει τῇ αἰσθητικῇ ποτὲ δὲ τῇ νοερᾷ· καὶ ποτὲ μὲν εἰς τὴν αἰσθητικὴν ὑποβαίνουσαν, ποτὲ δὲ εἰς τὴν [6] νοερὰν ἀνιοῦσαν μίμησιν· καὶ ποτὲ μὲν εἰς τὸ ἀμέριστον ὡς οἷόν τε αὐτῇ συναιρουμένην καὶ ὅλην ἐν ἑαυτῇ μένουσαν, ὅτε καὶ τὸν ὑπερέχοντα αὐτῆς μιμεῖται νοῦν, ποτὲ δὲ ἀφισταμένην πως ἑαυτῆς ἐν τῇ ἔξω ῥοπῇ καὶ κατὰ προβολὴν ἐνεργοῦσαν καὶ εἰς μερισμὸν προϊοῦσαν· οὐ μὴν ὡς πάντῃ τῶν ἀντικειμένων ἀφισταμένην. καὶ γὰρ ὁ μερισμὸς αὐτῆς μετὰ τῆς εἰς τὸ ἀμέριστον συναιρέσεως, καὶ ἡ προβολὴ μετὰ τῆς εἰς ἑαυτὴν ἐπιστροφῆς, καὶ ἡ ἑαυτῆς ἀπόστασις μετὰ τῆς ἐν ἑαυτῇ μονῆς, ἀμυδρουμένης ὅτε εἰς τὸ ἔξω ῥέπει· ἵνα καὶ μένῃ ἅμα καὶ μεταβάλλῃ διὰ τὴν τῶν μόνως τε μενόντων καὶ πάντῃ μεταβαλλομένων μεσότητα ἡ ἡμετέρα ψυχὴ ἑκατέρῳ πως ἐπικοινωνοῦσα τῶν ἄκρων, ὥσπερ καὶ μερίζεταί πως καὶ οἷον ἀμέριστος [τε] ἅμα γίνεται τε καὶ ἀγένητος ὑπάρχει, φθείρεταί τε τρόπον τινὰ καὶ ἄφθαρτος διασώζεται. διὸ οὔτε μένειν τι αὐτῆς θησόμεθα κατὰ τὸν Πλωτῖνον ἀεὶ ὡσαύτως καὶ καθαρῶς οὔτε παντελῶς προϊέναι ἐν τῇ εἰς γένεσιν ῥοπῇ, ἀλλ' ὅλη πρόεισι καὶ μένει εἰλικρινῶς ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ. ἀλλὰ ταῦτα μὲν σαφέστερον καὶ ἡ ὅλη τῶν λόγων ἐπιδείξει διέξοδος ὡς καὶ Ἀριστοτέλει δοκοῦντα καὶ ὑπὸ τοῦ Ἰαμβλίχου ἐναργέστερον ἐκπεφασμένα. ἤδη δὲ τῶν ῥητῶν ἐχώμεθα.
Τὸ προοίμιον τὸν σκοπόν τε ἅμα τῆς προκειμένης πραγματείας ὁρίζει καὶ ὡς περισπούδαστον ἀνθρώποις ἅπασι γεραίρει. ἔτι τε συντείνει τὸν ἀκροατὴν τὸ δύσληπτον καθόλου τε τῆς τῶν οὐσιῶν θεωρίας καὶ ἰδίως τῆς ψυχικῆς ἐκφαῖνον. πᾶσαν μὲν οὖν εἴδησιν ἐν τοῖς καλοῖς τε καὶ τιμίοις τάττει, οὐ τὴν ὁποιανοῦν γνῶσιν εἴδησιν προσαγορεύων, ἀλλὰ τὴν ἐπιστημονικήν· κατὰ γὰρ ταύτην ἡμῖν τὸ εἰδέναι, κατὰ δὲ δόξαν τὸ οἴεσθαι. ἀπολείπονται δὲ καὶ φαντασίαι καὶ αἰσθήσεις τῆς εἰδήσεως, συμβεβηκότων ἀεὶ καὶ οὐδεμιᾶς οὐσίας ἀντιλαμβανόμεναι. εἴδησις μὲν οὖν ἡ ἐπιστημονική ἐστι γνῶσις. καλὰ δὲ καὶ τίμια τῷ μὲν ὑποκειμένῳ συντρέχει (καὶ γὰρ πᾶν τὸ ὄντως τίμιον καλόν, καὶ πᾶν τὸ καλὸν τίμιον), τῷ δὲ λόγῳ διαφέρει· καλὸν μὲν γάρ ἐστιν ὡς ἐραστὸν καὶ δι' αὑτὸ αἱρετόν, τίμιον δὲ διὰ τὸ σεμνὸν καὶ ὑπερέχον, ὑποκλινομένων αὐτῷ τῶν ἄλλων οἷς ἐστι τίμιον. εἰκότως ἄρα ἄνθρωποι ὄντες καὶ κατὰ λόγον οὐσιωμένοι τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν τὴν ἐπιστημονικὴν θεωρίαν, ὡς τὴν ἀρίστην οὖσαν τοῦ λόγου τελειότητα καὶ διὰ τοῦτο ἐφετήν τε αὐτῷ καθ' αὑτὴν οὖσαν καὶ ἐγγενομένην τὸ ὑπερέχον αὐτῷ δωρουμένην.
Ἅπασα μὲν γὰρ ἐπιστήμη καλή τε καὶ τιμία, ἄλλη δὲ ἄλλης καλλίων [7] τε καὶ τιμιωτέρα ἢ τῷ ἀκριβεστέρα εἶναι, ὡς γεωμετρία ἔχει πρὸς τὴν τῶν ἐν οὐρανῷ φαινομένων καταληπτικὴν ἀστρονομίαν, διὰ τὴν πόρρω αὐτῶν ἀπόστασιν ἀπολιμπανομένην τοῦ ἀκριβοῦς, ἢ τῷ βελτιόνων εἶναι, ὡς ἀνάπαλιν ἔχει ἀστρονομία καὶ ἡ περὶ τὰ φαινόμενα πρὸς ὀπτικὴν γεωμετρικήν τινα ὑπάρχουσαν. ἀλλ' αὗται μὲν μαθηματικαὶ οὖσαι πραγματεῖαι τῶν κυρίως ἀπολείπονται ἐπιστημῶν, ὡς μήτε οὐσίας οὖσαι μήτε ἐκ τῶν ἀληθινῶν ἀρχόμεναι αἰτίων· ἀληθινὰ γὰρ τὰ οὐσιώδη εἴδη. εἶεν δ' ἂν καὶ ἐν ταῖς τῶν οὐσιῶν θεωρητικαῖς ἀκριβέστερον μὲν ἡμῖν τῆς περὶ τῶν οὐρανίων φυσιολογίας ἐγγινομένη ἡ περὶ ζῴων διὰ τὸ προσεχὲς οὐ λανθάνουσα, ἐκείνη δὲ ταύτης τῷ περὶ βελτιόνων εἶναι. βέλτιον μὲν οὖν ἐστι τοῦ ποτὲ ὄντος τὸ ἀίδιον, καὶ τὸ αἰτιώτερον ὡς τέλος ἢ ὡς ποιοῦν ἢ ὡς εἶδος τοῦ αἰτιατοῦ, καὶ ὅλως τὸ θεοῖς πλησιάζον τοῦ μᾶλλον ἀπωτέρω κατ' οὐσίαν. ἀκριβεστέρα δὲ γνῶσις ἡ ἀναγκαία καὶ ἀπαράλειπτος καὶ ἡ οἰκεία τῷ γνωστῷ.
Διά τε ἀκρίβειαν καὶ διὰ τὸ περὶ βελτίω καὶ θαυμάσια ἔχειν. διὰ γὰρ τὴν πρὸς ἑαυτὴν αὐτῆς τῆς ψυχῆς οἰκειότητα ἐγγυτάτω ὂν τῷ γινώσκοντι τὸ γνωστὸν ἐναργῆ παρέχεται καὶ ἀκριβῆ τὴν τῶν συνθέτων γνῶσιν· καὶ γὰρ ἡ τῶν συνθέτων ἡμῶν αὐτῶν συναίσθησις ἐναργής τε καὶ ἀκριβής. ἡ δὲ κατὰ νοῦν καὶ λόγον τῆς ψυχῆς αὐτῆς εἰς ἑαυτὴν ἐπιστροφὴ ἀπαθῶς γινομένη ἔτι ἐναργεστέρα καὶ ἀκριβεστέρα. ἀλλὰ καὶ αὐτῇ τῇ πρὸς ἑαυτὴν ἐπιστροφῇ ἀσώματον καὶ χωριστὴν σωμάτων ἑαυτὴν εὑρίσκουσα καὶ γνωστικὴν καὶ ἑαυτῆς κυρίαν διὰ τὸ κατὰ βούλησιν ζῆν καὶ ἀρχικὴν ὡς βελτίστην θαυμάσεται ὡς οὐκ ἀπεσπασμένην τῶν πρώτων αἰτίων. οὐ γὰρ ὡς αὐτόθεν πρώτην, ἀλλ' ὡς ἐν τοῖς πρώτοις φησί, διὰ τὴν οἷον συνεχῆ πρὸς αὐτὰ ὑπόβασιν. ἡ δὲ ἱστορία ἀντὶ τῆς ἐπιστήμης εἴληπται νῦν· ἴσμεν γάρ φαμεν ὅσα ἀκριβῶς γινώσκομεν.
Καὶ καθ' αὑτὴν μὲν ἡ περὶ ψυχῆς εἴδησις καλή τε καὶ τιμία ὡς εἴρηται, μειζόνως δὲ εἰ καὶ πρὸς πᾶσαν ἀλήθειαν μεγάλα ἡ γνῶσις αὐτῆς συντελεῖ, τουτέστι πρὸς τὴν τῶν ὄντων ἐπιστημονικὴν γνῶσιν. ἀλήθειαν γὰρ νῦν οὐ τὴν αἰσθητικὴν οὐδὲ τὴν δοξαστικὴν ἀκουστέον, ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ τὴν τῶν οὐσιῶν, πρὸς ἣν οὐ μόνον συμβάλλεται ἡ τῆς [8] ψυχῆς γνῶσις, ἀλλὰ καὶ μεγάλως· πρὸς μὲν τὴν περὶ τῶν ὄντων, ἐπειδὴ ὡς ἐν τοῖς Περὶ ζῴων μορίων ἔφη, οὐκ ἄνευ τῆς τοῦ νοῦ γνώσεως τὸ νοητὸν οἷόν τε γνῶναι, οὐδ' ἄνευ τῆς τοῦ ἡμετέρου νοῦ, εἴ γε ἡμῖν ὁπωσοῦν γνωστὰ τὰ νοητά. ὁμοίως μὲν οὖν οὐδὲ τὰ αἰσθητὰ ἄνευ τῆς τοῦ αἰσθητικοῦ, ἀλλ' ἐπεὶ οὐκ ἐπιστητὰ οὐδὲ οὐσίαι, λόγος δὲ καὶ νοῦς ὁ τῶν οὐσιῶν καὶ τῶν φυσικῶν θεωρητικός, ἡ τούτου γνῶσις καὶ πρὸς τὴν τῶν φυσικῶν γνῶσιν ὡς ἐπιστητῶν ἱκανῶς συντελεῖ. ἔτι διὰ τὸ μέσην τῶν τε ἀληθῶς νοητῶν καὶ τῶν φυσικῶς ὄντων καὶ τῶν ἀμερίστων τε καὶ μεριστῶν εἶναι τὴν ψυχὴν καὶ ἡ περὶ αὐτῆς θεωρία ἱκανὴ πρὸς τὰς τῶν ἄκρων συμβάλλεσθαι φιλοσοφίας· πρὸς μὲν τὴν πρώτην διὰ τὴν πρὸς τὰ ἄλλα τῆς ψυχῆς ὁμοιότητα (ἐκ γὰρ τῶν μέσων ῥᾴων ἡ πρὸς τὰ κρείττω ἀναφορά), πρὸς δὲ τὴν φυσικὴν μάλιστα διὰ τὸ ὡς ἐξ αἰτίας τὰ αἰτιατὰ γινώσκειν ἐπιστημονικὸν ὑπάρχειν. εἰκότως οὖν μάλιστα πρὸς τὴν φύσιν, διότι ἡ ἐξ αἰτίων τῶν αἰτιατῶν γνῶσις κυριωτέρα τῆς ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἀναγομένης. ἐκ δὲ τῆς ψυχῆς τὰ φυσικὰ ὡς ἐξ ἀρχῆς ἤρτηται· κυριώτατα γὰρ τῶν φυσικῶν τὰ ζῷα, ὧν οἷον ἀρχή, φησίν, ἡ ψυχή, τὸ οἷον προσθείς, ὅτι τὸ εἶδος καὶ ἡ νοερὰ καὶ ἡ ἀμέριστος οὐσία ὄντως ἀρχή, ἡ δὲ ψυχὴ ἐκβᾶσα τῆς ἀμερίστου καθαρῶς οὐσίας καὶ τῆς ἀληθῶς ἀρχῆς ἀπολείπεται. καὶ γὰρ ἡ εἰδητικὴ ἀρχὴ ἀμέριστος (πᾶν γὰρ εἶδος ὅρος καὶ οὗ ἕνεκα· τελειότης γάρ) καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· νοῦς γὰρ τὸ πρώτως κινοῦν. δοκεῖ δὲ ἔφη οὐχ ὡς ἀμφισβητῶν, ἀλλ' ὡς καὶ ὑπὸ τῶν ἄλλων ὁμολογούμενον.
Σαφέστερον τὸν σκοπὸν ἐκτίθεται διὰ τούτων, τῆς τε ψυχικῆς οὐσίας καὶ τῶν καθ' αὑτὰ ὑπαρχόντων αὐτῇ τε τῇ ψυχῇ καὶ δι' ἐκείνην τοῖς ζῴοις ὄντα θεωρητικόν τε καὶ γνωστικόν. δηλοῖ δὲ ἡ μὲν θεωρία τὴν ἐκ τῆς ἐναργείας καὶ ἐκ τῶν τῇ αἰσθήσει φαινομένων ἀναφορὰν εἰς τὴν περὶ αὐτῆς ἀλήθειαν, ἡ δὲ γνῶσις τὴν κατὰ λόγον ἐπιστημονικὴν κατάληψιν. ἡ δὲ φύσις οὔτε τὸ γένος δοκεῖ μοι δηλοῦν (οὐ γὰρ συνήθης ἡ χρῆσις) οὔτε ἐκ παραλλήλου ταὐτὸν τῇ οὐσίᾳ σημαίνει· ἀλλ' ἡ μὲν τὸ ὅσον αὐτῆς πρὸς τὰ φυσικῶς ὄντα ἀποκλῖνον δηλοῖ, ἡ δὲ οὐσία τὸ πρὸς τὰ νοητὰ συγγενὲς καὶ χωριστόν.
Τὰ καθ' αὑτὰ δηλαδή· τὰ γὰρ ὡς ψυχῇ. καὶ ἐπεὶ προηγεῖται κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν ἡ τῆς οὐσίας τῆς τῶν συμβεβηκότων, [9] βουλόμεθα δὲ γενέσθαι ἐπιστήμονες, εἰκότως ἐπιζητοῦμεν πρότερον γνῶναι τὴν οὐσίαν, εἶθ' ὅσα συμβέβηκεν. ἀλλ' ἐπεὶ ἐκ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰ φύσει πρότερα ἡ μάθησις, ἀναγκαίως ἐν τῇ διδασκαλίᾳ ἀπὸ τῶν συμβεβηκότων τὴν οὐσίαν αἱρεῖ, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, πάθη λέγων οὐ τὰ ὁπωσοῦν αὐτῇ ὑπάρχοντα (οὐ γὰρ καὶ τὰς μονίμους αὐτῆς νοερὰς ἐνεργείας), ἀλλ' ὅσα τῷ παθεῖν τι αὐτὴν ὑπάρχει, οἵα ἡ εἰς σῶμα ῥοπὴ καὶ ὅλως ἡ κατὰ προβολὴν ζωή· ἐν γὰρ ἀποστάσει πως τῇ ἀφ' ἑαυτῆς, τοῦτο δὲ πάθος· ἐπεὶ ἡ μόνιμος ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ οὐ συμβεβηκός. τῶν δὲ συμβεβηκότων, ἃ καὶ πάθη ἔφη, τὰ μέν ἐστιν ἴδια τῆς ψυχῆς, ὡς ἡ θεωρητικὴ αὐτῆς γνῶσις οὐδὲν αἰσθήσει ἢ φαντασίᾳ ἢ ὅλως τῷ σώματι χρωμένη· ὅση δὲ αἰσθητικὴ καὶ φανταστικὴ καὶ ἡ ταύταις χρωμένη πρακτικὴ γνῶσις, κοινὴ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. οὐδὲ μόνων ἐστὶ τῶν ζῴων, ἅπερ ἐστὶ τὰ σύνθετα, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς. ὡς γὰρ ἐρεῖ, ἢ ἄρχεται ἐξ αὐτῆς ἢ λήγει εἰς αὐτήν.
Αἱρετὴν ἐκ τῶν εἰρημένων τὴν περὶ ψυχῆς ἐπιδείξας θεωρίαν καὶ ὅτι μάλιστα ἐπιζητοῦμεν τὴν οὐσίαν αὐτῆς γνῶναι προειπών, συντείνων τοὺς φιλοθεάμονας τῶν ὄντων, τὸ δύσληπτον πρῶτον μὲν καθόλου τῆς τῶν οὐσιῶν γνωστικῆς μεθόδου ὑπομιμνήσκει. οὔτε γὰρ εἰ μία ἢ πλείους ῥᾴδιον γνῶναι· καὶ γὰρ ἂν μία δόξειεν, ἐπεὶ καὶ αὐτὴ ἡ ζητουμένη οὐσία κοινὴ καὶ μία τις ἐν πᾶσιν εἶναι δοκεῖ καὶ ἡ τοῦ ὄντος κοινωνία, καὶ διὰ τὸ μίαν παραδίδοσθαι μέθοδον, ἐπὶ μὲν τῶν ἁπλῶν ἰδιοτήτων τὴν κατ' ἐπιβολὴν σύνεσιν, ᾗ τοὺς ὅρους γινώσκομεν, ἐπὶ δὲ τῶν ἐκ πλειόνων τὴν ὡς ἐκ γένους καὶ διαφορῶν· καὶ πλείους αὖ διὰ τὴν ἑτερότητα τῶν τε γενῶν καὶ τῶν διαφορῶν καὶ δηλονότι καὶ τῶν εἰδῶν. εἴτε δὲ μία εἴτε πλείους εἴτε, ὅπερ ἀληθές, καὶ μία καὶ πλείους, οὐκ εὔκολος αὐτῆς ἡ κατάληψις, ἐπειδὴ καὶ πᾶσα ἐπιστημονικὴ ἕξις δύσληπτος, φύσεώς τε δεομένη ἐπιτηδείας καὶ γυμνασίας μακρᾶς καὶ διακεκαθαρμένης τῆς λογικῆς ζωῆς, εἰ μέλλοιμεν ὀρθῶς πάντως τοῦ προτιθεμένου τὴν οὐσίαν εὐέκτως αἱρεῖν. ἀλλὰ τοῦτο τὸ ζήτημα οὐκ ἴδιον τῆς περὶ ψυχῆς θεωρίας, κοινὸν δέ φησι πολλοῖς ἑτέροις, ἐφ' ὅσων τὸ τί ἐστι ζητοῦμεν· κοινὴ γὰρ τούτων ἁπάντων ἡ ὁριστική. εἶτα ὅτι μία μετὰ παραμυθίας ὑποθέμενος (ὡς γὰρ μία ἡ τῶν καθ' αὑτὰ ὑπαρχόντων ἐπιστήμη, ἥπερ ἐστὶν ἡ ἀποδεικτική, οὕτω καὶ ἡ τοῦ τί ἦν εἶναι μία ἡ ὁριστική, ἐπεὶ καὶ ἡ διαιρετικὴ μία καὶ ἡ ἀναλυτικὴ ὡσαύτως), ζητητέον φησὶ τὴν μέθοδον ταύτην οὕτω δηλαδὴ ὡς ἕξιν κτήσασθαι ὁριστικήν. ἐπεὶ δὲ καὶ πολλαὶ τρόπον τινὰ (ὑπέμνησεν δὲ καὶ τοῦτο [10] διὰ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος· δεῖ γὰρ ἐφ' ἑκάστου ἰδιοτρόπως τῇ κοινῇ χρήσασθαι μεθόδῳ)· ἐπεὶ οὖν καὶ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι, τουτέστι τὸ τὴν ἴδιον ἑκάστου ἑλεῖν οὐσίαν. τὸ δὲ ἐπιφερόμενον τὸ ἐὰν δὲ φανερὸν ᾖ, πότερον ἀπόδειξις καὶ τὰ ἑξῆς ἐξήγησις εἶναί μοι τοῦ προειρημένου δοκεῖ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος, ὡς ἑπομένου τούτου καὶ τοῖς μίαν ἡντιναοῦν τὴν τοῦ τί ἐστιν ὁμολογοῦσι μέθοδον. ἕπεται γὰρ καὶ τούτοις ζητεῖν, ἐκ τίνων ἀρχῶν ὁ ἴδιος ἑκάστου ἀποδοθήσεται ὁρισμός.
Ἕτεραι γοῦν ἀριθμῶν καὶ ἕτεραι ἐπιπέδων καὶ ἄλλαι τῶν φυσικῶν καὶ ἐπὶ πάντων ὁμοίως. κατὰ συμβεβηκὸς δὲ ἴδια τὰ ἀποδεικνύμενα λέγεται, κἂν οὐσιώδη ᾖ, ὅτι ὡς ἄλλο ἄλλου κατηγορεῖται πᾶν δεικνύμενον καὶ διὰ τοῦτο μὲν συμβεβηκὸς ὡς σὺν ἄλλῳ βεβηκός· ἴδιον δέ, ἐπειδὴ καὶ τὸ κοινὸν πλειόνων ἰδιοτρόπως χρὴ γινώσκεσθαι διὰ τῆς ἀποδείξεως. οὕτω μὲν οὖν πρῶτον κοινῇ τὸ δύσληπτον τῆς ὁριστικῆς ὑπέμνησεν ἕξεως. προστίθησι δὲ καὶ τὴν ἴδιον ἐπὶ τῆς ψυχικῆς οὐσίας χαλεπότητα, ἅμα καὶ τὰ προβλήματα ἐκτιθέμενος περὶ ὅσων ζητήσει διὰ τοῦ·
Ἐπείπερ ἐν τοῖς ὁριστικοῖς λόγοις πρὸ πάντων ἐστὶ τὸ γένος λαμβανόμενον καὶ τότε ἡ διαφορά, διότι ἀμέριστον τὸ εἶδος καὶ ἀμερίστως τό τε ὡρισμένον καὶ χαρακτηριστικὸν συνειληφός, ὁ λόγος ἅμα τε διαιρῶν καὶ συνάγων ἰδίᾳ πρῶτον αὐτοῦ ἐμφαίνει τὸ ὡρισμένον, ἔπειτα δὲ τὸ χαρακτηριστικόν, ὧν τὸ μὲν ἐν τῷ τί ἐστι, τὸ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι γινώσκεταί τε καὶ λέγεται. διὸ καὶ αὐτὸς εἰπὼν ἐν τίνι τῶν γενῶν ἀναγκαῖον διελεῖν προστέθεικε καὶ τί ἐστι, σαφηνίζων τί δηλοῖ τὸ ἐν γένει εἶναι, ὅτι καθ' ὅ τί ἐστιν, ὥσπερ ἐν διαφοραῖς καθ' ὃ τοιόνδε. ἀμφισβητεῖται δὲ ἐπὶ ψυχῆς, εἰ τὸ γένος αὐτῆς οὐσία ἢ ποιὸν ἢ ποσόν. διὸ καὶ τούτων εἰδικῶς τῶν τριῶν ἐμνήσθη κατηγοριῶν, ὡς ἐν ταῖς φερομέναις δόξαις τῶν τριῶν λεγομένων, προσθεὶς δὲ τὸ ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν διὰ τὸ ἐνδέχεσθαί τινας καὶ ὑπ' ἄλλην αὐτὴν ἄγειν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων οὐσίαν αὐτήν φασιν· οἱ δὲ ἁρμονίαν σωμάτων εἰπόντες καὶ οἱ τοιάνδε κρᾶσιν ἐν τῷ ποιῷ τίθενται. Ξενοκράτης δὲ ἀριθμὸν αὐτὴν θέμενος ἐν ποσῷ δοκεῖ.
[11]
Ἡ μὲν πρώτη καὶ εἰλικρινὴς ἐντελέχεια τὸ εἶδός ἐστιν· ἡ γὰρ ἐνέργεια καὶ ἡ τελειότης τὸ εἶδος. ἐν δυνάμει δὲ ὂν οὐχ ἡ ὕλη μόνη ὡς ἀτελὴς καθ' αὑτὴν ἐν τῷ δεκτικῷ τῶν εἰδῶν οὐσιωμένη, ἀλλὰ καὶ πᾶν τὸ εἰδοπεποιημένον, μάλιστα δὲ τὸ σύνθετον διὰ τὴν πρὸς ὕλην κοινωνίαν· ἤδη δὲ καὶ πᾶν τὸ σῶμα κἂν ἄυλον ᾖ, ὡς μὴ καθ' ἑαυτὸ μηδ' ὑφ' ἑαυτοῦ ζῶν, ἀλλ' ἑτέρωθεν· οὐ γὰρ ὡς σῶμα. ἡ δὲ ψυχὴ κατὰ μὲν ἀλήθειαν μέση τῶν εἰδῶν καὶ τῶν εἰδοπεποιημένων ὡς ὅλη δι' ὅλης ἑαυτῆς τὴν πρὸς ἑκάτερον ἐμφαίνουσα κοινωνίαν. ἀξιοῦται δὲ ὑπὸ Ἀριστοτέλους διὰ τὸ ἀφ' ἑαυτῆς ζῆν τε καὶ ἐγείρεσθαι, καὶ ὡς κινητικὴ τῶν σωμάτων ἀρχὴ οὐ πρὸς τὸ ὁριζόμενον ἀλλὰ πρὸς τὸ ὁρίζον ἀποκλίνειν. διὸ καὶ οὕτω πως ἔφη ἢ μᾶλλον ἐντελέχεια, ἐπειδὴ οὐκ εἰλικρινῶς οὐδὲ ἁπλῶς, εἴ γε καὶ ἡ λογικὴ ψυχὴ καὶ ὁ μετεχόμενος ὑπ' αὐτῆς νοῦς δυνάμει τε καὶ ὑλικὸς λέγεται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ τὶς πρόσκειται, ὅτι μὴ ἀπροσδιορίστως καὶ ἁπλῶς ἐστιν ἐντελέχεια, ἀλλ' ὑποβεβηκότως. ὅθεν οὐδὲ ἀεὶ κατὰ τὴν τελείαν ἵσταται ἐνέργειαν, ἀλλ' ἐνίοτε κατὰ τὴν ἀτελεστέραν τὴν κατὰ τὴν ἕξιν. ἐν δυνάμει δὲ ὂν καὶ τὸ εἰδοποιούμενον θέμενος, ὅπερ ἐντελεχείᾳ μέν ἐστιν, οὐ μὴν ἐντελέχεια (αὕτη γὰρ τὸ εἶδος), εἰκότως τῷ ἐν δυνάμει οὐ τὸ ἐντελεχείᾳ, ἀλλὰ τὴν ἐντελέχειαν ἀντιτέθεικεν. ἐν μὲν γὰρ ἐντελεχείᾳ τὸ εἰδοποιηθέν, τὸ δὲ εἶδος οὐκ ἐν αὐτῇ, ἀλλ' αὐτή, ὅπερ οὐ σμικρὸν διαφέρει. ἡ μὲν γάρ ἐστι καθ' αὑτὴν οὐσία, ὡς ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ μανθάνομεν, ἡ δὲ καθ' ἕτερον, καὶ ἡ μὲν πρώτη ἡ δὲ δευτέρα, καὶ ἡ μὲν αἰτία ἡ δὲ αἰτιατή.
Μεριστὴ μὲν ἁπλῶς ἡ σωματικὴ οὐσία πᾶσα, ἄλλων ἀλλαχοῦ τῶν μορίων κειμένων· ἀμέριστος δὲ εἰλικρινῶς ἡ νοερά· πολὺ δὲ βάθος ἔχουσα καὶ ἡ μεταξὺ ἀμφοῖν οὐσία, ἐν ᾗ καὶ ἡ ψυχή. δηλοῖ δὲ τὴν μὲν εἰς τὸ μεριστὸν αὐτῆς ὑπόβασιν ἡ κατὰ ἀπόστασιν τοῦ γνωστοῦ ἀντίληψις καὶ ἡ ἀφ' ἑτέρων εἰς ἕτερα μετάβασις καὶ ἡ κατὰ μέρος ἐπὶ τῶν ζητουμένων διέξοδος· τὴν δὲ τοῦ ἀμερίστου μέθεξιν ἡ κατὰ τὸ γνωστὸν τῆς γνώσεως στάσις (ἕνωσις γὰρ ἀμφοῖν ἥδε ἀμερής) καὶ ἡ καθ' ὅρους ἀεὶ ἐν τῇ μεταβολῇ βάσις καὶ ἡ μετὰ τὴν κατὰ μέρος διέξοδον εἰς ἓν συναγωγή. ὁ δὲ Ἀριστοτέλης ὥσπερ πρὸς τῷ εἴδει, οὕτω καὶ πρὸς τῷ ἀμερίστῳ μᾶλλον τίθεται τὴν ψυχήν, τοῦτο μὲν ὡς οὐ μεριστήν, τοῦτο δὲ ὡς οὐ μόνον τῶν μεριστῶν, ἀλλὰ καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐξῃρημένης τῆς λογικῆς ψυχῆς.
[12]
Καὶ τοῦτο εἰς ζήτησιν προβάλλεται, εἰ ὁμοειδεῖς ἀλλήλαις αἱ ψυχαὶ πᾶσαι, ἡ φυτικὴ ἡ αἰσθητικὴ ἡ λογική. ὁμοειδῆ δὲ δηλαδὴ τὰ καθ' ἓν τὸ εἰδικώτατον ὁριζόμενα εἶδος· τὰ γὰρ κατά τι κοινότερον ὁμογενῆ, οὐχ ὁμοειδῆ. ζητήσεως δὲ τὸ προκείμενον ἀξιοῦται διὰ τοὺς τὴν διαφορὰν ἐν τοῖς συνθέτοις ἀπὸ τῆς ὕλης, ἀλλὰ μὴ ἐκ τοῦ εἴδους εἰσάγοντας, ὡς ἐπὶ τῶν αὐλῶν, φασί, διάφοροι οἱ ἐκ τῶν ἔγγιον καὶ τῶν ἀπωτέρω τρήσεων ἀποδίδονται ἦχοι, ἑνὸς ὅμως ὄντος τοῦ ἐμφυσωμένου πνεύματος. ἀλλ' οὐ κατ' εἶδος οὐδὲ κατ' οὐσίαν, φήσομεν, ἡ διαφορά. ὡς γὰρ τὸ μακρότερον καὶ βραχύτερον οὐ ποιεῖ κατ' εἶδος ἐν τοῖς ἀνθρώποις ἐναλλαγήν, οὕτως οὐδὲ τὸ βαρύτερον καὶ ὀξύτερον τὸν αὐλητικὸν ἦχον κατ' εἶδος ἐξαλλάττει, ἐπεὶ πᾶσα οὐσία καὶ τὸ εἶναι καὶ τὸ τοιάδε εἶναι κατά τι ἔχουσα εἶδος κατὰ τοῦτο ἂν καὶ τὴν πρὸς τὰς ἄλλας ἔχοι ἑτερότητα. καὶ γὰρ ἡ ἐν τοῖς ὀργάνοις καὶ ἡ ἐν ταῖς ὕλαις ἑτερότης ἢ ἐκ τῶν διαφόρων ἥκει εἰδῶν ἢ ἐκ τῶν ἐν τῷ ἑνὶ εἴδει διαφόρων λόγων. ἕπεται δὲ τῷ ὁμοειδεῖς τὰς ψυχὰς ὑποτιθεμένῳ τὸ καὶ τὰς διαφόρους ἐν μιᾷ ψυχῇ δυνάμεις ὁμοειδεῖς ὑποτίθεσθαι, ὡς εἶναι κατ' εἶδος ἐν ἡμῖν ἀδιάφορον τὴν φυτικήν τε καὶ αἰσθητικὴν καὶ λογικὴν καὶ ὅσαι ἄλλαι. οὐ μὴν εἰ ἀνομοειδεῖς αἱ τῶν διαφόρων ζῴων οἷον ἡ ἵππου αἰσθητικὴ τῆς ἀνθρώπου (ἡ μὲν γὰρ ἄλογος ἡ δὲ λογική), ἤδη καὶ αἱ ἐν ἀνθρώπῳ πλείους δυνάμεις ἀνομοειδεῖς, ἡ αἰσθητικὴ φέρε καὶ ἡ δοξαστική· πᾶσαι γὰρ ἀνθρώπειαι καὶ καθ' ἓν εἰδικώτατον τὸ ἀνθρώπειον χαρακτηρίζονται εἶδος, ἀλλὰ λόγοις διαφόροις· πολλοὶ γὰρ οἱ καθ' ἕκαστον εἶδος λόγοι.
Κἂν γὰρ πᾶσαι ψυχαὶ καὶ ζωαί τινες, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀλλήλων διαφέρουσαι οὐδ' ἂν ὑφ' ἓν τελοῖεν γένος· τοιαῦτα γὰρ τὰ ὁμοταγῆ, τὰ δὲ ὕστερα τοῖς πρώτοις ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἓν κοινωνεῖ.
Εἰς τὸν Τίμαιον ἔοικεν ἀποτείνεσθαι, εἰς τὸν ἄνθρωπον ἐν τῇ φυσιολογίᾳ καὶ τὰς τούτου ζωὰς καταλήξαντα, ὡς αὐτὸς καὶ ἐπὶ τὰς τῶν ἄλλων ζῴων τε καὶ φυτῶν ψυχὰς διατείνειν τὴν θεωρίαν μέλλων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος ἀφιέναι τὸν ἴδιον περὶ τῶν ἐν τοῖς ἄλλοις λόγον ὡς ἐκ παραδείγματος τοῦ δευτέρου καὶ τρίτου μέρους τῆς ἀνθρωπείας ἀξιῶν τὰς ἐν τοῖς ἄλλοις αἱρεῖν.
[13]
Εἰ μὲν γὰρ ὁμοειδεῖς πᾶσαι, εἷς ἔσται πάσης λόγος, ὥσπερ καὶ ἀνθρώπου καὶ ὡς αὐτὸς ἔφη ζῴου, εἰ δὲ ἀνομοειδεῖς, καθ' ἕκαστον εἶδος ἕτερος ἀποδοθήσεται λόγος.
Θεοῦ τοῦ οὐρανίου λέγων ζῴου. ἐπεὶ δὲ καὶ τῶν ἀνομοειδῶν ἑκάστου ὁ τοῦ γένους κατηγορεῖται λόγος, τὴν διαφορὰν ὑπογράφων τοῦ εἰδητικοῦ λόγου πρὸς τὸν τοῦ γένους ἐπάγει·
Ἅπαν μὲν γὰρ εἰδικώτατον εἶδος οὐσίας αὐτοτελῆ δηλοῖ ὕπαρξιν καὶ καθ' ἑαυτὴν οὐσιωμένην, κἂν ἔνυλον ᾖ, οὐκ οὐσιωμένον ἐκ τῆς ὕλης ἢ τοῦ συνθέτου, ἀλλ' αὐτὸ οὐσιοῦν μὲν τὰ σύνθετα, τελειοῦν δὲ τὴν ὕλην εἰς ἐνέργειαν τὸ δεκτικὸν αὐτῆς ἄγον. τὸ δὲ γένος ὡς καθ' αὑτὸ μὲν ἄνευ τῶν εἰδῶν ὑφεστὼς οὐδέν ἐστιν (ἀεὶ γὰρ μετά τινος εἴδους τοῦ οὐρανίου ἢ ἀνθρωπείου ἢ ἱππίου ἤ τινος ἄλλου) ἢ ὕστερον· τὸ γὰρ ἐν ἑκάστῳ εἴδει γένος μετὰ τὸ εἶδος, ἐπειδὴ τὸ μὲν εἶδος ἀμερίστως ἐστὶ τὸ ὅλον, τὸ δὲ γένος καθ' ἕνα λόγον μερικὸν τῶν ἐν τῷ εἴδει περιεχομένων ὁρίζεται. διὸ ὡς μὲν καθ' αὑτὸ ὑφεστὼς οὐδέν ἐστιν, ὡς δὲ μερικὸς λόγος ἐν τῷ εἴδει περιεχόμενος ὕστερος τοῦ εἴδους.
Οὐ μόνον εἴ τι ἄλλο ὡς γένος κατηγοροῖτο ὡς τὸ φυτόν, ἀλλ' ἔτι μᾶλλον καὶ εἴ τι ὡς ἐν προτέροις καὶ ὑστέροις κοινὸν ὑπάρχον· οὐδὲ γὰρ τὸ κοινὸν καθαρῶς ἐν τούτοις, ἀλλ' ὅ τι ἂν φῇς, μετὰ ἐξαλλαγῆς.
Εἰ μὴ πολλαὶ ψυχαί φησιν, τουτέστιν εἰ μὴ κατ' εἶδος ἀλλήλων διαφέροιεν αἵ τε ἐν τοῖς διαφόροις καὶ ἐν ἑνὶ τῷ ἀνθρώπῳ, ἀλλὰ μόρια τὸ διάφορον οὐ κατ' εἶδος ἔχοντα διὰ τὸ ἑνὸς εἶναι μόρια, ἀλλὰ κατὰ λόγους, ὡς τὸ κοῦφον καὶ φωτιστικὸν τοῦ πυρός. τοῦτο δὲ ἐπὶ μὲν ἑνὸς ζῴου εἴτε ἀνθρώπου εἴτε τινὸς ἄλλου ἀληθές, ἵνα μία ἡ ἑνὸς ἑκάστου ᾖ ψυχή. εἴτε οὖν μόρια εἴτε δυνάμεις τὰς πολλὰς ἐν ἑκάστῳ λεκτέον ζωάς, ὁμοειδεῖς μὲν [14] κατὰ λόγον δὲ διαφερούσας ῥητέον. τὰς δὲ ἐν τοῖς ἀνομοειδέσι ζῴοις κατ' εἶδος ἐξηλλαγμένας θετέον, ἵνα καὶ προηγουμένως τὸ κατ' εἶδος αὐτῶν διάφορον ἐκ τῶν ψυχῶν ἐφήκῃ. ἐφ' ὧν δ' οὖν μόρια τὰ πολλά, προτίθεται ζητεῖν, πότερον τὸ ὅλον πρότερον ἢ τὰ μόρια θεωρητέον, καὶ ποῖα μὲν τῶν μορίων ἀληθῶς ἐστιν ἀλλήλων ἕτερα, ποῖα δὲ οὐχί. οἷον τὸ φυτικὸν μὲν ἕτερον τοῦ ὀρεκτικοῦ, τὸ δὲ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικὸν οὐ πλείω, ἀλλ' ἓν πάντα. χαλεπὸς δὲ ὁ περὶ τούτων διορισμός, διότι κατὰ ἀλήθειαν καὶ τῇ οὐσίᾳ μία καὶ πολλαὶ ἡ ψυχή, καὶ καθ' ὅλην ἑαυτὴν καὶ καθ' ἑκάστην ζωήν. καὶ γὰρ ἑκάστη μία καὶ πολλαί, μεριστή τέ πως καὶ ἀμέριστος διὰ τὴν μεσότητα, καὶ οὔτε τὸ ταὐτὸν εἰλικρινῶς δι' ὅλης ἔχουσα ἑαυτῆς οὔτε τὸ ἕτερον διεσπασμένον ἢ ὅλως μεριστὸν παντελῶς. χαλεπὴ δὴ διὰ ταῦτα καὶ δυσδιάκριτος ἐπὶ τῶν μέσων ἡ τῶν ἀντικειμένων θέα διὰ τὴν πρὸς τὰ ἄκρα τῶν μεταξὺ κοινωνίαν.
Ἐπιστημονικὴ μὲν ἡ ἐκ τῆς οὐσίας τῶν ἐνεργειῶν γνωστική, πρὸς ἡμᾶς δὲ σαφεστέρα ἡ ἀνάπαλιν. ἀλλὰ καὶ τὰς ἐνεργείας πρός τι οὔσας διὰ τὴν ἢ ὡς πρὸς γνωστὸν ἢ ὡς πρὸς πρὸς ὀρεκτὸν ἢ ὡς πρὸς τὸ τρέφον ἀπότασιν οὐκ ἂν γνοίημεν ἄνευ τῶν πρὸς ἃ λέγεται· ἅπερ ἀντικείμενα κατὰ τὴν τῶν πρός τι ἀντίθεσιν, οἷον ἀντίβασίν τε καὶ ἀντέρεισιν οὖσαν καὶ σὺν ἀλλήλοις ὑπόστασιν. καὶ ἐναργεστέρα τῆς περὶ τῶν ἐνεργειῶν γνώσεως ἡ περὶ τῶν ἀντικειμένων, ὅταν αἰσθητικώτερα ᾖ τὰ ἀντικείμενα, ὡς αὐτὸ τὸ αἰσθητὸν καὶ τὸ ἐν τούτοις ὀρεκτὸν καὶ ὅσον ἐν τοῖς αἰσθητοῖς νοητόν. τὸ δέ γε ἐξῃρημένον τοῦ ἡμετέρου νοῦ ἐκ τοῦ νοῦ ληψόμεθα μᾶλλον.
Ἐπειδὴ τὰ προβλήματα ἐκτιθέμενος καὶ τὴν χαλεπότητα τῆς θεωρίας ἐξέφαινε, τὸ μετὰ τοῦτο εὐπορίας ἀφορμὰς παραδίδωσι, καὶ πρῶτον εἰς τὴν παντὸς ὁρισμοῦ εὕρεσιν. ἐπιστημονικὸν μὲν γὰρ ἐκ τοῦ τί ἐστι τουτέστιν ἐκ τοῦ τὸ εἶναι ἐκφαίνοντος ὁρισμοῦ τὰ καθ' αὑτὰ συμβεβηκότα θεωρεῖν ταῖς οὐσίαις, διότι ἐξ αἰτίου ἡ θεωρία· αἰτία γὰρ τῶν συμβεβηκότων ἡ οὐσία. οὐσίαν δὲ ἀκουστέον νῦν κοινότερον πᾶν εἶδος, κἂν ὑπὸ ἡντιναοῦν τελῇ κατηγορίαν. τὸ γοῦν εὐθὺ καὶ τὸ τρίγωνον εἴληπται, οἷς τὰ συμβαίνοντα ἐκ τοῦ ὁρισμοῦ αὐτῶν γνωρίζομεν. ὁ γὰρ ὁρισμὸς οἰκείως τὸ εἶναι αὐτῶν ἐκφαίνων παρασκευάζει ἡμᾶς ῥᾳδίως καὶ τὰ καθ' αὑτὰ ὑπάρχοντα τῷ τοιῷδε ὄντι γνωρίζειν. ἐπιστημονικὸν οὖν τοῦτο, ἐπειδὴ τὸ ἑκάστου ὂν τῶν ὑπαρχόντων αὐτῷ αἴτιον. ἀλλὰ τὸ ὂν ἐνίοτε οὐκ ἐξ ἑαυτοῦ ὂν [15] γνώριμον ἀνάπαλιν ἐκ τῶν καθ' αὑτὰ συμβεβηκότων αὐτῷ, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική, γινώσκεται. ἐπὶ μὲν οὖν τῶν μαθημάτων γνώριμον τὸ τί ἦν εἶναι ἑκάστου διὰ τὸ ποσὰ ἄττα ἢ ποιὰ εἶναι τὰ ὁριζόμενα, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική. ὅσα δὲ οὐσίαι, ὧν λόγος καὶ νοῦς θεωρητικός, οὐκ ἐξ αὐτῶν φανερὰ τοῖς κατ' αἴσθησιν ζῶσιν, ἀλλ' ἐκ τῶν συμβεβηκότων αὐτοῖς ἡ ἐπ' αὐτὰ ἀναφορά· ὃς δὴ τρόπος ἐπὶ ψυχῆς ἀναγκαῖος. ἐν δὲ τῷ·
ὁ αἰτιολογικὸς πρόσκειται σύνδεσμος δηλῶν ὡς καὶ διὰ τοῦτο περισπούδαστος ἡ τῆς οὐσίας θεωρία διὰ τὸ καὶ ἀρχὴν ἔχειν ἀποδείξεως. ἀπόδειξις δὲ ἡ ἐκ τοῦ τί ἐστι τὰ συμβεβηκότα συλλογιζομένη, ἀλλ' οὐχὶ ἀνάπαλιν ἡ ἐκ τούτων εἰς τὴν οὐσίαν ἀναδρομή. φησὶν οὖν ὡς ἕξομέν τι λέγειν περὶ τῆς οὐσίας κάλλιστα, ἵνα καὶ ἀποδείξεως ἡμῖν ἀρχὴ ᾖ τὸ τί ἐστιν. ἐφ' οἷς οἷον πόρισμα ἐπάγει πρὸς διάκρισιν τῶν τε ὀρθῶς καὶ τῶν οἷον ὑπογραφικῶς καὶ ἐπιπολαίως ἀποδιδομένων ὁρισμῶν. ἐκ μὲν γὰρ τῶν τῆς φύσεως τοῦ ὑποκειμένου ἐχομένων ὅρων ἢ ἐναργέστερον ἢ ἀμυδρότερον ἀκολουθεῖ ἡ τῶν συμβεβηκότων γνῶσις· εἰ δὲ μὴ ἕπεται, διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἀντὶ τοῦ λογικῶς καὶ οὐ φυσικῶς. εἴωθε γὰρ τῷ φυσικῶς ἀντιδιαστέλλειν τὸ λογικῶς τὸ κατὰ τὸ φαινόμενον καὶ ἔνδοξον, ἀλλ' οὐ κατὰ τὴν φύσιν καὶ τὸ εἶναι τῶν πραγμάτων εἰλημμένον· οὐ γὰρ ἐπὶ τῆς πραγματειώδους, ἀλλ' ἐπὶ τῆς ἐνδόξου γνώσεως τὸ τῆς διαλεκτικῆς αὐτὸς φέρει ὄνομα. καὶ ὡς τῆς φύσεως καὶ τοῦ βάθους τῶν ὄντων ἀποπίπτον κενὸν προσαγορεύει.
Πάθη μὲν ὡς καὶ πρότερον ἔφαμεν ψυχῆς οὐχ ἁπλῶς πᾶσαν αὐτῆς καλεῖ ἐνέργειαν, ἀλλὰ τῆς παθούσης καὶ ἔξω ἀφ' ἑαυτῆς προϊούσης· οὐ γὰρ δὴ καὶ τὰς μονίμους αὐτῆς ἐνεργείας καὶ μὴ ἀφισταμένας τῆς οὐσίας, ἀλλὰ συνδρόμους οὔσας αὐτῇ. ἀξιοῖ δὲ ἀπὸ τούτων ὡς ἀπὸ φανερῶν εἰς τὴν ψυχικὴν ἀνάγεσθαι οὐσίαν, καὶ πρός γε εἰς τὰς τῇ οὐσίᾳ συνδρόμους ἐνεργείας, τὸ κρύφιον καὶ ταύτας ὁμοίως ἐχούσας τῇ οὐσίᾳ. διὸ καὶ οὐ ῥᾴδιον ὡς αὐτὸς ἔφη ταύτας λαβεῖν, ἐξ ὧν μόνων τὸ χωριστὸν πάντῃ σωμάτων αὐτῆς καταδησαίμεθα ἄν. φαίνεται γὰρ τὸ μὲν οὐσίαν πᾶσαν εἶναι ψυχὴν ὡς ἐναργὲς τιθέμενος, ἐπειδὴ καὶ πᾶσα ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, ὡς τῶν ἐναντίων δεκτικὴ οἷον ἡδονῆς λύπης, ἐπιθυμίας ἀποστροφῆς, καὶ [16] ὡς κινητικὴ καὶ συνεκτικὴ σωμάτων, καὶ τῶν ζώντων συμφυῶς ὁριστική, ἅπερ τῶν ἄλλων πάντων σωμάτων κυριώτεραί εἰσιν οὐσίαι. ὅπερ δὲ τὸ ζῶν δευτέρως, τοῦτο πρώτως ἡ ζωή, καθ' ἣν καὶ τοῖς ζῶσι τὸ εἶναι ἅπερ ἐστί. πρώτως οὖν καὶ κυριώτερον οὐσία πᾶσα ζωή. ζητεῖ δὲ εἰ ἔστι τις ψυχὴ χωριστὴ παντελῶς σωμάτων. τὸ μὲν γὰρ ἀχωρίστους εἶναι πολλὰς ζωὰς καὶ τοῦτο ὡς ἐναργὲς ὑποτίθεται, ἐπειδὴ μηδὲ αἱ ἐνέργειαι αὐτῶν χωρισταὶ σωμάτων. ἀξίωμα δὲ ἀληθέστατον καὶ ἐναργέστατον τὸ οἰκείας ἐπὶ ταῖς οὐσίαις εἶναι τὰς ἐνεργείας· ζωτικαὶ μὲν γὰρ αἱ τῶν ζώντων, λογικαὶ δὲ αἱ τῶν λογικῶν· ὥστε καὶ τὴν χωριστὴν οὐσίαν χωριστὰς πάντως ἔχειν ἐνεργείας. αἰσθήσεις δὲ πᾶσαι καὶ φαντασίαι καὶ τὰ ταύταις συνυπάρχοντα πάθη ὀργή θάρρος ἐπιθυμία ἀποστροφὴ οὐκ ἄνευ σωμάτων· ὥστε οὐδὲ ἡ ταῦτα πάσχουσά τε καὶ ἐνεργοῦσα ψυχὴ πάντῃ χωριστή. ἐπεὶ δὲ πολλαὶ αἱ κατὰ βάθος τοῦ ἀχωρίστου διαφοραί, αἱ μὲν ἔσχαται ἀχώριστοι ὡς τοῦ ὀργανικοῦ σώματος οὖσαι ἐντελέχειαι, καθ' ἃς ζωτικῶς δύναται κινεῖσθαι, αἱ δὲ ὡς κινητικαὶ τοῦ ὀργάνου αἱ ἀνάλογον τῷ πλωτῆρι, αἳ καὶ τὸ ἀχώριστον ἔχουσι κρειττόνως. ὡς γὰρ κινητικαὶ τῶν κινουμένων ὑπερέχουσαι πάντως διὰ τὴν πρὸς αὐτὰ ἐνέργειαν ἀχώριστοι αὐτῶν ὑπάρχουσι, δυνάμεναι καὶ χωριστὰς ἔχειν ἄλλας αὗται, ὡς καὶ ὁ πλωτὴρ τῆς νεὼς τὰς βαδιστικὰς φέρε. ἄλλον δὲ τρόπον ἀχώριστοι αἱ πρακτικαὶ τοῦ λόγου ἐπιστῆμαι, κατὰ μόνην τὴν ἐλάττονα αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμεναι καὶ διὰ τοῦτο κοιναὶ καὶ τοῦ ἔχοντος, κατὰ δὲ τὴν μείζω οὐδὲν αὐτοῦ προσδεόμεναι. ὁμοίως δὲ καὶ ὅσαι θεωρητικαὶ τῶν φυσικῶς ὄντων. αἱ δὲ περὶ τὰ νοητὰ οὐδὲν μὲν αὐτῷ χρώμεναι, ὅσαι δὲ κατὰ προβολὴν ἐνεργοῦσαι τὴν περὶ τῶν νοητῶν ποιοῦνται θεωρίαν, οὐκ ἄνευ φαντασίας εἰσὶν ὡς ἐπακολουθούσης αὐτῆς ἀλλ' οὐ συνεργούσης, καθάπερ ἡ σκιὰ τῷ ἐν φωτὶ σώματι, διὰ τὴν ἔξω πρόοδον τοῦ λόγου κινοῦντος τὴν φαντασίαν. ταύτῃ οὖν ἀχώριστος καὶ ἥδε ὡς ὅλως ἀκολουθοῦσαν ἔχουσα, ἐπεὶ ἡ μόνιμος καὶ εἰς τὸ οὐσιῶδες συναιροῦσα τὴν ἐνέργειαν, παντελῶς ἐστι χωριστή, οὐδὲ ὁπωσοῦν συγκινουμένης τῆς ὁποιασοῦν σωματοειδοῦς ἢ ὀρέξεως ἢ γνώσεως.
Τὸ αἰσθάνεσθαι ὡς κοινὸν παραθέμενος, καὶ τὰς παθητικὰς ὀρέξεις τὸ ὀργίζεσθαι καὶ θαρρεῖν καὶ ἐπιθυμεῖν ὑπὸ τὸ αἰσθάνεσθαι καὶ ταῦτα ἄγων, διότι τὰ πάθη ἢ αἰσθήσεις ἢ οὐκ ἄνευ αἰσθήσεως, καὶ ἀντιθεὶς τὸ νοεῖν, περιέλαβε δηλονότι ἐν τῷ νοεῖν πάσας τὰς ὑπὲρ τὴν αἴσθησιν ζωάς, τουτέστι τὴν φαντασίαν καὶ πᾶσαν τὴν κατὰ λόγον ἐνέργειαν, αἷς ἀμφοτέραις κοινὸν τὸ ἔνδοθεν ἄρχεσθαι καὶ ἐξ ἑαυτῶν ἐγείρεσθαι. καὶ διὰ τοῦτο μάλιστα ἰδίῳ τῆς ψυχῆς ἔοικεν.
[17]
Καλῶς ἐξ ὑποθέσεως εἰπών, ἐπειδὴ οὔτε πᾶσα φαντασία νοῦς (οὐ γὰρ καὶ ἡ τῶν ἀλόγων ἀλλὰ μόνη ἡ λογική), ὅθεν καὶ τὸ τὶς τῇ φαντασίᾳ πρόσκειται, οὔτε ἁπλῶς νοῦς ἡ φαντασία, ἀλλὰ τὸ ὅλον τοῦτο παθητικὸς καὶ μορφωτικὸς νοῦς. ἀλλ' οὐδὲ τὸ ἐπὶ τῆς λογικῆς ἐνεργείας νοεῖν πᾶν οὐκ ἄνευ φαντασίας, ἀλλ' ὅσον οὐ καθαρὰ ἐνέργεια οὐδὲ μόνιμος ἐν ἑαυτῇ, ἔξω δὲ προϊούσης ἀφ' ἑαυτῆς ψυχῆς γίνεται, καὶ ἀπὸ τῆς οὐσίας μεριστῶς διακρίνεται· ὅπερ καὶ πάθος πως. καὶ διὰ τοῦτο καὶ τὴν ἀπορίαν εἶναι λέγει οὐ περὶ τῶν ἐνεργειῶν, ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς. καὶ ταῦτα νῦν μὲν ὑποτίθεται οὐκ ἄνευ σώματος εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ ἀποφαίνεται. ἀλλὰ διὰ τί ὅλως ἀπορίαν ἔχειν λέγει, εἰ περὶ παθῶν ὁ λόγος; δοκεῖ γὰρ ἐναργῶς πᾶν πάθος κατὰ τὴν πρὸς σῶμα γίνεσθαι ῥοπήν. ἢ διότι τὴν λογικὴν ἐνέργειαν τὴν μηδὲν προσδεομένην σώματος, κἂν παρακολουθῇ ἡ φαντασία, ἀπορήσοι ἄν τις, εἰ δεῖ κοινὴν καὶ σώματος φάναι. τὸ γὰρ χωριστὸν ἔχει σαφῶς, ἀλλ' εἴπερ ἄρα, οὕτως, ὡς ἀκριβέστερον αὐτὸς ἐπήγαγεν, ὅτι οὐκ ἄνευ σώματος, οὐ δήπου πάντως τοῦ θνητοῦ. αἰσθητικὸν γὰρ καὶ φανταστικὸν καὶ τὸ αἰθερῶδες τῆς ἡμετέρας ψυχῆς ὄχημα.
Καλῶς ἐκ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμενος. ὡς γὰρ ἐκ τῶν ζωτικῶν ζῶσαν ἴσμεν, καὶ ἐκ τῶν λογικῶν λογικήν, οὕτω καὶ ἐκ τῶν χωριστῶν χωριστήν, ἐπειδὴ καὶ τὸ ἀντίστροφον ἀναγκαῖον, τὴν λογικὴν οὐσίαν λογικὰς ἐνεργείας ἔχειν, καὶ τὴν χωριστὴν χωριστάς. πρότερον δὲ τὴν ἀπορίαν προάγων ἐπὶ τῶν παθῶν, εἰ κοινὰ πάντα καὶ τοῦ ἔχοντος, νῦν διοριζόμενος καθόλου οὐκ ἐκ μόνων τῶν παθημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων ἀξιοῖ τὸ χωριστὸν ὁρᾶν τῆς ψυχῆς, εἰδὼς τὰ μὲν πάθη τρόπον τινὰ ἀχώριστα, τὰς δὲ μονίμους αὐτῆς ἐνεργείας χωριστάς. ἀλλὰ πῶς, φησίν, οὐδέποτε ὁραθήσεται τὸ ἐν βυθῷ ὄστρακον ὁρατὸν ὄν; διότι, ἐρῶ, φθάνει φθαρῆναι πρὶν ὁραθῆναι. οὐδὲ γὰρ τὸ βαδιστικὸν πάντως βαδίσει, ἀλλὰ πέφυκεν ὅμως βαδίζειν καὶ οὐχὶ τὸ τῇ οὐσίᾳ τοιονδὶ καὶ ἐνεργεῖν ἤδη τοιωσδὶ ἀξιοῦμεν, ἀλλὰ πεφυκέναι. ἀλλὰ καὶ ὁ ὀφθαλμὸς ἰδίας ἔχων ἐνεργείας ὅμως ἀχώριστός ἐστι τοῦ σώματος ὅλου κατ' οὐσίαν. οὐ γὰρ ταὐτόν, φήσω, τὸ ἴδιον καὶ τὸ χωριστόν. ἴδιον μὲν γὰρ αὐτοῦ τὸ ὁρᾶν, οὐ μὴν ἄνευ τοῦ ὅλου, ὅτι καὶ τοῦ σὺν τῷ ὅλῳ ὀφθαλμοῦ ἦν ἴδιον. ὁ δὲ κυβερνήτης ἀνάπαλιν δοκεῖ ἀχωρίστους ἔχων τῆς νεὼς ἐνεργείας χωριστὸς εἶναι κατ' οὐσίαν, ὅτι ὡς ἄνθρωπος ἦν χωριστός, ἔχων καὶ ἐνεργείας ἄλλας [18] χωριστάς. ἀνθρώπειαι μὲν γὰρ καὶ αἱ κυβερνητικαί, ἀλλὰ κατὰ τὴν πρὸς ἕτερον γινόμεναι συμπλοκήν· οὐ κωλύεται δὲ τὸ χωριστόν ποτε κατά τινα ἐνέργειαν συμπλέκεσθαι τῷ οὗ κεχώρισται.
Ὡς τὸ λευκὸν ὁμώνυμον, ποτὲ μὲν δηλοῦν τὴν λευκότητα, ποτὲ δὲ τὸ λελευκασμένον, οὕτω καὶ τὸ εὐθὺ τήν τε εὐθύτητα καὶ τὸ κατ' αὐτὴν χαρακτηριζόμενον, οἷον τὸ κανόνιον σῶμα ὂν πάντως, ἐπειδὴ ἀχώριστος σωμάτων ἡ εὐθύτης. τὸ οὖν εὐθὺ τὸ τῆς χαλκῆς ἐφαπτόμενον σφαίρας, ᾗ εὐθύ, τὸ χαρακτηριζόμενόν ἐστι τῇ εὐθύτητι σῶμα, ἐπεὶ καὶ ἡ σφαῖρα ἡ χαλκῆ. οὐ μέντοι ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ. τούτου μὲν τοῦ ὑποκειμένου λέγει, εὐθὺ δὲ νῦν τὸ ὡς χαρακτῆρα καὶ τὸ ὡς εὐθύτητα. βούλεται δὲ διὰ τούτων τὰ τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου θεωρεῖν πάθη, κατὰ μὲν τὸν ὅρον ὄντα, οὐ μέντοι τοῦ ὅρου ἀλλὰ τοῦ ὁριζομένου, ὡς ἡ βάδισις κατὰ τὴν ζωὴν μὲν, τοῦ δὲ ζῴου.
Ἀφεὶς τὰ ἔργα τουτέστι τὰς ἐνεργείας τῆς ψυχῆς, περὶ μόνων νῦν λέγει τῶν παθημάτων αὐτῆς· ἅπερ πάντα μὲν αὐτῇ συμβαίνει κατὰ τὴν εἰς τὸ σῶμα ῥοπήν, καὶ διὰ τοῦτο πάθη τε λέγεται, καὶ ἀχώριστά πώς ἐστι τοῦ σώματος, ἀλλὰ τὰ μὲν ὡς παρακολουθοῦντος μόνον, τὰ δὲ ὡς συμπράττοντος· καὶ ταῦτα διχῶς γινόμενα, κατά τε τὴν χρωμένην ζωὴν καὶ κινοῦσαν τὸ ὄργανον τουτέστι τὸ ζῶν σῶμα, καὶ κατ' αὐτὴν τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν. τὰ μὲν οὖν ὡς παρακολουθοῦντος μόνον τοῦ σώματος πάθη νῦν οὐκ ἠξίωται μνήμης, ἐπειδὴ ἐνέργειαι μᾶλλον ταῦτα· τὸ γὰρ νοεῖν κἂν μὴ ἄνευ φαντασίας, ἐνέργεια μᾶλλον ἢ πάθος. μάλιστα δὲ παραδίδοται τὰ κατὰ τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν, θυμὸς πραότης καὶ τὰ σύστοιχα τούτοις, ἅπερ τοῦ κινουμένου μὲν ζωτικῶς ἐστι πάθη ὡς πάσχοντος, τῆς δὲ ψυχῆς ὡς κινούσης· ἐπεὶ μηδὲ αἱ πρακτικαὶ νοήσεις, διότι καὶ αὗται οὐ καθ' ὅλας ἑαυτὰς χρῶνται τῷ σώματι, καὶ διότι οὐδὲ αἱ χρώμεναι ὡς πάσχοντι κατὰ τροπὴν οἰκείαν χρῶνται τῷ σώματι, ἀλλ' ὡς ἐνεργοῦντι μᾶλλον τῷ ζῴῳ, καὶ αὗται κατ' ἐνέργειαν ἑστῶσαι κριτικήν. τὰ δὲ καταριθμούμενα νῦν πάθη, κατὰ τροπὴν καὶ ἀλλοίωσιν [19] ἐγγινόμενα τῷ σώματι, εἰ καὶ κρινούσης τῆς χρωμένης ἐγγίνεται ψυχῆς, ἀλλ' ἐγγίνεται τῷ ὀργάνῳ πάθη ὄντα ζωτικά· οὐ γὰρ ὡς τὰ τῶν ἀψύχων κατὰ τὴν ἀπὸ τῶν ἔξωθεν μόνην τροπήν, ἀλλὰ κατ' ἐνέργειάν πως διὰ τὸ ζωτικόν· τὸ γὰρ κινοῦν ἐπὶ τῶν ἐμψύχων ἔνδοθεν. διὸ ὥσπερ ἐπὶ τῶν ἀπαιδεύτων ἡ σωματικὴ διαφαίνεται κρᾶσις, αἰτία γινομένη τῶν παθῶν τούτων, οὕτω καὶ ἐπὶ τῶν πεπαιδευμένων ἡ τῆς ψυχῆς κινητικὴ ἐνέργεια, ἢ κινοῦσα καὶ μὴ ὀργῶν τὸ σῶμα ἢ ἀναστέλλουσα τὴν κίνησιν καὶ ὀργῶντος. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν κυρία τῆς τούτων ἐγέρσεώς τε καὶ κατοχῆς ἡ λογικὴ ψυχή, ὡς ἐναργὲς ὂν ἐκ τῆς ἠθικῆς φιλοσοφίας ἀφῆκε. διὸ καὶ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου ἄρχειν καὶ κυριεύειν τοῦ σώματος καὶ τὸν νοῦν διαβεβαιοῦται. ὅτι δὲ οὐκ αὐτῆς ἐστι τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου πιστοῦται σωματικὰ πάντα βουλόμενος εἶναι τὰ πάθη τὰ ἐν τροπῇ καὶ ἀλλοιώσει, τὴν δὲ ψυχὴν παντὸς ἐξαίρων πάθους, οὐ μόνον ὅση χωριστὴ καὶ μένει ἐν ἑαυτῇ, ἀλλὰ καὶ ὅση χρῆται ὡς ὀργάνῳ τῷ σώματι, καὶ ἐν τῷ κινεῖν ἕστηκεν. ἡ δὲ αὐτοῦ τοῦ ὀργάνου ζωὴ μόνη σὺν τῷ σώματι τὰ προειρημένα πάθη ἀναδέχεται. ἀλλ' εἰ καθ' αὑτὴν ἀπαθὴς ἡ κινοῦσα ψυχή, πῶς αὐτὴ παιδευομένη ἀναστέλλει τὰ πάθη; τί δὲ ἡ ἔξω αὑτῆς ῥέψασα τῆς ὅλης ἐν ἑαυτῇ ἱσταμένης διοίσει ψυχή, εἰ καὶ αὐτὴ ἀπαθής; ἢ ἔστι τις καὶ ἐν ταῖς ἐνεργείαις ὑπόβασις καὶ διαστροφή, ὅπερ ἕτερον τρόπον πάθος φαμέν, εἰ καὶ μὴ πάθος καλεῖν δεῖ. τὸ γὰρ κυρίως πάθος ἔξωθεν πᾶν καὶ ἐν μεταβολῇ τῇ ὑπό τινος ἄλλου κινοῦντος· ἡ δὲ κινοῦσα ψυχὴ καὶ ἡ χρωμένη τῷ σώματι οὐκ ἔξωθέν τι δεχομένη οὐδὲ ὑπ' ἄλλου κινουμένη, ἀλλὰ κατ' οἰκείαν ἐνέργειαν καὶ ὑποβαίνει καὶ διεστραμμένως κινεῖ καὶ χρῆται τῷ ὀργάνῳ, τῷ ἀμυδρῶς ἢ παρὰ λόγον ἢ ἀτάκτως ἢ ὁπωσοῦν ἀορίστως ἐνεργεῖν. καὶ ἡ παιδεία μὲν ἴασις τῆς διεστραμμένης ἐνεργείας· ἡ δὲ νοερὰ θεωρία τῆς πρὸς τὸ ἔξω ἀποτεινομένης ἐνεργείας ἐπὶ τὴν οὐσιώδη μετάστασις. θυμοὶ δὲ καὶ φόβοι καὶ τὰ ὅμοια μετὰ σωματοειδοῦς ἐγγινόμενα τροπῆς, τὸ δὲ ὅλον τοῦτο ζωτικὰ ὄντα κινήματα, πάθη μέν ἐστι τοῦ ζῴου κατὰ τὴν ὡς ζῴου χαρακτηριστικὴν ζωήν, ὑπὸ δὲ τῆς κινούσης ἐγγινόμενα ψυχῆς ἢ ἀτάκτως καὶ ἀμέτρως ὑπὸ τῆς ἀορίστως ἐνεργούσης ἢ τεταγμένως ὑπὸ τῆς κατὰ φύσιν καὶ λόγον. ὅτι δ' οὖν κοινὰ τοῦ ἔχοντος σῶμα τὰ τοιάδε πάθη, πρώτη πίστις τὸ ἅμα τούτοις πάσχειν τὸ σῶμα, τουτέστι τὸ σωματικὴν ἐγγίνεσθαι μεταβολήν· δευτέρα δὲ ἐκ τῶν ἀπαιδεύτως κατὰ τὰς σωματικὰς κράσεις καὶ διαθέσεις ἢ ἀκινητούντων, καὶ ἰσχυρῶν ἐνίοτε συμβαινόντων τῶν ἔξωθεν προσπιπτόντων ἡδέων ἢ δυσχερῶν, ἃ δὴ καὶ αὐτὰ παθήματα κέκληκεν, ἢ πέρα τοῦ μέτρου κινουμένων, ὅταν ὀργᾷ τὸ σῶμα, ὡς τὸ πολύσπερμον πρὸς ἀφροδίσια ἢ τὸ ἐκκεχολωμένον πρὸς ὀργήν. ὅταν δὲ καὶ μηδενὸς ἔξωθεν συμβαίνοντος δυσχεροῦς οἱ μελαγχολικώτεροι ἐν φόβοις γίνωνται, φανερωτέρα ἡ ἀπὸ τῆς τοῦ σώματος διαθέσεως αἰτία τῶν παθῶν, προσκαλουμένη τὴν κινοῦσαν [20] αὐτὸ ψυχήν. ὥσπερ γὰρ ἐρεῖ, ποτὲ μὲν κατάρχουσα ἡ τῆς ψυχῆς ἐνέργεια πρόεισιν εἰς τὸ σῶμα, ὁτὲ δὲ τὰ τούτου πάθη προσκαλεῖται τὴν ἐκείνης εἰς ἑαυτὸ ἐνέργειαν, οὐχ ὡς πρὸς τέλος καθάπερ ὁ ἄρτος τὴν ὄρεξιν, ἀλλ' ὡς χαρακτηρίσουσαν ἐν αὐτῷ σύμμετρα καὶ οἰκεῖα τῇ ὑποκειμένῃ κράσει πάθη.
Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου, διὰ τὸ τοῦ συνθέτου εἶναι τὰ πάθη, ἑπόμενος οὖν τοῖς πράγμασι καὶ ὁ ὁριστικὸς τῶν παθῶν λόγος οὐ τὸ ζωτικὸν μόνον ἀλλὰ καὶ τὸ σῶμα παραλήψεται, οἷον τὸ ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους· μεταβολὴ γὰρ σωματικὴ καὶ διὰ τοῦτο κίνησις, οὐχ ἁπλῶς δέ, ἀλλὰ τίς, ἐπειδὴ τὸ ὅλον τοῦτο ζωτική ἐστι καὶ ὡς ζῶντος σώματος κίνησις. διὸ καὶ οὐ σώματος ἁπλῶς, ἀλλὰ τοῦ τοιουδὶ σώματος, τουτέστι τοῦ ζῶντος, καὶ κατὰ τὸ τοιόνδε ζωῆς ζῶντος εἶδος, οἷον ὀρεκτικὸν καὶ αἰσθητικὸν καὶ ἀμυντικόν. ἐνίοτε δὲ οὐ τὸ ὅλον παραλαμβάνεται σῶμα, ἀλλὰ μέρος τὸ πρώτως τοῦ πάθους δεκτικόν. οἷον τὸ περὶ καρδίαν αἷμα ἢ τὸ αἰσθητικὸν πνεῦμα. καὶ διὰ τοῦτο ἢ μέρους ἔφη. τὸ δὲ ἢ δυνάμεως πρόσκειται διὰ τὸ ἐνίοτε τοὺς ὅρους τὴν κίνησιν τῆς τοιᾶσδε πρώτως λέγειν ζωῆς τῆς τὸ ὄργανον χαρακτηριζούσης. ὁ μὲν γὰρ τὴν ὀργὴν εἰπὼν ζέσιν τοῦ περὶ καρδίαν αἵματος ὀρεκτικὴν ἀντιλυπήσεως, τὴν κίνησιν τοῦ σώματος πρώτως εἰπὼν τὸ ὑλικόν, ὕστερον τὸ εἶδος διὰ τοῦ ὀρεκτικοῦ ἐδήλωσεν· ὁ δὲ ὄρεξιν ἀντιλυπήσεως ἐκ τοῦ περὶ καρδίαν ζέοντος αἵματος τὴν κίνησιν πρώτως ἔφη τῆς δυνάμεως, τουτέστι τῆς τὸ ὄργανον χαρακτηριζούσης ζωῆς.
Ἀπαιτεῖ γὰρ πᾶσα κίνησις τὸ ὑφ' οὗ. παραληπτέον οὖν ἐν τοῖς τελείοις τῶν παθῶν ὁρισμοῖς οὐ τὸ ζῶν μόνον τοιωσδὶ σῶμα, ἀλλὰ καὶ τὸ κινοῦν αὐτὸ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον καὶ τὸ τελικὸν αἴτιον, ἢ ἀληθῶς ὂν ἀγαθὸν ἢ φαινόμενον, οἷον ἡ μὲν κατὰ φύσιν σωτηρία ἀγαθόν, ἡ δὲ ἄμυνα φαινόμενον.
Τοιαύτην μὲν λέγει οὐ μόνον τὴν τὸ ὄργανον εἰδοποιοῦσαν, ἀλλὰ καὶ τὴν ὡς κινητικὴν αὐτοῦ καὶ ὡς ὀργάνῳ χρωμένην, ᾗ κινεῖ καὶ ᾗ χρῆται, καὶ τὴν ὅλως πρὸς σῶμα ῥέπουσαν, ᾗ ῥέπει· πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας κατά τε προβολὴν καὶ κατὰ τὴν [21] εἰς τὴν οὐσίαν τὴν ἐνέργειαν συναιροῦσαν. ἐπεὶ γὰρ μία καὶ πολλὴ ἡ τῆς ψυχῆς οὐσία, καθὸ μὲν μία καὶ ἡ αὐτὴ τῷ ὑποκειμένῳ ἥ τε μονίμως καὶ ποτὲ κατὰ προβολὴν θεωροῦσα καὶ πρὸς σῶμα ἀπονεύουσα καὶ χρωμένη τῷ σώματι καὶ κινοῦσα αὐτό, περὶ πάσης ἂν δόξειεν ὁ φυσικὸς ποιεῖσθαι λόγον· τῆς γὰρ ὅλης ἐφάπτεται ὁ καθ' ὁτιοῦν αὐτὴν θεωρῶν· καθὸ δὲ διαφορεῖται ὡς οὐ μία μόνον ἀλλὰ καὶ πολλὴ οὖσα, ὁ κατὰ τὸ ἀχώριστον αὐτὴν θεωρῶν οὐ περὶ πάσης ἂν θεωροίη, ἀλλ' ἰδίως περὶ τῆς ἀχωρίστου σωμάτων ὁπωσοῦν καθὸ τοιαύτη.
Ἐπειδὴ διώρισται ὅπῃ τῆς ψυχικῆς οὐσίας ὁ φυσικὸς ἀντιλαμβάνεται, καθ' ὅσον ἐστὶ σωμάτων ἀχώριστος, καὶ τὸν τρόπον αὐτοῦ τῆς γνώσεως ἀφορίζει ἑπόμενον τοῖς πράγμασι. τὸ γὰρ ὅσον αὐτῆς σωμάτων ἀχώριστον, ὡς πέφυκε, καὶ νοεῖσθαι δεῖ κατὰ τὴν τοῖς οὖσιν ἀκολουθοῦσαν νόησιν, τουτέστιν ὡς ἀχώριστον καὶ αὐτό. δύο τε ἅμα τὸ ζωτικὸν εἶδος καὶ τὸ σῶμα, οὗπέρ ἐστιν ἀχώριστον, ὁ τοῖς πράγμασιν ἀκολουθῶν εἴσεται. ὁ δὲ μὴ ὡς ἀχώριστον τὴν ἀχώριστον θεωρῶν ζωὴν ἐπιπολαιότερον αὐτῆς καὶ οὐκ ἐκ βάθους ἀντιλαμβάνεσθαι ἔοικεν, καὶ διὰ τοῦτο λογικῶς τε καὶ διαλεκτικῶς· τὴν γὰρ ἐπιπολαιοτέραν καὶ οὐ πραγματειώδη γνῶσιν λογικὴν καὶ διαλεκτικὴν εἴωθε προσαγορεύειν ὡς δοξαστικὴν καὶ οὐκ ἐπιστημονικήν. ὁ τοίνυν φυσιολόγος ἐπιστημονικὸς ὢν καὶ ὡς ἀχώριστον εἴσεται, καὶ ὅπως ἀχώριστον, καὶ ὁποῖόν τι τὸ τῆς ζωῆς εἶδος, περὶ οὗ ὁ λόγος, καὶ τίνος σώματος ἀχώριστον. ἐν δὲ τῇ λέξει προειπὼν διαφερόντως ὁρίζεσθαι τόν τε φυσικὸν καὶ τὸν διαλεκτικὸν ἕκαστον αὐτῶν τῶν τῆς ζωῆς εἰδῶν καὶ παθῶν, ἐπὶ ὑποδείγματος τῆς ὀργῆς τὸ διαφέρον παραστῆσαι θελήσας τὸν μὲν εἶναι μόνου τοῦ εἴδους φησί, τὸν δὲ μόνης τῆς ὕλης· οὐ τὸν φυσικὸν μόνης τῆς ὕλης λέγων (σαφῶς γὰρ ἄμφω τὸν φυσικὸν παραλαμβάνειν ἐρεῖ), ἀλλὰ σκοπὸν θέμενος τὴν διαφορὰν ἰδεῖν τοῦ τε φυσικοῦ καὶ τοῦ διαλεκτικοῦ διαιρεῖ καθολικώτερον, ὅσοι ἂν νομισθεῖεν γίνεσθαι τῆς ὀργῆς ὅροι, ἐν οἷς καὶ ὁ ἐκ τῆς ὕλης παρείληπται διὰ τὸ τέλειον τῆς διαιρέσεως. ὁ μὲν οὖν ἐκ τῆς ὀρέξεως τοῦ εἴδους, ὁ δ' ἐκ τοῦ περικαρδίου θερμοῦ τῆς ὕλης. ἐπιφέρει δὲ καὶ τὸν ἐξ ἀμφοῖν διὰ τῶνδε.
Οὐχ ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πλούταρχος, ἀντιδιαιρῶν τὸν λόγον πρὸς τὸν τοῦ πράγματος, ἀλλ' εἰπὼν τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως εἶδος εἶναι [22] καὶ λόγον, τὸν δὲ λόγον τοῦ πράγματος εἶναί φησι, τουτέστι τὸ εἶδος, καθ' ὃ εἰδοποιεῖται ἡ ὁργή. ἐπεὶ δὲ σύνθετος ἡ ὀργή, ἀνάγκη καὶ τὸν λόγον καὶ τὸ εἶδος ἐν ὕλῃ ὁρᾶν, εἰ ἔσται, ἐπειδὴ τὸ εἶναι αὐτῷ οὐκ ἄνευ ὕλης. εἶτα καὶ ἐπὶ τῆς οἰκίας τὸ εἶδος ἰδίᾳ καὶ ἰδίᾳ τὴν ὕλην εἰπὼν τὸν ἐξ ἀμφοῖν προστίθησιν.
Ἐν ξύλοις δηλαδὴ καὶ λίθοις καὶ πλίνθοις τὸ εἶδος, τουτέστι τὸ σκέπασμα, προσθεὶς καὶ τὸ τέλος, ἐπειδὴ ἐν τοῖς τεχνητοῖς διώρισται τὸ οὗ ἕνεκα ἐκ τοῦ εἴδους. διακρίνας δὴ τοὺς ὅρους ζητεῖ λοιπόν, τίς ἐκ τούτων ὁ φυσικός, καὶ ἐγκρίνει εἶναι τὸν ἐξ ἀμφοῖν.
Ὅ τε περὶ τὴν ὕλην καὶ ὁ περὶ μόνον τὸν λόγον. δοκεῖ δέ μοι τὸν μὲν περὶ τὴν ὕλην ἀφιέναι, ἐνδεικνύμενος μηδένα ποτὲ ἐκ μόνης ὁρίζεσθαι τῆς ὕλης, διὰ δὲ τῶν ἐπιφερομένων διακρίνειν καθολικῶς τοὺς περὶ τὸν λόγον ὁρισμούς. τῶν γὰρ ἐνύλων λόγων τῶν μὲν ὄντων οὐσιωδῶν, καθ' οὓς οὐσίαι τὰ σύνθετα, οἷος ὁ τῆς ὁριστικῆς τῶν ζώντων ζωῆς ὅ τε τοῦ πυρὸς καὶ τῶν ἄλλων στοιχείων, καὶ ἔτι ὁ τῶν ἐκ τούτων συνθέτων, τῶν δὲ ἑπομένων ταῖς οὐσίαις πάντων τῶν κατὰ τὰ συμβεβηκότα λόγων, καὶ τούτων τῶν τε ὡς οὐσιῶν καὶ τῶν ὡς συμβεβηκότων λόγων τῶν μὲν ὡς ἀχωρίστων τῆς ὕλης, ᾗπερ καὶ ἔχει φύσεως, νοουμένων, τῶν δὲ ὡς καθ' ἑαυτοὺς ὄντων ἐπινοουμένων, περὶ πάντων μὲν αὐτῶν τῶν τε οὐσιωδῶν καὶ τῶν ὡς συμβεβηκότων ἐνύλων λόγων, οὐ χωριστῶν ὄντων καὶ ὡς μὴ χωριστῶν, μόνος ἔσται ὁ φυσικός.
Ἔργα καὶ πάθη τοὺς ἐνύλους καλῶν λόγους, οὓς πάντας τούς τε οὐσιώδεις καὶ τοὺς συμβεβηκότας μόνος ὁρᾷ ὁ φυσικὸς ἀχωρίστους ὄντας ὡς ἀχωρίστους.
Τουτέστι μὴ ᾗ ἀχώριστα, ἀλλ' ὡς χωριστά, ἄλλος· ὁ γὰρ διαλεκτικός, ὃς καὶ τοὺς οὐσιώδεις ὡς καθ' ἑαυτοὺς ὄντας ἐπινοεῖ. [23]
Ὡς περὶ ἀχωρίστων μὲν καὶ ὁ τεχνίτης θεωρῶν, οὐ περὶ πάντων δέ, ἀλλὰ περὶ συμβεβηκότων μόνων· συμβεβηκὸς γὰρ καὶ ἡ ὑγεία καὶ τὸ εὔξεστον τοῦ ξύλου. καὶ ταύτῃ τοῦ φυσικοῦ διαφέρει, τῷ περί τινων εἶναι ὡς εἴρηται, καθάπερ ὁ διαλεκτικὸς τῷ ὡς χωριστοὺς σκοπεῖν καὶ τοὺς οὐσιώδεις λόγους. περί τινων δὲ καὶ ὁ μαθηματικὸς ὥσπερ καὶ ὁ τεχνίτης, καὶ τούτων συμβεβηκότων καὶ δηλονότι οὐ χωριστῶν, ἀλλ' οὐκέτι ὁ μαθηματικὸς ὡς τοιούτου σώματος παθῶν· οὐ γὰρ ὡς ἀχωρίστων· ἀλλ' ὡς ἐξ ἀφαιρέσεως καὶ αὐτοὺς καθ' ἑαυτοὺς τούς τε ἀριθμοὺς καὶ τὰς πρὸς ἀλλήλους αὐτῶν σχέσεις καὶ τὰ σχήματα ἐπισκοπεῖ.
Ὅτι μὲν περὶ τὰ χωριστὰ ὁ πρῶτος φιλόσοφος ἐναργές. τὸ δὲ ᾗ κεχωρισμένα χώραν ἔχει οὐκ ἐπὶ τῶν ὑπερτέρων ἡμῶν, ἀλλ' ἐπὶ τῆς ἡμετέρας λογικῆς ζωῆς, ἣν προσαγορεύει νοῦν. αὕτη γὰρ ἐν τῇ πρὸς σῶμα νεύσει χωριστὴ ἅμα ἐστὶ καὶ ἀχώριστος. καὶ ὡς μὲν ἀχώριστον ὁ φυσικὸς ὁρᾷ, ᾗ δὲ κεχωρισμένη, τῷ πρώτῳ ἐστὶ φιλοσόφῳ θεατή.
Τουτέστιν ἐπὶ τὰ τῆς ψυχῆς πάθη, ὅσα ἀχώριστα ὄντα τῆς φυσικῆς ὕλης τῶν ζῴων, ᾗ γε τοιαῦτα ὑπάρχει. ψυχῆς μὲν οὖν λέγεται τὰ πάθη, καίτοι ὄντα τοῦ συνθέτου, ὡς κινούσης ἐκείνης καὶ ἐνεργούσης αὐτὰ ἐν τῷ συνθέτῳ, καθάπερ καὶ τοῦ ἡλίου φαμὲν τὸ ἐν ἀέρι φῶς, ὡς ἐνεργοῦντος μὲν αὐτὸ τοῦ ἡλίου, πάσχοντος δὲ τοῦ ἀέρος. φυσικὴ δὲ ὕλη τῶν ζῴων τὸ ὀργανικὸν σῶμα καὶ πρὸς ζωὴν ἐπιτηδειότατον. τὸ δὲ ᾗ γε τοιαῦτα ὑπάρχει καὶ τὰ ἑξῆς δηλοῖ τὰ τοιαῦτα πάθη, θυμὸν λέγω καὶ φόβον καὶ τὰ ὅμοια, ἃ μηδὲ ἐξ ἀφαιρέσεως, ὥσπερ γραμμὴ καὶ ἐπίπεδον, ἐπινοεῖσθαι δύναται ἄνευ τῆς ὕλης, ὡς καθὸ τοιαῦτα συνεφελκόμενα τὴν ὕλην, καὶ οὐχ ὥσπερ τὸ ἐπίπεδον ἄνευ τοῦ χαλκοῦ καὶ ὅλως τοῦ ἀντιτύπου. τὸ μὲν γὰρ ἐπίπεδον ὡς τὸ κοῖλον ἔχει ἄνευ ῥινὸς ἐπινοούμενον, ὁ δὲ θυμὸς ὡς τὸ σιμόν· τὸ γὰρ σιμὸν ἡ ἐν ῥινὶ κοιλότης, ὡς ἡ ὀργὴ ὄρεξις ἀντιλυπήσεως ἐν τῇ ζέσει τοῦ περὶ καρδίαν αἵματος.
Διὰ τὸ μὴ αὐτόθεν ἡμῖν τὴν τῶν πραγμάτων προσπίπτειν ἀλήθειαν, ἀτελῶς ἔχουσιν ἐν τῇ γενέσει πρὸς θεωρίαν, προηγεῖται ἡ ζήτησις καὶ ἡ [24] πρὸς τὰ ἀντικείμενα ἡμῶν φορὰ καὶ τούτων διαπορία, οἷον ὡς ἐπὶ τοῦ προκειμένου, πότερον οὐσία ἡ ψυχὴ ἢ οὔ· καὶ εἰ οὐσία, πότερον δυνάμει ἢ ἐνεργείᾳ, καὶ πότερον σῶμα ἢ ἀσώματος· καὶ αὖθις εἰ οὐσία, πότερον χωριστὴ ἢ ἀχώριστος ἢ ἄμφω τρόπον τινά. ἀλλ' ἐπεὶ αἱ προκαταβεβλημέναι περὶ αὐτῆς δόξαι τὰ ἀντικείμενα περὶ αὐτῆς ἔνιαι ἀπεφήναντο, μέγα ἡμῖν ἡ περὶ αὐτῶν ἱστορία συντελεῖ πρός τε τὴν διαπορίαν καὶ πρὸς τὴν εὕρεσιν, ἐπισημαινομένοις, εἰς ἃ ἀποβλέψαντες οἱ μὲν ὡδί, οἱ δὲ ὡδὶ τιθέασι, καὶ τὰ μὲν ἐλέγχουσι, τὰ δὲ ἀποδεχομένοις.
Ἐπειδὴ καὶ τὸ εἰδέναι τὰ ὑπάρχοντα, ὡς προείρηται, μέγα συμβάλλεται μέρος πρὸς τὸ εἰδέναι τὸ τί ἐστι. τὸ δὲ κατὰ φύσιν πρόσκειται, ἵνα τὰ καθ' αὑτὰ δηλώσῃ· τὰ γὰρ κοινότερα τῶν συμβεβηκότων οὐκ εἰς τὴν ἴδιον τῆς ψυχῆς ἀναπέμπει οὐσίαν.
Βούλεται μὲν ἐκ τῶν ὑπαρχόντων τῇ ψυχῇ τὴν οὐσίαν αὐτῆς ἑλεῖν· τίνα δὲ τὰ ὑπάρχοντα, ἐκ τῶν ὑπ' αὐτῆς ὁριζομένων, τουτέστι τῶν ἐμψύχων, ᾗ τοιαῦτά ἐστι, θεωρεῖ. τίνα οὖν ὑπάρχει τῷ ἐμψύχῳ ὡς ἐμψύχῳ κατὰ τὰς πάντων ὡς εἰπεῖν δόξας; τό τε ἔνδοθεν κινεῖσθαι ‹καὶ τὸ αἰσθάνεσθαι›. ἡ γὰρ ἔνδοθεν αὐτῷ νῦν εἴληπται κίνησις, ἀλλ' οὐχ ἡ ἁπλῶς· ἡ γὰρ ἔνδοθεν τῶν ἐμψύχων ἴδιος, ἡ δὲ ὑφ' ἑτέρου καὶ ἐν ἀψύχοις. τὸ δὲ αἰσθάνεσθαι εἴληπται οὐχ ὡς πᾶσιν ὑπάρχον τοῖς ἐμψύχοις, ἀλλ' ὡς μόνοις. τὸ δὲ ἔνδοθεν κινεῖσθαι πᾶσι· καὶ γὰρ τοῖς φυτοῖς ἡ αὔξησίς τε καὶ μείωσις.
Ἡ μὲν φύσις οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαί ἐστιν ἀρχὴ τῷ ἐν ᾧ ἐστιν, ἡ δὲ ψυχὴ οὐχ ἁπλῶς, ἀλλὰ τοῦ ζωτικῶς ἔνδοθεν. διὸ οὐ τοῦ κινεῖσθαι μόνον κατάρχει τοῖς ζῴοις, ἀλλὰ καὶ ὡς αὐτὴ κινητική. ἔστι μὲν οὖν τοῦ ζωτικῶς κινουμένου καὶ ἡ τοῦ κινεῖσθαι οὕτως ἀρχὴ ἡ ἐνδοθεῖσα τῷ σώματι ζωή. ἀλλ' ἐπειδὴ ταύτην οὐ πάνυ ψυχήν, ἀλλ' ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς προσαγορεύει, ἀνέδραμεν εἰς τὴν ἐνδοτικὴν ‹κινήσεως› τοῖς σώμασι, τῆς ζωῆς κυριωτέραν οὖσαν ψυχήν, ἣν κατὰ τὸ κινοῦν ἀφορίζεται. κινοῦν μὲν οὖν εἶναι τὴν ψυχὴν καὶ αὐτὸς τίθεται, ἀλλ' [25] οὐ πρώτως καὶ μάλιστα τὴν τῶν γενητῶν ψυχήν, περὶ ἧς νῦν ὁ λόγος. αἱ δὲ τῶν οὐρανίων ψυχαὶ ‹καὶ μάλιστα καὶ πρώτως›, εἰ μὴ ἄρα καὶ πρὸ τούτων ὁ νοῦς. αἱ δὲ ἡμέτεραι οὐ δι' ἑαυτὰς τὸ ὅλον φάναι κινοῦσαι τὰ θνητὰ σώματα καὶ πρός τι δὲ ἔξωθεν συμβαῖνον ἀφορῶσαι τέλος, ὡς ἐν τῇ Φυσικῇ εἴρηται, καὶ διὰ τὴν πρὸς σώματα ῥοπὴν κατὰ συμβεβηκὸς κινούμεναι οὐκ ἂν εἶεν πρώτως καὶ μάλιστα κινοῦσαι· ὅπου γε οὐδὲ τὰ τῶν πλανωμένων κινητικὰ αἴτια, εἴτε ψυχαὶ εἴτε νοῖ εἶεν, διὰ τὸ μὴ μόνα τῆς πάσης κατάρχειν αὐτῶν κινήσεως. ἴσως δὲ τὸ ἔνιοι πρόσκειται καὶ δι' Ἀναξαγόραν, οὐ σαφῶς ψυχὴν λέγοντα τὸν νοῦν, ὃν πρῶτον κινοῦν τίθεται, καὶ δι' Ἐμπεδοκλέα, φιλίαν καὶ νεῖκος ἀλλ' οὐ ψυχὰς λέγοντα τὰ κινοῦντα, ἢ καὶ διὰ τοὺς φυσικούς, ὅσοι μόνοις τοῖς ὑλικοῖς χρῶνται αἰτίοις.
Ὡς ἐν τοῖς ὑλικοῖς αἰτίοις τὸ μέν τί ἐστι προσεχὲς τὸ δὲ ἀπωτέρω καὶ τὸ πρῶτον, καὶ ἐν τοῖς εἰδικοῖς ὡσαύτως, οὕτω καὶ ἐν τοῖς κινητικοῖς. καὶ ἐπεὶ τὸ μὲν κινοῦν αἴτιον, ἡ δὲ κίνησις αἰτιατόν, τὸ πρῶτον κινοῦν οὐδαμῇ κινεῖσθαι ἀνάγκη, ἵνα καθαρῶς ἐν τῇ τοῦ κινεῖν μένῃ αἰτίᾳ. τὰ δὲ μέσα κινεῖσθαί πως βούλεται ὁ Πλάτων, ὡς τοῦ πρώτου κινητικοῦ νοῦ ὑποβάντα, ἀλλ' οὐ τὴν σωματοειδῆ κίνησιν ἐσχάτην οὖσαν καὶ τῶν μόνως κινουμένων. δεκάτη γοῦν ἐν Νόμοις ἡ τῆς ψυχῆς λέγεται κίνησις μετὰ τὰς σωματικὰς οὔσας ὀκτὼ καὶ ἐνάτην τὴν φυσικήν. καὶ γὰρ ἡ φύσις παρ' ἐκείνῳ κινεῖται διὰ τὴν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ μειζόνως ἡ ψυχή. ἀλλ' ὁ Ἀριστοτέλης μόνην τὴν σωματοειδῆ ὀνομάζων κίνησιν, ταύτην μηδενὶ τῶν κινητικῶν αἰτίων προσάπτειν ἀπαγορεύει.
Πρώτου Δημοκρίτου μέμνηται ὡς σαφῶς σωματικὴν κίνησιν (τοπικὴν γὰρ) τῇ ψυχῇ ἀποδιδόντος, εἴπερ τῶν ἀτόμων τι σωμάτων αὐτὴν ὑπετίθετο ὅσον σφαιροειδές, ὅπερ καὶ πῦρ, εἶναι. τὸ γὰρ εὐκίνητον καὶ διὰ πάντων διϊέναι οὐ κωλυόμενον διὰ τὸ ἀγώνιον ἐν σχήμασι τὸ σφαιροειδὲς ὂν προσήκειν τῷ τε πυρὶ καὶ τῇ ψυχῇ. σαφὴς δὲ ἡ Δημοκρίτου περὶ τῶν στοιχείων δόξα ἐκ τοῦ πρώτου τῆς Φυσικῆς ἀκροάσεως, ἄτομα ὑποτιθεμένη μικρὰ ἄττα σωμάτια, οἷα τὰ ἐν ἀέρι φαίνεται ταῖς διὰ τῶν θυρίδων ἀκτῖσι ξύσματα. οὐ γὰρ ταῦτα ἀλλ' ὅμοια τούτοις διὰ σμικρότητα τὰ στοιχεῖα ὁ [26] Δημόκριτος ὑπετίθετο, μιᾶς μὲν οὐσίας ὄντα ἅπαντα, μεγέθει δὲ καὶ σχήματι ἀλλήλων διαφέροντα· ἐξ ὧν ὡς σπερμάτων τὰ σύνθετα πάντα συνίστασθαι σώματα. διὸ καὶ πανσπερμίαν αὐτὰ προσαγορεύει ὡς πάντων σπέρματα. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν, διχῶς αἰτίαν τοῦ ζῆν γινομένην, καὶ τῷ κωλύειν τὴν τῶν ἤδη ἐνυπαρχόντων σφαιροειδῶν ἔξοδον, ἀντιβαίνοντός τε τοῦ εἰσιόντος ἀέρος τοῖς καὶ ἀφ' ἑαυτῶν ἐξιοῦσι σφαιρικοῖς σχήμασι διὰ τὸ εὐκίνητον, καὶ κατὰ ἀνάγκην ἐκθλιβομένοις ἐκ τῆς ὑπὸ τοῦ περιέχοντος τῶν στερεῶν συναγωγῆς, καὶ πρὸς αὐτὴν μαχομένου τὴν συναγωγὴν τοῦ εἰσιόντος ἀέρος τῷ εὐρύνειν καὶ ἐξωθεῖν τὰ στερεά· ταύτῃ τε οὖν ἡ ἀναπνοὴ γίνεται τοῦ ζῆν αἰτία καὶ τῷ ἀντὶ τῶν ἐξιόντων σφαιροειδῶν θύραθεν τὰ ὅμοια ἐπεισάγειν. πότερον δὲ οὕτως ὁ Δημόκριτος ἀπὸ σωμάτων ἐγέννα τὴν ζωήν, ἢ ἐνδεικτικῶς τὴν νοερὰν ἐβούλετο δηλοῦν διὰ τῆς σφαίρας οὐσίαν, οὐκ ἔχομεν ἀποφήνασθαι. οὐ δεῖ γὰρ τῇ Ἀριστοτελικῇ ἐπερείδεσθαι ἱστορίᾳ διὰ τὸ ὡς ἐπίπαν μόνον ἐκτίθεσθαι τὸ φαινόμενον, ὥσπερ καὶ τὸ περὶ τῶν Πυθαγορείων ἐπαγόμενον. τὸν μὲν γὰρ Δημόκριτον ἱστορεῖ ὅμοια τοῖς ἐν ἀέρι λέγειν ξύσμασι τὰ στοιχεῖα, τινὰς δὲ τῶν Πυθαγορείων αὐτὰ ταῦτα, οὐκ ἂν ταῦτα οἰηθέντων ποτὲ τῶν Πυθαγορείων ἀνδρῶν, ἐνδεικνυμένων δὲ ἴσως τὴν ἤδη μεριζομένην τῆς ψυχῆς οὐσίαν καὶ εἰς τὸ φανερὸν προϊοῦσαν.
Ὅπως μὲν ὁ Πλάτων τὴν ψυχὴν κινεῖσθαι λέγει διὰ τὴν ἀπὸ τοῦ πρώτου κινοῦντος ὑπόβασιν, ἤδη εἴρηται. οὐχ ἁπλῶς δὲ κινητικὴ ἀλλ' αὐτοκίνητος λέγεται, ὡς οὐ παντελῶς τῆς ἀμερίστου οὐσίας τε καὶ ἐνεργείας ἀποστᾶσα· τὸ γὰρ αὐτὸ τὴν ἀμέριστον οὐσίαν καὶ τὴν τελείαν ἐνέργειαν τῷ Πλάτωνι δηλοῖ, ὡς τὸ κινητὸν τῆς μεριστῆς ἐστι σημαντικόν. τῇ οὖν μεσότητι τῆς ψυχῆς τὸ ἐκ τῶν ἄκρων σύνθετον ἀποδίδοται ὄνομα διὰ τὴν πρὸς ἄμφω τὰ ἄκρα τοῦ μέσου κοινωνίαν. ὁ δὲ Ἀριστοτέλης ἐπὶ μόνης τῆς πάντῃ μεριστῆς καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης ἐνεργείας τὸ τῆς κινήσεως φέρων ὄνομα, εἰκότως ἀπαγορεύει μὴ κινεῖσθαι τὰ ἀσώματα τῆς κινήσεως αἴτια, κἂν πρῶτα κἂν μέσα κἂν ἔσχατα ᾖ.
Κἂν γὰρ ὁ νοῦς πρώτως κινῇ πάντῃ ὢν ἀκίνητος, ἀλλὰ σὺν τῇ ψυχῇ καὶ τῇ φύσει. ἐὰν οὖν κινῶνται ἥ τε ψυχὴ καὶ ἡ φύσις, τὸ ἐξ αὐτῶν καὶ τοῦ νοῦ συμπλεκόμενον κινητικὸν αἴτιον κινούμενον ἔσται. μνησθεὶς δὲ Ἀναξαγόρου τῆς κινήσεως τὸν νοῦν αἰτιωμένου, ὡς καὶ αὐτοῦ ψυχὴν τὴν [27] κινοῦσαν λέγοντος, ἐπάγει οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. τοῦτον μὲν γὰρ ὡς μὴ διορίζοντα τὴν ἀεὶ ἀληθῆ γνωστικὴν δύναμιν, ἣν νοῦν φαμεν, ἀπὸ τῆς ψευδομένης ποτέ, ὁποία ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστικὴ καὶ ἡ δοξαστικὴ ἐν ἡμῖν ζωή, διὰ τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τίθεσθαι, εἰς ταὐτόν φησιν ἄγειν νοῦν τε καὶ ψυχήν, τὴν ὅση δηλαδὴ γνωστική· ἐπαινεῖσθαι γοῦν καὶ τὸν Ὅμηρον ὑπὸ Δημοκρίτου ἱστορεῖ ποιήσαντα ὡς ὁ Ἕκτωρ κεῖτ' ἀλλοφρονέων ὑπὸ τῆς πληγῆς, καίτοι τῆς τοῦ συνθέτου βεβλαμμένης κριτικῆς ζωῆς διὰ τὴν σωματικὴν πληγήν, ἀλλ' οὐ τῆς σώματος χωριστῆς, ἣν δύναμιν τῆς ψυχῆς καλεῖ τῆς ἀληθείας ἀντιληπτικὴν καὶ τὸν κατὰ φρόνησιν νοῦν ἐπιστημονικὸν ὄντα δηλαδή. τὸν μὲν οὖν Ὅμηρον κατὰ ποιητικὴν ἐξουσίαν ἀδιαφόρως χρῆσθαι τοῖς ῥήμασιν οὐδὲν θαυμαστόν. ὁ δὲ Δημόκριτος καὶ τῷ τοῦτον ἐπαινεῖν δῆλός ἐστι καὶ ἐπὶ τῆς ὁποιασοῦν γνώσεως τὸν κατὰ φρόνησιν φέρων νοῦν. τὸν δὲ Ἀναξαγόραν φησὶ μὴ παντελῶς εἰς ταὐτὸν ψυχήν τε καὶ νοῦν ἄγειν, ὅτι τε μὴ σαφῶς καὶ ὅτι τὰ ἀντικείμενα φαίνεται λέγων, ἐνίοτε μὲν μόνης τῆς ὀρθῆς γνώσεως τὸν νοῦν αἰτιώμενος καὶ διὰ τοῦτο χωρίζων πως αὐτὸν τῆς ψυχῆς, ὡς μὴ πάσης τῆς ἀληθείας οὔσης ἀντιληπτικῆς, ἀλλὰ κατὰ τὴν ἀρίστην δύναμιν· ποτὲ δὲ ἐν ἅπασιν αὐτὸν ὑπάρχειν τοῖς ζῴοις ἀποφαινόμενος τὸν αὐτὸν τίθεται τῇ ψυχῇ. ψυχὴ γὰρ ἐν πᾶσιν ἀλλ' οὐχὶ νοῦς, εἰ μὴ ἄρα τὴν φαντασίαν τις καλοίη νοῦν· πρὸς ὃν ἀντιδιαστέλλων τὸν κατὰ φρόνησιν νοῦν λέγει μὴ ἐν πᾶσιν ὑπάρχειν, ὅπου γε μηδὲ ἐν ἀνθρώποις πᾶσιν· ὀλίγοι γὰρ οἱ κατ' ἐπιστημονικὴν φρόνησιν τῆς ἀληθείας θεωρητικοί. οὐκ ἐν πᾶσιν οὖν τοῖς ἀνθρώποις, οὐχ ὡς μὴ ἔχουσι τὴν νοητικὴν οὐσίαν (μία γὰρ ἡ πάσας ἔχουσα τὰς δυνάμεις ψυχή), ἀλλ' ὡς μὴ χρωμένοις αὐτῷ.
Ἀπέβλεψαν δηλαδή· προείρηται γὰρ τοῦτο. δυσὶ δὲ χαρακτηρίζεσθαι τὴν ψυχὴν εἰπών, τῷ τε κινητικῷ καὶ τῷ γνωστικῷ, καὶ ἱστορήσας ὡς τῷ κινεῖσθαι κινεῖν αὐτὴν οἱ παλαιότεροι ἐτίθεντο, ἐπάγει καὶ ὅπως γινώσκειν αὐτὴν ὑπέλαβον τὰ ὄντα. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἀεὶ γινώσκεσθαι οἰόμενοι, καὶ τὴν ψυχὴν ὡς γνωριστικὴν τῶν ὄντων ἀφομοιοῦν τοῖς οὖσι βουλόμενοι, ἵνα μὴ ἐκ πάντων τῶν ὄντων αὐτὴν ποιῶσιν ἀπείρων ὑπαρχόντων, ἐκ τῶν ἀρχῶν αὐτὴν ὑφιστᾶσιν, ἐπειδὴ καὶ ἡ τῶν ἀρχομένων γνῶσις ἐκ τῶν ἀρχῶν· ἱκανὴν οὖν ἀπὸ τῶν ἀρχῶν τὴν ψυχὴν συμπληρουμένην οὐ μόνας αὐτὰς ἀλλὰ καὶ τὰ ἐξ αὐτῶν γνωρίζειν. οὕτω δὴ Ἐμπεδοκλέα μὲν ἔκ τε τῶν τεττάρων αὐτὴν ὑφιστάνειν στοιχείων καὶ ἐκ τῶν δύο κινητικῶν ἀρχῶν, φιλίας τε καὶ νείκους, οὐ μόνον τὸ ἐκ πασῶν μῖγμα ψυχὴν λέγοντα, ἀλλὰ καὶ ἑκάστην ἀρχὴν γνωστικὴν οὖσαν τοῦ ὁμοίου· τὸ γὰρ γνωστικὸν ὁτουοῦν ψυχὴν εἶναι. Πλάτων δὲ ἐν Τιμαίῳ ἐκ τῆς ἀμερίστου καὶ τῆς [28] περὶ τὰ σώματα μεριζομένης οὐσίας, ὧν ἡ μὲν τὸν νοητὸν ἡ δὲ τὸν αἰσθητὸν δηλοῖ ὅρον, ἐκ τῶν τοῦ ὄντος γενικῶν στοιχείων οὐσίας τε καὶ ταὐτοῦ καὶ θατέρου, ἃ δὴ καὶ τὰ τούτοις ὅμοια διακόσμια γένη τῶν ὄντων πάντων στοιχεῖα τίθεται Πλάτων.
Περὶ φιλοσοφίας νῦν λέγει τὰ Περὶ τοῦ ἀγαθοῦ αὐτῷ ἐκ τῆς Πλάτωνος ἀναγεγραμμένα συνουσίας, ἐν οἷς ἱστορεῖ τάς τε Πυθαγορείους καὶ Πλατωνικὰς περὶ τῶν ὄντων δόξας.
Ὁ μὲν Ἀριστοτέλης τὸ φαινόμενον ἀεὶ εἰωθὼς ἱστορεῖν καὶ ἐλέγχειν καὶ τὰ ὀνόματα κατὰ τὴν τῶν πολλῶν συνήθειαν ἐκδέχεσθαι εἴωθεν, ἀλλ' οὐ τῇ πραγματειώδει τῶν ἀνδρῶν ἀναιρεῖν αὐτὴν τὴν ἀλήθειαν, ἀλλὰ μόνον τὴν τῶν ὀνομάτων κατάχρησιν, ἀπατωμένους τε ἤδη τινὰς ὁρῶν, καὶ ἐπ' ἀριθμούς τε τοὺς μαθηματικοὺς καὶ ἐπὶ μεγέθη φερομένους τὰ γεωμετρικά. οἱ δὲ ἄνδρες τὰς λεωφόρους ἐκτρεπόμενοι καὶ ἐν ἀπορρήτοις μόνοις τοῖς ἀξίοις παραδιδόντες τὴν φιλοσοφίαν πρὸς τοὺς ἄλλους διὰ τῶν μαθηματικῶν αὐτὴν ἐνεδείκνυντο ὀνομάτων. καὶ σαφέστερον μὲν ἡ τῶν ἀνδρῶν ἔννοια ἐν τοῖς εἰς τὰ Μετὰ τὰ φυσικά μοι γεγραμμένοις διήρθρωται. νῦν δὲ ὅσον πρὸς μόνην τὴν τῶν προκειμένων ῥητῶν ἐξήγησιν ἐπιμνησθῆναι ἀνάγκη λέγωμεν. ἀριθμοὺς λέγοντες τὰ εἴδη ὡς πρῶτα διακεκριμένα τῆς ἀμερίστου ἑνώσεως (τὰ γὰρ ὑπερείδεα καὶ ὑπὲρ διάκρισιν) τὸ μὲν παντελὲς τῶν εἰδῶν πλῆθος διὰ τῆς δεκάδος ᾐνίττοντο. τὰς δὲ πρώτας εἰδητικὰς ἀρχὰς πρώτῃ μὲν μονάδι καὶ δυάδι ὡς οὐδὲ ἀριθμοῖς, πρώτῃ δὲ τριάδι καὶ τετράδι ὡς πρώτοις ἀριθμοῖς τῇ μὲν περιττῶν τῇ δὲ ἀρτίων· ἐξ ὧν κατὰ συναγωγὴν ὁ δέκα γίνεται ἀριθμός. μετὰ δὲ τοὺς ἀριθμοὺς ἐν ζωαῖς δευτέραις καὶ πολλοσταῖς τὰ γεωμετρικὰ πρὸ τῶν φυσικῶν ὑποτιθέμενοι μεγέθη, καὶ ταῦτα ὡς εἰς αἰτίους τοὺς εἰδητικοὺς ἀνῆγον ἀριθμοὺς καὶ τὰς τούτων ἀρχάς· τὸ μὲν σημεῖον ὡς ἀμερὲς εἰς τὴν μονάδα, τὴν δὲ γραμμὴν ὡς πρώτην διάστασιν εἰς τὴν δυάδα, καὶ τὴν ἐπιφάνειαν αὖ ὡς ἐπὶ πλέον διαστᾶσαν εἰς τὴν τριάδα, εἰς δὲ τὴν τετράδα τὸ στερεόν. καὶ ἐκάλουν, ὡς ἐκ τῶν ὑπ' Ἀριστοτέλους λεγομένων τεκμαίρεσθαι, τὴν δυάδα πρῶτον μῆκος (οὐ γὰρ ἁπλῶς μῆκος, ἀλλὰ τὸ πρῶτον, ἵνα τὸ αἴτιον σημαίνωσιν), [29] ὡσαύτως δὲ καὶ πρῶτον πλάτος τὴν τριάδα καὶ πρῶτον βάθος τὴν τετράδα. ἀνῆγον δὲ εἰς τὰς εἰδητικὰς ἀρχὰς καὶ τὰς ψυχικὰς πάσας γνώσεις, τὴν μὲν νοερὰν ὡς καθ' ἕνωσιν ἀμέριστον συναιρουμένην εἰς τὴν μονάδα, τὴν δὲ ἐπιστημονικὴν ὡς ἀνελισσομένην καὶ ὡς ἀπὸ ἑτέρου τοῦ αἰτίου εἰς τὸ αἰτιατὸν προαγομένην, ὡς δὲ καὶ διὰ τὸ ἀπλανὲς καὶ ἀεὶ διὰ τῶν αὐτῶν ὁδεῦον εἰς τὴν δυάδα, τὴν δὲ δόξαν εἰς τὴν τριάδα διὰ τὸ τὴν δύναμιν αὐτῆς μὴ ἐπὶ τὸ αὐτὸ ἀεὶ, ἀλλὰ τοτὲ μὲν ἐπὶ τὸ ἀληθὲς τοτὲ δὲ ἐπὶ τὸ ψεῦδος κλίνειν, εἰς δὲ τὴν τετράδα τὴν αἴσθησιν διὰ τὸ σωμάτων εἶναι ἀντιληπτικήν. καὶ γὰρ ἐν μὲν τῇ δυάδι μίαν ‹εἶναι› ἀφ' ἑκατέρας μονάδος πρὸς τὴν λοιπὴν διάστασιν, ἐν δὲ τῇ τριάδι δύο ἐξ ὁποιασοῦν πρὸς τὰς λοιπάς, ἐν δὲ τῇ τετράδι τρεῖς. ἀνῆγον τοίνυν εἰς τὰς ἀρχὰς τά τε γνωστὰ πάντα, τουτέστι τὰ ὄντα, καὶ τὰς γνωστικὰς τούτων δυνάμεις. διῄρουν δὲ τά τε ὄντα οὐ κατὰ πλάτος, ἀλλὰ κατὰ βάθος εἴς τε τὰ νοητὰ καὶ ἐπιστητὰ καὶ δοξαστὰ καὶ αἰσθητά, καὶ ὁμοίως τὰς γνώσεις εἰς νοῦν καὶ ἐπιστήμην καὶ δόξαν καὶ αἴσθησιν. τὸ μὲν οὖν αὐτοζῷον ἐκ τῆς τῶν γνωστῶν εἴληπται διαιρέσεως, τὸν νοητὸν δηλοῦν διάκοσμον, ἐν ᾧ τὰ αὐτοειδῆ, τουτέστι τὰ πρώτιστα καὶ αἱ τούτων ἀρχαί, ἡ τοῦ αὐτοενὸς ἰδέα ἥ τε τοῦ πρώτου μήκους, ἥτις ἦν ἡ αὐτοδυάς, ἥτε τοῦ πρώτου πλάτους καὶ ἡ τοῦ πρώτου βάθους (κατὰ κοινοῦ γὰρ τὸ πρῶτον ἐπὶ πάντων συναρμοστέον), τουτέστιν ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς. τὰ δὲ ἄλλα ὁμοιοτρόπως φησί, τὰ λοιπὰ λέγων τῆς τῶν γνωστῶν διαιρέσεως τὰ ἐπιστητὰ τὰ δοξαστὰ τὰ αἰσθητά, ἐκ τῶν ἀρχῶν μὲν καὶ ταῦτα ὄντα τῶν εἰδῶν, ἀλλ' οὐκέτι ἐκ τῶν αὐτοαρχῶν ὡς ἐκ στοιχείων, ἀλλ' ἐξ ἐκείνων μὲν ὡς ἐξῃρημένων αἰτίων, ὡς δὲ ἐκ στοιχείων καὶ ἀχωρίστων αἰτίων τῶν ἑκάστοις συστοίχων.
Τρόπου μὲν ἑτέρου τὸ ἄλλως σημαντικόν. δηλοῖ δὲ τὴν ἐπὶ ὄντων μὲν καὶ αὐτὴν γινομένην διαίρεσιν, οὐ μὴν ᾗ γνωστά, ἀλλ' ᾗ γνωστικά, καὶ τούτων εἰς τὰς αὐτὰς ἀνηρτημένων ἀρχάς.
Μετὰ τὸ διελεῖν ἑκάτερα ἰδίως τά τε γνωστὰ καὶ τὰ γνωστικά, τὴν πρὸς ἄλληλα αὐτῶν ἐν τούτοις ἐπιδείκνυσιν ὁμοιότητα, ἵνα καὶ κατὰ τοὺς ἄνδρας τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζηται. οἱ γὰρ ἀριθμοὶ τὰ αὐτὰ καὶ πρώτιστα εἴδη ὄντες ἦσαν μὲν ἐκ τῶν στοιχείων τοῦ αὐτοενὸς δυάδος τε καὶ τριάδος καὶ τετράδος, ἀρχαὶ δὲ ἐλέγοντο τῶν τε γνωστικῶν καὶ τῶν γνωστῶν οὐσιῶν. καὶ γὰρ τὰ οἷς κρίνεται τὰ πράγματα ταῖς στοιχειώδεσιν ὡρίζετο ἀρχαῖς, καὶ αὐτὰ τὰ γνωστὰ πράγματα, ὅτι εἴδη οἱ ἀριθμοὶ οὗτοι, τουτέστιν οἱ εἰδητικοί, καὶ αἱ τούτων στοιχειώδεις ἀρχαὶ τῶν πραγμάτων· πάντα γὰρ τὰ γνωστὰ πράγματα τοῖς εἴδεσιν ὁρίζεται, ᾗ εἴδη ἐστίν.
[30]
Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει. ἐκ μὲν οὖν τῶν ἄκρων μονονοὺ †δηλοῖ τὸ οὔτε ἀριθμὸς ἁπλῶς ἔσται οὔτε κινητόν· τοῦ μὲν γὰρ ὑφεῖται, ᾗ τοῦ ἀμερίστου ἐκβέβληται, τοῦ δέ ἐστι κρείττων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει. τὸ συναμφότερον οὖν ἄν πως εἴη ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός. κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ' ἑαυτοῦ κινητὸς λέγεται, ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἷα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία νοερὰ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι ἐξαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς φύσεως, ἀλλὰ κατ' αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς, περὶ δὲ τὰ σώματα μεριζομένην καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς, τῆς δὲ ψυχικῆς τὴν ἀφ' ἑαυτῆς εἰς †ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο. ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸν γνωστικόν.
Ἐπειδὴ ἐκ τῶν ἀρχῶν συμπληροῦσι τὴν ψυχὴν οἱ περὶ αὐτῆς, ὡς αὐτὸς ἱστορεῖ, φιλοσοφήσαντες, ὁποίας ἂν καὶ ὁπόσας ἕκαστος ὑπέθετο ἀρχάς, ἐκ τοιούτων καὶ τοσούτων καὶ τὴν ψυχὴν συνέστησαν, σωματικὰς μὲν οἱ φυσιολόγοι θέμενοι, ἀσωμάτους δὲ οἱ Πυθαγόρειοι καὶ Πλάτων, μίξαντες δὲ ἀπ' ἀμφοῖν Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας. ἑπομένως δὲ τούτοις καὶ τὴν ψυχὴν ἀποδιδόασιν, ἕκαστος τὴν παρ' αὐτοῦ ἀρχὴν εἰς τὴν ψυχὴν φέρων ἢ τὰς ἀρχάς, οὐχ ὡς γνωστικὴν μόνον τῶν ὄντων, ἀλλὰ καὶ ὡς κινητικήν. οὐκ ἀλόγως γάρ φησιν αὐτοὺς τῶν πρώτων ὑπειληφέναι τὸ κινητικὸν αἴτιον, ἐπειδὴ αἰτιατὸν μὲν πάντως τὸ κινούμενον, τὸ δὲ καθ' ἑαυτὸ κινοῦν καὶ μὴ τῷ ἑτέρωθεν κινεῖσθαι τῆς αἰτιώδους φύσεως. οἱ δὲ [31] πῦρ τὴν ἀρχὴν ὑποθέμενοι καὶ ὡς τὸ λεπτομερέστατον σῶμα τῇ ψυχῇ ἀπονέμοντες οἰκειότερόν τι αὐτῇ προσάπτουσι τῶν ἄλλο τι αὐτὴν οἰομένων σῶμα· ἀσώματος γὰρ κατ' ἀλήθειαν ἡ ψυχὴ οὖσα, διὸ οἰκειότερον αὐτῇ τὸ λεπτομερέστερον ὡς ἀσωματώτερον ἢ τὸ παχυμερές. καὶ ὡς εὐκίνητόν τε φαινόμενον αὐτὸ καὶ τἄλλα κινοῦν συγγενέστερον ἔδοξε τῇ ψυχῇ.
Ὡς καὶ τὰς αἰτίας προστιθεὶς, κατὰ μὲν τὰς κοινὰς αἰτίας νοερὰς τὰς ψυχὰς τιθέμενος, κατὰ δὲ τὰς ἰδίας ὑποθέσεις ἐν τοῖς ἀδιαιρέτοις αὐτὰς τιθέμενος σώμασιν· καὶ ἔτι τὴν ψυχὴν εἰς ταὐτὸν ἄγων τῷ νῷ, καὶ ταῖς ἀρχαῖς τὸ κινητικὸν ἀπονέμων. ἐν δὲ τοῖς ἀδιαιρέτοις εὑρίσκων τὸ σφαιροειδὲς ὂν σχῆμα εὐκίνητον, ἐν τούτῳ τὴν ψυχὴν ἔθετο.
Διότι, ὡς ἤδη ἔφη, μόνον τοῦ καλῶς καὶ ὀρθῶς αἰτιᾶται τὸν νοῦν, χρῆται δὲ ἀμφοῖν ὡς μιᾷ φύσει, διότι εἰς πάντα τὰ ζῷα ἐνοικίζει καὶ τὸν νοῦν. πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων, ἐπειδὴ σαφῶς καὶ πρὸ πάντων ἀμιγῆ ὡς ἐξῃρημένον πάντων ὑμνεῖ, καὶ τὸ γνωστικὸν καὶ τὸ κινητικὸν αὐτῷ ἀποδιδούς.
Ὅτι μηδὲν αὐτοῦ ἐφέρετο σύγγραμμα. τοσοῦτον δὲ περὶ Θαλοῦ ἱστορήσας, καὶ τοῦτο μετά τινος ἐπιτιμήσεως, ὅτι τῇ μαγνήτιδι λίθῳ ψυχὴν ἐδίδου ὡς κινητικῇ τοῦ σιδήρου, ἵνα κατ' ἐκεῖνον κινητικὴν εἶναι τὴν ψυχὴν πιστώσηται, οὐκέτι τὸ ὕδωρ εἶναι τὴν ψυχὴν εἰς αὐτὸν ἀνέπεμψεν, καίτοι στοιχεῖον τὸ ὕδωρ τιθέμενον, ἐπειδὴ τῶν σωμάτων τὸ ὕδωρ ἔλεγε στοιχεῖον, εἰκὸς δὲ ἀσώματον αὐτὴν ἐκεῖνον ὑποτίθεσθαι. σαφῆ δὲ τὰ περὶ Διογένους ἱστορημένα. περὶ δὲ Ἡρακλείτου συλλογιζομένῳ ἔοικεν, οὐχ ὡς σαφῶς λέγοντος πῦρ ἢ ἀναθυμίασιν ξηρὰν τὴν ψυχήν, ἀλλ' ὡς τοῦ πυρὸς πρὸς τῷ λεπτομερεῖ καὶ τὸ εὐκίνητον ἔχοντος καὶ τῷ κινεῖσθαι τὰ ἄλλα κινοῦντος, καὶ διὰ ταῦτά [τε] τῇ ψυχῇ προσήκοντος ὡς διὰ παντὸς τοῦ ζῶντος ἰούσῃ σώματος καὶ ὡς τῷ κινεῖσθαι κινητικῇ καὶ ἔτι ὡς γνωστικῇ. ἐν μεταβολῇ γὰρ συνεχεῖ τὰ ὄντα ὑποτιθέμενος ὁ Ἡράκλειτος καὶ τὸ γνωσόμενον αὐτὰ τῇ ἐπαφῇ γινῶσκον συνέπεσθαι ἐβούλετο, ὡς ἀεὶ εἶναι κατὰ τὸ γινῶσκον ἐν κινήσει. [32]
Ὁ Ἀλκμαίων Κροτωνιάτης ὢν ὑπὸ μὲν ἄλλων ὡς Πυθαγόρειος παραδέδοται, ὑπὸ δὲ Ἀριστοτέλους ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς τὰς δύο συστοιχίας ἢ αὐτὸς παραδοὺς τοῖς Πυθαγορείοις ἢ παρ' ἐκείνων λαβὼν μνήμης ἠξίωται. ἔοικε δὲ ἄριστα φιλοσοφεῖν, ὡς ἐκ τῶν νῦν λεγομένων τεκμαίρεσθαι· ἀθάνατον γὰρ λέγει τὴν ψυχὴν ὡς ἐοικυῖαν τοῖς ἀθανάτοις. καὶ παρὰ Πλάτωνι γοῦν ὁμώνυμος λέγεται τοῖς ἀθανάτοις διὰ τὸ καὶ τῆς ἀθανασίας ὑφειμένως τὴν ἡμετέραν μετέχειν ψυχήν· ὑπάρχειν δὲ αὐτῇ τὸ ἀθάνατον ὡς ἀεικινήτῳ. οὕτω δὴ καὶ ἐν τῷ Φαίδρῳ ὡς ἀεικίνητος διὰ τὸ εἶναι αὐτοκίνητος δείκνυται ἀθάνατος, οὐ τὴν σώμασι πρέπουσαν κίνησιν, ἀλλ' ἣν καὶ αἱ οὐράνιαι ψυχαί, δι' ἣν καὶ τὰ φαινόμενα αὐτῶν σώματα κινεῖται ἀϊδίως.
Ἐτίθετο μὲν καὶ Θαλῆς ὕδωρ τὸ στοιχεῖον, ἀλλὰ σωμάτων, καὶ οὐχὶ τὴν ψυχὴν πάντως σῶμα ᾤετο. ‹τὸν› δὲ Ἵππωνα, ὡς εἰκός, ὃν καὶ ἄθεον γενέσθαι ἱστοροῦσιν, ὅθεν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἀξιοῖ συντάττειν αὐτὸν τοῖς φυσικοῖς, καὶ ἐνταῦθα φορτικὸν καλεῖ οὐ μόνον ὡς παχυμερέστερον αὐτὴν λέγοντα στοιχεῖον (τούτου γὰρ καὶ ὑπεραπολογεῖσθαι ἠξίωσεν, τὴν αἰτίαν τῆς ὑπονοίας ἐκθέμενος), ἀλλὰ μάλιστα διὰ τὴν ἀθεΐαν. ὁ δὲ τὸ αἷμα τὴν ψυχὴν θέμενος Κριτίας εἴτε ὁ τῶν τριάκοντα γενόμενος εἷς εἴτε σοφιστής τις, οὐδὲν ἡμῖν διοίσει. εἰς τοῦτο δὲ ὑπεφέρετο διὰ τὸ τὰ ἐν ἡμῖν ἄναιμα, οἷον τὰ ὀστᾶ, ἀναίσθητα ὁρᾶν.
Τουτέστι τὸν ἐγκρίναντα ἕν τι στοιχεῖον εἶναι ἀρχήν τε καὶ τῇ ψυχῇ προσήκειν. οὐδεὶς δὲ μόνην τὴν γῆν, διὰ τὸ παχυμερὲς καὶ ἀκίνητον.
Τὸ μὲν πρῶτον, ἐπειδὴ ἐκ τῶν τῷ ἐμψύχῳ ὑπαρχόντων εἰς τὰ τῇ ψυχῇ προσόντα ἀνεπέμπετο, μόνας αὐτῇ προσῆπτε κίνησίν τε καὶ αἴσθησιν· οὐ γὰρ ἦν τῷ ἐμψύχῳ προσὸν τὸ λεπτομερὲς ἢ τὸ ἀσώματον. ὕστερον δὲ [33] ἐκ τῶν περὶ αὐτῆς εἰπόντων καὶ ἔτι διά τε τὸ εὐκίνητον καὶ διὰ τὸ δι' ὅλου ἰέναι τοῦ σώματος καὶ τῷ ἀσωμάτῳ αὐτὴν ὁρίζεσθαι ὑπὸ πάντων λέγει, οὐ τῷ κυρίως λέγων ἀσωμάτῳ πάντως, ἀλλὰ ἀσώματον λέγων καὶ τὸ λεπτομερὲς σῶμα.
Ὡς κατὰ τὴν πρὸς ἀρχὰς κοινωνίαν τῆς ψυχῆς ἕκαστον τούτων ὑπάρχειν τῇ ψυχῇ, τό τε κινητικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀσώματον. ὅτι μὲν οὖν τὸ ἀσώματον καὶ τὸ κινητικὸν ταῖς ἀρχαῖς προσήκει, νῦν παρῆκεν ὡς αὐτόθεν γνώριμον. τὸ γὰρ σωματικὸν καὶ τὸ κινούμενον πάντῃ σωματοειδῆ κίνησιν, μεριστὸν ὂν καὶ μεριστὴν ἔχον ἐνέργειαν καὶ διὰ τοῦτο τοῦ συνέχοντος δεόμενον, τοῖς αἰτιατοῖς ἀλλ' οὐ ταῖς ἀρχαῖς προσήκει. τὸ δὲ κινητικὸν καὶ τὸ ἀσώματον ὡς αἴτια τούτων καὶ αὐτὸς ἐγκρίνει ἀρχικὰ εἶναι. ὅπως δὲ καὶ οἱ τὸ αἰσθητικὸν ἢ ἁπλῶς τὸ γνωστικὸν αὐτῇ ἀποδιδόντες κατὰ τὴν πρὸς τὰς ἀρχὰς οἰκειότητα καὶ αὐτὸ ἀπονέμουσι, λόγου καὶ νῦν ἠξίωσε· διὰ γὰρ τὸ οἴεσθαι τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι. τῆς δὲ τοιαύτης αἰτίας μόνον τὸν Ἀναξαγόραν ἐξαίρει, οὐχ ὡς μὴ καὶ τοῦτον τῇ ἀρχικῇ δυνάμει τὸ γνωστικὸν προσήκειν τιθέμενον (νοῦν γοῦν αὐτὴν τίθεται), ἀλλ' ὅπερ καὶ σαφῶς ἐπάγει, ὡς μὴ καθ' ὁμοιότητα ἡγούμενον γίνεσθαι τὴν γνῶσιν. ἀμιγῆ γὰρ ὄντα πρὸς τὰ ἄλλα τὸν νοῦν καὶ οὐδὲν ἔχοντα πρὸς αὐτὰ κοινόν, ἀλλ' οὐδὲ μετεχόμενον ὑπ' αὐτῶν (τοῦτο γὰρ τὸ ἀπαθὲς δηλοῖ) ὅμως γινώσκειν πάντα.
Δι' ὧν τὸ μὲν ἀμιγὲς τῆς κυρίως καὶ πρώτης ἀρχῆς πρὸς τὰ ἀπ' αὐτῆς καὶ τὸ ἀπαθὲς ἀποδεχόμενος φαίνεται· τῷ δὲ ἐπισκήπτειν αὐτῷ ὡς μὴ εἰπόντι τὴν τῆς γνωρίσεως αἰτίαν, ἁπλῶς δὲ ἀμιγῆ μόνον εἰπόντι τὴν ἀρχήν, φαίνεται τὴν μὲν ὡς ἐν συστοίχοις ὁμοιότητα τῆς ἀρχῆς πρὸς τὰ ἀπ' αὐτῆς μὴ ἀποδεχόμενος, οὐ προσιέμενος δὲ οὐδὲ τὸ παντελῶς ἀκοινώνητον. δεῖ γὰρ στῆναι κατὰ τὸ τοῦ γνωστοῦ εἶδος τὸ γινῶσκον· τοῦτο δὲ οὐκ ἦν τοῦ μηδεμίαν ἔχοντος πρὸς αὐτὸ κοινωνίαν. ἔδει οὖν καὶ ἐν τῇ ἀρχῇ ἀπολείπειν οὐ τὴν σύστοιχον πρὸς τὰ ἀπ' αὐτῆς, ἀλλὰ τὴν κατὰ κρείττονα ἰδέαν καὶ αὐτὸ τοῦτο αἰτιώδη αὐτῶν πρόληψιν, ἣ καὶ οὐχ ὁμοταγῶς, ἀλλὰ κατὰ τὴν ὑφειμένην πρὸς ἑαυτὴν ὁμοιότητα καὶ παράξει αὐτὰ καὶ γνωριεῖ. διὸ καὶ τοῖς τὰς στοιχειώδεις ἀρχὰς ἐν τῇ ψυχῇ θεμένοις ἐπισημαίνεται, ὡς εἰς τὴν κινουμένην τὰς τῶν κινουμένων ἀχωρίστους μεταφέρουσι. δῆλον δὲ ὡς καὶ οἱ ἓν τῶν ἐναντίων θέμενοι τὴν ψυχὴν [34] γνωστικὴν ἀμφοῖν ὑπέλαβον, διὰ θατέρου καὶ τὸ λοιπὸν γινώσκουσαν, εἴπερ μία καὶ ἡ αὐτὴ τῶν ἐναντίων ἐπιστήμη.
Ὁ σκοπὸς τὰς παραδεδομένας ἐξετάσαι δόξας καὶ ἐλέγξαι μὲν εἴ τι ‹μὴ› ἀληθῶς εἴρηται, διαρθρῶσαι δὲ καὶ εἴ τι μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν παραδέδοται, ἵνα μὴ κατὰ ταῦτα τὰς τῶν πρεσβυτέρων ἡμεῖς ἐκδεχόμενοι δόξας καὶ ὡς ἀληθεῖς διὰ τὸ κλεινὸν τῶν παραδόντων προσιέμενοι σφαλλώμεθα. αὐτίκα τοῦ Πλάτωνος τῷ τῆς κινήσεως χρωμένου ὀνόματι καὶ ἐπὶ τῆς ψυχικῆς ζωῆς ὡς ἀνελιττομένης καὶ οὔτε μεριζομένης πάντῃ οὔτε καθαρῶς ἀμερίστου μενούσης, καὶ ταύτην κίνησιν προσαγορεύοντος διὰ τὴν ὅλως ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ οὐσίαν τῆς ψυχῆς τὸ αὐτοκίνητον θεμένου, ὡς κατὰ ζωὴν οὐσιωμένης τοιαύτην, ὑποβᾶσαν μὲν τῆς ἀμερίστου οὐσίας ἀλλ' οὐ πάντῃ ἐξεστῶσαν, ἵνα διὰ μὲν τοῦ κινητοῦ τὴν ὕφεσιν, διὰ δὲ τοῦ αὐτὸ τὴν ἐν τῷ ἀμερίστῳ μονὴν ἐνδείξηται, καὶ τὴν ἅμα ἐν ἑαυτῇ μένουσαν καὶ ἀφ' ἑαυτῆς προϊοῦσαν, ὁ Ἀριστοτέλης, τὴν μεριστὴν καὶ κατὰ συνέχειαν ἀριθμουμένην μόνην εἰωθὼς προσαγορεύειν κίνησιν κατὰ τὴν παρὰ τοῖς πολλοῖς τοῦ ὀνόματος χρῆσιν, οὐ μόνον τῆς ψυχικῆς αὐτὴν ἀποφάσκει οὐσίας, ἀλλὰ μηδὲ ὁπωσοῦν καθ' αὑτὴν κινεῖσθαι τὴν ψυχὴν ἀποφαίνεται.
Ἐν γὰρ τῷ θῆτα τῆς Φυσικῆς ἀκροάσεως, ἐν ᾧ δέδεικται πάντα μὲν τὰ πρῶτα κινητικὰ καθ' αὑτὰ ἀκίνητα, τὸ δὲ πρώτιστον καὶ κατὰ συμβεβηκὸς ἀκίνητον. καὶ νῦν ὑπομιμνήσκει διὰ τοῦ ἐν τῷ κινουμένῳ πλοίῳ ἠρεμοῦντος ἀνθρώπου, ὃς κινεῖταί πως ἐξ ἄλλου εἰς ἄλλον μεταφερόμενος τόπον, οὐχ ὁμοίως δὲ τῷ πλοίῳ, ὅτι τοῦτο μὲν καθ' αὑτό, ὁ δὲ ἐν αὐτῷ ἠρεμῶν οὔτε καθ' ὅλον ἑαυτὸν οὔτε κατὰ τὰ μόρια, ἀλλὰ τῷ ἐν τῷ κινουμένῳ εἶναι. κατὰ συμβεβηκὸς μὲν οὖν συγχωρεῖ τὴν ψυχὴν κινεῖσθαι κινήσεις, ἃς τὸ ἐν ᾧ ἐστι σῶμα κινεῖται· οὐ μὴν καθ' αὑτήν. τέτταρες δὲ αἱ κινήσεις τῆς οὐσιώδους οὐ κατηριθμημένης μεταβολῆς, ἀλλὰ τῶν κατὰ τὰ τρία γένη, ὧν ἡ κατὰ ποσὸν μία μὲν οὐκ ἔχουσα δὲ κοινὸν ὄνομα ὡς δύο ἠρίθμηται, καθάπερ καὶ ἐν Κατηγορίαις. ὅτι οὖν μηδεμίαν τῶν σωματικῶν καθ' ἑαυτὴν κινεῖται ἡ ψυχή, ἐκ τοῦ τόπου ὑπέμνησται. τὸ γὰρ ὁποιανοῦν αὐτῶν κινούμενον ἢ σῶμα ἁπλοῦν ἐστιν ἢ σύνθετον ὡς τὸ [35] ζῷον· ταῦτα δὲ ἐν τόπῳ. καὶ τοῦτο δηλοῖ τὸ τὰς λεχθείσας κινήσεις ἐν τόπῳ εἶναι, ὡς τῷ ἐν τόπῳ ὄντι ὑπαρχούσας, τουτέστι τῷ ἄλλοθι τὰ οἰκεῖα ἔχοντι μόρια, ἵνα μερισταὶ οὖσαι τοῦ μεριστοῦ ὦσιν ἐντελέχειαι. ἡ δὲ ψυχὴ οὐκ ἐν τόπῳ, ὅλη ἁπανταχοῦ τῷ σώματι παροῦσα, ὡς καὶ ἡ ἐσχάτη αὐτῆς ζωὴ δηλοῖ ἡ ἁπτική, ὅλη ἐν ἑκάστῳ ἡμῶν παροῦσα μορίῳ· τῶν γοῦν διαφόροις προσπιπτόντων μορίοις αἰσθητῶν ἡ αὐτὴ ἀντιληπτική, τήν τε ταυτότητα αὐτῶν καὶ τὴν ἑτερότητα κρίνουσα οὐ κατὰ τὰ μόρια ἑαυτῆς, ἀλλὰ καθ' ὅλην ἑαυτὴν πάντων, ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο. ἀλλὰ πῶς οὐκ ἀλλοιοῦται, ἢ ἐξ ἀπαιδευσίας ἢ κακίας εἰς ἀρετὴν ἢ ἐπιστημονικὴν μεταβάλλουσα ἕξιν; ποιότητες γὰρ αἱ ἕξεις. ἀλλ' ὡς ἐν τῷ ἦτα εἴρηται τῆς Φυσικῆς, αἱ μεταβολαὶ καὶ ἐνταῦθα μετὰ τὰ πάθη γίνονται, ἅ ἐστιν οὐ τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου. ἡ μὲν γὰρ ἀθρόα παρουσία τῆς ἕξεως ἐν τῇ ψυχῇ, ἡ δὲ πρὸ τῆς παρουσίας διεξοδικὴ μεταβολὴ ἐν τῷ συνθέτῳ. καὶ σαφέστερον ταῦτα καὶ ἡμῖν ἐν τοῖς εἰς ἐκεῖνα γεγραμμένοις ὑπέμνησται. ἐπεὶ δ' οὐκ ἐν τόπῳ ἡ ψυχή, οὐδ' ἂν κινοῖτο τὰς τῶν ἐν τόπῳ ὄντων κινήσεις, εἰ μὴ κατὰ συμβεβηκός· ἀλλ' εἴπερ φύσει κινήσεως μετέχει, τουτέστιν εἰ μὴ κατὰ τὸ ἐν ᾧ ἐστιν ἀλλὰ καθ' ἑαυτήν, καὶ ἐν τόπῳ ἔσται.
Ἡ τῶν ἐν γενέσει ζῴων δηλαδὴ ψυχή, περὶ ἧς ὁ λόγος καὶ ἡ ὑπόθεσις ‹τὸ› τῷ κινεῖσθαι κινεῖν. οὐ γὰρ καθόλου ἠξίωται πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖσθαι, ὅπερ ψεῦδος διὰ τὰ οὐράνια, ἀλλ' ἰδίως περὶ τῆς τοιαύτης εἴρηται ψυχῆς, ἥτις τὰς τοιαύτας κινεῖ κινήσεις τὰς καθ' ὅλον τὸ ζῷον, αἷς καὶ τὸ βίαιον παρυφίσταται. ποτὲ γὰρ καθ' ὅλα κατὰ φύσιν κινούμενα καὶ ἠρεμοῦντα ποτὲ καὶ βίᾳ πέφυκε κινεῖσθαι. καὶ ἡ ψυχὴ οὖν εἰ τῷ κινεῖσθαι κινεῖ, ποτὲ ἂν κινοῖτο, ἅτε μὴ ἀεὶ κινοῦσα. διὸ καὶ βίᾳ κινηθήσεται. ἢ οὔτε ἡ ψυχὴ ποτὲ κινεῖται, εἴ γε κατὰ τὴν ζωὴν κινεῖται, οὔτε τὸ καθ' ὁρμὴν κινούμενον κἂν ποτὲ κινῆται, ἀνάγκη καὶ βίᾳ κινεῖσθαι· οὐ γὰρ ἑτέρωθέν ποθεν ἀλλ' ἀφ' ἑαυτοῦ ἀεὶ καὶ ἑκουσίως ὁρμῶν. ἐπὶ δὲ τῶν ἑτέρωθεν κινουμένων καὶ ἐπὶ τῶν σωματικῶν κινήσεων, εἰ ποτὲ γίνοιντο, ἀληθὲς τὸ ἀξίωμα. εἴ τι γὰρ τούτων φύσει κινεῖται, καὶ βίᾳ· καὶ τὸ ἀνάπαλιν εἰ βίᾳ, καὶ φύσει. οὐ γὰρ ἂν ἐβιάσθη μὴ πεφυκός, τὸ δὲ πεφυκὸς ἔχοι ἄν τινα κατὰ φύσιν κίνησιν. καὶ τοῦτο καὶ ἠρεμεῖν φύσει τε καὶ βίᾳ καλῶς ἀξιοῦται, καὶ εἰς ὃν φέρεται φύσει τόπον, καὶ μένειν κατὰ φύσιν ἐν τούτῳ (‹τὸ› γὰρ ὑπ' ἄλλου κινούμενον ἐπὶ τὸ οἰκεῖον οὐκ ἀεὶ δηλαδὴ τὸ οἰκεῖον ἔχον πέφυκε), καὶ αὖθις εἰς τὸ μὴ οἰκεῖον ὑπό τινος γενέσθαι παρὰ φύσιν καὶ βίᾳ. [36]
Διότι ὅλη αὐτοπροαίρετος ἡ λογικὴ ζωή, τῷ δὲ προαιρετῷ ἐναντίον τὸ βίαιον. διὸ καὶ ἐν ταῖς τυραννικαῖς ἀνάγκαις διαφαίνεται τὸ τῆς ψυχῆς ἑκούσιον, ἢ ἀντεχούσης ἢ οὔ, καί πως ἑκουσίως πρὸς τὴν ἀνάγκην ἐνδιδούσης.
Ὅρα ὡς πανταχοῦ τὰς σωματικὰς ἀποσείεται τῆς ψυχῆς κινήσεις.
Ἀεὶ μὲν τὸ κινοῦν κατὰ τὸ εἶδος ἵσταται τοῦ κινουμένου, ὡς ἔφη ἐν τῷ τρίτῳ τῆς Φυσικῆς· "εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε, ὃ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινήσεως, ὅταν κινῇ." ἀλλ' ἐνεργητικῶς μὲν πάντως, παθητικῶς δὲ ποτέ, ὅταν τῷ κινεῖσθαι κινῇ. ὁ μὲν γὰρ πατὴρ τῷ εἶναι αὐτὸς ἄνθρωπος ἄνθρωπον ποιεῖ καὶ ἐνεργῶν ἀνθρωπείως καὶ διακείμενος, ὁ δὲ ἥλιος ἄνθρωπον γεννᾷ ἐνεργῶν μὲν κατὰ τὸ ἀνθρώπειον εἶδος, οὐκ ὢν δὲ αὐτὸς ἄνθρωπος. καὶ ἡ μὲν χεὶρ τὸν κάλαμον τοπικῶς κινεῖ ἅμα τε ἐνεργοῦσα καὶ αὐτὴ τὴν τοπικὴν κίνησιν καὶ πάσχουσα, ἡ δὲ τῆς χειρὸς κινητικὴ ψυχὴ μόνον ἐνεργοῦσα τοπικῶς. εἴ γε μὴν τῷ πάσχειν ἐνήργει, εὔλογον ἂν ἦν κατὰ τὸ αὐτὸ ἄμφω γίνεσθαι εἶδος, τήν τε ἐνέργειαν καὶ τὸ πάθος. οὐ γὰρ τῇ κουφότητι ἀλλὰ τῇ θερμότητι θερμαίνει τὸ πῦρ, καὶ τῷ τοπικῶς κινεῖσθαι κινεῖ τὸν κάλαμον ἡ χείρ. ἀλλὰ τὸ ἀροτριῶν οὐκ ἀροτριᾶταί φασιν, οὐδὲ τὸ τύπτον τύπτεται· καίτοι κινούμενα κινεῖ· οὐδὲ ὁ οὐρανὸς ἀλλοιούμενος τὰ τῇδε ἀλλοιοῖ. ἐπειδή, φήσω, κἂν τῷ τοπικῶς κινεῖν τε καὶ κινεῖσθαι εἶχε ταῦτα, τὸ καὶ ἐνεργεῖν καὶ πάσχειν τὴν τοπικὴν κίνησιν, ἀλλ' οὔτι γε τὴν ἀροτριαστικὴν ἢ τὴν πληκτικὴν ἢ τὴν ἀλλοιωτικὴν κίνησιν τῷ πάσχειν ἐνεδίδου τοῖς κινουμένοις, μόνῳ δὲ τῷ ἐνεργεῖν, τῷ προειλῆφθαι μὲν ἐν τῷ κινοῦντι τὸ τοῦ ἀποτελουμένου εἶδος, οὐ μὴν παθητικῶς, ἐνεργητικῶς δέ. οὐκοῦν οὐδὲ τὴν ψυχὴν κωλύσει τι ζωτικῶς κινουμένην ἐνεργεῖν τὰς σωματοειδεῖς κινήσεις. πῶς οὖν ὡς εὔλογον ὑπὸ τοῦ Ἀριστοτέλους ἀξιοῦται τὸ τὴν αὐτὴν κινεῖσθαι τὸ κινοῦν κίνησιν, ἐὰν κινῆται, ἣν κινεῖ, εἴγε μηδὲ ἐπὶ τῶν σωμάτων πάντως φαίνεται τοῦτο, μηδὲ ἐπ' αὐτῆς ἔτι μᾶλλον τῆς ψυχῆς; διότι ὁ τῷ ἐνεργεῖν λέγων προειλῆφθαι ἐν τῷ κινοῦντι τὸ εἶδος, οὐχὶ δὲ ἐν τῷ πάσχειν δίδωσι μὴ ἀεὶ τὸ κινοῦν τῷ [37] κινεῖσθαι κινεῖν. ἕπεται γὰρ καὶ κατὰ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἵνα μὴ ὁπῃοῦν ἀκίνητόν τι ὂν κινῇ. ταύτῃ οὖν καὶ τὸ ἀντίστροφον ἀληθές.
Τουτέστι καθάπερ σῶμα τοπικῶς ἢ ὅλη ἢ κατὰ μόρια μεθισταμένη, ἐπειδὴ φορὰ ἡ ὑπὸ ψυχῆς πρώτως τοῖς ζῴοις ἐνδιδομένη κίνησις.
Εἰ γὰρ ἃς αὐτὴ κινεῖται καὶ τὸ σῶμα κινεῖ, καὶ τὸ ἀντίστροφον ἃς κινεῖ κινεῖται, οὐχ ἕξει ἑτέραν κίνησιν παρὰ τὰς σωματικὰς (αὗται δὲ τοπικαὶ αἱ ὑπὸ τῆς ψυχῆς τοῦ σώματος προηγουμένως), καὶ αἱ τῆς ψυχῆς ἄρα ζωτικαὶ κινήσεις ἔσονται τοπικαί, ὡς κατὰ μόνην μὲν τὴν τοπικὴν ἔνδοθεν αὐτὴν παροῦσαν ζῆν, κατὰ μόνην δὲ τὴν ἔξοδον ἀποθνήσκειν. ᾧ ἕπεται τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων, τοπικῶς τε δυναμένης κινεῖσθαι τῆς ψυχῆς καὶ εἰσιέναι τε καὶ ἐξιέναι.
Καθ' αὑτὴν μὲν ἀκίνητον βουλόμενος εἶναι τὴν ψυχήν, ἅτε μόνας τὰς σωματικὰς προσαγορεύων κινήσεις, κατὰ συμβεβηκὸς δὲ τῷ ἐν κινουμένῳ εἶναι σώματι, καὶ ὑφ' ἑαυτῆς λέγει οὕτω κινεῖσθαι αὐτὴν καὶ ὑφ' ἑτέρου· καὶ γὰρ ὑπ' αὐτῆς κινεῖται τὸ σῶμα καὶ ὑπό τινος ἂν ἄλλου κινηθείη βίᾳ.
Καὶ τὸ κατὰ συμβεβηκὸς ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου κινούμενον δῆλον ὡς οὐχ, ᾗ ὑφ' ἑαυτοῦ, ταύτῃ καὶ ὑφ' ἑτέρου. καὶ ἔτι ἐναργέστερον τὸ φύσει καὶ καθ' ἑαυτό, ὅπερ τὸ ἐν τῇ οὐσίᾳ δηλοῖ, ὑφ' ἑαυτοῦ κινούμενον, ᾗ ὑφ' ἑαυτοῦ κινεῖται, οὐχ ὑπ' ἄλλου κινεῖται, πλὴν εἰ κατὰ συμβεβηκός. εἰ μὲν γὰρ ἑτέραν ὑφ' ἑαυτοῦ καὶ ἑτέραν ὑπ' ἄλλου, ὡς αἱ τῶν πλανήτων σφαῖραι τὴν μὲν ἐπὶ ἀνατολὰς ὑφ' ἑαυτῶν, τὴν δὲ ἐπὶ δυσμὰς ὑπὸ τῆς ἀπλανοῦς, ὡμολογημένως κατὰ συμβεβηκὸς τὸ κινούμενον ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου κινεῖται. ἀλλὰ καὶ εἰ τὴν αὐτὴν ὑφ' ἑαυτοῦ τε καὶ ὑφ' ἑτέρου τι κινοῖτο, ὡς εἰ τὸν αὐθορμήτως ἐπί τινα τόπον βαδίζοντα συνεπωθοίη τις, οὐ καθ' αὑτὸ ὑφ' ἑαυτοῦ τε καὶ ὑφ' ἑτέρου κινεῖται· οὔτε γὰρ ᾗ ὑφ' ἑαυτοῦ ἔξωθεν, οὔτε ᾗ ἔξωθεν ὑφ' ἑαυτοῦ, κατὰ συμβεβηκὸς δὲ μόνον ἡ αὐτή, ὅτι ἐν τῷ κινουμένῳ ἄμφω.
[38]
Τῷ καθ' αὑτὸ ἀγαθῷ τὸ δι' ἄλλο ἀντιτίθησι, τῷ δὲ δι' ἑαυτὸ τὸ ἑτέρου ἕνεκεν. οἷον ὑγεία καθ' αὑτὴν ἀγαθὴ τελειότης οὖσα τοῦ ζῶντος σώματος, τὸ δὲ ὑγιεινὸν διὰ τὴν ὑγείαν· καὶ ἡ μὲν ἀρετὴ δι' αὑτὴν ἀγαθή, ἐπειδὴ αὐτὴ τὸ οὗ ἕνεκα καὶ τέλος, ὁ δὲ πλοῦτος φέρε ἄλλου ἕνεκα καὶ ὅσα ὀργανικὰ λέγομεν ἀγαθά. οὐκ ἔστιν οὖν τὸ καθ' αὑτό, ᾗ τοιοῦτον, δι' ἄλλο, οὐδὲ τὸ δι' ἑαυτὸ ὡς δι' ἑαυτὸ ἄλλου ἕνεκα, οὐδὲ τὰ ἀντικείμενα ὁμοίως, ἀλλὰ κἂν τὸ αὐτὸ δι' ἑαυτό τε ᾖ αἱρετὸν καὶ δι' ἄλλο, ἀλλ' οὐ κατὰ τὸν αὐτὸν λόγον.
Ἐπειδὴ πάλιν τὴν σωματικὴν μόνην προσαγορεύει κίνησιν, καθ' ἣν ὑπὸ τῶν αἰσθητῶν οὐχ ἡ ψυχὴ ἀλλὰ τὸ αἰσθητήριον κινεῖται διακρινόμενον ἢ συγκρινόμενον ἢ ὅλως ἀλλοιούμενον, ὃ καὶ Ἀριστοτέλης ἐνδεικνύμενος εἴπερ κινεῖται ἔφη.
Τὴν αὐτὴν γὰρ τὴν ἀλλοιωτικήν, ἐπειδὴ μόνη αὐτὴ δοκεῖ τῆς ψυχῆς σωματικὴ κίνησις, καὶ καθὸ ὑπὸ τῶν αἰσθητῶν γίνεται, ταύτῃ καὶ ὑφ' ἑαυτῆς ἂν λέγοιτο, ἐπεὶ μὴ παρόντων καὶ δρώντων τῶν αἰσθητῶν οὐκ ἂν γένοιτο.
Ἐν μεταβολῇ γὰρ πᾶσα κίνησις· τὸ δὲ μεταβάλλον πᾶν ἐξίσταται πάντως τοῦ ἐν ᾧ πρότερον ἦν, ὥστε καθ' ὃ ἂν γίνοιτο γένος ἡ κίνησις, κατὰ τοῦτο ἐξίστασθαι τὸ κινούμενον, οἷον κατὰ ποσὸν ἢ κατὰ ποιόν, καὶ κατ' οὐσίαν ἄρα. ἐὰν οὖν καὶ ἡ ψυχικὴ οὐσία μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ' αὑτὴν κινῆται, ἐκστήσεται κατ' οὐσίαν, ὡς φθείρεσθαι ἢ γίνεσθαι· τοιαῦται γὰρ αἱ οὐσιώδεις μεταβολαί. κατὰ συμβεβηκὸς δὲ ἡ οὐσία κινεῖται ἢ τῷ ἐν ἑτέρῳ καθ' αὑτὸ κινουμένῳ εἶναι, ἢ τῷ μὴ κατ' οὐσίαν ἀλλὰ κατὰ πάθος ἢ κατὰ ἄλλην συμβεβηκυῖαν μεταβάλλειν κατηγορίαν. διὰ μὲν οὖν τὸ ἐν ᾧ ἐστι σῶμα κινοῖτο ἂν κατὰ συμβεβηκὸς ἡ ψυχή, οὐ μὴν οὐδὲ [39] τὴν κατὰ πάθος ἢ τὴν κατὰ ποσὸν ἢ τὴν ποῦ κατηγορίαν· οὔτε γὰρ ποσὸν ἡ ψυχὴ οὔτε ἐν τόπῳ, καὶ ἡ κατὰ πάθος ἐπὶ τῶν ἕξεων καὶ τῶν ἀρετῶν μεταβολὴ οὐκ ἐν τῇ ψυχῇ ἀλλ' ἐν τῷ ζῴῳ. τὴν δὲ κατὰ τὰς αὐτῆς ἐνεργείας ἀπ' ἄλλης εἰς ἄλλην μετάβασιν ἀθρόαν οὖσαν καὶ καθ' ὅρους ἀεὶ γινομένην οὐ καλεῖ κίνησιν ὁ Ἀριστοτέλης, ἀλλὰ μόνην τὴν διεξοδικὴν καὶ κατὰ συνέχειαν γινομένην· ὅπου γε οὐδὲ τὰ σώματα, ὅτε ἐκ τοῦ μὴ κινεῖσθαι ‹εἰς τὸ κινεῖσθαι› ἢ τὸ ἀνάπαλιν μετέρχεται, λέγεται κινεῖσθαι, ἵνα μὴ κινήσεως ᾖ κίνησις. ὁ δὲ Πλάτων καὶ τὰς κατ' ἐνέργειαν τῆς ψυχῆς μεταβάσεις καλεῖ κινήσεις (τοιοῦτον τὸ σκοπεῖσθαι καὶ βουλεύεσθαι), καλεῖ δὲ καὶ τὴν κατ' οὐσίαν αὐτῆς ἀπὸ τῆς νοερᾶς καὶ ἀμερίστου οὐσίας ὑπόβασιν κίνησιν ὡς ἔκστασιν, αὐτὸ δὴ τοῦτο ὃ καὶ Ἀριστοτέλης ἀξιοῖ, τοῦ ὅρου καὶ τοῦ εἴδους· τὸν δὲ ὅρον καὶ τὸ εἶδος οὐσίαν Ἀριστοτέλης καλεῖν εἴωθεν. ἔσται οὖν ἡ ψυχὴ τῆς μὲν εἰδητικῆς οὐσίας ἔκστασις, κατ' αὐτὴν δὲ τὴν κίνησιν οὐσιωμένη καὶ τὸ εἶναι ἔχουσα, ἀλλ' οὐ γινομένη ἢ φθειρομένη. ἕτερον οὖν τρόπον τῆς ψυχῆς λεγομένης κινεῖσθαι κατ' οὐσίαν τε καὶ κατὰ τὰς ἐνεργείας, καλῶς τὰς σωματικὰς ἀποδοκιμάζει ἐπ' αὐτῆς. καὶ ὅτι πρὸς διάρθρωσιν τῶν διαφόρων τῆς κινήσεως σημαινομένων ὁ περὶ τοῦ αὐτοκινήτου αὐτῷ τείνει λόγος σαφῶς, καὶ ἤδη τὰς σωματικὰς αὐτῆς ἀποφάσκων κινήσεις ἐδήλωσε, καὶ νῦν ἱστορῶν τὰ κατὰ τὸν Δημόκριτον, καὶ οἷς δοκεῖ λέγειν ὁ Τίμαιος τὴν αὐτὴν τῇ τε ψυχῇ καὶ τῷ σώματι ἀποδίδοσθαι κίνησιν τοπικήν, ὡς δυναμένης καὶ ἑτέρως ἀκούεσθαι τῆς κινήσεως ἐπὶ ψυχῆς. ἐνίους γὰρ οὕτω φησὶ λέγειν, ὡς τῶν ἄλλων οὐχ οὕτω. σαφῆ δὲ τὰ περὶ Δημοκρίτου λεγόμενα, πλὴν ὅτι τὸν χυτὸν ἄργυρον τὸν ὑδράργυρόν φασι δηλοῦν. ἐρωτᾷ δὲ τὸν τῇ κινήσει τῶν ψυχικῶν ἀτόμων κινοῦντα τὸ σῶμα, εἰ καὶ ἠρεμίζει τὸ σῶμα ἡ ἐκείνων κίνησις· ὅπερ ὡς χαλεπὸν ὑποτίθεσθαι καὶ ὡς ἐναργῶς ἀδύνατον διαβάλλων οὐκέτι ὑπετίθετο τῇ τῶν ἀτόμων ἐξόδῳ ἢ ἀκινησίᾳ ἠρεμίζεσθαι τὸ σῶμα· ἡ μὲν γὰρ ἔξοδος ἀζωΐαν ἀλλ' οὐκ ἠρέμησιν εἰσῆγε τοῦ ζῴου. τὴν δὲ ἀκινησίαν τῶν ἀτόμων οὔτε ὑπετίθεντο οἱ περὶ Δημόκριτον, ἀεικίνητα εἶναι βουλόμενοι, οὔτε δὲ δυνατὸν ὑποτίθεσθαι τῶν ἐν σώματι ψυχικῶν ἀτόμων ἀκινησίαν, διὰ τὸ μηδὲ ἄλλην τινὰ τὸ ζῷον ἢ τὴν ἐκείνων κινεῖσθαι κίνησιν.
Τῷ τοπικῶς κινεῖσθαι δηλαδὴ κατὰ τὰς Δημοκριτείους ὑποθέσεις, ἀλλὰ διὰ προαιρέσεως τινὸς καὶ νοήσεως· προαίρεσιν μὲν νῦν ἀντὶ τῆς ὀρέξεως εἰπών, νόησιν δὲ καλῶν καὶ τὴν φαντασίαν, ἵνα καὶ ἐπὶ τῶν ἄλλων ζῴων τὰ τῆς κινήσεως σημαίνῃ αἴτια, ὡς σαφέστερον ἐν τῷ τρίτῳ ἐρεῖ. ἅμα δὲ καὶ ᾐνίξατο, τίνας ὁ Πλάτων ἐκάλει ψυχικὰς κινήσεις· τὰς γὰρ ὀρέξεις τε καὶ νοήσεις ὡς ἐνεργούσας τε τὴν κατὰ συνέχειαν τῶν σωμάτων κίνησιν καὶ ὡς αὐτὰς ἀνελιττομένας οὔσας ζωάς.
[40]
Διὰ τῶν μαθημάτων συμβολικῶς εἰωθότων τῶν Πυθαγορείων τά τε περὶ τῶν ὑπερφυῶν καὶ τὰ περὶ τῆς ψυχῆς τε καὶ τὰ φυσικὰ φιλοσοφεῖν, καὶ ὁ Πλάτων Πυθαγόρειον ἄνδρα τὸν Τίμαιον ὑποκρινόμενος ὡς τοῖς ἁπλοῖς σώμασι τὰ πέντε ἀποδίδωσι στερεὰ εὐθύγραμμα σχήματα, οὕτω καὶ τὴν τῆς ψυχῆς τοῦ παντὸς οὐσίαν διά τε εὐθειῶν καὶ τῶν κύκλῳ καμπτομένων γραμμῶν ἐμφαίνει, ἵνα ἅμα μὲν τὴν μεσότητα αὐτῆς τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐνδείξηται, ὡς καὶ ἡ γραμμὴ μέση τοῦ τε σημείου καὶ τῶν στερεῶν, ἅμα δὲ τὴν προσεχεστέραν τῷ νῷ ὑπόβασιν· καὶ ἔτι τὴν προϊοῦσάν τε ἀφ' ἑαυτῆς ἀδιάστροφον πρόοδον, ὃ ἡ εὐθεῖα σημαίνει, καὶ τὴν εἰς ἑαυτὴν ἐπιστροφὴν διὰ τῆς κύκλῳ κάμψεως, ὥσπερ δὴ διὰ τῆς εἰς δύο τῆς μιᾶς εὐθείας σχίσεως καὶ τῆς αὖ εἰς ἑπτὰ τῆς ἐνδοτέρω τὴν αἰτιώδη τῶν οὐρανίων σφαιρῶν κατὰ τὴν οἰκείαν μεσότητα περίληψιν· οὐ γὰρ ὡς ὁ νοῦς ἀμερίστως, ἀλλ' ὡς ψυχὴ κατὰ ἀνέλιξιν, ἧς αἱ κυκλικαὶ γραμμαὶ σύμβολα, ὥσπερ ἡ τῶν γραμμῶν τούτων κίνησις τῆς ψυχικῆς ζωῆς. καὶ γὰρ εἰ καὶ ὁ νοῦς κινεῖ τὸν οὐρανόν, ἀλλὰ σὺν τῇ ψυχῇ, ἥτις διὰ τῆς ἰδίας ἀνειλιγμένης ζωῆς ὡς μέσης προάγει τὴν ἀμέριστον τοῦ νοῦ κινητικὴν ἐνέργειαν εἰς τὴν συνεχῆ καὶ μεριστὴν τοῦ οὐρανοῦ ἐνέργειαν· ἣν μόνην ὁ φιλόσοφος οὗτος προσαγορεύων κίνησιν καὶ πρὸς τὸν Τίμαιον ἀντιλέγει ὡς μεριστὴν καὶ διάστασιν καὶ ἐνέργειαν τῇ ψυχῇ ἀπονέμοντα, ἵνα μὴ ἡμεῖς τῇ συνήθει τῶν ὀνομάτων χρήσει ἑπόμενοι, οὕτω καὶ τὰ Πλάτωνος ἐκδεχόμενοι ἢ μέγεθός τι δοξάζωμεν τὴν ψυχὴν ἢ σωματικῶς κινεῖσθαι. καὶ ἡ πρὸς τὸ σῶμα δὲ αὐτῆς συμπλοκὴ δῆλον ὡς οὐ τοπικῶς ἀκουστέα, ἀλλὰ κατὰ τὴν δι' ὅλου αὐτοῦ καὶ κατ' οὐσίαν προσεχῆ παρουσίαν. ἡ δὲ ἐκ τῶν στοιχείων σύστασις τὴν ἐκ τῆς οὐσίας καὶ ταὐτοῦ καὶ θατέρου καὶ ὅλως τὴν τῶν κοινῇ τῶν ὄντων ᾗ ὄντα συστατικῶν ἰδιοτήτων δηλοῖ συμπλήρωσιν, ἰδιοτρόπως καὶ ταύτην ἐπὶ τῆς ψυχῆς παρειλημμένην· ἐκ πασῶν μὲν γὰρ τῶν κοινῶν ἅπαντα τὰ ὄντα, ἀλλ' οἰκείως ἕκαστα καθ' ἣν ἔλαχε τάξιν. ὁ μὲν γὰρ νοῦς ἐκ τῶν ἀμερίστων, αἱ δὲ σωματοειδεῖς ζωαὶ ἐκ τῶν περὶ τὰ σώματα μεριζομένων, ἡ δὲ ψυχὴ ἐκ τῶν μεταξύ. πάλιν ὁ κατὰ ἁρμονικοὺς ἀριθμοὺς μερισμὸς τὴν τῶν ἐν αὐτῇ πάντων λόγων ὑπόστασιν καὶ τὸν τῆς ὑποστάσεως τρόπον, εἰς μερισμόν τε ὑποφερόμενον καὶ εἰς τὸ ἀμέριστον συναγόμενον, καὶ διὰ τοῦτο κατὰ ἁρμονίαν μεριζόμενον τῶν ἀριθμῶν. ἡ γὰρ ἁρμονία διὰ τῆς συμφωνίας τῆς συναγωγῆς δηλωτικὴ τῶν κατ' ἰδιότητας διαφόρους ἱσταμένων λόγων· οἱ γὰρ ἀριθμοὶ τῶν ἰδιοτήτων εἰσὶ σημαντικοί. τοῖς δὲ λόγοις ἑαυτῆς ἡ ψυχὴ καὶ κινεῖ τὸν οὐρανὸν ἐναρμόνιον φορὰν καὶ γινώσκει τήν τε ἐν τοῖς ὑπερτέροις καὶ τὴν ἐν τοῖς ὑφειμένοις ἁρμονίαν, ὅτι καὶ τοῖς κρείττοσι κατὰ συνέχειαν συνάπτονται καὶ τῶν ὑφειμένων εἰσὶν αἴτιοι. ὡς [41] οὔσας τὰς οὐρανίους φορὰς τὰς τῆς ψυχῆς κινήσεις· ἐπειδὴ φαντασίαν παρέχονται αἱ κυκλικαὶ κινήσεις ὡς ὅμοιαι ταῖς σφαιρικαῖς φοραῖς. ὅπερ καὶ ἐλέγχει, διὰ τῶν ἐλέγχων καὶ ὅτι ἀσώματος ἡ ψυχὴ δεικνύς, καὶ ὅτι ἐνέργειαν ἔχει οὐ κατὰ συνέχειαν μεριζομένην. αὕτη γὰρ σώμασι προσήκει ὡς καὶ οὐσιωμένοις κατὰ διάστασιν, τῇ δὲ ψυχῇ καὶ μάλιστα τῇ τοῦ παντὸς οὐδαμῶς.
Καὶ ἤδη πᾶσαν ψυχὴν ἀσώματον δεδειχὼς διὰ τὸ σωμάτων μὲν οἰκείας ἐνεργείας εἶναι τὰς κινήσεις, ψυχῇ δὲ μηδεμίαν προσήκειν τήν γε μεριστὴν καὶ συνεχῆ, ἅτε μὴ ἐν τόπῳ οὔσῃ, ὡς δηλοῖ ἡ δι' ὅλου τοῦ σώματος αὐτῆς παρουσία καὶ ἡ ὅλη ἐν ἑκάστῳ μέρει (ὅπερ ἐναργὲς ἐπὶ τῆς ἁπτικῆς γίνεται αἰσθήσεως), καὶ ἅτε ὀφειλούσης μὲν τῆς τῶν θνητῶν ψυχῆς καὶ βίαιόν τινα κινεῖσθαι κίνησιν, εἴπερ ὅλως κινεῖται, τῷ δὲ ἑκουσίῳ καὶ αὐθορμήτῳ τῆς ζωῆς εἴδει ἀντικειμένως ἔχειν τὸ βίαιον· καὶ ὡς ἐξηλλαγμένης φύσει τῆς ζωτικῆς οὔσης παρουσίας παρὰ τὴν τοπικήν (τῷ γὰρ τεθνεῶτι ζωτικῶς μὲν παραγενέσθαι τὴν ψυχὴν ἀδύνατον, τοπικῶς δὲ ἦν ἂν δυνατόν, εἴ γε κατὰ τόπον ἐκινεῖτο· ἀνάγκη δὲ ἦν οὕτω κινεῖσθαι διὰ τὸ ὁμοίως ἂν κινεῖσθαι αὐτὴν τῷ ὑπ' αὐτῆς κινουμένῳ σώματι, εἰ τῷ κινεῖσθαι μερικῶς ἐκίνει· τοπικὴ δὲ ἡ ἐνδιδομένη ὑπ' αὐτῆς τῷ σώματι κίνησις)· καὶ ὡς μηδὲ τῆς αἰσθητικῆς ἀλλοιώσεως, ἣ ἂν μάλιστα δόξειεν εἶναι, τῆς ψυχῆς ἀλλὰ τοῦ αἰσθητηρίου ‹οὔσης›· καὶ ὡς ζωῆς μὲν πάσης οὔσης ψυχῆς κατ' οὐσίαν, τῆς δὲ οὐσιώδους κινήσεως κατ' οὐσίαν οὔσης ἐκστάσεως, τοὐναντίον δὲ τῆς ζωῆς καὶ τὸ σῶμα συνεχούσης μονίμως, ἕως ἂν αὐτῷ παρῇ· διὰ μὲν οὖν τούτων καὶ πᾶσαν ψυχὴν ἀσώματον ἔδειξε, διὰ δὲ τῶν προκειμένων ἰδίως τὴν λογικήν, ἣν νοῦν καλεῖ, ὡς αὐτὸς δηλοῖ, ἀντιδιαιρῶν αὐτὴν πρὸς τὴν αἰσθητικὴν καὶ ἐπιθυμητικήν, ἥτις οὐδὲ κατὰ τοὺς Πυθαγορείους ἔσται κύκλος, ὡς μὴ πρὸς ἑαυτὴν ἐπιστρέφουσα, ὅπερ τῶν λογικῶν ψυχῶν ἴδιον.
Ἑπομένως τῷ Πλάτωνι ἐκ τῶν ἐνεργειῶν τὴν οὐσίαν πιστοῦται καὶ μάλιστα ἐπὶ τῶν ἀσωμάτων, ὧν οὔτε σχῆμα οὔτε χρῶμα, ἐξ ὧν καὶ αὐτῶν ἐνίοτε μὲν ἐπὶ τὴν οὐσίαν ἡ ἀναφορά. ἐνέργεια δὲ νοῦ ἡ νόησις, μία μέν, ἐπειδὴ καὶ πᾶν τὸ ὁπωσοῦν ὂν καὶ ἕν ἐστιν, οὐ κατὰ τὴν μεριστὴν δὲ διάστασιν ὑπάρχει μία, ἐν ᾗ οὔτε τὸ ὅλον οὔτε μέρος ὁτιοῦν ὁμοῦ πᾶν, ἀλλὰ κἂν σμικρόν τι λάβης, ὡδὶ καὶ ὡδὶ ἢ ἄλλοτε καὶ ἄλλοτε ἔχει γινόμενα [42] τὰ ἑαυτοῦ μόρια. οὐ τοιαύτη δὲ ἡ νόησις, ἀλλ' ἢ οὕτω μία ὡς ἀμερής, καθάπερ ἡ τοῦ ἐξῃρημένου τῆς ψυχῆς νοῦ, ἅμα πάντα αἱροῦσα τὰ ὄντα καὶ οὖσα ἀμετάβατος, καὶ καθάπερ ἡ ἡμετέρα τῶν εἰδητικῶν ὅρων γνῶσις οὐ κατὰ πάντα ἅμα ἐστὶν ἀλλὰ καθ' ἕκαστον εἶδος, μετὰ τὴν ἀνάδειξιν τῶν μερικωτέρων ἰδιοτήτων εἰς τὴν τοῦ ὅλου θέαν ἀμερίστως ὡς οἷόν τε αὐτῇ συμπτυσσομένη πως ἡ λογικὴ γνῶσις τῶν τε προτάσεων καὶ τῶν συλλογισμῶν, ἀναπτυσσομένη τε εἰς τοὺς μερικωτέρους τῶν προτάσεων ὅρους, καὶ ἰδίᾳ μὲν τὸν ὑποκείμενον ἰδίᾳ δὲ τὸν κατηγορούμενον γινώσκουσα καὶ αὖθις συντιθεῖσα καὶ ὡς ἓν τὸ συναμφότερον συνεπτυγμένως θεωμένη, καὶ οὕτως ἐφεξῆς, καὶ τέλος τὸν ὅλον συλλογισμὸν εἰς ἓν συμπεραίνουσα, οὐ κατὰ τὴν σωματικὴν καὶ μεριστὴν μεταβαίνουσα μεταβολήν. αὕτη μὲν γὰρ οὔτε κατὰ μέρος ὁτιοῦν οὔτε κατὰ τὸ ὅλον τὸ ὁμοῦ πᾶν εἶχεν· ἡ δὲ λογικὴ ἡμῶν γνῶσις καθ' ὅρους ἀεὶ βαίνει, τά τε μέρη τῶν προτάσεων σκοποῦσα καὶ τὴν ὅλην συλλαμβάνουσα πρότασιν, καὶ τὸν ὅλον συναιροῦσα συλλογισμὸν, καὶ ἔτι μᾶλλον ἀπὸ τῶν λόγων εἰς τὸ εἶδος ἀνατεινομένη, καὶ μεταβαίνουσα οὐ κατὰ τὴν μεγεθικὴν ἢ συνεχῆ διάστασιν, ἀλλὰ μᾶλλον ὡς οἱ ἀριθμοῦντες ἐκ μονάδος εἰς μονάδα ἑτέραν, ὡς ἀμέριστον καθ' ἕκαστον εἶναι ἐνέργειαν, ἐπειδὴ καὶ ἕκαστον νόημα ἀμερὲς ὁμοῦ γινωσκόμενον, τὸ ζῷον καὶ πάλιν τὸ λογικὸν καὶ τὸ θνητὸν αὖ καὶ τὸ ἐκ πάντων ὡς ἕν. ὁ γὰρ νοῦς φησιν εἷς καὶ συνεχής, διότι ὁ μὲν τῆς ψυχῆς ἐξῃρημένος νοῦς εἷς ὡς ἀμερής, ἡ δὲ λογικὴ ἡμῶν οὐσία διὰ τὴν ἀνέλιξιν οὕτω μία ὡς εἰς συνέχειαν ἐκτεινομένη, οὐ τὴν οἵα ἡ μεγεθική, ἀλλὰ τὴν χαλάσασαν τὸ καθαρῶς τῶν εἰδῶν ἀμέριστον. ὥσπερ καὶ ἡ νόησις· διότι ὥσπερ ἔχει ἡ ἐνέργεια, οὕτω καὶ ἡ οὐσία. ἡ δὲ νόησις τὰ νοήματα οὖσα, ἅπερ τῷ ἐφεξῆς ἑνίζεται ὡς ὁ ἀριθμὸς ἐκ διῃρημένων ὑπάρχων, ἀλλ' οὐχ ὡς τὸ μέγεθος, οὐδ' ἂν αὐτὴ εἴη διαστατή· οὐδὲ ὁ νοῦς οὕτω συνεχὴς ὡς τὸ μέγεθος καὶ τὰ διαστήματα, ἀλλ' ἤτοι ἀμερὴς ἢ οὐχ ὡς τὸ μέγεθος συνεχής, ἐπειδὴ νοῦς καὶ τὸ ἄυλον εἶδος καὶ ἡ λογικὴ οὐσία. ἀλλ' ὁ μὲν παντελῶς ἀμερής, ἡ δὲ ἐν διαστάσει πως διὰ τὴν ἀνέλιξιν καὶ τὸν χαλασμόν, ἀλλ' οὐχ ὡς μεγεθικὴν ἴσχουσα τὴν συνέχειαν καθάπερ τὰ σώματα. ὡς γὰρ τῶν ἀύλων ὑφεῖται εἰδῶν, οὕτω καὶ τῆς σωματικῆς διαστάσεως ὑπερῆρται. δι' ὧν τὴν μεταξὺ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐκφαίνει διὰ τοῦ ἢ οὐχ ὡς τὸ μέγεθος συνεχής, ὡς διὰ τοῦ ἢ ἀμερὴς τὸν ἄυλον καὶ ὑπὲρ ψυχὴν νοῦν, ἐπεὶ καὶ ὁ μετεχόμενος ὑπὸ ψυχῆς μεταξύ· οὐ γὰρ ἀσύμμετρος ὑπὸ ψυχῆς μετείχετο.
Ἡ καθαρὰ τῆς λογικῆς ψυχῆς ἐνέργεια, οἵα ἀεὶ μὲν ἡ τῆς τοῦ παντὸς [43] ποτὲ δὲ καὶ ἡ τῆς ἡμετέρας, ὅτε μὴ αἰσθήσει μήτε φαντασίᾳ χρῆται, διὰ τὸ μηδὲ εἰς σῶμα ἤ τι σωματικὸν ἀποτείνεσθαι εἶδος, ἀλλ' εἰς τὰ σωμάτων κεχωρισμένα, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ἢ ὁπωσοῦν συνεργοῦντι, ἀδιαστάτως τοῖς τοιούτοις προσβάλλουσα γνωστοῖς οὐ κατὰ τὴν μεγεθικὴν συνέχειαν ἑνιζομένοις· διὸ οὐδὲ νόησις ταύτῃ συνεχής, ἀλλὰ καθ' ὅρους ἱσταμένη ἀεί. πολλῷ δὲ μᾶλλον οὐκ ἔσται μέγεθος αὐτὸ τὸ νοοῦν. τὸ μὲν γὰρ νοούμενον ἓν ἀδιαστάτως· τὸ δὲ νοοῦν εἰ μέγεθος εἴη, ἢ καθ' ὅλον ἑαυτὸ εἴσεται τὸ γνωστὸν ἢ κατά τι τῶν αὑτοῦ. καὶ εἰ καθ' ὅλον, ἢ τῷ μὲν ὅλῳ τὸ ἅπαν, τοῖς δὲ μέρεσιν ἑαυτοῦ ἢ πέρασι τὰς μερικωτέρας ἰδιότητας, ἢ τῷ ὅλῳ καὶ ἑκάστου τῶν γινωσκομένων ἀντιλήψεται ὅρου· εἰ δὲ κατά τι τῶν ἑαυτοῦ, ἢ κατὰ σημεῖα ἢ κατὰ σμικρότερα μεγέθει, καὶ τὸ ὅλον ἑκάστου τῶν μορίων τε καὶ περάτων γινώσκοντος, ἢ ἑκάστου μὲν μερικωτέραν ἰδιότητα, τοῦ δὲ ὅλου καθ' ὅλον τὸ πᾶν, ἢ καὶ κατά τι τῶν ἑαυτοῦ ἕκαστον καὶ καθ' ὅλον τὸ πᾶν. ὅπερ ὡς εὐλογώτερον πρῶτον ὑποτίθεται· νοητικοῦ γὰρ ὄντος τοῦ μεγέθους γνωστικὴ ἔσται καὶ ἡ τοῦ ὅλου καὶ ἡ ἑκάστου τῶν αὐτοῦ ἐνέργεια, καὶ οὐκ ἄλλων μὲν ἡ ἑκάστου τῶν αὐτοῦ ἄλλων δὲ ἡ τοῦ ὅλου (ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο), καὶ οὐδὲ τὸ ὅλον εἴσεται ἅπαν τὸ γνωστόν, ἐὰν μὴ καθ' ἑαυτὸ καὶ πᾶν καὶ τὰ ἐξ ὧν τὸ πᾶν γινώσκῃ. εὐλογώτερον οὖν τοῦ αὐτοῦ καὶ τὸ ὅλον καὶ τῶν αὐτοῦ ἕκαστον ἢ περάτων, εἰ κατὰ σημεῖον ποιοῖτο τὴν θεωρίαν, ἢ μερῶν, εἰ κατὰ μεγέθη ἄλλοτε ἄλλα γινώσκοι. ἃ κοινῶς μόρια οὐ τὰ μεγέθη μόνον ἀλλὰ καὶ τὰ σημεῖα εἰπὼν ἐπέστησεν εἰ δεῖ καὶ ταῦτα μόρια λέγειν, εἶτα ἐπάγει τὰ ἑπόμενα τῇ ὑποθέσει ἄτοπα, τέως μὲν τοῖς καθ' ἑκάστην στιγμὴν τὸ αὐτὸ νοεῖν βουλομένοις ἄλλοτε ἄλλην διὰ τὸ κατὰ κίνησιν νοεῖν.
Οὐδὲ κύκλος ἄρα ἔσται, οὐδὲ τὸ ὅλον ὡς ὅλον γνώσεταί ποτε. εἰ γὰρ τὸ ὅλον, καὶ πᾶσαι ἔσονται ἐγνωκυῖαι αἱ ἐν αὐτῷ στιγμαί, ἐξ ὧν ἡ τοῦ ὅλου συναθροίζεται θεωρία. ἀδύνατον δὲ τὰς πάσας ἐγνωκέναι διὰ τὴν ἀπειρίαν. ἐπιφέρει δὲ καὶ τὸ ἀκολουθοῦν ἄτοπον τοῖς μὴ κατὰ στιγμὴν ἀλλὰ κατὰ μόρια διαιροῦσι. διαιρεῖν γὰρ ἀνάγκη, ἐπειδὴ καὶ μέγεθος καὶ κινούμενον ὑπόκειται νοεῖν. τί οὖν ἄτοπον; ὅτι πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό. πολλάκις μέν, εἰ ὡρισμένα τὰ μεγέθη, εἰς ἃ ἡ διαίρεσις εἴη, ἀπειράκις δέ, εἰ ἀόριστα, τῷ ἀεὶ τὸ δεύτερον τοῦ πρὸ ἑαυτοῦ ἥμισυ φέρε ἢ τρίτον λαμβάνεσθαι. ἀνάγκη οὖν, εἰ μέλλοι τῷ ὅλῳ ἡ τοῦ προκειμένου [44] γνῶσις ἐγγίνεσθαι, πολλάκις ἢ ἀπειράκις, καὶ διὰ τὸ μηδέποτε διεξιέναι ἀδύνατον· τὸ δὲ πολλάκις καὶ αὐτὸ ἄτοπον. φαίνεται γὰρ καὶ ἅπαξ ἐνδεχόμενον, ὅταν ἅμα τῷ νοῆσαί τι εὐθέως ἐπ' ἄλλο μεταβαίνωμεν.
Τὸ ἐπιχείρημα πᾶσαν ἐλέγχει τὴν διὰ μορίων ἢ περάτων γνῶσιν. εἰ γὰρ γνωστικὴ τοῦ προκειμένου γνωστοῦ ἡ ὁτουοῦν μορίου ἢ πέρατος ἐνέργεια, τί δεῖ κύκλῳ κινεῖσθαι, ἐὰν τοῦ παντὸς εὐθὺς ἀντιλαμβάνηται κατὰ τὴν ἐπαφήν; τί δὲ δεῖ μέγεθος ἔχειν τὸ γινῶσκον, ἐὰν καὶ τὸ ὁτιοῦν μόριον γνωστικὸν τοῦ παντὸς ᾖ; δῆλον γὰρ ὡς ἐν ἀμερεῖ καὶ κατὰ ἀμέριστον χρόνον ἡ ὁτουοῦν γνῶσις, ὥστε οὐδὲ κατὰ κίνησιν (πᾶσα γὰρ κίνησις ἐν χρόνῳ), οὐδὲ ἐν μεριστῷ. οὐδὲ γὰρ τῶν μερικωτέρων ἄλλοτε ἄλλῳ μορίῳ ἢ πέρατι ἀντιλήψεται ἰδιοτήτων, τῷ δὲ ὅλῳ πασῶν· ἀμερῶς μὲν γὰρ δεῖ συναιρεῖσθαι καὶ ἐν ἀμερεῖ τὸ γνωστόν, τὸ δὲ μέγεθος πᾶν μεριστόν. καὶ εἰ ἄλλοτε ἄλλῃ τὸ γινῶσκον προσβάλλον τοῦ γνωστοῦ ἰδιότητι τὸ πᾶν ἀθρόως καὶ ἀμερῶς αἱρεῖ, ἓν καὶ τὸ αὐτὸ εἶναι ἀνάγκη τὸ πάσαις τε ἐπεξιὸν καὶ αὖ πάσας συναιροῦν· εἴ γε ὁ τὸ πᾶν εἰδὼς καὶ πάσας τὰς μερικωτέρας, ἐξ ὧν καὶ τὸ πᾶν, γινώσκει. ἐλήλεγκται ἄρα καὶ ἡ τῷ μὲν ὅλῳ μεγέθει τὸ πᾶν τοῖς δὲ μορίοις ἢ πέρασι τὰς μερικωτέρας ἰδιότητας γινώσκεσθαι βουλομένη ὑπόθεσις· λείπεται δὲ ἡ τῷ ὅλῳ ἀποδιδοῦσα καὶ τὴν τοῦ παντὸς καὶ τὴν τῶν μερικωτέρων θεωρίαν. ἡ γὰρ μόνοις τοῖς μέρεσιν ἄμφω ἀποδιδοῦσα οὐδὲ τοῦ ἐλέγχεσθαι ἀξία ὡς ἐναργῶς ἀδύνατος, τὸ νοοῦν οὐδὲ νοεῖν ὑποτιθεμένη· ὅπου γε καὶ τὸ τὰ μόρια τοῦ νοοῦντος μὴ εἶναι νοητικὰ ἀδύνατον. τίς γάρ φησιν ἡ τοῖς μορίοις θίξις, ἐὰν τὸ μὲν ὅλον νοῇ, μηκέτι δὲ καὶ τὰ μέρη; οὐ γὰρ δὴ τὰ τοῦ νοοῦντος ὡς νοοῦντος μόρια θερμαντικὰ ἔσται, ἀλλὰ καὶ αὐτὰ νοητικά.
Ἅπασα γνῶσις, κἂν μεριστοῦ πράγματος ᾖ, συναιρεῖ τοῦτο εἰς ἓν ἀμερές, ἵνα ἅμα τὸ ὅλον ὡς ὅλον θεωρῇ. ἡ γὰρ κατὰ μέρος διεξιοῦσα καὶ ἄλλοτε ἄλλου ἐφαπτομένη ἐκείνου ἀεί ἐστιν, οὗ ἂν ἀεὶ ἐφάπτηται. καὶ τοῦ ὅλου οὖν ὅταν ὡς ὅλου, οὐ μέρεσι μερῶν, ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, ἀλλ' ὡς ἑνὸς ὅλου τοῦ ὅλου ἐν ἑνὶ καὶ ἀμερεῖ τῷ γινώσκοντι συμπτυσσομένου. ὅθεν καὶ ἡ αἴσθησις, καίτοι ἐσχάτη οὖσα καὶ τῶν μεριστῶν γνῶσις, κατὰ τὸ εἶδος ἵσταται τοῦ γνωστοῦ. πᾶν δὲ εἶδος ἀμερὲς ὡς τοῦ κατ' αὐτὸ εἰδοποιουμένου ἀμερίστως περιεκτικόν, ἀλλ' οὐχ ὡς τὸ πέρας τῆς γραμμῆς τὸ σημεῖον. τοῦτο γὰρ ἀπεστενωμένως καὶ κατὰ [45] ἀπόπτωσιν τοῦ μεριστοῦ καὶ χειρόνως ἐστὶν ἀμερές, τὸ δὲ εἶδος περιεκτικῶς τῆς τοῦ μεριστοῦ φύσεώς ἐστιν ἀμερές. ἡ οὖν τοῦ σημείου γνῶσις μόνου αὐτοῦ ἐστι γνῶσις καὶ οὐχὶ καὶ τῆς γραμμῆς διὰ τὸ τὶ εἶναι τῆς γραμμῆς τὸ ἔσχατον, ἡ δὲ κατὰ τὸ εἶδος αὐτῆς καὶ τῆς γραμμῆς καὶ τῶν περάτων. ὁ νοῦς τοίνυν εἰ μέγεθος εἴη, κἂν ἔχῃ ἀμερῆ πέρατα, κατὰ τοὺς γραμμικὸν αὐτῷ ἀποδιδόντας μέγεθος οὔτε τὰ μεριστὰ οὔτε τὰ ἀμερῆ εἴσεται. ὅλον μὲν γὰρ καὶ κατὰ πᾶν ἑαυτοῦ ἀντιλήψεται τοῦ γνωστοῦ παντὸς τὸ γινῶσκον· οὔτε δὲ τὸ μεριστὸν γνωστὸν τῷ ἀμερεῖ ἑαυτοῦ σημείῳ ὄντι, ἐπεὶ οὐ συμπαρατείνεται τῷ μεγέθει τὸ σημεῖον, ἵνα αὐτοῦ καὶ ἐφάψηται· ἀλλ' οὐδὲ τὸ ἀμερὲς τοῦ γνωστοῦ τῷ μεριστῷ ἑαυτοῦ γνώσεται ὡς μὴ ἐφαρμόζοντι. εἰ γὰρ τῷ μεγέθει κατὰ τὸ εἶδος ἀποδιδοίη τις τὸ γνωστικόν, ἤδη μὲν καὶ οὕτως ἀσώματον ὁμολογεῖ αὐτό· τὸ γὰρ εἶδος ὅρος, ἀλλ' οὐχ ὁριζόμενον. καθάπερ δὲ διὰ τῆς κινήσεως διορίζομεν τὸ κινοῦν τοῦ ζωτικῶς κινουμένου ὀργάνου (οὐ γὰρ ὡς τὸ σῶμα, ἀλλ' ὡς ζῶν καὶ ὡς ἔμψυχον κινεῖται ἱπτάμενον ἢ βαδίζον, τὸ δὲ κινοῦν ἡ ψυχὴ ἑτέραν ἔχουσα τὴν κινητικὴν ἐνέργειαν καὶ οὐ τὴν αὐτὴν τῷ κινουμένῳ, διὸ καὶ ὡς ὀργάνου ἐντελέχεια καὶ ὡς χρωμένη τῷ ζῶντι σώματι ἡ ψυχὴ ἐξῃρημένη οὐ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς ἀχωρίστως αὐτῷ ἐνδεδομένης ζωῆς, καθ' ἣν ζωτικῶς ἀπετελέσθη κινούμενον), οὕτω καὶ τὸ γνωστικὸν καὶ τὸ διὰ σώματος διττὸν ἀξιοῦμεν ὁρᾶν· τὸ μὲν κατὰ τὴν ἐνδοθεῖσαν τῷ σώματι ζωὴν καὶ σὺν τῷ σώματι γινόμενον, καὶ οὐ καθαρῶς ὂν ἐνεργητικόν, ἀλλὰ μετὰ τῆς τοῦ σώματος πάθης διακρινομένου ἢ συγκρινομένου ὑπὸ τοῦ αἰσθητοῦ· τὸ δὲ εἰς εἶδος ἀποτελευτῶν καὶ ἐνεργοῦν μόνως, ὅσον ἐν τῇ χρωμένῃ ψυχῇ γνωστικόν, ἥτις οὐδὲ μέγεθος (οὐδὲν γὰρ μέγεθος εἶδος ἀλλ' εἰδοποιούμενον) καὶ χωριστή πώς ἐστι τοῦ μεγέθους, οὐ παθητικῶς ἀλλ' ἐνεργητικῶς γινώσκουσα. τὸ δὲ νοοῦν καὶ ἔτι μειζόνως τὸ χωριστὸν ἐμφαίνει, εἴγε, ὡς δείξει, οὐχ ὁμοία ἥ τε τοῦ αἰσθητικοῦ καὶ ἡ τοῦ νοητικοῦ ἀπάθεια, οὐδὲ ὡς ὀργάνῳ τῷ σώματι τοῦ νοῦ χρωμένου, καὶ μάλιστα ὅταν τὰ χωριστὰ γινώσκῃ εἴδη, ἔνθα οὐδὲ χρῆται σωματοειδεῖ γνώσει αἰσθήσει ἢ φαντασίᾳ. καὶ τὰ δεικνύμενα νῦν ἐπὶ τοῦ νοῦ (νοῦν δέ, ὡς ἔφαμεν, καλεῖ τὴν λογικὴν τῆς ψυχῆς ζωήν, ἣν καὶ ἀντιδιεῖλε τῇ αἰσθητικῇ καὶ ἐπιθυμητικῇ) τὰ οὖν νῦν δεικνύμενα οὐ μόνον ἀσώματον ἀποφαίνει τὸν νοῦν, ἀλλ' οὐδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενον ἐν ταῖς νοήσεσι. τὸ γὰρ ἀμερὲς ἢ τὸ καθ' ὅρους βαῖνον τί χρήσεται τῷ κατὰ συνέχειαν μεριστὴν ἰόντι, εἰ μὴ τὸ γινωσκόμενον εἶδος ἐν μεριστῷ εἴη; τότε γὰρ συνεργὸν γίνεται τὸ ὄργανον διὰ τὴν τοῦ μεριστοῦ κατάληψιν, ἐπειδὴ καὶ εἴδους τοῦ ἐν σώματι ἡ γνῶσις. ὡς ὅτε γε τὰ χωριστὰ γινώσκει εἴδη ὁ νοῦς, οὔτε ὡς ὀργάνῳ τῷ σώματι χρήσεται, καὶ εἰ καὶ τῷ τοιῷδε νῷ ἀκολουθεῖ ἡ φαντασία, οὐχ ὡς συνεργοῦσα ἀλλ' ὡς αὐτὸ τοῦτο παρακολούθημα ἕπεται, καθάπερ ἡ σκιὰ τῷ ἐν φωτὶ στερεῷ ἢ καθάπερ τῇ συντόνῳ τῆς ψυχῆς θεωρίᾳ ἡ τῶν ὀφθαλμῶν [46] συστροφή. ὅσα δὴ οὖν συνῆκται ἄτοπα τῷ μέγεθός τι αὐτὸν λέγοντι τὸν νοῦν, τὰ αὐτὰ ἕψεται καὶ τοῖς ὡς ὀργάνῳ τῷ σώματι ἐν τῇ τῶν χωριστῶν εἰδῶν νοήσει χρῆσθαι ὑποτιθεμένοις τὸν νοῦν. ὁ δὲ Ἀριστοτέλης τοὺς τὸν νοῦν μέγεθος λέγοντας διελέγξας πιστοῦται ἐφεξῆς τοιαύτην εἶναι τὴν τοῦ Τιμαίου κατὰ τὸ φαινόμενον ὑπόθεσιν, γράφων·
Καὶ οὔτε ὡς ἐντελέχειαν αὐτοῦ οὔτε ὡς ὀργάνῳ χρώμενον οὔτε ἔτι μᾶλλον ὡς πάντῃ χωριστόν, εἴγε κατ' αὐτὸν ἡ τοῦ κύκλου περιφορά ἐστιν ἡ νόησις, οὐ παντὸς δηλαδὴ ἀλλὰ τούτου, ὅν φησι σχισθέντα καὶ κατακαμφθέντα περιάγεσθαι. πόθεν οὖν συλλογίζεται τὸν κύκλον τοῦτον νοῦν εἶναι; ἐπειδὴ ὧν αἱ ἐνέργειαι αἱ αὐταί, τούτων καὶ αἱ οὐσίαι. λέγεται δὲ καὶ ἡ τοῦ κύκλου περιφορὰ νόησις· ἀλλὰ καὶ ἡ τοῦ νοῦ ἐνέργεια νόησις ὡμολογημένως. ὧν δὲ μία ἡ ἐνέργεια, καὶ αὐτὰ τὰ αὐτά· νοῦς ἄρα καὶ ὅδε ὁ κύκλος τὰ αὐτά. ὅπως δὲ ἐνδεικτικῶς διὰ τῶν μαθημάτων ταῦτα γέγραφεν ὁ Τίμαιος, ἤδη ἡμῖν διήρθρωται.
Ἐπειδὴ γὰρ ἀίδιος ἡ περιφορά, ἀίδιος ἔσται καὶ νόησις ἡ αὐτὴ οὖσα τῇ περιφορᾷ, καὶ οὕτως ἀίδιος ὡς καὶ ἡ περιφορά. αὕτη δὲ οὐ καθ' ἕνα ἑστῶσα ὅρον ἀίδιος, ἀλλ' ἐν μεταβολῇ οὐ τῇ καθ' ὅρους ἀλλὰ τῇ κατὰ συνέχειαν γινομένῃ, καὶ οὔτε ἐν στάσει οὔτε πέρατι ποτέ. τοιαύτη δὲ οὖσα ἡ νόησις ἀεὶ ἑνός τινος ἔσται, ἐπειδὴ ἐν τῇ ἀπ' ἄλλου εἰς ἄλλο μεταβάσει στάσει τῇ ἐν τῷ πρότερον νενοηκέναι διαλαμβάνεσθαι ἀνάγκη· οὐ διαλαμβάνεται δὲ ἡ περιφορὰ στάσει. ἔσται οὖν καὶ τοῦ αὐτοῦ ἀεὶ νόησις, καὶ οὐκ ἐν στάσει ἀλλ' ἐν τῷ γίνεσθαι, ὡς ἀεὶ τὸ αὐτὸ διεξιοῦσα καὶ οὐκ εἰς πέρας ἐλθοῦσα. ἐρωτᾷ οὖν, τί ἀεὶ νοήσει (ὅτι γὰρ ἀεί, συντόμως ὑπέμνησεν διὰ τοῦ ἀίδιον εἶναι τὴν περιφοράν)· οὔτε γὰρ πρακτὸν εἶναι τὸ νοούμενον οὔτε θεωρητόν, ἐπειδὴ ἑκατέρα ἡ πρακτικὴ καὶ ἡ θεωρητικὴ νόησις πεπερασμένη, ἡ μὲν ἀπὸ τοῦ τέλους τῶν πρακτῶν ἀρχομένη καὶ λήγουσα εἰς τὴν τῆς πράξεως ἀρχήν, ἡ δὲ ὁριστικῶς μὲν ἐνεργοῦσα εὐθὺς καὶ καθ' ἕνα ἱσταμένη ὅρον ἐν τῇ τοῦ ὅλου συλλήψει, ἀποδεικτικῶς δὲ ἀρχομένη τε ἀπὸ τῶν προτάσεων καὶ εἰς τὸ συμπέρασμα λήγουσα καὶ διὰ τοῦτο τέλος ἔχουσα τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα· τοῦτο μὲν ὡς εἰς αὐτὸ λήγουσα, τὸν δὲ συλλογισμὸν ὡς μετὰ τοῦ συμπεράσματος καὶ τὰς προτάσεις συναιροῦσα. δέδεικται γὰρ ἐν τοῖς Ἀποδεικτικοῖς, ὡς οὔτε ἐπὶ τὰς ἀρχὰς οὔτε ἐπὶ τὰ τέλη ἄπειρος ἡ πρόοδος, καὶ ὡς τῶν ἄκρων ὡρισμένων καὶ τὰ μέσα πεπέρασται. νῦν δὲ καὶ ἐνδιδοὺς ἐξ ὑποθέσεως μὴ [47] πεπεράνθαι, διάφορον ὅμως τὴν τοιαύτην ἀπειρίαν τῆς κατὰ περιφορὰν ὑπέμνησεν, εἴγε αὕτη μὲν τῷ ἐπανακάμπτειν, ἐκείνη δὲ ἐπ' εὐθείας. ὁμοίως δὲ καὶ ἡ διαιρετικὴ καὶ ἀναλυτικὴ θεωρία ὡρισμένη δειχθήσεται.
Ἀεὶ μὲν τὸ αὐτὸ ὁ κρείττων ἡμῶν νοεῖ νοῦς, ἀλλ' οὐ πολλάκις τὸ αὐτό· οὐδὲ γὰρ αὖθις καὶ αὖθις, οὐδὲ ὅλως κατὰ παράτασιν οὐδὲ νῦν εἶτα νῦν, ἀλλὰ καθ' ἓν ἑστὼς νῦν τὸ πᾶσαν τὴν χρονικὴν ἀπειρίαν ἀμερῶς συνειληφός, ὥστε οὐ πολλάκις τὸ αὐτὸ ἀλλ' ἅπαξ κατὰ τὸ αἰώνιον ἅπαξ. ἡ δὲ ἡμετέρα νόησις μεταβατικὴ οὖσα οὐκ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μέτεισιν, ἀλλ' ἀφ' ἑτέρου εἰς ἕτερον, καὶ διὰ μέσων πάλιν εἰς τὸ αὐτό. εἰ δὲ ἡ περιφορὰ εἴη νόησις, καὶ πολλάκις ἀλλ' οὐκ αἰωνία ἔσται ἡ νόησις καὶ ἐξ ἑαυτῆς εἰς ἑαυτὴν οὐ διὰ μέσων ἑτέρων μεταβαίνουσα. καὶ οὐδὲν ἴσως ἄτοπον εἶναι τὸ αὐτὸ νῦν καὶ νῦν ἐν παρατάσει ὂν χρόνου, πεπερασμένου μὲν ἐπὶ τῶν γενητῶν, ἀπείρου δὲ ἐπὶ τῶν οὐρανίων, ἐπειδὴ οὐκ αἰώνιον τῶν φυσικῶν τὸ εἶναι, ἵνα ἐν ἑνὶ μένῃ νῦν. διὰ τί οὖν μὴ καὶ ἡ τῶν θείων ψυχῶν νόησις οὕτω μία, ὡς ἀεὶ μὲν πάντων καὶ ἀμετάβατος, ἀλλ' οὐχ ὡς αἰώνιος ἐν ἑνὶ μένουσα νῦν (ἐπειδὴ κρεῖττον ἢ κατὰ ψυχὴν τὸ αἰώνιον), ἀλλ' ὡς ἡ αὐτὴ μέν, νῦν δὲ καὶ νῦν κατὰ τὴν ἄπειρον διαμένουσα συνέχειαν; καὶ ταύτῃ ὑφεῖται τοῦ ὑπὲρ ψυχὴν νοῦ, ὡς καὶ κατὰ τὴν πρὸς τὰ νοητὰ συναφήν· ἡ μὲν γὰρ καθ' ἕνωσιν ἀμέριστον, ἡ δὲ κατὰ οἷον ἐπαφήν· καὶ ὡς ἐπ' ἐκείνου μὲν τοῦ πλήθους τῶν νοήσεων εἰδητικῶς μόνον διακρινομένου, διὰ δὲ τὴν ἀμέριστον συναίρεσιν καὶ ἑκάστης ὅπερ αἱ ἄλλαι οὔσης καὶ διὰ τοῦτο παντελοῦς, ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῆς πρὸς ἀλλήλας τῶν γνώσεων συναιρέσεως καὶ τῆς τῶν γνωστῶν πρὸς ἑαυτὰ οὐ καθαρῶς οὔσης ἀμερίστου ὠδινούσης ἤδη τὸν μερισμόν. εἰ οὖν νῦν καὶ νῦν ἡ αὐτή, διὰ τί ἄτοπον τὸ πολλάκις νοεῖν τὸ αὐτό; οὐ μόνον ὑπόκειται τὸ αὐτὸ ἀλλὰ μεταβαλλόμενον, εἴπερ ἡ περιφορὰ ᾖ νόησις. οὐκ ἔστιν οὖν ἅμα ὅλη, ἀλλ' οἵα ἡ παρ' ἡμῖν οὔπω γνοῦσι τὸ ὅλον, προκόπτουσι δὲ ἐπ' αὐτὸ τῷ πρότερον μὲν γνῶναι τὴν οὐσίαν, εἶτα τὸ ἔμψυχον καὶ ἑξῆς τὸ αἰσθητικὸν καὶ οὕτω τὸ ὅλον ζῷον. ἄτοπον δὲ τὸ οὕτω πάλιν καὶ πάλιν. οὐδὲν γὰρ τούτου δεῖται ἡ ἅπαξ τελεωθεῖσα (οὔπω λέγω ὡς καὶ ἀπειράκις δεήσεται, ὅπου γε οὐδὲ ἅπαξ) ἐπὶ τῶν θείων ψυχῶν (ἐναργέστερον γὰρ ἐπ' ἐκείνων), ἠρεμήσει ‹τέ› τινι καὶ ἐπιστάσει μᾶλλον ἢ κινήσει ἡ νόησις ἔοικεν, εἴγε καὶ ἐπὶ ἡμῶν ἐξ ἄλλων ἄλλα συμπεραινομένοις, ὅπερ ὁ συλλογισμός, τὸ στάσιμον μᾶλλον ἐμφαίνεται ἢ ἡ κίνησις διὰ τὴν καθ' ὅρους ἀεὶ βάσιν. οὐ γὰρ ἐν τῇ μεταβάσει, ἀλλ' ἐν τῇ καθ' ἕκαστον ὅρον στάσει ἀεὶ ἡ νόησις.
[48]
Ἐναργὴς ἑκατέρα τῶν προτάσεων. καὶ γὰρ ἐν τῷ κατὰ φύσιν ἡ ῥᾳστώνη καὶ ἐν τῷ ῥᾴστῳ ἡ μακαριότης. διὸ καὶ ἐν τῷ κατὰ φύσιν ἀλλ' οὐκ ἐν τῷ βιαίῳ· ἀφθαρσία γὰρ ἡ μακαριότης, τὸ δὲ μὴ φθείρεσθαι καὶ τοῖς φθαρτοῖς, ἕως ἂν κατὰ φύσιν ἔχῃ. ἀεὶ οὖν κατὰ φύσιν τὸ ἄφθαρτον. προείληπται δὲ τοῦτο διὰ τὸ εὐθὺς ἐπιφερόμενον.
Βίαιον γὰρ τὸ παρὰ φύσιν, τὸ δὲ βίαιον οὐ μακάριον. ὅτι δὲ οὐ κατὰ φύσιν τῇ τοῦ οὐρανοῦ ψυχῇ ὑπάρχει κίνησις, πρότερον μὲν κατὰ κοινὸν λόγον ἐπιδέδειχεν ἐπὶ πάσης ψυχῆς, ὕστερον δὲ καὶ ἐπ' αὐτῆς ἰδίως. εἰ ἄρα κινεῖται, παρὰ φύσιν κινεῖται. τοῦτο μὲν οὖν δῆλον. ἀλλὰ διὰ τί, εἰ μὴ οὐσία αὐτῆς ἡ κίνησις, ἔφη, παρὰ φύσιν ἂν κινοῖτο; οὐδὲ γὰρ τοῦ οὐρανοῦ οὐσία ἡ κίνησις, καὶ ὅμως οὐ παρὰ φύσιν κινεῖται. ἢ διότι, ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, ὁ νοῦς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, οὐχ ὁ τῶν ψυχῶν κρείττων μόνος, ἀλλὰ καὶ ἡ ἡμετέρα ψυχή, ὅταν πᾶσαν τὴν ἔξω συστείλασα προβολὴν χωριστῶς ζῇ καὶ ἀμερίστως ὡς οἷόν τε, καὶ διὰ τοῦτο καὶ τὴν ἐνέργειαν εἰς τὴν οὐσίαν συναιροῦσα. πολλῷ δὲ μειζόνως καὶ οὐ ποτὲ ἀλλὰ ἀεὶ ἡ θεία τοῦ παντὸς ψυχὴ τῇ οὐσίᾳ ἔσται ἐνέργεια. κἂν εἰ κίνησις ἦν αὐτῆς ἡ ἐνέργεια, οὐσία ἂν ἦν αὐτῆς ἡ κίνησις. εἰ οὖν μὴ τοῦτο, ἢ οὐ κινήσεται ἢ παρὰ φύσιν κινήσεται.
Διὰ τῶν προειρημένων ὅτι μὴ σῶμα μηδὲ μέγεθος ὅλως τὸ νοερὸν τῆς ψυχῆς, τουτέστι τὴν λογικὴν ἐπιδείξας ζωὴν πᾶσαν (ἁρμόζει γὰρ καὶ τῇ ἡμετέρᾳ ψυχῇ δευτέρως τὰ ἐπὶ τῆς τοῦ παντὸς πρώτως δεικνύμενα), νῦν ὅτι καὶ χωριστὴ σωμάτων φύσει ἡ λογικὴ πᾶσα ψυχὴ ὑπομιμνήσκει, ἐπὶ τῆς τοῦ παντὸς προηγουμένως τὸν λόγον ποιούμενος, διὰ τὸ καὶ ἐπιτείνεσθαι ἐπ' ἐκείνης τὰ ἄτοπα. πῶς οὖν τὸ χωριστὸν τῆς λογικῆς, ἣν νοῦν καλεῖ, δείκνυσιν; ὅτι βέλτιον αὐτῇ μηδὲ μετὰ σώματος εἶναι, οὐ μόνον ὡς ὑπὸ Πλάτωνος ὁμολογούμενον, ἀλλ' ὡς καὶ τοῖς πολλοῖς δοκοῦν, εἴγε κρείττων ἡ θεωρητικὴ φιλοσοφία τῆς πρακτικῆς, καὶ τῆς θεωρητικῆς ἡ περὶ τὰ χωριστὰ τῆς φυσικῆς, καὶ ἡ μηδὲν σώματι χρωμένη τῆς χρωμένης, καὶ τῆς ἔξω φερομένης ἡ εἰς αὑτὴν συμπτυσσομένη. ἀλλ' οὔτι γε τῇ ἀχωρίστῳ σωμάτων τοῦτο βέλτιον· τὸ γὰρ οἰκεῖον ἀγαθὸν ἑκάστῳ βέλτιον. τῇ οὖν ἀχωρίστῳ σωμάτων ζωῇ τὸ μετὰ σώματος βέλτιον, καὶ εἰ τὸ μὴ [49] μετὰ σώματος βέλτιον, χωριστή ἐστι σωμάτων. ἡ οὖν μετὰ σώματος ζωή, ἣν μῖξιν καλεῖ, ἅτε οὐ προηγουμένως οὖσα κατὰ φύσιν τῇ χωριστῇ ψυχῇ ἐπίπονος· οὐ γὰρ ὡς χωριστῇ αὐτῇ ὑπάρχει, ἀλλ' ὡς ἀφισταμένῃ πως ἑαυτῆς, ἐπίπονος δὲ ἡ τοῦ οἰκείου ἔκστασις. διὸ καὶ οὐχ αἱρετὴ προηγουμένως, ἀλλ' ἐπὶ μὲν τῶν ἡμετέρων ἀνεκτὴ διὰ τὸ δύνασθαι ἀπολύεσθαι· πρόσκαιρος γὰρ ἡ μῖξις· ἐπὶ δὲ τῆς τοῦ παντὸς εἴη ἂν καὶ φευκτὴ οὐδέ ποτε ἀπολυθῆναι δυναμένης. ἐπιτεταμένον οὖν τὸ ἐπίπονον ἐπὶ τῆς τοῦ παντὸς διὰ τὸ ἀίδιον. δι' ὧν ἔοικε τῷ ῥήματι τῷ Πλατωνικῷ ἐφιστάνειν, τῇ μίξει καὶ συμπλοκῇ. δόξειε γὰρ ἂν νεῦσιν καὶ ῥοπὴν πρὸς σῶμα καὶ ὡς ὀργάνῳ χρῆσιν κἀκείνῳ ἀποδιδόναι, καὶ ταύτῃ ἀεὶ τὸ βέλτιον καὶ ἀγαθὸν ἐν τῷ χωρισμῷ. μὴ οὖν οὕτω μηδὲ τὰ Πλατωνικὰ νοῶμεν ῥήματα, μηδὲ ἔτι μᾶλλον τὰ πράγματα οὕτως ἔχειν νομίσωμεν, νεύσει ἢ ῥοπῇ τῇ πρὸς σῶμα ἢ ὡς χρωμένην αὐτῷ μεμιγμένην ἀκούοντες, ἀλλ' ὡς τῷ μένειν ἐν αὑτῇ εἰς ἑαυτὴν ἐπιστρέφουσαν καὶ τὸ σῶμα ἑαυτῆς ποιουμένην, ἐξῃρημένως τε αὐτὸ κινοῦσαν καὶ ὡς ὀρεκτὸν προϊσταμένην, ἵνα καὶ τῆς ἡμετέρας χωριστῆς ζωῆς τὸ παράδειγμα ἔχωμεν, τῆς ποτὲ καὶ δευτέρως τὸ ἀεὶ καὶ πρώτως.
Ἐλεγχθείσης τῆς τοιαύτης ὑποθέσεως τῆς ὅτι τῷ κύκλῳ κινεῖσθαι ἡ ψυχὴ αἰτία τῆς τοῦ οὐρανοῦ κυκλοφορίας, ἄδηλος λοιπὸν γίνεται ἡ αἰτία. οὔτε γὰρ ἡ τῆς ψυχῆς οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ὡς οἱ κίνησιν τὴν οὐσίαν οἰόμενοι καὶ κατ' οὐσίαν κυκλοφορεῖσθαι βουλόμενοι καὶ οὕτω κινεῖν· μήτε γὰρ κύκλῳ μήτε κινεῖσθαι ὅλως τὴν ψυχήν. τῷ οὖν κινεῖσθαι οὐκ ἔσται αἰτία· οὐ γὰρ καθ' αὑτὴν ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖται, οὐχὶ τοῦ σώματος αἰτίου ὄντος ἢ τῆς ἑαυτοῦ καθ' αὑτὴν κινήσεως ἢ τῆς ψυχῆς κατὰ συμβεβηκός.
Τῷ σώματι δηλαδή. τὸ δὲ μᾶλλον πρόσκειται, διότι εἰ καὶ ἡ φύσις ἀρχὴ κινήσεως, ἀλλὰ μᾶλλον ἡ ψυχή· κυριώτερον γὰρ τὸ κινοῦν τῆς καθ' ὃ κινεῖται ἀρχῆς. οὕτω δὲ ἡ φύσις ἀρχὴ ὡς τὸ καθ' ὅ, ἀλλ' οὐχ ὡς τὸ ὑφ' οὗ. μήποτε δὲ κἀκεῖνο, ὃ καὶ τῷ Ἰαμβλίχῳ δοκεῖ, ἐνδείκνυται τὸ οὐράνιον σῶμα καὶ καθ' αὑτὸ ζῆν, οὐκ ἐπικτήτως ὡς τὰ ἡμέτερα, ἀλλ' ὡς συνουσιωμένην ἔχον τὴν ζωὴν καὶ ζωὴν κινητικήν, ὡς καὶ ἀφ' ἑαυτοῦ πρὸς κίνησιν ἐγείρεσθαι, ἀλλὰ κυριώτερον ὑπὸ τῆς ψυχῆς. διὸ μᾶλλον ἡ ψυχὴ τῷ σώματι αἰτία ἢ αὐτὸ ἑαυτῷ. ἔχοι δ' ἂν ἔνδειξιν ἡ τοῦ μᾶλλον προσθήκη ὡς καὶ ἄλλων ἔτι κυριωτέρων αἰτίων ὄντων τῆς κινήσεως. μᾶλλον μὲν γὰρ ἡ ψυχὴ ἢ τὸ σῶμα ἑαυτῷ, ἀλλ' ἔτι πρότερος ὁ ὑπὸ τῆς [50] ψυχῆς μετεχόμενος νοῦς, καὶ ἔτι πρότερον ὁ ἀμέθεκτος. ταῦτα μὲν οὖν ὀρθά, ἐκεῖνο δὲ πῶς ἀληθῶς λέγεται τὸ ἄδηλον εἶναι καὶ κατὰ Πλάτωνα τὴν αἰτίαν τοῦ κύκλῳ τὸν οὐρανὸν φέρεσθαι, διότι ἐλήλεγκται μήτε κύκλῳ μήτε ὅλως κινουμένη ἡ ψυχή; ἡ γὰρ σωματοειδὴς καὶ φυσικὴ ἐπ' αὐτῆς ἐλήλεγκται κίνησις, ἣν οὐδὲ ὁ Πλάτων ἀξιοῖ ἀκούειν ἐπὶ τῆς ψυχῆς. ὡς εἴγε κατὰ τὸν Πλάτωνος σκοπὸν ἀκούοιμεν τῆς ψυχικῆς κινήσεως, ζωῆς οὔσης ὑποβάσης μὲν ἀπὸ νοῦ καὶ τὸν ἀμέριστον χαλασάσης ὅρον, οὔπω δὲ μεριζομένης οὐδὲ ἀφισταμένης ἑαυτῆς, ἀλλ' εἰς ἑαυτὴν δευτέρως ἐστραμμένης, ὃ δὴ ἐκεῖνος διὰ τῆς κυκλοφορίας μαθηματικῶς ᾐνίττετο, ἐναργὴς ἡ αἰτία τῆς τοῦ οὐρανοῦ κυκλοφορίας. προσεχὴς γὰρ αἰτία συνεχοῦς μὲν καὶ μεριστῆς οὔσης τῆς οὐρανίας κινήσεως, ἀεὶ δὲ ἐν τέλει καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καὶ ἀεὶ τῆς αὐτῆς γινομένης ἡ προειρημένη ζωή, διὰ μὲν τὴν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν ἐνεργοῦσα τὸν μερισμὸν ἀλλ' οὐ πάσχουσα, διὰ δὲ τὴν πρὸς αὑτὴν ἐπιστροφὴν μένουσα δευτέρως ἐν αὑτῇ, συνεχῆ ἀεὶ καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καὶ ἀεὶ τὴν αὐτὴν ἀποτελοῦσα κίνησιν. ἀλλ' ὃ πολλάκις φαμέν, κατὰ τὴν τῶν πολλῶν συνήθειαν τῶν ὀνομάτων ἀκούων καὶ ἐλέγχει καὶ ἄδηλον εἶναι τὴν αἰτίαν κατὰ ταύτην λέγει.
Παντὶ τῷ προηγουμένως καὶ καθ' αὑτὸ ὄντι καὶ τὸ ἀγαθὸν συνυφίσταται. στέρησις γὰρ ὂν τὸ κακὸν ὥσπερ οὐκ ὄν ἐστι προηγουμένως, οὕτως οὐδὲ ἀγαθόν, καὶ ὥσπερ αὖ ἔστιν, οὕτω καὶ ἀγαθόν ἐστι τῷ ἴχνει τινὶ παρυφίστασθαι τοῦ ἀγαθοῦ. καλῶς οὖν ἀξιοῖ τὸν τῶν ὄντων θεωρητικὸν καὶ τὸ ἀγαθὸν τὸ ἑκάστοις σύμμετρον ἐπισκοπεῖν, ἀλλὰ καὶ τὸν θατέρου ἔλεγχον ἀπὸ τοῦ λοιποῦ ποιεῖσθαι. εἰ τοίνυν μὴ ἡ κίνησις προσήκει τῇ ψυχῇ, οὐδὲ τὸ τῇ κινήσει σύμμετρον ἀγαθὸν αὐτῇ ἁρμόσει, καὶ ὁ τὸ πρόσφορον τῇ ψυχῇ ἑωρακὼς ἀγαθὸν ἔγνω ἂν καὶ αὐτὴν ἐξῃρημένην τῆς τοιαύτης κινήσεως. ὀρθῶς δὲ ἀξιοῖ καὶ τὸν θεὸν μάλιστα τοῦ ἀγαθοῦ αἰτιᾶσθαι καὶ πρὸς τοῦτο βλέπειν, ὅτι καὶ ἄριστον ἐν πᾶσι τὸ ἀγαθόν. καλῶς δὲ κἀκεῖνο μαρτυρεῖ Πλάτωνι ὡς οὐ λέγοντι τὸ βέλτιον τῆς κινήσεως ἐπὶ τῆς ψυχῆς, ἧς αὐτὸς ἀκούει. ἧς γὰρ ὁ Πλάτων καὶ τὸ εἶδος ὁρίζει καὶ τὴν τελειότητα, οὐσίαν τε αὐτῇ ἀπονέμων τὴν μεταξὺ τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας καὶ ταύτην ὁλικήν, καὶ δῆλον ὡς καὶ ἁπλότητα τῆς τοιαύτης συνεκτικὴν καὶ σωστικὴν οὐσίας, ἐν ᾗ αὐτῇ τὸ ἀγαθὸν καὶ τὸ βέλτιον.
Οὐχ ἡ περὶ κινήσεως, ἵνα εἰς τὴν φυσικὴν ἡμᾶς ἀναπέμπῃ ἀκρόασιν, ὡς τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Πλουτάρχῳ δοκεῖ. οὐδὲ γὰρ περὶ κινήσεως [51] ἦν προηγουμένως ὁ λόγος, ἀλλ' εἰ ἡ ψυχὴ κινεῖται καὶ εἰ τοῦτο αὐτῇ βέλτιον, καὶ ὅτι χρὴ τὸν θεὸν διὰ τὸ ἀγαθὸν ποιεῖν. τὴν οὖν περὶ τὸ ἀγαθὸν σκέψιν ὑπερτίθεται ὡς ἑτέρων οὖσαν λόγων οἰκειοτέραν τῶν Μετὰ τὰ φυσικά, ἐν οἷς καὶ τὸ ἀγαθὸν ὅτι ἐν ἁπλότητι ἀπὸ τοῦ πρώτως ἀγαθοῦ παραδέδοται.
Ὅτι μὴ σῶμα ἡ ψυχὴ συμπερανάμενος διὰ τὸ σώματος μὲν εἶναι οἰκείαν ἐνέργειαν τὴν κίνησιν, τὴν δὲ ψυχὴν μὴ κινεῖσθαι, ἀξιοῖ ὅπως τέ ἐστιν ἐν σώματι ἐπισκοπεῖν, καὶ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τὸ ὑποκείμενον αὐτῇ σῶμα, ὁποῖον εἶναι χρή· ὅτι γὰρ συνῆπται σώματι ἐναργές. τίνι οὖν καὶ πῶς ἔχοντι; οὐ γὰρ ἅπαντι. εἶτα λαβὼν ὡς φανερὸν ποιεῖν μὲν τὴν ψυχήν, πάσχειν δὲ τὸ σῶμα, καὶ τὴν μὲν κινεῖν τὸ δὲ κινεῖσθαι, εἰκότως καὶ τὴν μὲν εἶναι βούλεται τὸ χρώμενον, τὸ δὲ τὸ ὄργανον, καὶ οὐ τὸ τυχὸν εἶναι ὄργανον τῇ ψυχῇ, ἀλλὰ τὸ πρὸς ζωὴν δηλαδὴ ἐπιτήδειον καὶ διάφορον πρὸς τὰς διαφόρους ζωάς. οὐ γὰρ τὰ τυχόντα ὑπὸ τῶν τυχόντων πάσχει.
Οἷον ὅτι κινητικὸν ζωτικῶς τῶν σωμάτων, καὶ ἡ μὲν φέρε θρεπτικῶς, ἡ δὲ πρὸς τούτῳ καὶ γνωστικῶς, ἡ δὲ καὶ κατὰ τόπον καὶ ὁρμητικῶς, ἡ δὲ καὶ λογικῶς. περὶ δὲ τοῦ δεξομένου σώματος οὐδὲν ἔτι προσδιορίζουσιν· οὐ γὰρ διακρίνουσι τὰ πρὸς διαφόρους ζωὰς ἐπιτήδεια ὄργανα.
Ὀρθῶς εἰδώς τε καὶ λέγων, ὅτι ὡς μυθικῷ χρώμενοι παραπετάσματι τὴν λογικὴν εἰς ἄλογα ἔφασκον εἰσκρίνεσθαι ὀχήματα, τὴν ἐμπαθῆ καὶ ἀλόγιστον αὐτῆς ἐκτραγῳδοῦντες ζωήν.
Καὶ γὰρ ζῆν ἤδη χρὴ τὸ ζωτικῶς ὑπὸ τῆς ψυχῆς κινηθησόμενον σῶμα, καὶ ζῆν κατὰ τὸ τῆς κινούσης εἶδος ὁριζόμενον. καὶ τοῦτό ἐστιν, ὃ ἐν τούτοις ἀξιοῖ, διακρίνειν τε τὴν ἐν τῷ σώματι ζωὴν ἀπὸ τῆς ψυχῆς ὡς κατὰ τὸ χρώμενον ἱσταμένης, τῆς ὡς ὄργανον τὸ σῶμα καὶ ὡς ζωτικῶς κινούμενον εἰδοποιούσης, καὶ ὁμοίαν τῇ χρωμένῃ ἀεὶ τὴν εἰδοποιὸν τοῦ ὀργάνου ὑποτίθεσθαι. ὡς γὰρ οὐκ ἂν αὐλοῖς τεκτονικὴ χρήσαιτο, οὕτως [52] οὐδὲ ἡ λογικὴ ψυχὴ τοῖς κατὰ τὴν ἄλογον ζωὴν χαρακτηριζομένοις ὀργάνοις, ἐπεὶ καὶ ἐπεισοδιώδης ἀλλ' οὐκ αὐτοφυὴς ἔσται ἡ χρῆσις. καί μοι δοκεῖ διὰ τοῦ θεωρήματος ἀξιοῦν καθ' ὁμοιότητα τὴν πρὸς τὸ χρώμενον ἀφορίζειν τὸ ὄργανον, ἀλλ' ὁμοιότητα ἐκβεβηκυῖαν. τὸ γὰρ ἔμψυχον τῇ ψυχῇ ἐκβεβηκότως ὅμοιον, οὐ κατ' αὐτὴν τὴν κινοῦσαν χαρακτηριζόμενον ψυχήν, ἀλλὰ κατὰ τὴν ἐκεῖθεν μὲν ὑποβᾶσαν τῷ μὴ κινητικὴν ἔτι ἀλλὰ τοῦ κινουμένου εἶναι ὁριστικήν, καθ' ὁμοιότητα δὲ ὑποβᾶσαν· ᾗ καὶ τὸ κινούμενον τῷ κινοῦντι ὡμοίωται ὡς τοῦτο πεπονθός, ὅπερ ἐνεργεῖ τὸ κινοῦν τὴν κίνησιν. ἀλλ' οὐχ ὡς κινούμενον κινοῦντι μόνον ὡμοιῶσθαι δεῖ, ‹ἀλλὰ› καὶ ὡς τοιῶσδε κινοῦντι, οἷον αἰσθητικῶς ἢ λογικῶς. ἀκολούθως δὴ οὖν τούτοις, ὅτι μηδὲ ἁρμονία τῶν τοῦ σώματος μορίων ἐστὶ δείκνυσι, μήτε ὡς ζωτικῶς κινουμένου χαρακτηριστική, μήτε ἔτι μᾶλλον ἡ κινοῦσα. δεῖ μὲν γὰρ ἡρμόσθαι πάντως τὸ δεκτικὸν τῆς ζωῆς σῶμα, καὶ συμφώνως ἡρμόσθαι πρὸς τὴν ἐγγινομένην ζωήν, ἵνα ἐπιτήδειον ᾖ πρὸς τὴν ταύτης μέθεξιν· διαφέρει δὲ πάντως τὸ πρὸς μετοχὴν ἐπιτήδειον τοῦ μετεχομένου, καὶ ὡς ὕλη πρὸς εἶδος ὑπέστρωται καὶ πρὸς εἶδος τὸ μὲν ὡς πρὸς ὀργάνου ὁριστικόν, τὸ δὲ ὡς πρὸς χρώμενον· οἷον ἡ τοία τῶν ξύλων σύνθεσις ἐπιτηδεία μὲν πρὸς τὸ σχῆμα τῆς νεώς, οὐχ ἡ αὐτὴ δὲ τῷ σχήματι οὐδὲ ἔτι μᾶλλον τῇ κυβερνητικῇ. οὔτε ἡ σύνθεσις τοίνυν τῶν σωματικῶν στοιχείων ἢ ἡ τῶν ποιοτήτων κρᾶσις ἢ ὁ πρὸς ἄλληλα τῶν συντιθεμένων ἢ κιρνωμένων λόγος ἐστὶν ἡ ψυχικὴ ζωή, ἀλλ' ὡς ὕλη ὑπέστρωται τῇ τοῦ ὀργάνου ὁριστικῇ. διὰ τί οὖν πιθανὴ τοῖς πολλοῖς ἡ ἁρμονίαν τὴν ψυχὴν τιθεμένη δόξα; ἐπειδὴ τῇ προσεχεῖ ὕλῃ τελείαν ἀπολαβούσῃ τὴν ἐπιτηδειότητα ἀθρόως ἐπιγινόμενον τὸ εἶδος ὡς ταὐτὸν ὂν ἐκείνῃ φαντάζεται (οὕτω γοῦν τὸ σχῆμα τῆς νεὼς οὐδέν τι διαφέρειν δοκεῖ τῆς τῶν ξύλων τοιᾶσδε ἁρμονίας), καὶ ἐπειδὴ οὐ διακρίνουσιν οἱ πολλοὶ τὴν ὡς ὀργάνῳ χρωμένην τῆς τὸ ὄργανον ὡς ὄργανον εἰδοποιούσης ζωῆς· ὅπου γε καὶ ὁ τοῦ Ἀριστοτέλους ἐξηγητὴς Ἀλέξανδρος τοῦτο πέπονθε καὶ ἀξιοῖ μὴ ὡς ὀργάνῳ χρῆσθαι τὴν ψυχήν· μὴ γὰρ γίνεσθαι ἕν τι ἐκ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου. ὅθεν οὐδὲ τὸ κινητικὸν ἂν αὐτῇ δοίη, τοῦ κινουμένου ὡς κινουμένου εἶδος αὐτὴν τιθέμενος καὶ κατὰ τοῦτο μόνον αὐτὴν ἀκούων ἐντελέχειαν σώματος, τοῦ Ἀριστοτέλους καὶ τὸ ὀργανικοῦ προσθέντος καὶ ὡς αὐτῆς οὔσης τῆς χρωμένης καὶ κινούσης διαβεβαιουμένου καὶ διὰ τοῦτο τῆς φύσεως ἐξαιροῦντος, ὅτι ἐκείνη μὲν τοῦ κινεῖσθαι καὶ πάσχειν ἀρχή, κινητικὴ δὲ ἡ ψυχή. πῶς οὖν ἓν τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος, εἰ μὴ ἐκ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γίνεται ἕν τι; ἢ οὐκ ἀληθὲς τοῦτο ἁπλῶς, ἀλλά τινος δεῖται διορισμοῦ. ὅταν γὰρ ἡ τοῦ ὀργάνου χαρακτηριστικὴ διάθεσις ἀπεσπασμένη τοῦ χρωμένου ᾖ, οὐ γίνεται ἕν, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει· ὅταν δὲ ἐκείνου ἐξάπτηται καὶ συμφυῶς τῷ χρωμένῳ τὸ ὄργανον συνάπτηται, ἓν ἀποτελεῖταί τι οὐχ ὡς ἐξ ὕλης καὶ τοῦ ὀργανικοῦ εἴδους (ἤδη γὰρ ὄργανον ὑπόκειται), ἀλλ' ὡς ἐξ ὀργάνου καὶ χρωμένου διὰ [53] τὴν οὐσιώδη σύμφυσιν. ἐν κοινῷ δὲ γινομένους λόγους τοὺς συμμέτρως καὶ τοῖς πολλοῖς ἠρωτημένους καλεῖ, αἰνιττόμενος μὲν ἴσως καὶ τοὺς ἐν Φαίδωνι, λέγων δὲ καὶ τοὺς ὑπ' αὐτοῦ ἐν τῷ διαλόγῳ τῷ Εὐδήμῳ γραφέντας ἐλεγκτικοὺς τῆς ἁρμονίας.
Οὐ μόνον συγχωρῶν ἡρμόσθαι τὸ σῶμα τῶν ζῴων, ἀλλὰ καὶ συλλογιζόμενος αὐτό· συγκεῖσθαι μὲν τὸ ζῶν σῶμα καὶ κεκρᾶσθαι συμμέτρως ἐξ ἐναντίων ὡς ἐναργὲς λαμβάνων, πᾶν δὲ τὸ ἐξ ἐναντίων συμμέτρως κεκραμένον ἢ συγκείμενον ἡρμόσθαι· καὶ δῆλον τὸ συναγόμενον. τὸ μὲν οὖν ἡμόσθαι τὸ ζῶν σῶμα ἀληθές. οὐκέτι δὲ τὸ τὴν ἁρμονίαν αὐτοῦ εἶναι τὴν ψυχήν, ὡς αὐτίκα ἐπάγων δείκνυσι.
Τί μὲν οὖν ἡ σύνθεσις καὶ τί ὁ λόγος, μικρὸν ὑποκατελθὼν αὐτὸς σαφηνίζει. τοσοῦτον δὲ καὶ νῦν λαβών, ὅτι σχέσις τις καὶ ἡ σύνθεσις καὶ ὁ λόγος πρὸς ἄλληλα τῶν μιχθέντων, τὴν ψυχὴν οὐσίαν ἀλλ' οὐ σχέσιν δείκνυσι διὰ τοῦ προκειμένου. ἐκ μὲν οὖν τοῦδε τοῦ λόγου οὐ μόνον ἡ ὡς ὀργάνῳ χρωμένη τῷ σώματι ζωὴ οὐκ οὖσα ἁρμονία ὑπέμνησται, ἀλλὰ [γὰρ] καὶ ἡ αὐτοῦ ὁριστικὴ τοῦ ὀργάνου. πᾶσα γὰρ ζωὴ οὐσία, ἐπειδὴ καὶ τὸ ζῷον, καὶ ἐπειδὴ τῶν ἐναντίων δεκτική. τὸ δὲ ἐφεξῆς ἐπὶ τῆς χρωμένης ἠρώτηται. αὕτη γὰρ ἡ κινοῦσα, ἣ οὐ μόνον ἐστὶν οὐσία, ἀλλὰ καὶ ἀρχικὴ οὐσία. οὔτε δὲ οὐσία οὔτ' ἔτι μᾶλλον ἀρχικὴ ἡ σχετικὴ ἁρμονία. ἀφείσθω γὰρ νῦν ἡ κατὰ τοὺς Πυθαγορείους, κἂν μαθηματικὴ ᾖ ἁρμονία, οὐσία λεγομένη. ὁ δὲ ἐκ τῆς ὑγείας καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν τῇ τούτων παραθέσει τὸν ἔλεγχον ποιεῖται τῶν τὴν ψυχὴν οἰομένων ἁρμονίαν εἶναι σωματικήν. ἔστι μὲν γὰρ οὔτε ἡ ὑγεία ἢ ἰσχὺς ἢ κάλλος ἢ ἃς κοινότερον σωματικὰς καλεῖ ἀρετὰς σωματικὰς τελειότητας οὔσας ἁρμονία, ἀλλ' ἐπὶ μὲν ἁρμονίᾳ καὶ συμμετρίᾳ ἐγγινόμεναι, ἡ μὲν τῶν ποιοτήτων, ἡ δὲ τῶν ὁμοιομερῶν μορίων, ἡ δὲ τῶν ἀνομοιομερῶν· οὐ μὴν αὗται οὖσαι αἱ συμμετρίαι, ἀλλ' αἱ ἐπιγινόμεναι τελειότητες. πλὴν ταύταις ἂν δόξειε μᾶλλον προσήκειν ἡ ἁρμονία ἢ τῇ ψυχῇ, ὅτι ὑγεία μὲν καὶ ἰσχὺς κἂν τῶν ζώντων ὦσι σωμάτων, ἀλλ' οὐ κατὰ τὴν ψυχὴν, κατὰ δὲ τὸ σωματοειδὲς καὶ τὴν ἐκείνου ἐκφαίνονται εὐκρασίαν, ἡ δὲ ζωὴ καὶ ἡ ἐσχάτη κατὰ τὴν ψυχήν.
[54]
Ἐκ τῶν ἐνεργειῶν ἡ ἐπιχείρησις. ὧν γὰρ διάφοροι αἱ ἐνέργειαι, καὶ αὐτὰ διάφορα τὰ πράγματα. ψυχῆς μὲν οὖν ἐνέργειαι αἵ τε παθητικαὶ λεγόμεναι, ἃς καὶ πάθη καλεῖ, ὅσαι καὶ τοῦ σώματος κοιναί, ὀργὴ πρᾳότης, ἐπιθυμία ἀποστροφή, αἰσθήσεις φαντασίαι, καὶ αἱ ἀπαθεῖς, ἃς ἔργα προσαγορεύει, οἷαι αἵ τε θεωρητικαὶ ἐπιστῆμαι καὶ αἱ νοήσεις τῶν χωριστῶν. χαλεπὸν μὲν οὖν, μᾶλλον δὲ ἀδύνατον ὁποιᾳοῦν σωματικῇ ἁρμονίᾳ τὰς τοιαύτας ἀποδοῦναι ἐνεργείας. τὸ γὰρ ζωτικὸν ἅπασαι ἐμφαίνουσι καὶ τὸ κατὰ τὸ ζῷον χαρακτηρίζεσθαι, ἀλλ' οὐ κατὰ τὴν σωματικὴν σύστασιν, κἂν τοῦ συνθέτου ὦσιν. ἑτέρα δὲ παρὰ τὰ σώματα οὐσία ἡ ζωή· ἡ δὲ ἁρμονία τῶν μορίων ἡ τῶν ποιοτήτων τῶν σωματικῶν σωματοειδής ἐστι διάθεσις, κἂν ζώντων ᾖ σωμάτων, καὶ οὐ ζωή.
Ἡ μὲν θέσις αὐτὴ ἡ πρὸς ἄλληλά ἐστι τῶν συνεχῶν καὶ ὑπομενόντων μορίων σύνταξις. διὸ οὐδὲ τὰ τοῦ ἀριθμοῦ μόρια, ὅτι οὐ συνεχῆ, οὐδὲ τὰ τοῦ χρόνου διὰ τὸ μὴ ὑπομένειν, οὐδὲ τὰ τοῦ λόγου δι' ἄμφω. ἡ δὲ σύνθεσις πλειόνων ἂν εἴη πραγμάτων θέσιν ἐχόντων πρὸς ἄλληλα, μηδενὸς συγγενοῦς μέσου παρεμπίπτοντος. ἁρμονία γὰρ καὶ σύνθεσις πλείω τε ἀπαιτεῖ τὰ κείμενα καὶ συνάπτει πρὸς ἄλληλα. διὸ ἅπτεσθαι δεῖ καὶ ἀκριβῶς ἅπτεσθαι τὰ κυρίως συγκεῖσθαι λεγόμενα, ὡς μὴ τῶν συγγενῶν τι ἢ ἀμφοτέροις, ἐὰν ὅμοια, ἢ ὁποτέρῳ, ὅταν ἀνομοειδῆ τυγχάνῃ, παρεμπίπτειν μεταξὺ δύνασθαι, οἷον εἰ ξύλα εἴη, μὴ ξύλον, εἰ δὲ ξύλον καὶ λίθος, μήτε ξύλον μήτε λίθον· ὑγρὸν γάρ τι οἷον ἀέρα ἢ ὕδωρ, οὐ θαυμαστὸν παρεμπίπτειν. σύνθεσις δὲ αὕτη κυριώτατα λέγεται, ὅτι κατὰ τὴν θέσιν ἔχει τὸ σὺν ἀλλήλοις. ἐν γὰρ τῷ κυριώτατα μὲν τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν τὴν σύνθεσιν αὐτῶν οὐ τὴν ἁρμονίαν ἐπὶ τῆς συνθέσεως κυριώτατα λέγεσθαι ἀκουστέον, ἀλλ' ἐπὶ τῶν ἐχόντων κίνησιν καὶ θέσιν τὴν σύνθεσιν κυριώτατα ἔχειν. τὰ δὲ φυσικὰ δηλῶν μεγέθη, κίνησιν αὐτὰ καὶ θέσιν ἔχειν ἔφη. τὰ γὰρ μαθηματικὰ θέσιν μὲν ἔχει, οὐ μὴν κίνησιν. ἐντεῦθεν δὲ καὶ τὸν τῶν μεμιγμένων λόγον ἐκ τῆς κυρίως εἰρημένης συνθέσεως καὶ τὴν κατὰ λόγον μῖξίν τε καὶ κρᾶσιν σύνθεσιν καλοῦμεν κοινότερον. οὐ γὰρ οἶνος οἴνῳ, ἀλλ' οἶνος μίγνυται ὕδατι, ὡς ἀλλοιοῦσθαι μὲν ἄμφω ὑπ' ἀλλήλων καὶ μηδέτερον μένειν εἰλικρινές, μὴ μὴν παντελῶς ἀπόλλυσθαι ἢ θάτερον ὑπὸ τοῦ λοιποῦ ἐπικρατοῦντος ἄγαν, ὡς ὁ τοῦ οἴνου χοῦς εἰς θάλατταν ἐκχεόμενος, ἢ ἄμφω εἰς ἑτέραν τινὰ φύσιν ὑπό τινος ἄλλου μεταβάλλοντα, ὡς εἰ ὑπὸ πυρὸς καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἐξαερωθείη. διὸ εἰ μέλλοι εἶναι μῖξις, κατά τινα [55] πάντως ἔσται καὶ τὴν πρὸς ἄλληλα τῶν μιγνυμένων συμμετρίαν, ἵνα μὴ θάτερον ἄγαν ὑπερβάλλον μεταβάλλῃ εἰς ἑαυτὸ τὸ λοιπόν· οὐκέτι γὰρ τοῦτο μῖξις· ὡς ἔν γε τῇ κατὰ παράθεσιν συνθέσει δύναται καὶ τῷ πολὺ ὑπερέχοντι συνηρμόσθαι διὰ τὸ μὴ πάσχειν ὑπ' ἀλλήλων τὰ οὕτω συγκείμενα. οὐδετέρως μὲν οὖν εὔλογον, οὔτε τὴν κατὰ παράθεσιν ἁρμονίαν, οὔτε τὴν κατὰ μῖξιν εἶναι ψυχήν, ἐπειδὴ οὐδέτερον τὸ ζωτικὸν ἐμφαίνει. ἡ δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν λίαν εὐεξέταστος, τουτέστιν εὐέλεγκτος, διὰ τὸ ἐναργεστέραν ἔχειν τὴν ἀτοπίαν· ἡ μὲν γὰρ μῖξις ἐν τοῖς συνθέτοις σώμασιν ἐκ τῶν αὐτῶν πᾶσι στοιχείων, καὶ εἰ μὴ κατὰ τὸν αὐτὸν ἐν πᾶσι λόγον· ἡ δὲ κατὰ τὰ μέρη οὐδὲ ἐξ ὑποκειμένων τῶν αὐτῶν, ἀλλὰ πῇ μὲν ὀστέων πρὸς ὀστέα ἢ πρὸς σάρκας, πῇ δὲ νεύρων ἢ ἀρτηριῶν, ἢ καὶ ἀνομοιομερῶν πρὸς ἕτερα ἀνομοιομερῆ, ὡς χειρὸς πρὸς ὦμον· οὐδὲ ἡ αὐτὴ σύνθεσις πάντως· οὐ γὰρ ἡ αὐτὴ ὀστέου καὶ σαρκὸς, καὶ ὀστέου πρὸς ὀστέον καὶ σαρκὸς πρὸς νεῦρον. πολλαὶ οὖν αἱ καθ' ἕκαστον ζῷον ἔσονται ψυχαί, πολλῶν τε τῶν συγκειμένων ὄντων μερῶν καὶ διαφόρων καὶ πολλαχῶς γινομένων τῶν συνθέσεων.
Δύο λέγων ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει, ἓν μὲν διὰ τὸ μὴ εὐλόγως ἡμᾶς ἀποδοῦναι δύνασθαι τὴν τῶνδε ἢ ἑτέρων σύνθεσιν εἶναι νοῦν ἢ ἄλλην τινὰ ψυχικὴν δύναμιν· ἕτερον δὲ διὰ τὸ ἀπεμφαίνειν παντελῶς πάντα τρόπον ἐκ τῆς συνθέσεως τῆς σωματικῆς τὰς ζωτικὰς ἀναπλάττοντα οὐσίας. τοῦτο γὰρ τὸ πῶς δηλοῖ.
Ὁμοίως κατὰ τοσοῦτον, καθ' ὅσον πλείους καὶ οἱ τῶν μίξεων λόγοι καὶ πλείους διὰ τοῦτο καὶ αἱ ψυχαὶ ἐν ἑκάστῳ. τῷ δὲ πάντα ἐκ τῶν αὐτῶν εἶναι στοιχείων οὐκέτι ὁμοίως· ἐκεῖ γὰρ καὶ διὰ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι μερῶν τὸ ἄτοπον. συμβήσεται οὖν πολλάς τε ψυχὰς ἔχειν, καὶ κατὰ πᾶν τὸ σῶμα. ἐν ἑκάστῳ γὰρ τῶν ὀργανικῶν μορίων φλέβες ἀρτηρίαι νεῦρα ὀστέα σάρκες ὑμένες, κατὰ διαφόρους μεμιγμένα λόγους· ὥστε καὶ πολλὰς εἶναι ψυχάς, καὶ οὐκ ἐν μόνῳ τῷ ὅλῳ, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν ἀνομοιομερῶν μορίων τὸ πλῆθος τῶν ψυχῶν εἶναι. [56]
Ἐπισημαίνεται καὶ Ἐμπεδοκλεῖ ὡς μὴ σαφῶς διορίζοντι τὸ ἐπιγινόμενον τῆς ζωῆς εἶδος ἀπὸ τοῦ ὑπεστρωμένου αὐτῇ τῆς μίξεως τῶν στοιχείων λόγου, καὶ ὡς οὐδὲ αὐτὴν τὴν φιλίαν διαρθροῦντι, πότερον μόνης ἐστὶ τῆς κατὰ λόγον μίξεως αἰτία ἢ καὶ τῆς τυχούσης (κἂν γὰρ πᾶσα μῖξις κατά τινα γίνηται λόγον, ἀλλὰ καὶ τὸ παρὰ φύσιν ἐν αὐτῇ πολύ, καὶ τὸ κατὰ φύσιν δὲ ἐν πλάτει), καὶ εἰ αὐτὸν τὸν τῆς μίξεως λόγον τὴν τῆς φιλίας τίθεται οὐσίαν, ἢ αἰτίαν μὲν τοῦ λόγου, ἑτέραν δὲ παρ' αὐτόν. εἶτα ἀπορίαν ἐπιφέρει τοῖς μὴ ὁμολογοῦσιν ἁρμονίαν εἶναι τὴν ψυχὴν καὶ μίαν ταύτην, πῶς καὶ μιᾶς ἀναιρουμένης μίξεως, τῆς καθ' ἣν τὸ σαρκὶ εἶναι, καὶ αἱ τῶν ἄλλων ἀναιροῦνται μίξεις μορίων, καθ' ἃς αὐτοῖς τὸ εἶναι ὡς ζῴου μορίοις, ὡς καὶ τὴν ψυχὴν ἐξ ἀνάγκης ἀφίστασθαι τοῦ δεκτικοῦ γενομένου ἀνεπιτηδείου. τοῦτο μὲν οὖν τὸ ἄπορον τείνει πρὸς τοὺς μὴ ἕνα τὸν τῆς μίξεως οἰομένους εἶναι λόγον, ἀλλὰ πλείους καθ' ἕκαστον. καὶ ἀναπέμπει ἡμᾶς εἰς τὸ καὶ πλείους ἅμα τοὺς λόγους τίθεσθαι καθ' ἕκαστον τῶν ὁμοιομερῶν διαφορουμένους, καὶ ἕνα τὸν τοῦ ὅλου ζῴου ἐκ πάντων συμπληρούμενον, ὡς τῶν ἡγεμονικωτέρων αὐτοῦ φθειρομένων μορίων καὶ τὸν ὅλον φθείρεσθαι. τὸ δὲ ἐφεξῆς αὐτὸ τοῦτο κατασκευάζειν βούλεται τὸ τὴν ψυχὴν τὸν τῆς μίξεως εἶναι λόγον, διά τε τὸ ἕκαστον μόριον ψυχὴν ἔχειν καὶ διὰ τὸ ἀπολειπούσης τῆς ψυχῆς φθείρεσθαι τὰ ὄργανα ὡς ἀπολλύντα τοὺς λόγους. ἔχει μὲν οὖν ἕκαστον τῶν μορίων ψυχήν, μίαν δὲ καὶ τὴν αὐτὴν ἅπαντα ἑκάστῳ παροῦσαν. καὶ συντελεῖ μὲν ὁ λόγος τῆς μίξεως πρὸς τὴν τῆς ψυχῆς παρουσίαν (ἐπιτηδείαν γὰρ εἶναι δεῖ τὴν ὑποδεξομένην φύσιν), οὐκ αὐτὸς δέ ἐστιν ἡ ψυχή. ἐπεὶ δὲ ἀπὸ τῆς ψυχῆς καὶ ἡ ἐν τῇ ὕλῃ ἐπιτηδειότης, ἔμφασις οὖσα ἐκείνης, καθ' ἣν ὁ τῆς μίξεως λόγος, εἰκότως ἀπολειπούσης καὶ ἡ ἔμφασις καὶ ὁ τῆς μίξεως φθείρεται λόγος. οἱ μὲν οὖν τὸ ἀκίνητον αὐτῆς δεικνύντες λόγοι τὸ ἀσώματον αὐτῆς καὶ ἀμέριστον κατεσκεύαζον· οἱ δὲ τῆς ἁρμονίας ἐλεγκτικοὶ οὐκ ἐῶσιν ὥς τι τῶν συμβεβηκότων ἀσώματον αὐτὴν φαντάζεσθαι, ἀλλ' ὡς οὐσίαν καὶ ὡς ἀρχικὴν οὐσίαν· καὶ γὰρ κινητικὴν τίθενται, καὶ ὡς μίαν ἁπανταχοῦ τοῦ σώματος παροῦσαν πρεσβεύουσι, καὶ ὡς συνεκτικὴν αὐτοῦ καὶ τῆς πρὸς ζωὴν ἐπιτηδειότητος αἰτίαν.
Ἐπειδὴ καὶ ἀσώματος ἡ ψυχὴ καὶ ὡς οὐσία ἀσώματος, διακρίνει διὰ τῶν προκειμένων τήν τε χαρακτηριστικὴν τοῦ ζῶντος σώματος ψυχήν, καθ' ἥν ἐστι ζῶν καὶ ζωτικῶς κινούμενον, καὶ τὴν ὡς κινοῦσαν καὶ τῷ ζῶντι ὡς ὀργάνῳ χρωμένην· καὶ πρός γε διττὴν ταύτην ἰδεῖν, τὴν μὲν ἐν τῷ κινητικῷ [57] μόνῳ τῶν σωμάτων οὐσιωμένην, ἑτέραν παρὰ τὴν τῶν σωμάτων χρῆσιν οὐκ ἔχουσαν ἐνέργειαν, τὴν δὲ ὡς καὶ καθ' ἑαυτὴν ἐνεργοῦσαν καὶ τότε παντὸς χωριζομένην σώματος. ἡ τοίνυν εὔλογος περὶ αὐτῆς ὡς κινουμένης ἀπορία εἰς τὴν ὁριστικὴν τοῦ ζῶντος σώματος ἀποβλέπει ψυχήν. αὕτη γὰρ ὡς ζωτικῶς κινουμένου οὖσα ἐντελέχεια δόξοι ἂν τὰ τοῦ κατ' αὐτὴν ὁριζομένου ἀναδέχεσθαι πάθη. πάλιν δὲ ὑπομνηστέον, ὡς ἄλλη μὲν ἡ ὡς φυσικῶς κινουμένου σώματος κίνησις, ὡς ἡ ἄνω τοῦ πυρὸς φορά, ἄλλη δὲ ἡ ὡς ἐμψύχου, ὡς αὔξησις καὶ βάδισις καὶ πτῆσις, καὶ ὡς μεριστὴ ἑκατέρα καὶ διὰ τοῦτο μεριστῆς οὖσα οὐσίας. τοιαύτη δὲ ἡ εἰδοποιουμένη, ἀλλ' οὐχὶ ἡ εἰδητική. διὸ ὥσπερ ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ ἀκίνητον τὸ φυσικὸν δείκνυσιν εἶδος, καίτοι τοῦ κινουμένου ὂν ὁριστικόν, οὕτως ἐνταῦθα καὶ τὴν τοῦ ζωτικῶς κινουμένου χαρακτηριστικὴν ψυχήν. διττῶν δὲ οὐσῶν τοῦ ζῶντος ἐνεργειῶν, τῶν μὲν τὸ σωματικὸν μᾶλλον ἐμφαινουσῶν, τῶν δὲ τὸ ζωτικόν, αὐξήσεως μὲν καὶ βαδίσεως τὸ σωματοειδές, αἰσθήσεων δὲ καὶ ἡδονῶν καὶ ὁμοίων τὸ ζωτικόν, αἱ μὲν πρότεραι ὁμολογουμένως εἰσὶ κινήσεις, αἱ δὲ δεύτεραι δοκοῦσιν εἶναι κινήσεις· παθεῖν μὲν γάρ τι δεῖ καὶ τὸ ὄργανον, σῶμα ὄν, κίνησις δὲ ἡ τοῦ σώματος πεῖσις. ἀλλ' ἐπειδὴ ζῶν ἐστι σῶμα, οὐχ ἁπλῶς πάσχει ἀλλὰ μετὰ τῆς ζωτικῆς ἐνεργείας. τὸ δὲ ζωτικὸν μᾶλλον ἐμφαίνουσαι ἐνέργειαι μᾶλλον ἂν ἢ κινήσεις εἶεν. διὸ καὶ κινεῖσθαι ἔφη καὶ αὖθις ἐξ ὑποθέσεως·
Ἐπειδὴ τὸ ἀνθρώπειον ζῷον λογικόν ἐστιν, ἔσται καὶ ἡ τοῦ ὀργάνου ὁριστικὴ διανοητική. ἀλλ' οὐ μόνη ἡ κινητικὴ ζωὴ καὶ οὐ τὸ λυπεῖσθαι ἢ χαίρειν μόνα, ἀλλὰ καὶ τὸ διανοεῖσθαι κίνησις ἔσται ἢ κινεῖσθαι. ἄμφω γὰρ περὶ αὐτῶν εἴρηται, τὸ μέν, εἰ αὐτὴν τὴν μετὰ πάθους ἐνέργειαν τὸ χαίρειν καὶ τὸ διανοεῖσθαι νοοῖμεν, τὸ δέ, εἰ τὴν κατ' ἐνέργειαν μέθεξιν. ὡς γὰρ τῆς λευκότητος τὸ λελευκάνθαι, οὕτω καὶ τῆς κινήσεως τὸ κινεῖσθαι καὶ τὸ ἐνεργεῖν τῆς ἐνεργείας διενήνοχεν.
Τὰ μὲν προειρημένα τὴν τοῦ ὀργάνου, ὅπερ ἦν τὸ ζῶν σῶμα, ὡς τοιούτου χαρακτηριστικὴν ἐξέφαινε ζωὴν διὰ τῶν προσηκουσῶν αὐτῇ ἐνεργειῶν, ταῖς σωματικαῖς συμπεπλεγμένων κινήσεσι καὶ διὰ τοῦτο κινήσεών τινων δοκουσῶν εἶναι καὶ οὐσῶν τρόπον τινά. ἐντεῦθεν δὲ ἐπὶ τὴν χρωμένην τῷ ὀργάνῳ ἄνεισι ψυχήν, διὰ τὸ πᾶν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, τὸ δὲ ὀργίλως ἢ διανοητικῶς κινεῖσθαι ὑπὸ ψυχῆς εἶναι οὐ τῆς καθ' ἣν κινεῖται, ἀλλὰ τῆς ὑφ' ἧς, διοριζομένης καὶ ταύτης ἐκ τῆς ἐνεργείας· [58] αὐτὸ γὰρ τὸ κινεῖν ταύτης ἴδιον καὶ οὐ συμπεπλεγμένον τῷ κινεῖσθαι, ἀλλ' ὡς ποιητικὸν προσεστὼς αἴτιον. διακέκριται δὲ ἡ τοιαύτη ζωὴ τῆς πρότερον, ᾗ τὸ ὑφ' οὗ τοῦ καθ' ὅ, καὶ ᾗ τὸ καθαρῶς ἐνεργοῦν τοῦ συμπεπλεγμένως ταῖς σωματικαῖς κινήσεσιν. ἃ δὴ καὶ ἐφεξῆς ἀντιπαρατιθεὶς ἐναργῶς τὸ διάφορον τῆς τε καθ' ἣν αἱ κινήσεις καὶ τῆς ὑφ' ἧς παρίστησιν.
Τοῦ γὰρ ζῴου ταῦτα, διὰ τὸ τὰς ζωτικὰς ἐνεργείας μετὰ σωματικῆς γίνεσθαι κινήσεως ἢ φορᾶς ἢ ἀλλοιώσεως, ὡς ἐπὶ ὀργῆς μὲν πηδώσης τῆς καρδίας, ἐπὶ δὲ φόβου καταψύξεως σημαινούσης, ἐπὶ δὲ τοῦ διανοεῖσθαι ξηρότητός τινος ἐνίοτε.
Ἐπειδὴ τὸ ὀργίζεσθαι καὶ μανθάνειν καὶ διανοεῖσθαι δέ, ὅσον εἰς τὸ ζῷον καθήκει, κινεῖσθαί πώς ἐστιν, οὐκ ἂν εἴη τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου, ὥσπερ οὐδὲ τὸ ὑφαίνειν ἢ βαδίζειν· καὶ γὰρ ταῦτα τοῦ συναμφοτέρου, εἰ καὶ ταῦτα πλέον τὸ σωματοειδέστερον ἐμφαίνει ἢ τὸ ὀργίζεσθαι. ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ· τῇ μὲν ὁριστικῇ τοῦ ὀργάνου, ὡς κατ' αὐτὴν ὀργιζόμενον καὶ διανοούμενον καὶ ὅλως ζωτικῶς κινούμενον, τῇ δὲ κινητικῇ ὡς ὑπ' αὐτῆς κινούμενον. φαίνεται δὲ τῇ ψυχῇ εἰπὼν οὐ τῇ ὁριστικῇ τοῦ ὀργάνου, ἀλλὰ τῇ κινητικῇ, ἣν καὶ μᾶλλον καλεῖ ψυχήν· τὴν γὰρ ἑτέραν ἢ εἴδωλον ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. δηλοῖ δὲ ἐπιφέρων καὶ τάδε.
Δι' ὧν ἐναργέστερον διακρίνει τὴν κινητικὴν ψυχὴν ἀπὸ τῆς τοῦ ὀργάνου χαρακτηριστικῆς ζωῆς. αὕτη γὰρ εἰ καὶ μὴ αὐτὴ κινεῖται, ἀλλ' ὅμως ἐν αὐτῇ πως ἡ κίνησις, διὰ τὸ κατ' αὐτὴν τὸ κινούμενον ὁρίζεσθαι. ἐν δὲ τῇ κινούσῃ οὐδαμῶς, ὡς κατ' ἐνέργειαν ἱσταμένῃ ἀμερῆ, ἀλλ' οὐ μεριστήν, εἴτε αὐτὸ κινοίη τὸ ὄργανον, εἴτε κινηθέντος ἔξωθεν τοῦ ζῴου τὴν κριτικὴν τοῦ κινήσαντος προβάλλεται ἐνέργειαν κατ' αὐτὸ στᾶσα αὐτοῦ τὸ εἶδος. ὁτὲ μὲν γάρ φησι μέχρι ἐκείνης ἡ κίνησις, οὐχ ὅτι καὶ ἐν ἐκείνῃ (τοῦτο γὰρ ἀπέφησεν), ἀλλ' ὅτι ἡ ἐν τῷ αἰσθητηρίῳ γινομένη κίνησις ὑπὸ τοῦ αἰσθητοῦ δηλαδὴ εἰς τὴν καθαρὰν κριτικὴν ἐκείνης ἀποπερατοῦται ἐνέργειαν.
[59] ἡ δὲ ἀνάμνησις ἀπ' ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς, ὅτε ἡ κινοῦσα ἀφ' ἑαυτῆς διὰ τῆς ἀναμνήσεως ἐγειρομένη κινεῖ ἢ ἠρεμίζει τὸ ζῷον, ὅπερ αἰσθητήριον ἔφη. εἰ δὴ ἕτερον τὸ ἀφ' οὗ καὶ τὸ ἐφ' ὅ, ἑτέρα ἡ ψυχὴ αὕτη, εἰς ἣν ἀποτελευτᾷ ἡ αἴσθησις καὶ ἀφ' ἧς ἄρχεται ἡ ἀνάμνησις, παρὰ τὸ ζῶν σῶμα. οὐ γὰρ ὡς σώματος ἁπλῶς ἡ αἴσθησις ἀλλ' ὡς ζῶντος, οὐδὲ ὡς σώματος ἡ τοῦ αἰσθητηρίου κίνησις καὶ μονή. τῷ δὲ ζῶντι συνείληπται καὶ ἡ χαρακτηριστικὴ αὐτοῦ ζωή, καὶ οὔτε ἐπὶ ταύτην ἀπὸ τοῦ ζῶντος ἡ ἀναφορὰ οὔτε ἀπὸ ταύτης ἐπὶ τὸ ζῷον· οὐ γὰρ ἔχει οἰκείαν παρὰ τὸ σῶμα ἐνέργειαν οὔτε κριτικὴν καθαρὰν οὔτε ἀρχικήν, ἅτε τοῦ ἀρχομένου οὖσα ὁριστικὴ καὶ τὸ κριτικὸν ἐμπαθὲς διὰ τὸ σῶμα ἔχουσα. χρὴ δὲ καὶ τὴν αἴσθησιν εἰς καθαρὰν στῆναι ἐνέργειαν καὶ τὸν κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ὅρον. αὕτη μὲν οὖν ἡ τῆς κινούσης ψυχῆς πρὸς τὴν τοῦ κινουμένου ὡς ζωτικῶς δὲ κινουμένου χαρακτηριστικὴ ζωὴ οὐκ ἀνθρώποις μόνοις ἀλλὰ καὶ πᾶσι προσήκει ζῴοις. ἡ δὲ ἀνθρωπίνη ψυχή, ἣν νοῦν καλεῖ, κινητικὴ ἐνεργείας. ἐγγίνεσθαι γοῦν αὐτήν φησι δηλαδὴ τῷ σώματι, ἀλλὰ ποτὲ καὶ ὡς χωριστήν, ὅπερ ἀλλαχοῦ φησιν ἐπεισιοῦσαν, καὶ οὐσίαν τινὰ εἶναι ἀποφαίνεται, οὐχ ὅτι μὴ αἱ ἄλλαι ψυχαὶ οὐσίαι (πᾶσα γὰρ ζωὴ οὐσία), ἀλλ' ὡς ἄυλον ὑπάρχουσαν καὶ καθ' αὑτὴν ὑφεστῶσαν. τὸ δὲ τὶς πρόσκειται, ἵνα τὴν πρὸς τὰς ἀεὶ μενούσας ἐν ἑαυταῖς ὕφεσιν αὐτῆς δηλώσῃ. οὕτω γὰρ καθ' αὑτὴν ἀσώματος καὶ ἄυλος, ὡς ποτὲ καὶ σώματι ἐγγινομένη καὶ εἰς ὕλην ῥέπουσα οὐ φθείρεσθαι.
Ὅτι μὲν κατὰ στέρησιν ἡ φθορά, αὐτὸς ἐν τῷ πρώτῳ ἡμᾶς διδάσκει τῆς Φυσικῆς ἀκροάσεως. τῆς δὲ στερήσεως οὔτε τὸ εἶδος δεκτικὸν οὗ ἡ στέρησις (οὐδὲν γὰρ τοῦ ἀντικειμένου δεκτικόν), οὔτε τὸ συμφυῶς τοῦ εἴδους μετέχον, ὡς οὐδὲ τὸ πῦρ ψυχρότητος διὰ τὸ τοῦ ἐναντίου συμφυῶς μετέχειν· ὡς πᾶν τὸ φθειρόμενον διὰ τὴν ἐν τῷ ἐπικτήτως δεχομένῳ ὑπόστασιν φθείρεσθαι· ἐκεῖνο γὰρ τῶν ἐναντίων δεκτικόν. ἥτις οὖν ψυχὴ καθ' αὑτὴν ὑφέστηκεν καὶ οὐκ ἐν τῷ ἐπικτήτως ζῶντι τὸ εἶναι ἔχει, πάντως ἄφθαρτος. διὸ τῷ χωριστῷ τῆς ψυχῆς ἐπερειδόμενος τῷ λογικῷ ἄφθαρτον εἶναι ἀποφαίνεται κἀν τῷ τρίτῳ κἀν τούτοις. ἡ μὲν οὖν τοῦ ὀργάνου χαρακτηριστικὴ ζωὴ καὶ ἡ ἐν τῷ χρῆσθαι τῷ ὀργάνῳ ὅλη οὐσιωμένη οὐκ ἂν ἐκείνου ἄνευ ὑποσταίη, ὡς εἰ φθαρτὸν ἐκεῖνο εἴη, φθαρτὴν καὶ τὴν τοιαύτην ἀποφαίνειν ζωήν, εἰ μὴ καὶ ἀφθάρτου τινὸς εἴη ὀχήματος ἡ χαρακτηριστικὴ ἢ κινητική. ἡ δέ γε καὶ χωριστὰς ἔχουσα ἐνεργείας, ἣν νοῦν προσαγορεύειν ὁ Ἀριστοτέλης εἴωθεν, ὡς ὁ πλωτὴρ τῆς νεὼς οὐχ ᾗ πλωτὴρ ἀλλ' ᾗ ἄνθρωπος χωρίζεται, οὕτω καὶ ἡ τοιαύτη χωρισθεῖσα τοῦ ὀργάνου ψυχὴ ὑποστήσεται. εἰσὶ δὲ τῆς λογικῆς ψυχῆς χωρισταὶ αἱ [60] πρὸς ἑαυτὴν ἐπιστρεπτικαὶ καὶ αἱ τῶν κρειττόνων θεωρητικαί, αἱ αὐτοῦ τοῦ ἰδίου ἀντιληπτικαί, αἱ παντὸς εἴδους γνωστικαὶ καὶ εἰς τὸ ἀμερὲς τὰς πολλὰς συναιροῦσαι ἰδιότητας. ὁ δὲ Ἀριστοτέλης τεκμαίρεται τὸ χωριστὸν τῆς λογικῆς ἐνεργείας ἐκ τοῦ ἀντικειμένως τῷ σώματι ἀκμάζειν αὐτήν· ἀκμάζει γάρ, ὅταν παρακμάζῃ τὸ σῶμα ὡς ζῶν, δηλαδὴ ἐν τῷ γήρᾳ. τότε γὰρ ἀμαυρουμένου τοῦ σώματος καὶ τῶν χρωμένων αὐτῷ ζωτικῶν δυνάμεων ἀμυδρότερον ἐνεργουσῶν διὰ τὴν τοῦ ὀργάνου ἀσθένειαν, οἷον τῶν τε αἰσθητικῶν καὶ τῶν ὀρεκτικῶν, εὐσθενεστέρα ἡ λογικὴ ἐπιτελεῖται ὡς οὐ συγγινομένη οὐδὲ συμφθειρομένη τῷ σώματι· ἀκμάζοντί τε γὰρ ἂν συνήκμαζε καὶ γηράσκοντι συνεμαραίνετο. τὸ μὲν οὖν συγγινόμενον καὶ συμφθειρόμενον συναύξεσθαί τε καὶ συμφθίνειν ἀνάγκη· ὅθεν τὸ μὴ συναυξόμενον μηδὲ συμφθῖνον οὔτε συγγίνεται οὔτε συμφθείρεται. οὐκέτι δὲ τὸ ἀνάπαλιν, εἰ τὰς ἐνεργείας τι ἔχοι συνακμαζούσας ἢ συμφθειρομένας τῷ ὀργάνῳ, ἤδη συγγίνεται πάντως καὶ συμφθείρεται τοῦτο τῷ σώματι· ἐνίοτε γὰρ οὐ τῷ αὐτό τι πάσχειν ἀλλὰ διὰ τὸ ὄργανον ἡ δι' αὐτοῦ ἐνέργεια ἐπιδίδωσιν ἢ ἀμυδροῦται. ὃ καὶ αὐτὸς βουλόμενος ἐπισημαίνεται, ὡς οὐκ εἴ ποτε τὸ θεωρεῖν μαραίνεται ἐν νόσοις ἢ μέθαις, ἤδη καὶ τὸ νοοῦν πάσχειν ἀνάγκη· οὐδὲ γὰρ ἡ κατ' ἐνέργειαν αἴσθησις ἀμυδροῦται τῷ τὴν αἰσθητικήν τι πάσχειν ψυχήν, ἀλλὰ τῷ τὸ ὑποκείμενον ὄργανον. εἰ οὖν λάβοι ὁ πρεσβύτης ὄμμα ‹τοιονδί›, βλέποι ἂν ὥσπερ ὁ νέος. οὕτως οὖν καὶ τὸ νοεῖν ἐν ταῖς παρὰ φύσιν διαθέσεσι παραποδίζεται ἄλλου τινὸς ἔσω φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστι τὸ νοοῦν δηλαδή. διὰ τί οὖν ἡ μὲν αἴσθησις ἐν τῷ γήρᾳ παραποδίζεται κατὰ τὰς ἐνεργείας, οὐχὶ δὲ καὶ ἡ νόησις; ἐπειδή, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, ἡ μὲν χρῆται ὡς ὀργάνῳ τῷ σώματι, διὸ καὶ ὑπὸ τῶν σφοδροτέρων αἰσθητῶν ἀμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων κατάληψιν, ἡ δὲ λογικὴ θεωρία οὐ χρῆται, κἂν διὰ τὴν πρὸς αὐτὸ σύνταξιν παρακολουθοῦν ἔχῃ καὶ συνδιατιθέμενόν πως, ὡς τὸ ἐν φωτὶ σῶμα τὴν σκιάν· ἀνάπαλιν γοῦν αὐτὴ ἐκ τῆς τῶν μειζόνων θεωρίας ἐπιρρώννυται πρὸς τὴν τῶν ἐλαττόνων. ἀλλ' εἰ μὴ χρῆται, πῶς ὅλως ἄλλου τινὸς ἔσω φθειρομένου ἢ πνεύματος ἢ κράσεως μαραίνεται τὸ νοεῖν; διὰ τὴν πρὸς αὐτὸ σχέσιν καὶ σύνταξιν καὶ τὴν κατά τινας ἐνεργείας χρῆσιν, εἰ καὶ μὴ κατὰ τὰς θεωρητικάς· ὡς καὶ ὁ κυβερνήτης ὑπ' ἀντανεμιῶν καὶ κλύδωνος οὐ πρὸς μόνην τὴν τῆς νεὼς παρεμποδίζεται χρῆσιν, ἀλλὰ καὶ πρὸς τὰς χωριστὰς τῆς νεὼς ἐνεργείας, διὰ τὴν ταραχὴν οὐδὲ ἐκείνας οἷός τε ὢν προβάλλειν. οὕτω καὶ εἰ βελόνην τις ἀπαρτήσειε τοῦ καρποῦ, πρὸς τὸ ῥάπτειν αὐτῇ χρωμένης τῆς χειρὸς ἀλλ' οὐ πρὸς τὸ πλάττειν, οὐδενὸς πρὸς τοῦτο δεομένης ὀργάνου, ἀλλὰ τὸ κατὰ φύσιν μὲν μέγεθος καὶ τὴν οἰκείαν βαρύτητα ἐχούσης τῆς βελόνης οὐδὲν πρὸς τὴν ταύτης χρῆσιν οὐδὲ πρὸς τὸ πλάττειν τι κωλύεται ἡ χείρ· βάρος δὲ πολὺ προσλαβούσης οὐ πρὸς τὴν ῥαπτικὴν μόνην ἀλλὰ καὶ πρὸς τὴν πλαστικὴν ἐμποδίζεται. οὕτως οὖν καὶ ἡ λογικὴ ψυχὴ κατὰ μὲν τὰς πρακτικὰς [61] γνώσεις χρωμένη τῷ σώματι, οὐ μὴν καὶ κατὰ τὰς θεωρητικάς, βαρυνομένου αὐτοῦ καὶ παρὰ φύσιν διατιθεμένου παραποδίζεται ταρασσομένη, ἕως ἂν αὐτῷ συντάσσηται καὶ ὅλως ἔξω ῥέπῃ, οὐχὶ δὲ ἐν τῷ γήρᾳ, τῷ μὴ ταράσσεσθαι ἐν ταῖς κατὰ φύσιν τοῦ σώματος διαβολαῖς.
Ἐπειδὴ τὴν διάνοιαν λογικὴν οὖσαν γνῶσιν ἐν τοῖς τοῦ κοινοῦ πάθεσιν ἐτίθετο, νῦν δὲ τὸν νοῦν ἀπαθῆ τίθεται καὶ ἐγγίνεσθαι. λογικὴ δὲ γνῶσις καὶ ὁ νοῦς διορίζεται, ὡς διάνοιαν μὲν αὐτὸς καλεῖ τὴν τοῦ λογικοῦ ζῴου χαρακτηριστικὴν ζωὴν καὶ διανοεῖσθαι τὸ τοῦ λογικοῦ ζῴου μετὰ πάθους ἐνέργημα, οὗ καὶ τὸ φιλεῖν καὶ τὸ μισεῖν, νοῦν δὲ αὐτὴν τὴν λογικὴν ψυχήν, ἢ ὡς χρωμένην ὡς ὀργάνῳ τῷ συνθέτῳ, οἷος ὁ πρακτικὸς νοῦς, ἢ ὡς καθ' ἑαυτὴν ἐνεργοῦσαν οἷος ὁ θεωρητικός. ἄμφω δὲ ἡ αὐτὴ ἐνεργοῦσα ὡς ἀπαθὴς καὶ ὡς ἔχουσά τι θεῖον ὑμνεῖται διὰ τὸ ὄντως ἀρχικὸν σωμάτων, διὰ τὸ εἰς ἑαυτὴν ἐπιστρεπτικόν, διὰ τὸ ποτὲ πάντῃ ἀρρεπές, διὰ τὴν πρὸς τὰ κρείττω συναφήν.
Ἐπειδὴ τὰς μεριστὰς καὶ συνεχεῖς καὶ ἁπλῶς εἰπεῖν μόνας αὐτῷ δέδοκται κινήσεις καλεῖν, ὧν μάλιστα ἡ λογικὴ ἐξῄρηται ψυχή.
Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν. ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπὸς παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι, οὐ τοῦ κατὰ συνέχειαν μόνου (τοῦτο γὰρ ἤδη δέδειχεν, ἀκίνητον αὐτὴν τὰς σωματικὰς κινήσεις δεδειχὼς καὶ καθ' ὅρους ἀεὶ βαίνουσαν καὶ οὐ μέρεσι μέρη ἢ τὸ ὅλον γινώσκουσαν, δι' ὧν οὐ μόνον ὅτι οὐ σῶμα ἀλλ' ὅτι οὐδὲ ἄλλο τι μέγεθος ἔχειν ἐδείκνυτο), ἀλλ' ἐπειδὴ καὶ ὁ συνήθως λεγόμενος ἀριθμὸς ὅ τε ἐκ μονάδων, οἷος ὁ μαθηματικός, καὶ ὁ ἐκ σωμάτων ἀδιαιρέτων ἢ ἐνεργείᾳ μόνον ἢ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὡς οἱ περὶ Δημόκριτον ὑπετίθεντο, ἢ ὅλως τῇ θέσει ἀπ' ἀλλήλων κεχωρισμένων μεριστός ἐστιν, αὐτός τε ἐν διαιρέσει θεωρούμενος καὶ τὰ συμπληροῦντα ἔχων μερικὰ καὶ ἀπεστενωμένα, διὰ τῶν πρὸς Ξενοκράτην ἀντιρρήσεων ὅτι οὐδὲ οὕτω μεριστὴ ἡ ψυχὴ δείκνυσιν, οὔτε ὡς ὁ ἀριθμὸς οὔτε ὡς μονάδες ἢ [62] στιγμαί, ἐξ ὧν ὡς ἀδιαιρέτων ὁ ἀριθμός. ὁ γὰρ ἐκ σωμάτων τινῶν ἀριθμὸς ὡμολογημένως αὐτῇ οὐ προσήκει, εἴ γε μηδὲν ἔχει μέγεθος. ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ κινούμενον μεριστὸν καὶ πάντως μετὰ τὰ εἴδη, τὴν μεσότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως ἀλλ' οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέριστον ἕνωσιν μεταξὺ γενόμενον. καὶ διὰ τοῦτο οὐδὲ κινούμενον ἁπλῶς ἀλλ' ἑαυτὸν ἔφη κινοῦντα, ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης. ὁ δὲ Ἀριστοτέλης ἀριθμόν τε τὸ μεριστὸν ἀκούων πλῆθος καὶ κίνησιν τὴν κατὰ συνέχειαν προϊοῦσαν, ἀναγκαίως ἄμφω τῆς ψυχῆς ἀποφάσκει, ὡς διὰ τὴν μεσότητα παντὸς ὑπερέχουσαν μερισμοῦ. τὰ μὲν οὖν ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα καὶ τοῖς ἄλλοις ὅσοι κινεῖσθαί φασιν αὐτὴν ἀκολουθεῖ, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν· διχῇ ἐνιστάμενος, καὶ ὅτι ἀριθμὸν ὅλως λέγει τὴν ψυχήν, καὶ ὅτι ἀριθμῷ τῷ ἐκ μονάδων ἢ ἐκ σημείων ἀσύγκλωστος ἡ κίνησις.
Μεριστὸν γὰρ τὸ μεριστῶς ἐνεργοῦν, ἀμερὴς δὲ ἡ μονάς. καὶ ὑπὸ τίνος καὶ πῶς; οὔτε γὰρ ὑφ' ἑαυτῆς, ἐπειδὴ διάφορος ἡ κινητικὴ παρὰ τὴν ὡς κινουμένου ἰδιότης, ἡ δὲ μαθηματικὴ μονὰς οὔτε τὴν ἑτέραν ἐμφαίνει τούτων οὔτε που καὶ ἀμφοτέρας (ἕξοι γὰρ ἂν καὶ τὸ πρὸς ἑαυτὴν διάφορον ὡς ἅμα κινητική τε καὶ κινητή, ἁπλῆ δὲ ἀπεστενωμένως ἅπασα μονάς), οὔτε ὑφ' ἑτέρας· ἢ γὰρ ἂν ἔνδοθεν, καὶ ἔμψυχος ἔσται· οὐδεμία δὲ μονὰς ζωτικῶς ἐνεργεῖ· ἢ ἔξωθεν, καὶ ἢ ὤσει ἢ ἕλξει· τὸ δὲ ἀμερὲς οὐδέτερον οἷόν τε. τὸ οὖν δεύτερον πῶς τῷ ὑπὸ τίνος συντεταγμένον δηλωτικὸν τοῦ μήτε ὡς ἔμψυχον μήτε ἑτεροκινήτως.
Καὶ τοῦτο εἰς ταὐτὸν τείνει τὸ ἐπιχείρημα οὐ συγχωροῦν τῷ μοναδικῷ ἀριθμῷ προσήκειν τὴν κίνησιν. ἀλλ' εἴπερ ἄρα, μᾶλλον τῷ ἐκ στιγμῶν κατὰ τοὺς τὴν γραμμὴν ῥύσιν σημείου ὁριζομένους. ἐπεὶ δὲ καὶ τὴν στιγμήν τινες ὁρίζονται μονάδα θέσιν ἔχουσαν, κινοῖτο ἂν καὶ ὁ ἐκ μονάδων ἀριθμὸς θέσιν προσλαβουσῶν. προσλαμβάνουσι δὲ ἐν τῇ πρὸς σῶμα τῆς ψυχῆς κοινωνίᾳ, εἴ γε τοιοῦτος ἀριθμὸς ἡ ψυχή· ἤδη γάρ πού ἐστι, καὶ θέσιν ἔχει ἐν τῷ ἐμψύχῳ σώματι. ἀλλ' ἄτοπον καὶ τούτων συγχωρουμένων γραμμὴν εἶναι τὴν τῆς ψυχῆς κίνησιν· γραμμὴ γὰρ ἡ τῆς στιγμῆς ῥύσις.
[63]
Τοῦτο καθ' αὑτὸ ἐλέγχει ἀριθμὸν εἶναι τὴν ψυχὴν καὶ οὐκέτι ὡς κινούμενον. ὁ γὰρ ἀριθμὸς καὶ διαιρεῖται καὶ εἰς ἀλλοίους τῷ εἴδει ἀριθμοὺς καὶ ἐλαττοῦται ἐν τῇ διαιρέσει. ἡ δὲ ψυχὴ καὶ ἐν τῇ τοῦ ἐμψύχου τομῇ μένει ἀδιαίρετος, καὶ πολλαπλασιαζομένη μὲν τῇ ἀριθμῷ ἐνίοτε, κατ' εἶδος δὲ ἀνεξάλλακτος μένουσα, ὡς ἐπὶ τῶν φυτῶν, ἐφ' ὧν καὶ οἱ ἀποκοπέντες κλάδοι τὴν αὐτὴν ἴσχουσι ψυχήν, οὐ δήπου μίαν τῷ ἀριθμῷ τοῖς διαφόροις παροῦσαν οὐδὲ ἐν τῷ ὅλῳ φυτῷ πολλῶν ὁμοειδῶν ὑπαρχουσῶν ἄλλης ἐν ἄλλῳ μορίῳ· τὸ γὰρ ἓν καὶ μιᾷ ζωοῦται ψυχῇ. πόθεν οὖν ἡ ἐν τῷ κλάδῳ ψυχή; ἔξωθεν φημί, ὅθεν ὅλως τοῖς ἐμψύχοις παραγίνεται, εἴτε τότε γινομένη εἴτε καὶ προϋφεστῶσα, εὐθὺς δὲ τῷ τμηθέντι ἐγγινομένη κλάδῳ ὡς ἤδη τελείαν τὴν τῆς μεταλήψεως ἔχοντι ἐπιτηδειότητα. διὰ γὰρ τὸ ἀμυδρὸν τῆς φυσικῆς ζωῆς οὐ πολλῆς δεῖ τῇ φύσει πραγματείας πρὸς τὴν τῆς ἐπιτηδειότητος τοῦ ὑποκειμένου παρασκευήν. οὕτω δὲ καὶ ζῷα ἔνια ἐκ σήψεως γίνεται ἀρκούμενα μόνῃ τῇ ἐκ τῶν ὅλων ποιήσει· ὡς τά γε τελεώτερα καὶ τῶν μερικωτέρων ποιητικῶν προσδεῖται αἰτίων. ἀλλὰ πῶς δὴ καὶ ζῴων ἐνίων διαιρουμένων ἑκάτερον τῶν τμημάτων ζῇ; θάτερον μὲν γάρ, ἐν ᾧ τὰ ἡγεμονικὰ μόρια, οὐ θαυμαστόν, τῆς αὐτῆς ἐν αὐτῷ μενούσης ψυχῆς, τὸ δὲ λοιπὸν πῶς; οὔτε γὰρ ὑπὸ τῆς αὐτῆς, ἅπαξ ἀποτετμημένον, οὐδὲ ἑτέρᾳ ζωοποιούμενον ψυχῇ, μὴ προσλαβὸν τὰ κυριώτερα μόρια, οἷς δέξεται τὴν ψυχήν. διὸ οὐδὲ ἐπὶ πολὺ ἐπαρκεῖ. ἀλλὰ πῶς καὶ ἐφ' ὁποσονοῦν; οὐδὲ γὰρ ἔμφασιν μόνην αἰτιᾶσθαι δυνατόν, ἐπειδὴ πρὸς τὸ κινεῖσθαι καὶ αἰσθάνεσθαι τελείας δεῖ παρουσίας τῆς κινητικῆς τε καὶ κριτικῆς ψυχῆς. μήποτε οὖν καὶ τοῖς κεχωρισμένοις ἡ αὐτὴ παρεῖναι οὐ κωλύεται ψυχή, ἕως ἂν ἄμφω τὴν αὐτὴν πρὸς τὴν ἄτομον τῆς ψυχῆς ζωὴν σώζῃ ἐπιτηδειότητα.
Τὸ μὲν νῦν ἐπαγόμενον ἄτοπον τοῖς ὡς ἐκ μονάδων ἀριθμὸν ποιοῦσι τὴν ψυχήν ἐστι τὸ ἐξ ἀνάγκης τὰς μὲν τῶν μονάδων κινητικὰς λέγειν, τὰς δὲ κινουμένας, ἐπεὶ εἰ ἑκάστη ἱκανὴ αὐτὴ ἑαυτὴν κινεῖν, τί δεῖ τοῦ πλήθους, ἀλλὰ μὴ ἑκάστη μονάς ἐστι ψυχή; εἴπερ δὲ ἀριθμός, αἱ μὲν ἔσονται κινητικαί, αἱ δὲ κινούμεναι. ἀλλ' οὕτω διάφοροι κατ' εἶδος αἱ μονάδες ἔσονται πρὸς ἀλλήλας, στιγμή τε στιγμῆς διοίσει· αἱ γὰρ μονάδες θέσιν ἤδη ἐν σώματι ἔχουσαι στιγμαὶ γίνονται. κοινοποιῶν δὲ τὸ ἄτοπον καὶ πρὸς τὴν Δημοκρίτου περὶ ψυχῆς δόξαν ὡς κἀκείνῃ ἑπόμενον, πρότερον τὸ ἀδιάφορον τῶν δοξῶν τῆς τε Δημοκρίτου καὶ τῆς Ξενοκράτους κατὰ τὸ [64] πλῆθος τι λέγειν αὐτὴν ὑπομιμνήσκει, ἵνα, ὡς εἴρηται, καὶ ἀμφοτέροις κοινῇ τὸ ἐντεῦθεν ἕπηται ἄτοπον. κἂν γὰρ ἐκ σωματίων τινῶν ποιῇ τὸν ἀριθμὸν ὁ Δημόκριτος, ἀλλ' ἐξ ἀδιαιρέτων διὰ ναστότητα καὶ ἔτι ἀδιαφόρων κατ' εἶδος καὶ τὴν ὑποκειμένην φύσιν. ἀριθμὸς οὖν κατ' ἀμφοτέρους ἡ ψυχὴ ἐξ ἀδιαιρέτων καὶ ἀδιαφόρων. οὐδὲν γὰρ διοίσει πρὸς τὸ ἀριθμὸν εἶναι τὸ τὰ μὲν σωμάτια ὄγκον ἔχειν, ὃ δὴ μέγεθος ἔφη, τὰς δὲ μονάδας εἶναι ἀμερεῖς, ἃς μικρὰς διὰ τοῦτο εἶπεν. ἀρκεῖ γὰρ τὸ ποσὸν κατὰ πλῆθος λέγειν ἑκάτερον πρὸς τὸ ἔνια μὲν κινητικὰ ἔνια δὲ κινούμενα ἐξ αὐτῶν ἐξ ἀνάγκης ὁμολογεῖν. ὅταν οὖν λέγῃ μόνον δὲ μένει τὸ ποσὸν καὶ πάλιν ἀλλ' ὅτι ποσόν, τὸ διωρισμένον λέγει ποσόν.
Ἄλλο τι παρὰ τὰς κινουμένας δηλαδή, ἐπεὶ καὶ ἑκάστη μονὰς καὶ τῶν Δημοκριτείων σφαιρίων ἕκαστον ἔσται ψυχή. φησὶ δὲ μὴ ἐνδέχεσθαι μονάδα εἶναι τὴν κινοῦσαν· διαφορὰν γὰρ ἄν τινα ἔχοι πρὸς τὰς κινουμένας. οὐδεμιᾷ δὲ μονάδι πρὸς μονάδα διαφορά, ὡς οὐδὲ τοῖς κατὰ Δημόκριτον σφαιρίοις, ἐξ ὧν ἡ ψυχή, πρὸς ἄλληλά τίς ἐστι κατ' οὐσίαν διαφορά, πλὴν θέσις. τὰς δὲ μονάδας, ἐξ ὧν ἀριθμὸς ἦν ἡ ψυχή, στιγμὰς νῦν καλεῖ ὡς θέσιν προσλαβούσας διὰ τὴν ἐν σώματι αὐτῆς παρουσίαν. καὶ αἱ στιγμαὶ δὲ οὐ τῷ εἴδει ἀλλὰ μόνῃ θέσει τῷ ὡδὶ ἢ ὡδὶ κεῖσθαι διαφέρουσιν.
Ἐπειδὴ πᾶν μέγεθος στιγμὰς ἔχειν δοκεῖ, εἰ καὶ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα, ἐρωτᾷ, πότερον ἕτεραι αἱ τῆς ψυχῆς μονάδες θέσιν λαβοῦσαι τῶν σωματικῶν στιγμῶν ἢ αἱ αὐταί. εἰ μὲν οὖν ἕτεραι, τὴν τοῦ σώματος στιγμὴν χώραν ἕξει ἡ τῆς ψυχῆς· ἀμερὴς γὰρ οὖσα ἐν ἀμερεῖ κείσεται. καὶ πρῶτον μὲν οὐ κατὰ τὸ μέγεθος ἑαυτοῦ τὸ σῶμα οὐδὲ κατὰ τὴν συνέχειαν ἔσται ἔμψυχον, ἀλλὰ κατὰ μόνα σημεῖα· οὐ γὰρ σύγκειται τὸ συνεχὲς ἐκ τῶν στιγμῶν. ἀλλὰ τοῦτο αὐτὸς οὐ θεὶς νῦν τὸ ἄτοπον, διότι μὴ ἰδίως ἐνίσταται πρὸς τὴν τῆς ἑτερότητος τῶν ψυχικῶν στιγμῶν παρὰ τὰς σωματικὰς ὑπόθεσιν, ἀλλὰ πρὸς τὴν ὅλως ἀριθμὸν ἐκ στιγμῶν τὴν ψυχὴν τιθεμένην, ἕτερον ἐπάγει. τί κωλύει, εἰ δύο ἐν ταὐτῷ γίνονται στιγμαί, μὴ καὶ πλείους γίνεσθαι, ὡς καὶ πάσας τὰς ψυχικὰς ἐν μιᾷ εἶναι σωματικῇ, ἣν κοινότερον τόπον ἐκάλεσεν ὡς δεκτικὴν ἐκείνων; οὕτω δὲ συμβήσεται μόνον τὸ σωματικὸν σημεῖον εἶναι ἔμψυχον. εἰ δὲ μὴ ἕτεραι ἀλλ' αἱ αὐταὶ αἱ ψυχικαὶ ταῖς σωματικαῖς, ὡς εἶναι τὰς ἐν τῷ σώματι στιγμὰς τὸν ἀριθμὸν τῆς ψυχῆς, ἢ κάλλιον φάναι τὸν ἀριθμὸν τῶν ἐν τῷ σώματι στιγμῶν εἶναι τὴν ψυχήν, πάντα ἔσται τὰ σώματα [65] ἔμψυχα, εἴ γε ἐν πᾶσι στιγμαί. τὸ δὲ καὶ ἄπειροι προσκείμενον καὶ ἄλλο τι δηλοῖ ἑπόμενον τῇ ὑποθέσει ἄτοπον. οὐ γὰρ ἐνεργείᾳ ἀλλὰ δυνάμει ἐν τῷ σώματι, εἴπερ ἄρα, αἱ στιγμαί· ἄπειροι δὲ αἱ δυνάμει. διὸ οὐδὲ ἀριθμὸς τὸ ἐξ αὐτῶν πλῆθος (πεπερασμένος γὰρ πᾶς ἀριθμός) πρὸς τῷ καὶ τὴν ψυχὴν δυνάμει ποιεῖν ἀλλ' οὐκ ἐνεργείᾳ ἐν τοῖς ἐμψύχοις. ἐπάγει δὲ καὶ ἄλλο τὸ ἀχώριστον ἔσεσθαι οὕτω τὴν ψυχὴν τοῦ σώματος, ὡς οὔτε ἀληθὲς οὔτε αὐτοῖς ἀρέσκον τοῖς ταῦτα λέγουσιν, εἰ μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς· οὕτω γὰρ ἂν μόνως χωρίζοιντο αἱ ψυχαί, εἰ τὰ μὲν σώματα εἰς ἐπιφανείας, αὗται δὲ εἰς γραμμάς, αἱ δὲ γραμμαὶ εἰς σημεῖα διαιροῖντο· ἔσονται γὰρ οὐκέτι μετὰ συνεχείας. ἀδύνατοι δὲ αἱ τοιαῦται διαιρέσεις, ὅτι οὐ μέρη ἀλλὰ πέρατα αἱ στιγμαὶ τῶν γραμμῶν, καὶ αὗται τῶν ἐπιφανειῶν, κἀκεῖναι τῶν σωμάτων.
Φθάνει γὰρ εἰπών, ὡς τοῖς ἀριθμὸν ἑαυτὸν κινοῦντα λέγουσι τὴν ψυχὴν ὑπάρχει ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα ἄτοπα, ἴδια δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. ἀλλ' ἐπεὶ κινεῖσθαι εὐλόγως ἂν μόνοι αὐτὴν νομίζοιεν οἱ σῶμα οἰόμενοι, τὴν πρὸς τούτους κατὰ τὰ ἄτοπα κοινωνίαν τῶν ἀριθμὸν αὐτὴν ὁριζομένων ἑαυτὸν κινοῦντα παραδίδωσιν οὐκέτι κατὰ τὸ κινεῖσθαι (τοῦτο γὰρ ἤδη εἴρηται), ἀλλὰ κατὰ ἄλλας ἐπιβολάς. τοῖς μὲν γὰρ ἓν σῶμα συνεχὲς αὐτὴν φάσκουσιν, πῦρ ἢ ἀέρα ἤ τι ὅλως λεπτομερές, ἕπεται ἄτοπον τὸ δύο ἐν ταὐτῷ σώματα ποιεῖν, τό τε κινοῦν καὶ τὸ κινούμενον· διὰ παντὸς γὰρ τοῦ ζῶντος ἥκει ἡ ψυχή· τοῖς δὲ ἐκ μονάδων ἀριθμὸν αὐτὴν φάσκουσι τὸ δύο στιγμὰς ἢ καὶ πολλὰς ἐν ταὐτῷ ποιεῖν· καὶ πᾶσαι γὰρ αἱ τῆς ψυχῆς ἐν τῇ μιᾷ σωματικῇ ἔσονται. ἕτεραι γὰρ αἱ ψυχικαὶ στιγμαὶ παρὰ τὰς σωματικάς, ἵνα μὴ πᾶν σῶμα ἔμψυχον ὁμολογεῖν ἀναγκαζώμεθα. τοῖς δὲ πλῆθος αὐτὴν λέγουσι σωμάτων κατὰ τὸ ἴδιον αὐτοῖς ἑπόμενον ἄτοπον παρὰ τοὺς κινοῦντας αὐτὴν οἱ ἀριθμὸν εἰπόντες ἐκ μονάδων κοινωνοῦσιν. εἴρηται δὲ ἤδη τὸ τούτοις ἑπόμενον, τὸ τὰ μὲν κινοῦντα λέγειν τῶν ψυχικῶν μορίων τὰ δὲ κινούμενα ἀδιάφορα ὄντα. ἕπεσθαι δέ φησι καὶ ἄλλα ἄτοπα τοῖς εἰς ταὐτὸ συμπλέξασιν ἀριθμὸν καὶ κίνησιν· ἃ καὶ εὐθὺς ἐπιφέρει, ὅτι οὐ μόνον τὴν οὐσίαν τῆς ψυχῆς ἀδύνατον εἶναι τοιαύτην, ἀλλ' οὐδὲ συμβεβηκέναι αὐτῇ τὰ λεγόμενα δυνατόν, τουτέστι τὸν ἀριθμόν. οὐ γὰρ ὥσπερ τὴν κίνησιν ὑπάρχειν ἐλέγομεν τῇ ψυχῇ καὶ τοῖς πάθεσι κατὰ συμβεβηκὸς τῷ τὸ σῶμα κινεῖσθαι, οὕτω καὶ τὸν ἀριθμόν. ποῖον γὰρ ἄν τις ἀριθμὸν τοῖς λογισμοῖς ἢ τοῖς ἄλλοις ‹ἔργοις› ἢ τοῖς πάθεσιν ὁπωσοῦν ἀποδοίη; χαλεπὸν γὰρ ἐφαρμόζειν, ὡς καὶ [66] ἐπὶ τῆς ἁρμονίας ἔφη, εἰ ἐκ μονάδων δηλαδὴ νοοῖμεν τὸν ἀριθμόν, ἐπεὶ τῇ μεσότητι τῆς ψυχῆς, ἣν διὰ τοῦ ἀριθμοῦ τοῦ ἑαυτὸν κινοῦντος δηλοῦν ὁ Ξενοκράτης ἐβούλετο, καθ' αὑτὰ τῇ εἰς γένεσιν προελθούσῃ ὑπάρχει ταῦτα τὰ πάθη.
Οὐ ταὐτὸν τὸ τινὰ οὐσίαν ἢ ἐνέργειαν ἢ ὅλως ὁποιανοῦν σκοπεῖν ἰδιότητα καὶ τὸν τοῦ εἶναι αὐτῆς τρόπον. τὸ μὲν οὖν κινητικὴν εἶναι τὴν ψυχὴν καὶ ἀσωματωτέραν τῶν φαινομένων πάντων σωμάτων καὶ γνωστικὴν τὴν τῶν ζῴων, τὴν μὲν αἰσθητῶν μόνων τὴν δὲ καὶ νοητῶν, ἀποδέχεται τῶν ἐπιβαλόντων· οὐ μὴν ἔτι τοῖς παραδεδομένοις ἀρέσκεται τρόποις. οὔτε γὰρ τῷ κινεῖν ἑαυτὴν κινεῖν, οὔτε τῷ λεπτομερέστερον εἶναι σῶμα ἀσωματωτέραν εἶναι, οὔτε τῷ ἐκ τῶν στοιχείων εἶναι γνωρίζειν τὰ πράγματα, ἀκίνητόν τε οὖσαν παντελῶς καὶ καθαρῶς ἀσώματον, καὶ οὐ κατὰ τὴν ὑλικὴν ἀλλὰ τὴν εἰδητικὴν ἑστῶσαν ἀρχήν· ὑλικὰ δὲ τὰ στοιχεῖα. ὅτι μὲν οὖν καὶ ἀκίνητος τὰς σωματικὰς πάσας κινήσεις, καὶ ὅτι ἀσώματος ἥ τε τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴ ζωὴ καὶ μειζόνως ἡ χρωμένη καὶ κινητικὴ τοῦ ὀργάνου καὶ ἔτι μᾶλλον ἡ νοερά, ἤδη διώρισε διὰ τῶν τὰ ἀντικείμενα ἐλεγχόντων λόγων. ἐλέγχει δὲ λοιπὸν τοὺς ἐκ τῶν στοιχείων εἶναι λέγοντας αὐτήν, ἵνα καὶ αὐτῶν τῶν ἁπανταχοῦ στοιχείων καὶ τῶν ἐξ αὐτῶν συνισταμένων δι' ὁμοιότητος ᾖ γνωριστική. οὐ γὰρ ταύτῃ βούλεται τὴν ψυχὴν γινώσκειν ὁ Ἀριστοτέλης, ἀλλ' εἶναι μὲν συγγένειάν τινα καὶ οἰκειότητα τῷ γινώσκοντι πρὸς τὸ γνωστόν, εἴ γε ἡ κατ' ἐνέργειαν γνῶσις κατὰ τὸ γνωστὸν ἵσταται, εἰδητικὴν δὲ ταύτην καὶ οὐδαμῶς ὑλικὴν (εἴπερ καὶ ὅταν σύνθετον ᾖ τὸ γνωστὸν ὡς τὸ αἰσθητόν, οὐ κατὰ τὴν ὕλην οὐδὲ κατὰ τὸ συναμφότερον ἀλλὰ κατὰ μόνον αὐτοῦ τὸ εἶδος ἕστηκεν ἡ γνῶσις), ὡς ἐνέργειαν οὖσαν καὶ οὐ πάθος· ἀλλὰ τὴν μὲν τῷ ὀργάνῳ συνεργῷ χρωμένην οὐκ ἄνευ πάθους γινομένην, οὐκ ἐν αὐτῇ τῇ γνώσει ἀλλ' ἐν αὐτῷ τῷ σώματι συνισταμένου τοῦ πάθους. καὶ τότε γὰρ ἡ εἰς τὸ εἶδος ἀποτελευτῶσα κρίσις ἀπαθής ἐστιν ἐνέργεια, ἔτι καὶ κατ' οἰκείαν ἐνέργειαν τοῦ γινώσκοντος ἐγγινομένη. ἔστι γάρ τι καὶ ἔξωθέν τινι κατ' ἐνέργειαν ἐγγινόμενον εἶδος, ὡς τὸ φῶς τῷ ἀέρι οὐ κατὰ τροπήν τινα, ὡς τὸ ἄχρονον τῆς παρουσίας τε καὶ ἀπουσίας δηλοῖ (διὸ καὶ ἐντελέχεια λέγεται τοῦ διαφανοῦς), καὶ ὡς ἡ ζωὴ τῷ σώματι καὶ ὅλως τῇ ὕλῃ τὸ εἶδος, ἀλλ' ἔξωθεν. ἡ δὲ γνωστικὴ ἐνέργεια ἔνδοθεν, καὶ αὐτὴ οὐ τοῦ συνθέτου ὡς ἡ θερμαντικὴ τοῦ πυρός· ἡ γὰρ εἰς εἶδος ἀποτελευτῶσα καὶ ἡ ἀμερὴς καὶ ὅλη ἐν τῷ νῦν οὐ μεριστῆς ἀλλ' ἀμερίστου ἐστὶν οὐσίας. ὅθεν καὶ ἀρχικὸν πᾶν τὸ καθαρῶς κατὰ τὴν εἰδητικὴν ἑστὼς ἐνέργειαν· τὸ δὲ λογικῶς καὶ νοερῶς μειζόνως ἀρχικόν, καὶ μάλιστα ὅταν μηδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι. τίς οὖν ἡ τοῦ γνωστικοῦ πρὸς τὸ γνωστὸν συγγένεια; εἰδητική, ὡς εἴρηται, καὶ αὐτὴ ζωτικὴ καὶ κριτική. ἡ δὲ εἰδητικὴ [67] τὴν ἀμέριστον δηλοῖ πάντων πρὸς πάντα κοινωνίαν. καὶ ἥνωται μὲν ἀλλήλοις καὶ τὰ ἔσχατα εἴδη τὰ τοῦ κινεῖσθαι ἄρχοντα καὶ ὡς κινουμένων ὁριστικά, τὰ δὲ γνωστικὰ καὶ ὡς γνωστικῶς ἀλλήλων πεπληρωμένα. ἀλλ' ἡ μὲν εἱλικρινῶς ἀμέριστος ἕνωσις τοῖς εἴδεσι πρόσκειται, ταῖς δὲ λογικαῖς οὐσίαις ἡ κατὰ λόγους κοινωνία· οὐδὲ γὰρ οὐδὲ οἱ λόγοι ἀλλήλων εἰσὶν ἀπεσπασμένοι, ὅτι οὐκ ἐν μερισμῷ αὐτοῖς τὸ εἶναι, ἀλλ' ἐν κοινωνίᾳ κεχαλασμένῃ καὶ ὑφειμένῃ τῆς ἀμερίστου ἑνώσεως. διάφορα δὲ τὰ μέτρα τῆς ὑφέσεως. τὰ μὲν γὰρ κατὰ λόγους τοὺς προσεχεῖς τοῖς νοεροῖς εἴδεσι γινώσκοντα ὀλίγην ἔχει τὴν ὕφεσιν καὶ διαπρεπῆ τὴν κοινωνίαν, τὰ δὲ ἀποτέρω ἀνάπαλιν. καὶ τὰ μὲν τῶν πρώτων ἐστὶ θεωρητικὰ εἰδῶν, ὡς καὶ κατ' οὐσίαν αὐτοῖς συνημμένα καὶ οὐ πάντῃ ἔξω ῥέοντα ἀλλὰ καὶ εἰς ἑαυτὰ καὶ εἰς τὰ κρείττω ἐπιφερόμενα. τὰ δὲ ἔσχατα ὅλα πρὸς τὸ ἔξω ἀποτεινόμενα οὔτε τῶν κρειττόνων οὔτε ἑαυτῶν ἀλλὰ τῶν ἔξω κειμένων πραγμάτων ἐστὶ μόνων ἀντιληπτικά. οἷς καὶ αὐτοῖς συγγενῆ τὰ μέσα, οὐχ ὡς τὰ αὐτὰ ἀλλ' ὡς μέσα ἐσχάτοις, ὡς ἀνάπαλιν ὅταν τὰ μέσα τῶν πρώτων ᾖ θεωρητικά, ἡ συγγένεια καὶ οἰκειότης ὡς δευτέροις ἐστὶ πρὸς πρῶτα. οὐχὶ οὖν τὴν πρὸς ἄλληλα τοῦ γνωστικοῦ καὶ τοῦ γνωστοῦ οἰκειότητα ἀναίνεται ὁ Ἀριστοτέλης, ἀλλ' οὐκ ἐξ ἀνάγκης ἐν ταυτότητι τὴν οἰκειότητα τίθεται εἶναι· μήτε γὰρ τοῖς ἐξῃρημένοις αἰτίοις, οἷον φιλίᾳ ἢ τῷ νείκει, ἐς ταὐτὸν ἰέναι τὴν ψυχὴν μήτε τοῖς ὑφειμένοις τοῖς τέτταρσι στοιχείοις. πῶς οὖν ταῦτα ὑλικὰ ὄντα γνώσεται; ὅτι καὶ ταῦτα κατὰ λόγους ὁρίζεται φυσικούς, οἷς καὶ αὐτοῖς συγγενὴς ὁ ψυχικός ἐστι λόγος. εἰ δὲ καὶ πᾶν τὸ δεκτικὸν οἰκείως ἔχειν δεῖ πρὸς τὸ ἐγγινόμενον εἶδος καὶ τὸ εἶδος πρὸς τὴν ὑποδοχήν, καὶ τῇ ὕλῃ ἔσται πρὸς τά τε εἴδη καὶ τοὺς λόγους οἰκειότης κατὰ τὴν ἀμυδρὰν ἔμφασιν, καὶ τούτοις πρὸς τὴν ὕλην κατὰ τὴν ὁριστικὴν ὑπεροχὴν καὶ τὴν συνεκτικὴν καὶ ἑνοποιὸν ἀρχήν. οἰκεία δὲ ἥ τε ἕνωσις τοῖς ἑνιζομένοις καὶ ἡ συνοχὴ τοῖς συνεχομένοις. οὐκ αὐτὰ οὖν ἐν τῇ οὐσίᾳ τῆς ψυχῆς τὰ γινωσκόμενα πράγματα, ἀλλ' αἱ πρὸς αὐτὰ συγγενεῖς εἰδητικαὶ ἰδιότητες· μᾶλλον δὲ εἰδητικαὶ μὲν ἐν τῷ νῷ λογικαὶ δὲ ἐν τῇ ψυχῇ καὶ διάφοροι πρὸς τὰ διάφορα. τῷ μὲν γὰρ κατὰ τὰ ἐν αὐτῷ εἴδη καὶ ἡ τῶν δευτέρων γνῶσις, τῇ δὲ κατὰ τοὺς ἐν αὐτῇ λόγους οἰκείως πρὸς ἕκαστον τῶν γνωστῶν προβαλλομένους. ταῦτα δὴ καὶ τῇ τοῦ φιλοσόφου συμπροϊόντες λέξει θεωρήσωμεν.
Λέγουσι μὲν γάρ, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζῃ, ὡσπερανεὶ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐ βουλόμενος αὐτὰ τὰ πράγματα ἐν τῇ ψυχῇ ὑπάρχειν (διαφαίνεται γὰρ τὸ τῆς ὑποθέσεως ἄτοπον μάλιστα ἐπὶ τῶν σωμάτων), ὅτι οὐδὲ τὰ τέτταρα στοιχεῖα μόνα ἐν αὐτῇ ἀνάγκη ὑποτίθεσθαι, ἀλλὰ καὶ τὰ σύνθετα πάντα· οὐ γὰρ ἐκ στοιχείων μόνων, ἀλλὰ καὶ κατὰ τὸν λόγον [68] τῆς συνθέσεως γινώσκεται. δεῖ οὖν καὶ τὸν ἑκάστου ἐνυπάρχειν λόγον, εἰ μέλλοι καὶ τὸ σύνολον, τούτεστι τὸ σύνθετον, γνωρίζειν. θεὸν δὲ κατ' Ἐμπεδοκλέα λέγει ἐκ τῶν στοιχείων ὄντα καὶ αὐτόν, τὸν σφαῖρον. καὶ μαρτύρεται καὶ Ἐμπεδοκλέα ἐπὶ τῶν ὀστῶν καὶ τὸν λόγον τῆς συνθέσεως παραδιδόντα. 'ἐπίηρος' δέ, τουτέστιν ἐναρμόνιος, εἴρηται ἡ γῆ ὡς κύβος κατὰ τὴν Πυθαγόρειον παράδοσιν· τὸν γὰρ κύβον διὰ τὸ δώδεκα μὲν ἔχειν πλευρὰς ὀκτὼ δὲ γωνίας ἓξ δὲ ἐπίπεδα τὴν ἁρμονικὴν ποιοῦντα ἀναλογίαν ἁρμονίαν ἐκάλουν. 'χόανα' δὲ καὶ παρὰ τῷ ποιητῇ, ἐν οἷς ἡ τῶν μιγνυμένων γίνεται κρᾶσις, ἀγγεῖα· "φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων", ἃ καὶ 'εὔστερνα' ὡς πλατέα διὰ τὸ χωρητικὸν καλεῖ. μίγνυσι δὲ πρὸς τὴν τῶν ὀστῶν γένεσιν τέσσαρα μὲν πυρὸς μέρη, διὰ τὸ ξηρὸν καὶ λευκὸν χρῶμα ἴσως πλείστου λέγων αὐτὰ μετέχειν πυρός, δύο δὲ γῆς καὶ ἓν μὲν ἀέρος ἓν δὲ ὕδατος· ἃ δὴ ἄμφω 'νῆστιν αἴγλην' προσαγορεύει, νῆστιν μὲν διὰ τὸ ὑγρὸν ἀπὸ τοῦ νάειν καὶ ῥεῖν, αἴγλην δὲ ὡς διαφανῆ.
Ἄτοπον μὲν καὶ τὸ σώματα ἄττα ὅλως λέγειν ἐν τῇ ψυχῇ, ἀτοπώτερον δὲ τὸ καὶ ἄπειρα ὡς εἰπεῖν, διὰ τὸ καὶ κατ' εἶδος τὰ σύνθετα ἀπερίληπτα ἀνθρωπίνῃ εἶναι νοήσει, καὶ μειζόνως τὸ καὶ στερήσεις ἐν εἰδητικῇ ἢ λογικῇ τίθεσθαι οὐσίᾳ. ἐν γὰρ τῷ ἐπικτήτως τῶν λόγων δεκτικῷ ὑφίσταται ἡ στέρησις, καὶ οὐδὲ ἐν τῇ συμφυῶς αὐτῶν μετεχούσῃ καὶ πολὺ μᾶλλον οὐκ ἐν τῇ κατ' αὐτοὺς οὐσιωμένῃ. οὐ γάρ ἐστιν ἀλλ' ἐνεργεῖ τὴν στέρησιν τὰ τῶν γενητῶν ὁριστικὰ εἴδη, ταῦτα μὲν ὡς ὑποστατικά· τὰ δὲ γνωστικὰ γνωστικῶς τῷ προηγουμένως μὲν τὸ ἀγαθὸν γνωρίζειν· ὅταν δὲ γενητὸν ᾖ τὸ ἀγαθόν, οἶδεν αὐτὸ καὶ ἀναστελλόμενον ποτέ, καὶ αὐτὰ τῇ ἀναστολῇ τῆς τοῦ ἀγαθοῦ γνώσεως γινώσκοντα τὸ κακόν, ὡς ἡ ὄψις τὸ σκότος οὐ κατ' ἐπιβολὴν καθάπερ τὸ φῶς, ἀλλ' αὐτῷ τῷ μὴ θεωρεῖν φῶς. εἰ δὲ τὰ ὁπωσοῦν γνωστὰ αὐτά τις ἐν τῇ ψυχῇ τιθείη, οὐ τὸ ἀγαθὸν ἔσται μόνον, ἀλλὰ καὶ τὸ μὴ ἀγαθὸν ἐν αὐτῇ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων· καὶ γὰρ τῶν ἄλλων εἰδῶν ἐνέσονται στερήσεις.
Στοιχεῖα ἑκάστου λέγει γένους τὰ κοινῇ μὲν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχοντα, οὐκέτι δὲ ἄλλῳ τινί, οἷον οὐσίας μὲν τὸ αὐθέδραστον καὶ μὴ ἐν ὑποκειμένῳ εἶναι, τὸ ἑδραστικὸν τῶν ἄλλων καὶ ὑποκείμενον αὐτοῖς, τὸ ἑαυτοῦ ὄν, τὸ μηδὲν πρὸς τὸ εἶναι τῶν συμβεβηκότων δεῖσθαι· διὸ καὶ ἡ αὐτὴ καὶ μία τῷ ἀριθμῷ τῶν ἐναντίων ἐστὶ δεκτική. ποσοῦ δὲ τὸ μέτρον καὶ τὸ τοσόνδε, τὸ ἰσότητος καὶ ἀνισότητος δεκτικόν, τὸ καὶ πρὸς πέρας καὶ πρὸς ἀπειρίαν ἐπιτήδειον. ποιοῦ δὲ τὸ χαρακτηριστικόν, τὸ τοιόνδε, [69] τὸ ὅμοιον καὶ ἀνόμοιον. κοινὰ δὲ τῶν δέκα ἔστι μὲν ὅσα ὡς ὄντων ἐστὶ στοιχεῖα, ἀλλ' οὐ συνωνύμως ἐπὶ πάντων λεγόμενα· διὸ νῦν οὐ δοκεῖν ἔφη εἶναι κοινά, ἀλλ' ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἕν. διὸ εἰ μὲν αὐτὰ τὰ γνωστὰ ἐνυπάρχει τῷ γινώσκοντι, δεῖ πολλαχῶς τὰ κοινὰ ὑπάρξαι, καὶ δεκαχῶς, ὁσαχῶς καὶ τὰ κοινά· εἰ δὲ κατὰ τὴν πρὸς αὐτὰ τῶν λόγων συγγένειαν, ἀρκεῖ καὶ ὁ εἷς λόγος τῆς ταυτότητος, τὸ ἁπανταχοῦ γινώσκειν ταὐτόν. οὐ γὰρ μόνου τοῦ συνωνύμως λεγομένου ἔστιν ἑνὸς μία ἐπιστήμη, ἀλλὰ καὶ τοῦ ἀφ' ἑνὸς ἢ πρὸς ἕν, ὡς σαφῶς ταῦτα ἐν τῇ Μετὰ τὰ φυσικὰ διώρισται, καθάπερ καὶ τοῦ ὑγιεινοῦ ἡ ἰατρική, καίτοι πολλαχῶς λεγομένου. πάλιν εἰ μὲν αὐτά τις λέγοι ἐνυπάρχειν τῇ ψυχῇ τὰ τῶν γνωστῶν στοιχεῖα, ἔσται ἡ ψυχὴ οὐκ οὐσία μόνον ἀλλὰ καὶ ποιὸν καὶ ποσὸν καὶ τὰ ἄλλα γένη. ἡ δὲ λογικὴ πρὸς ἅπαντα οἰκειότης οὐδὲν κωλύεται εἶναι οὐσιώδης.
Καὶ ἐν ἄλλοις διώρισται ὡς τὸ ἐνεργείᾳ καὶ πάντῃ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου, τὸ θερμὸν ὑπὸ τοῦ θερμοῦ, καὶ τὸ ξηρὸν ὡσαύτως. οὕτω δὲ καὶ τὸ γνωστικὸν γνωστοῦ, ἀλλ' οὐ γνωστικοῦ. καίτοι καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ γνωστικὸν γνωστόν, ὥσπερ καὶ τὸ γνωστὸν γνωστικόν, καὶ γινώσκει ἐνίοτε ὡς γνωστικόν. διὸ οὐ καθ' ὁμοιότητα ἁπλῶς.
Οὐ κατὰ μόνην τὴν τοῦ ὀργάνου πάθην πάσχειν ὄν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν κρίσιν ἢ κατὰ τὴν τοῦ αἰσθητοῦ εἴδους ἑτέρου ὄντος τῷ λόγῳ παρὰ τὸ αἰσθητικόν, τελειοῦταί γε κατ' αὐτὴν τὴν αἰσθητικὴν ἐνέργειαν ποιεῖν ὄν.
Γινώσκειν λέγων τὸ ἐπιστημονικῶς. καὶ αὐτὰ δὲ ποιεῖν τέ ἐστι καὶ πάσχειν. τὸ γνωρίζειν γὰρ τὰ ὄντα κατὰ μὲν αὐτὴν τὴν γνωστικὴν ἐνέργειαν ποιεῖν ἂν εἴη· πάσχειν δὲ κατὰ τὴν ὑπὸ τοῦ νοητοῦ ἢ ἐπιστητοῦ τελείωσιν. ἀλλὰ τὰ μὲν ἄυλα, ἐφ' ὧν συντρέχει εἰς ταὐτὸν τῷ ὑποκειμένῳ τὸ γινώσκειν τε καὶ τὸ γινώσκεσθαι, ἅμα ἐστὶ ποιεῖν τε εἰς ἑαυτὰ καὶ πάσχειν ὑφ' ἑαυτῶν, οὐ καθὸ ὅμοια αὐτὰ ἑαυτοῖς, ἀλλὰ καθὸ ἀνόμοιά [70] πως τῷ λόγῳ, ἐπειδὴ αὐτὰ καὶ γνωστικὰ ἑαυτῶν καὶ γνωστὰ ἑαυτοῖς. ἐπὶ δὲ τῶν ὑλικῶν οὐ συντρέχει τὸ γνωστὸν τῷ γνωστικῷ, ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ κεχώρισται, καὶ οὐ μόνον τῷ λόγῳ. οὐ δὴ οὖν τὸ πῦρ ὑπὸ πυρὸς γινώσκεται· γνωστὸν γὰρ ἀλλ' οὐχὶ καὶ γνωστικὸν τὸ πῦρ. καὶ ὅτι ἐπὶ τούτων οὐ συντρέχει ἀμφότερα, μαρτύρεται [δὲ] καὶ τὰ ἐναργῶς φαινόμενα. εἰ γὰρ ἡ γῆ ἐγίνωσκε, τὰ γηινώτερα ἂν τῶν μορίων ἦν καὶ αὐτὰ γνωστικά. καίτοι μάλιστα τῶν γηίνων σωμάτων φαίνεται οὐδὲν αἰσθανόμενον. ἐν δὲ τῇ λέξει τὸ μαρτυρεῖ δὲ τὸ νῦν λεχθὲν ἀντὶ τοῦ λεχθησομένου ἀποδεκτέον, ὡς δηλοῖ ἐπιφερόμενος ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. καὶ τὰ νεῦρα δὲ ἐν τοῖς ἀναισθήτοις τάττει, ὡς καὶ τὸ κατὰ τὴν ἁφὴν αἰσθητήριον τὸ πνεῦμα εἶναι βουλόμενος. δῆλα δὲ καὶ τὰ ἑξῆς ἐπιχειρήματα. τὴν γὰρ κυρίως ἀρχὴν ἑαυτῆς εἶναι γνωριστικὴν καὶ ὡς αὐτὸ τοῦτο οὔσης ἀρχῆς, καὶ δι' ἑαυτῆς καὶ τῶν ἀρχομένων πάντων κατὰ τὴν αἰτιώδη πάντων περίληψιν. συμβαίνει δὲ τοῖς οὕτω μερίζουσι τὰς ἀρχὰς καὶ διὰ τῆς ὁμοιότητος τὴν γνῶσιν εἰσάγουσιν ἑνὸς μόνου ἀποδιδόναι γνῶσιν ἑκάστῃ ἀρχῇ τῶν δὲ ἄλλων ἄγνοιαν, τῷ δὲ ἀρχομένῳ καὶ ἐξ αὐτῶν συνθέτῳ τὴν πάντων γνῶσιν πλὴν τοῦ σφαίρου, ὃν Ἐμπεδοκλῆς θεὸν ὑμνεῖ. ἐκεῖνος γὰρ μόνος τῶν συνθέτων τὸ νεῖκος οὐκ εἴσεται, ἐπεὶ οὐ συμπληροῦται ἐξ αὐτοῦ.
Ἐπειδὴ νοῦς καὶ ψυχὴ τὰ γνωστικά, γνωστικὰ δὲ τὰ στοιχεῖα καὶ τὰ ἐξ αὐτῶν, καὶ τὸ ἀντίστροφον ἔσται ἀληθές, τὸ πᾶν στοιχεῖον καὶ ἐκ στοιχείων ψυχὴν εἶναι ἢ νοῦν, ἤγουν ἔχειν ταῦτα καθὸ γνωστικά, διότι μὴ κατ' ἄλλο τι ἢ γνωστικὸν ὥρισται, τὸ δὲ γνωστικὸν λέγουσι τοῖς στοιχείοις καθ' ἑαυτὸ ὑπάρχειν.
Ἅπαν σῶμα κἂν ἁπλοῦν κἂν σύνθετον ᾖ, ὡς τὸ εἶναι ἔχει οὐ καθ' ἑαυτὸ οὐδ' ὑφ' ἑαυτοῦ, ἀλλὰ καθ' ἕτερον τὸ εἰδητικὸν καὶ ὑφ' ἑτέρου τοῦ ποιητικοῦ ἢ τελικοῦ αἰτίου, οὕτω καὶ τὸ ἓν κατὰ τὸ εἰδητικὸν ἔχει καὶ ὑπὸ τοῦ ὑποστατικοῦ αἰτίου. διὸ καὶ τὸ τὰ σύνθετα ἑνίζον ἐστὶ τὸ μὲν εἶδος ὡς τὸ καθ' ὅ, τὸ δὲ ποιητικὸν ὡς τὸ ὑφ' οὗ. κυριώτερον δὲ δηλαδὴ τὸ τοῦ εἶναί τε καὶ τοῦ συνέχεσθαι αἴτιον τῶν οὐσιωμένων τε καὶ ἑνιζομένων. τὰ δὲ στοιχεῖα οὐσιοῦταί τε καὶ ἑνίζεται, ὅπερ τὸ συνέχεσθαι δηλοῖ ἐν τοῖς ζῴοις τῇ ψυχῇ. κυριωτέρα ἄρα τῶν στοιχείων ἀρχὴ ἡ ψυχή. τὰ μὲν γὰρ ὡς ὕλη, ἡ δὲ ὡς τὸ εἶδος καὶ ὡς τὸ ποιοῦν, ἡ μὲν ὡς ζῶντος χαρακτηριστικὴ ὡς εἶδος, ἡ δὲ ὡς ὀργάνῳ χρωμένη ὡς τὸ ποιοῦν. [71]
Τῶν ἐνυπαρχόντων τοῖς ζῴοις δηλαδή. ἀδυνατώτερον δ' ἔτι τοῦ νοῦ, τουτέστι τῆς λογικῆς ψυχῆς· αὕτη γὰρ ἡ ἐνυπάρχουσα. καὶ αὕτη προγενεστέρα ἐστὶ κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν, ὅπερ τὸ εὔλογον σημαίνει, διὰ τὸ ἐγγίνεσθαι καὶ μὴ φθείρεσθαι, καθάπερ πρότερον ἔφη, καὶ κυρία κατὰ φύσιν· κυριώτατον γὰρ τὸ καὶ τοῦ γίνεσθαι καὶ τοῦ εἶναι ἐξῃρημένως αἴτιον. οὐ καλῶς ἄρα τινὲς τὰ σωματικὰ στοιχεῖα ὡς πρῶτα τῶν ὄντων πρεσβεύουσι. δι' ὧν ἐδήλωσε καὶ ὅπως γινώσκει ἡ ψυχή, ὅτι ὡς εἶδος οὖσα γνωστικόν· ὥστε καὶ ἡ πρὸς τὰ γνωστὰ αὐτῆς οἰκειότης οὐχ ὑλικὴ ἀλλ' εἰδητικὴ νοείσθω συγγένεια.
Ὁ σκοπὸς τῶν προκειμένων ῥημάτων ἐν τούτοις, ἐνδείξασθαι εἶναι μέν τι κοινῇ πάσῃ ὑπάρχον ψυχῇ (οὐ συνωνύμως λέγω, ἀλλ' ὡς τὰ ἀφ' ἑνὸς καλούμενα, καθάπερ τὸ ὄν, τὸ ἀγαθόν, τὸ ὑγιεινόν, ἡ κίνησις· εἶναι γάρ τι δεῖ τοιοῦτον, ὃ πάσῃ ὑπάρχει ψυχῇ, καθ' ὃ καὶ κοινωνοῦσιν ἀλλήλαις καὶ ἀπὸ τῶν ἄλλων χωρίζονται), παρὰ δὲ τοῖς πρεσβυτέροις μὴ παραδεδόσθαι τὸ κοινόν. οὔτε γὰρ τὸ γνωριστικὸν καὶ αἰσθητικὸν οὔτε τὸ κατὰ τόπον κινητικὸν πάσῃ ὑπάρχει. γνωριστικὸν δὲ ἔοικε τὸ λογικῶς λέγειν γνωστικόν, διὸ ὑποκατιὼν νοῦν τοῦτο καλεῖ. ἀλλ' εἰ καὶ μὴ τὸ κατὰ τόπον κινητικόν, τὸ κινητικὸν ἁπλῶς δόξει πάσῃ ὑπάρχειν· καὶ γὰρ τῇ φυτικῇ τὸ αὐξητικόν, ὃ ἦν κατὰ ποσὸν κινητικόν. ἀλλὰ δοκεῖ φησι μόνην τὴν κατὰ τόπον κινεῖν ἡ ψυχὴ τὸ ζῷον, ἐπειδὴ μηδενὶ τῶν ἐκτὸς συνεργῷ χρωμένη αὐτὸ οὕτως κινεῖ, ὡς τό γε αὐξητικὸν ἔξωθεν οὖσι τοῖς σιτίοις χρῆται. μήποτε δὲ καὶ ὡς τῆς φυτικῆς οὐκ ἐχούσης ἐναργῶς τὸ ὑφ' οὗ, ἐπικλινούσης δὲ μᾶλλον εἰς τὸ καθ' ὅ, διὰ τοῦτο φύσεώς τινος οὔσης (καὶ γὰρ ἡ φύσις ἀρχὴ τοῦ κινεῖσθαι καὶ τοῦ πάσχειν ἀλλ' οὐ τοῦ κινεῖν), ἵνα καὶ ἐπὶ τῶν τρεφομένων τὸ καθ' αὑτὸ κινοῦν τὸ ὑποστῆσαν ᾖ, ὡς καὶ ἐπὶ τῶν κατὰ φύσιν κινουμένων. ἐναργὴς ‹δὲ› ἡ ὑπὸ τῆς ψυχῆς κίνησις διὰ τὸ καθ' ὁρμὴν γίνεσθαι.
Ὁμοίως γὰρ καὶ οὗτοι οὐ περὶ πάσης λέγουσι ψυχῆς. οὔτε γὰρ τὰ ἄλογα διάνοιαν ἔχει (ταὐτὸν νῦν διάνοιάν τε καὶ νοῦν λέγων, ἵνα τὴν λογικὴν δηλώσῃ ζωήν), οὔτε τὰ φυτὰ αἴσθησιν ἢ φοράν. διὸ οὐδὲ τοὺς τὸ κατὰ τόπον κινητικὸν αὐτῇ ἀποδιδόντας περὶ πάσης λέγειν ὑπέμνησεν. [72]
Ἐπειδὴ μυθικώτερον, ὡς αὐτὸς ἔφη, οἱ Πυθαγόρειοι καὶ τὰ ἄλογα ἐδόκουν ταῖς λογικαῖς ζωοῦν ψυχαῖς, ἔνιοι δὲ καὶ τὰ φυτὰ ὡς Ἐμπεδοκλῆς, οὕτω δ' ἂν καὶ τὸ κινητικὸν κατὰ τόπον καὶ τὸ αἰσθητικὸν καὶ πρός γε τὸ νοητικὸν πάσαις ἥρμοττε ψυχαῖς, εἴ τις, φησί, καὶ ταῦτα ἄτοπα ὄντα συγχωρήσειεν, ἵνα πάσης ψυχῆς μέρος ᾖ τὸ νοητικὸν καὶ αἰσθητικόν, οὐδ' ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς, ἀντὶ τοῦ περὶ τῆς πάσης. ὅπως γὰρ εἶπε περὶ πάσης ἑρμηνεύων ἐπήγαγεν οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς, ὡς ἐχούσης ἑκάστης καὶ ἄλλας δυνάμεις, περὶ ὧν οὐδὲν εἰρήκασι. δῆλον δὲ ὡς καὶ οἱ δι' ἀναπνοῆς ἕλκεσθαι τὴν ψυχὴν λέγοντες ὑπὸ τῶν ζῴων οὐ περὶ πάσης λέγουσιν· οὔτε γὰρ ἅπαν ζῷον οὔτε τῶν φυτῶν τι ἀναπνεῖ. ἔοικε δὲ ὁ Ὀρφεὺς τὴν μὲν τῶν σωμάτων πρὸς ζωὴν ἐπιτηδειότητα ἀναπνοὴν καλεῖν, τὰς δὲ ὁλικὰς κινητικὰς αἰτίας ἀνέμους, ὧν οὐκ ἄν ποτε χωρὶς αἱ μερικαὶ ψυχώσειαν τὰ ἐπιτήδεια σώματα. τοῦτο δὲ λέληθε, φησί, τὸ μὴ πάντα ἀναπνεῖν τοὺς οἰομένους κατὰ ἀλήθειαν πάντα τὰ ζῶντα δι' ἀναπνοῆς ψυχοῦσθαι.
Ὅτι μὲν οὐ στοιχειώδης ἡ πρὸς τὰ γνωστὰ τῆς ψυχῆς οἰκειότης, ἵνα γινώσκῃ, ἀλλ' εἰδητικὴ καὶ ἀρχικὴ τῶν ἐνύλων καὶ ἑνοειδὴς ὡς ἀμέριστος, διὸ καὶ ταῦτα ἑνίζει ἀλλήλοις τὰ ἐν τοῖς ἐμψύχοις στοιχεῖα, ἤδη διήρθρωται. νῦν δὲ προστίθησιν ὡς εἰ καὶ ἔδει ἐκ στοιχείων αὐτὴν ποιεῖν, ἵνα οὕτως ἡ πρὸς τὰ γνωστὰ σώζηται συγγένεια, οὐκ ἐκ πάντων ἔδει· ἀρκεῖν γὰρ θάτερον τῶν ἐναντίων ἑαυτό τε κρίνειν καὶ τὸ ἐναντίον. τοῦτο δὲ οὐχ ἁπλῶς ἀληθὲς οἶμαι, ἀλλ' ὅταν θατέρου στέρησις ᾖ. τῷ γὰρ εἴδει ἡ στέρησις γινώσκεται ὡς τῇ ὑγείᾳ ἡ νόσος, ἐπειδὴ πᾶσα στέρησις ἐν ἐμφάσει τέ ἐστιν ἀτελεῖ τοῦ εἴδους, οὗ ἐστιν ἡ στέρησις, καὶ ἅμα ἀπουσία τῆς τοῦ εἴδους τελειότητος. κατὰ τὴν ἔννοιαν τοίνυν τοῦ εἴδους καὶ τὴν ἔμφασιν αὐτοῦ καὶ τὴν ἀπουσίαν γνωριῶ. ὅταν δὲ ἄμφω εἴδη ᾖ τὰ ἐναντία, πῶς τῷ ἑτέρῳ τὸ λοιπόν, καὶ αὐτὸ ἰδιότητος εἰσάγον αἰτίαν καὶ οὐ καθ' ἕτερόν τι ἀλλὰ καθ' αὑτὸ γνωριζόμενον; ἀλλ' εἰωθὼς ὁ Ἀριστοτέλης τὸ ψυχρὸν τοῦ θερμοῦ λέγειν στέρησιν, εἰ ταῦτά τις θείη στοιχεῖα, ἀκολούθως ἑαυτῷ λέγει ἱκανὸν τὸ θερμὸν τὸ ἐν ψυχῇ εἶναι καὶ πρὸς τὸ τὸ ἐναντίον γινώσκειν. δηλοῖ δὲ καὶ παραδείγμασι χρώμενος, τῷ μὲν εὐθεῖ ὡς εἴδει, τῷ δὲ καμπύλῳ ὡς στερήσει· διὸ τὸ καμπύλον οὔτε ἑαυτοῦ οὔτε τοῦ εὐθέος εἶναι γνωριστικόν, ἀλλὰ τὸ εὐθὺ ἀμφοῖν. εἰ γοῦν ὡς εἶδος καὶ τὸ καμπύλον ληφθῇ, οἷον τὸ κυκλικόν, οὐ τῷ εὐθεῖ κανόνι γνωσθήσεται ὡς κυκλικόν, ἀλλὰ μόνον ὅτι οὐκ εὐθύ· ὡς τῷ ἐφαρμόζοντι αὐτῷ περιφερεῖ μέτρῳ καὶ τὸ κυκλικὸν εἰσόμεθα καθ' αὑτὸ καὶ τὸ εὐθὺ ὡς μὴ [73] κυκλικόν. βούλεται δὲ καὶ διὰ τούτων δηλοῦν εἰδητικὴν εἶναι τὴν γνῶσιν ἐνέργειαν.
Εἰ καὶ προηγουμένως αὐτῷ ἐξ ἀρχῆς ὁ σκοπὸς περὶ τῆς τῶν θνητῶν ζῴων ψυχῆς, ἀλλ' ὅμως καὶ περὶ τῆς οὐρανίας ἐποιήσατο ἤδη τινὰ λόγον, ὡς ἀμεγέθης, ὡς νοερά, ὡς χωριστῶς παροῦσα τῷ σώματι, καὶ οὐχ ὡς δοκεῖ λέγειν Πλάτων συμπεπλεγμένη. καὶ νῦν ὅπως αἱ ἐν τοῖς ὅλοις στοιχείοις αἱ καὶ αὐτὰ ζωοῦσαι πάρεισι ψυχαί, ἐνδείκνυται, ὅτι οὐ τῷ μεμῖχθαι καθάπερ αἱ ἡμέτεραι αὐταὶ κατατεινόμεναι καὶ ῥέουσαι εἰς τὰ σώματα καὶ ἐκείνων γινόμεναι, καὶ ὅτι οὐ πρώτως τοῖς ἐνύλοις τούτοις παροῦσαι τοῖς φαινομένοις αὐτῶν σώμασιν, ὥσπερ οὐδὲ αἱ ἡμέτεραι θριξὶν ἢ ὀστοῖς. διὸ οὐδὲ ζῷον καθ' αὑτὸ ὁ ἀήρ, καὶ ζῇ ὅμως ψυχῆς ἐνούσης. δι' ὧν ἅμα μὲν τὸ ὑφειμένον πρὸς τὴν οὐρανίαν τῶν τοιούτων ἐνδείκνυται ψυχῶν, ὡς καὶ μέχρι τῶν στοιχείων διηκουσῶν γενητῶν καὶ φθαρτῶν κατὰ πάντα ὄντων τὰ ἑαυτῶν μέρη, ἅμα δὲ τὸ πρὸς τὰς ἡμετέρας αὐτῶν ὑπερέχον, ἐπειδὴ ἑαυτῶν οὖσαι ἐκεῖναι καὶ τὰ στοιχεῖα ζωοῦσι· τὴν γὰρ πρὸς σῶμα νεῦσιν ἡ μῖξις δηλοῖ. διὸ καὶ ἐν τῷ ὅλῳ ἔφη, ὡς καὶ ἐν τοῖς μερικοῖς τῆς μίξεως οὔσης.
Ὅτι μὲν πλήρη πάντα θεοῦ, δημιουργοῦντος, ἀγαθύνοντος, συνέχοντος αὐτά, οὐδεὶς ἂν ἀμφισβητήσειεν. οὐ δὴ τοῦτο ἐπισημαίνεται, οὐδὲ τὸ ἴσως διὰ τοῦτο εἴρηκεν, ἀλλὰ πρὸς τὸ μεμῖχθαι. οὕτω γὰρ ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι, τῷ μεμῖχθαι αὐτούς· καὶ τοῦτο ἄτοπον.
Ταῖς ἀπορίαις, ὥσπερ εἴωθε, διακρίνει τὴν περὶ τῶν προκειμένων ἀλήθειαν. ὧν μία, διὰ τί τὸ μὲν ἡμέτερον σῶμα σύνθετον ὂν ζῷον γίνεται τῇ παρουσίᾳ τῆς ψυχῆς, οὐχὶ δὲ τὸ πῦρ ὑπὸ βελτίονος ζωοῦσθαι δοκούσης ψυχῆς καὶ δοκούσης ἀληθῶς, εἴ γε τὸ μὲν ἡμέτερον ὅλον φθαρτόν, ἐκεῖνο δὲ κατὰ τὰ μέρη μόνον, καὶ εἴ γε αὐτῶν τὸ μέν ἐστι μερικὸν τὸ δὲ ὁλικόν. εἰ οὖν τὸ ὅλον τοῦ μερικοῦ καὶ τὸ καθ' ὁλότητα ἀίδιον τοῦ πάντῃ φθαρτοῦ βέλτιον, οἰκείως δὲ αἱ ψυχαὶ τοῖς σώμασιν ἐγγίνονται, ὡς ἤδη διώρισται, δῆλον ὡς καὶ ἡ τὸ πῦρ ζωοῦσα βελτίων τῆς ἡμετέρας. πῶς οὖν οὐ ζῷον; ἢ δι' αὐτὸ τοῦτο ὅτι βελτίων. πρῶτον μὲν γάρ, ὅπερ καὶ Πλάτωνι δοκεῖ, οὐ σύνθεσις ἐκεῖ ἐκ ψυχῆς καὶ σώματος, ἀλλὰ μενούσης ἐν ἑαυτῇ τῆς ψυχῆς, ἐκείνης γίνεται τὸ σῶμα· κατὰ δὲ σύνθεσιν τὸ ζῷον. δεύτερον δέ, ὅτι οὐ τὸ φαινόμενον τοῦτο πῦρ προηγουμένως ἐστὶν ἐκείνης τῆς ψυχῆς ὄχημα, [74] ἀλλά τι κρεῖττον, τῆς οὐρανίας ὂν καὶ αὐτὸ συστάσεως δευτέρως. εἰ δὲ τοῦτό τις καὶ ἐπὶ ἡμῶν εἶναι φαίη, ἀλλ' ἴστω ἐπὶ ἡμῶν καὶ τὸ κρεῖττον ὄχημα συγκατατεινόμενον τῇ ψυχῇ εἰς τὸ θνητοειδὲς σῶμα, ὡς ἐκ πάντων συμπληροῦσθαι· ἐπ' ἐκείνων δὲ ἐξήρτηται καὶ τὸ φαινόμενον τοῦ κρείττονος καὶ δι' ἐκείνου ζωοῦται καὶ αὐτό, οὐ μὴν εἰς ἑνὸς ἄμφω συντελεῖ συμπλήρωσιν. οὔτε οὖν ἐκ πάντων συμπληροῦται τὸ φαινόμενον καθ' αὑτὸ ζῷον, ὅτι οὐκ αὐτοτελῶς, ἀλλὰ τῷ τοῦ κρείττονος ἐξῆφθαι ζῇ, καὶ ὅτι ὅλως ὡς μόριον, εἰ καὶ δοίη τις ἓν ἐκ πάντων γίνεσθαι.
Οὐκ εἰ ἔστι βελτίων ζητεῖ, ἀλλὰ διὰ τί ἐστι· καὶ γὰρ εἴρηται ὡς δοκεῖ βελτίων. καὶ οὐκ ἠπόρησε, διὰ τί δοκεῖ, ἀλλὰ διὰ τί ἐστιν, ὡς οὔσης μέν, τῆς δ' αἰτίας ἐν κοινῷ ζητεῖσθαι ὀφειλούσης, μᾶλλον δὲ τρόπον τινὰ ἤδη εἰρημένης ὑπ' αὐτοῦ, τῷ ἐπιστῆσαι τοῖς μεμῖχθαι αὐτὴν φάσκουσι, καὶ τῷ μὴ ζῷον προσαγορεύειν τὸ πῦρ. δῆλον γὰρ ὡς διὰ τὴν χωριστὴν παρουσίαν οὐ συμμιγνυμένη τῷ σώματι οὐδὲ σύνθετόν τι μετ' αὐτοῦ ἀποτελοῦσα βελτίων ἐστὶ τῆς μιγνυμένης καὶ συμπληρούσης ἕν τι μετ' αὐτοῦ. καὶ αὕτη αἰτία τοῦ βελτίονος, ἡ ἐξῃρημένως καὶ κατ' οὐδεμίαν εἰς τὰ χείρω ῥοπὴν τῶν ἐξηρτημένων σωμάτων ζωοποιία. ἀθανατωτέρα δὲ οὐχ ὡς θνητῆς τῆς ἐν τοῖς ζῴοις οὔσης (τὸ γὰρ ἀθανατώτερον ὡς τὸ λευκότερον λευκοῦ λευκότερον), ἀλλ' ὡς κατὰ κρείττονα μέτρα ἀθανασίας ἑστώσης τῆς τῶν ὅλων ψυχῆς. διὸ καὶ ὁ Πλάτων ὁμωνύμους τοῖς ἀθανάτοις τὰς ἡμετέρας προσαγορεύει ψυχάς, καὶ πολλῷ μᾶλλον αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ τὸν θεὸν εἶναι λέγει ἀθάνατον.
Διὰ τὸ σύνθετον εἶναι τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος, μιγνυμένης αὐτῷ δηλαδὴ καὶ πρὸς αὐτὸ ῥεπούσης καὶ ἑαυτῆς ἀφισταμένης πως. τὸ οὖν παράλογον οὐ διὰ τὸ μὴ ζῆν τὸ ὅλον πῦρ ἢ τὸν ἀέρα, ἀλλὰ διὰ τὸ τὰς τῶν ὅλων ψυχὰς ὁμοίως κατατεινομένας ταῖς ἡμετέραις ποιεῖν ψυχαῖς, καὶ οὐδὲ ἀπολυομένας ποτὲ ὡς τὰς ἡμετέρας, ἀλλ' ἀιδίως τοῦτο πασχούσας· ὅπερ ἄτοπον. καὶ σαφῶς ἐπὶ τῆς οὐρανίας εἴρηται τὸ συμπλέκουσιν αὐτὴν πρὸς σῶμα ἑπόμενον.
Πάντως γὰρ ζῷον τὸ ἐκ τοῦ σώματος καὶ τῆς ἐνυπαρχούσης ψυχῆς· [75]δῆλον γὰρ ὡς οὐ μένει ἔτι χωριστή, εἴ γε τῷ σώματι ἔνεστι καὶ σὺν αὐτῷ ζῇ τε καὶ ἐνεργεῖ. διὸ φυλακτέον ἐνεῖναι αὐτὴν φάσκειν, χωριστῶς δὲ παρεῖναι, καὶ ζῆν μὲν τὰ ὅλα θετέον, οὐ μὴν εἶναι ζῷα διὰ τὰς προειρημένας αἰτίας.
Τὴν αἰτίαν ἐκφαίνει τῆς τῶν πολλῶν παρατροπῆς, δι' ἣν καὶ τὰ ὅλα οὕτω λέγουσι ζῆν, ὡς ἐν αὐτοῖς ἐνούσης τῆς ψυχῆς, ἀλλ' οὐ χωριστῶς ζωούσης. διὰ γὰρ τὸ ὁμοιομερῆ τὸν ἐν ἡμῖν ἀέρα τῷ ὅλῳ ὁρᾶν ᾠήθησαν ὁμοίως καὶ ὑπὸ ὁμοίας ψυχῆς τοῦτό τε κἀκεῖνον ψυχοῦσθαι· ἐνεῖναι οὖν καὶ ἐκείνῳ ὡς ἐν τούτῳ τὴν ψυχήν. εἶτα τὸ ἐπισυμβαῖνον αὐτοῖς ἄτοπον εὐθὺς ἐπάγει.
Εἰ γὰρ ἐνοῦσα καὶ τῷ ὅλῳ ἀέρι ἡ ψυχὴ ζωοῖ αὐτόν, ἕξει κἀκείνη μόρια ὅσα ἡ τῶν μορίων, τουτέστι τῶν μερικῶν σωμάτων. ἔσται γὰρ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον, καὶ οὐ τὸ χωριστὸν μόνον· ἀλλὰ καὶ τὸ αἰσθητικὸν καὶ φανταστικόν· ἀλλὰ καὶ θυμὸς καὶ ἐπιθυμία. δεῖ γὰρ τούτων τῇ μὴ χωριστῶς ζωούσῃ ἀλλ' ἐνούσῃ τοῖς σώμασι ψυχῇ. ἔσται οὖν ὁμοειδὴς ἥ τε τοῦ ὅλου ἀέρος καὶ ἡ τοῦ μορίου ψυχή.
Εἰ τῆς τοῦ περιέχοντος ψυχῆς ἀπολαμβανόμενόν τι μόριον, ὡς πᾶσαν μὲν ἔχον ἰδιότητα ζωῆς, ἣν καὶ ἐκείνη εἶχε, διῃρημένον δὲ ὡς εἰς μερικώτερον σῶμα περιγραφόμενον, καθάπερ καὶ τὸ τοῦ ἀέρος μόριον ἅπασαν ἔχον ποιότητα, ἣν καὶ ὁ ὅλος ἀήρ, ἀπολείπεται μόνῳ τῷ μερικῷ. εἰ οὖν οὕτως ἔχει καὶ ἡ ἐν τοῖς ζῴοις ψυχὴ πρὸς τὴν ἐν τοῖς ὅλοις στοιχείοις, ὁμοειδὴς ἂν αὐτῇ εἴη. ἐπεὶ οὖν αὕτη οὐ νοητικὴ μόνον ἀλλὰ καὶ παθητική, εἴη ἂν κἀκείνη ὡσαύτως ἔχουσα. εἰ δὴ ταῦτα ἄτοπα, τὸ τὰς τῶν ὅλων εὐπαθεῖς ποιεῖν, καὶ οὐδὲ ἀπολυομένας ποτέ, καὶ ὁμοίας ταῖς εἰς τὸ χεῖρον ὑποφερομέναις μερικαῖς, καὶ διὰ ταῦτα κατὰ μόνην ἐκεῖναι ἑστήκασι τὴν νόησιν, δῆλον ὡς οὐχ ὁμοίως ἡ τοῦ ὅλου ἀέρος ψυχὴ πρὸς τὴν μερικὴν ἕξει, ὡς αὐτὸς ὁ ἀὴρ πρὸς τὰ οἰκεῖα μέρη. οὗτος μὲν γὰρ ὁμοειδὴς αὐτοῖς, ἀνομοειδὴς δὲ τοῖς μέρεσιν ἡ τοῦ ὅλου ψυχή. εἰ δὲ τοῦτο, τὸ μέν τι αὐτῆς ὑπάρξει δηλονότι, τὸ δὲ οὐχ ὑπάρξει. ἐπειδὴ γὰρ οὐ πάντῃ ὡμώνυμος ἡ τοῦ ὅλου πρὸς τὴν τοῦ μέρους, ἕξει τι κοινόν, εἰ καὶ αὐτὸ [76] κοινὸν ὡς τὰ ἀφ' ἑνός· καὶ ἐπειδὴ πλεονάζει τοῖς πάθεσιν ἡ ἐν τοῖς μέρεσιν, τὸ μέν τι τῆς ψυχῆς ὑπάρχει ἐν τοῖς ὅλοις, τὸ δὲ οὐχ ὑπάρχει· μόνον γὰρ ἂν τὸ νοητικόν. ἀλλ' εἰ καὶ ἡ ἐν τοῖς ὅλοις ἡ αὐτὴ ὑπάρχει, οὐχ οἷόν τε μὴ καὶ τὸ παθητικὸν ἐνεῖναι. διὸ καλῶς συμπεραίνεται ἀναγκαῖον ἢ ὁμοιομερῆ εἶναι· ἕξει γὰρ καὶ ἡ ὅλη καὶ ἡ τῶν μερῶν τὰ αὐτά· ἢ μὴ ὑπάρχειν ἐν ὁτῳοῦν τῶν μορίων τοῦ παντός (οὐ τοῦ παντὸς ἀέρος λέγων ἀλλὰ τοῦ κόσμου), ὡς τῆς μὲν ἐν τοῖς συνθέτοις καὶ τοῖς ζῴοις ἐνυπαρχούσης διὰ τὴν κατὰ τάξιν καὶ τὴν κατὰ νεῦσιν καὶ ῥοπὴν πρὸς τὸ σῶμα συναφήν, τῆς δὲ ἐν οὐρανῷ καὶ τῆς ἐν τοῖς ὅλοις, ἃ δὴ καὶ αὐτὰ μέρη κέκληκε τοῦ παντός, οὐκ ἐνυπαρχούσης, ἀλλὰ χωριστῶς αὐτὰ ζωούσης. οὕτως ἔμοιγε δοκεῖ μᾶλλον τὴν Ἀριστοτελικὴν καθιστάνειν λέξιν ἢ ὡς καταγινώσκοντος ἀζωίαν τῶν ὅλων στοιχείων.
Τὸ ζητούμενον πότερον μία ἐστὶν ἡ ἐν ἑκάστῳ ζῴῳ ψυχὴ ἢ πολλαὶ καθ' ἕκαστον, ἐπειδὴ καὶ ἐνέργειαι αὐτῆς πολλαί τε καὶ πολυειδεῖς, καὶ εἰ μία, πότερον σύνθετος ἐκ πλειόνων οὐσιῶν ἢ ἁπλῆ μὲν πολυδύναμος δέ, ὅθεν τὸ πλῆθος τῶν ἐνεργειῶν. οὐ γὰρ δὴ πολλαὶ διεσπασμέναι ἔσονται οὐσίαι καὶ οὐ μιᾶς οὖσαι ψυχῆς πληρώματα, ἐπειδὴ ὥσπερ τὸ σῶμα ἓν καὶ τὸ ζῷον, ἀναγκαῖον καὶ τὴν ψυχὴν εἶναι μίαν. ἔτι δὲ ἓν τὸ λέγον 'ἐγὼ ἐνόησα καὶ ᾐσθόμην καὶ ἐθυμώθην καὶ ὠρέχθην' οὐκ ἂν ἦν, εἰ μὴ ὁπωσοῦν μία ἦν ἡ ψυχή. ὅτι μὲν οὖν μία ἐναργές· ἀλλὰ πότερον ἁπλῆ κατ' οὐσίαν ταῖς ‹δὲ› δυνάμεσι πληθυνομένη, ἢ καὶ κατ' οὐσίαν πολλή; τῆς γὰρ ἁπλῆς ἴσως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἁπλῆ, ὡς καὶ τῆς λογικῆς λογική, ἢ καὶ τῇ οὐσίᾳ πολλή. καὶ εἰ τοῦτο, πότερον ἀεὶ τοῦ νοητικοῦ ἐν ἡμῖν τῷ παθητικῷ συμπεφυκότος καὶ τῷ θρεπτικῷ, ἢ ἐν τῇ εἰς σῶμα ῥοπῇ ταῦτα προσλαμβάνοντος καὶ μιᾶς συντεθειμένης ἐκ πλειόνων ζωῶν, ὥσπερ καὶ ἐκ ψυχῆς ‹καὶ σώματος› ἓν γίνεται τὸ ζῷον, ‹ἐν› ἡμῖν οὐκ ἀεὶ συμπεφυκότων ἀλλὰ ποτέ; καὶ εἰ οὕτως, ἆρα προϋπαρχουσῶν μὲν τῶν διαφόρων ζωῶν γίνεται ἡ σύμφυσις ποτέ, ἢ ἐνίων τότε γινομένων; εἰ δὲ ἀεί, πότερον καὶ τῶν λοιπῶν διὰ τὸν νοῦν χωριζομένων τοῦ σώματος, ἢ καὶ τοῦ νοῦ ἀχωρίστου διὰ τοὺς λοιποὺς ὄντος. συντελεῖ δὲ τὸ κεφάλαιον καὶ πρὸς τὸ πῶς ψυχοῦται τὰ σώματα, πότερον ὑπὸ τῆς ὅλης, ἢ ὑπό τινων αὐτῆς δυνάμεων· καὶ εἰ ὑπὸ τῆς ὅλης, πότερον κατ' ἄλλην ἄλλῳ μορίῳ παρούσης, ἢ ὅλης ἁπανταχοῦ· καὶ πότερον ὅλης κατὰ πάσας, ἢ ὅλης μὲν ἀλλ' οὐ κατὰ πάσας· οὐ γὰρ δὴ καὶ κατὰ τὰς χωριστάς. ὁ μὲν οὖν Πλάτων σαφῶς ὕστερον τῇ λογικῇ ζωῇ, ἣν καὶ ἀθάνατον καλεῖ, τὴν παθητικήν, ἣν θνητὸν εἶδος ζωῆς, προσυφαίνεσθαι λέγει. οἶμαι δὲ ὡς καὶ Ἀριστοτέλης οὕτως, [77] τὴν μὲν χωριστὴν εἰδὼς καὶ οὐδὲ ὡς ὀργάνῳ ποτὲ χρωμένην τῷ σώματι οὐδὲ συνέχουσάν τι τοῦ σώματος μόριον, ποτὲ δὲ παντελῶς καὶ ἀφισταμένην τῆς ἔξω ῥοπῆς καὶ εἰς τὴν οὐσίαν συναιροῦσαν τὴν ἐνέργειαν καὶ χωρισθεῖσαν μόνην εἶναι τοῦτο ὅπερ ἐστί, τὴν δὲ ἄλλην ζωὴν ἀχώριστον λέγων, καὶ σὺν τῷ σώματι ἀεὶ ἐνεργοῦσαν· οὐ γὰρ τῆς ψυχῆς ἀλλὰ τοῦ συναμφοτέρου εἶναι τά τε πάθη καὶ τὰ τοιαῦτα ἔργα, οἷον αἰσθήσεις φαντασίας ὀργάς καὶ ὅσαι λογικαὶ τῷ σώματι χρῶνται συνεργῷ, ἃς διανοητικὰς καλεῖ, ὡς τὰς χωριστὰς ἐπιστημονικῶς θεωρητικὰς καὶ νοητικάς. ἐν οὖν τῷ παντελεῖ χωρισμῷ οὐ μένει δηλαδὴ μία ἐξ ἀμφοῖν (οὐ γὰρ ἂν ἔτι πάντῃ εἴη κεχωρισμένη), ὁπότε καὶ σαφῶς εἴρηται περὶ τοῦ νοῦ "χωρισθεὶς δ' ἐστὶ μόνον τοῦθ' ὅπερ ἐστίν", ὡς μόνον τὸ νοερὸν λείπεσθαι. ἐν δὲ τῇ ἔξω τοῦ νοῦ ῥοπῇ καὶ τῇ κατὰ προβολὴν ζωῇ ἡ πρὸς τὰς ἄλλας σύμφυσις, ἀλλ' ἡ σύμφυσις οὐ κατὰ συνέχειαν, οἵα ἡ τῶν σωματικῶν μερῶν, ἀλλ' ἡ ἀσωμάτοις προσήκουσα, ἀμερίστως πρὸς ἀλλήλας ἑνουμένων καὶ μιᾶς ἀμερίστου τῆς ὅλης ἀποτελουμένης· ὡς ἡ τοῦ λευκοῦ καὶ μέλανος ὄψις μία, κατὰ δύο μὲν ἐνεργοῦσα λόγους ἅμα, ὅλη δὲ κατ' ἄμφω καὶ μία ὡς ἀμερὴς ἐν ἀμερεῖ τὰ δύο συνειληφυῖα. εἰ δὲ τῷ σώματι ἡ ψυχὴ οὕτω συνάπτεται, ὡς ἓν ἐξ ἀμφοῖν γίνεσθαι τὸ ζῷον, πολλῷ μᾶλλον συγχωρητέον τῇ ἐκ διαφόρων εἰδῶν ζωῆς ἑνώσει, κἂν αἱ μὲν ὦσιν ἀχώριστοι, ἡ δὲ χωριστὴ μὲν τῇ δὲ ἀφ' ἑαυτῆς ἐκστάσει καὶ πρὸς τὸ ἔξω νεύσει ἀχώριστός πως γινομένη καὶ συναρμοζομένη πρὸς αὐτάς, καὶ τὰς μὲν κοινὰς ἐνεργείας καθ' ὅλην αὐτὴν ἐνεργοῦσα τὰς δὲ χωριστὰς καθ' ἑαυτὴν ἢ τὸ ἐξῃρημένον ἔχουσα πρὸς τὰς λοιπάς. νῦν οὖν τῇ Ἀριστοτελικῇ συμπαρακολουθήσωμεν λέξει. διακρίνας δὴ τὰς γνωστικὰς τῆς ψυχῆς ἐνεργείας ἀπὸ τῶν ὀρεκτικῶν καὶ ποικίλας εἶναι ἀμφοτέρας δηλώσας, τὰς μὲν ὡς δοξαστικὰς καὶ νοητικὰς καὶ αἰσθητικάς, τὰς δὲ κατὰ τὸ λογικὸν καὶ παθητικόν (παθητικὴ γὰρ ὄρεξις ἡ ἐπιθυμία, λογικὴ δὲ ἡ βούλησις), προσθεὶς δὲ καὶ τὰς κατὰ τόπον κινητικὰς καὶ ἔτι τὰς φυτικάς, ζητεῖ, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ, καθ' ἣν νοοῦμέν τε καὶ αἰσθανόμεθα καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ἢ μορίοις ἑτέροις ἕτερα. ἐπεὶ δὲ τὸ μέν τι νοεῖν τῆς νοητικῆς ἐστι ψυχῆς ἴδιον, μάλιστα μὲν τὸ μόνιμον, εἰς τὴν οὐσίαν τῆς ἐνεργείας συναιρουμένης, ἤδη δὲ καὶ τὸ κατὰ προβολήν, ὅσον μὴ τῷ σώματι ὡς ὀργάνῳ χρῆται μηδὲ συμπαραλαμβάνει τὴν φαντασίαν, κἂν ἑπομένην αὐτὴν ἔχῃ καθάπερ σκιὰν παρακολουθοῦσαν, τὸ δέ τι νοεῖν, ὃ παθητικὸν ἐρεῖ σὺν φαντασίᾳ γινόμενον, περὶ τούτου νῦν ἐρωτῶν διακρίνει αὐτὸ ἀπὸ τοῦ προτέρου, τῷ ἡμᾶς φάναι εἶναι τοὺς νοοῦντας, ὧδε εἰπών·
Ἡμεῖς γὰρ οἱ σύνθετοι καὶ οἱ νοοῦντες καὶ αἰσθανόμενοι, οὐ κατὰ [78] τὸ πρότερον νοεῖν· ἴδιον γὰρ ἐκεῖνο τῆς χωριστῆς ψυχῆς. ἐπεὶ οὖν τὸ σύνθετον καὶ νοεῖ, ἣν δὴ καὶ νοεῖ νόησιν, καὶ αἰσθάνεται καὶ τὰ ἄλλα ποιεῖ τε καὶ πάσχει ἅμα (διὰ μὲν γὰρ τὴν ζωτικὴν ἐνέργειαν ποιεῖν ἐστιν ἕκαστον, πάσχειν δὲ διὰ τὴν σωματικὴν κίνησιν), δῆλον ὡς τῇ ὅλῃ ψυχῇ τῇ ἐκ πασῶν τῶν ζωῶν συνυφανθείσῃ τούτων ὑπάρξει ἕκαστον· ἡ γὰρ ὅλη ἐστὶν ἡ τὸ σύνθετον ὅλον ὁρίζουσα· τὸ δὲ ὅλον ἐστὶ καὶ αἰσθανόμενον καὶ νοοῦν καὶ ὀρεγόμενον, ἐπειδὴ καὶ ἓν πάντα ἐνεργεῖ, ἵνα καὶ τὴν ταυτότητα αὐτῶν καὶ τὴν διαφορὰν γνωρίζῃ. τῇ μὲν οὖν ὅλῃ ἕκαστον ὑπάρξει, ἄλλοτε δὲ κατ' ἄλλην ζωὴν ἐνεργούσῃ· οὐ γὰρ κατὰ τὴν αὐτὴν τρέφεται καὶ αἰσθάνεται, οὐδὲ αἰσθάνεται καὶ νοεῖ. τὸ δὲ ζῆν καὶ ἄλλο τι παρ' ἕκαστον, οἷον παρὰ τὸ αἰσθητικὸν καὶ νοητικὸν καὶ θρεπτικόν, ἐπειδὴ ἕκαστον οὐχ ἁπλῶς ἐστι ζῆν ἀλλὰ μετὰ διαφορᾶς. διὸ οὕτως ἄλλο, ὡς τὸ ζῷον τοῦ λογικοῦ ζῴου, καὶ ἐν ἑνί τ' ἐστιν ἑκάστῳ καὶ ἐν πᾶσιν ἅμα τὸ ἐφ' ἑαυτοῦ ὂν ἐγειρόμενον καὶ οἷον ζέον.
Οὐκοῦν κἀκεῖνοι τὴν ὅλην βούλονται καὶ νοεῖν καὶ ἐπιθυμεῖν, ἀλλ' ἄλλῳ καὶ ἄλλῳ· καὶ οὐ τοῦτο ἐπισημαίνεται, ὅτι ἡ ὅλη ἄλλῳ καὶ ἄλλῳ, ἀλλ' ὅτι ὡς μεριστὴ καὶ ὡς μορίοις, δέον ὡς ἀμέριστος φάναι καὶ διαφόροις ζωαῖς ἀμερίστως ἀλλήλαις συμφυομέναις. διὸ καὶ ἀπαιτεῖ τὸ συνέχον εὐλόγως· τὸ γὰρ μεριστὸν πᾶν δεῖται τοῦ συνέχοντος. εἰ δὲ μεριστὴ εἴη ἡ ψυχή, οὔτε ἑαυτὴν οὔτε ἄλλο τι συνέξει· ὡς οὐδὲ τὸ σῶμα. ἀλλὰ μὴν συνέχει τὸ σῶμα ἡ ψυχή· ἐξελθούσης γοῦν διαπνεῖται. ἀμέριστος ἄρα, ἐπεὶ εἰ καὶ αὐτὴ τοῦ συνέχοντος δεῖται, ἢ στησόμεθα εἰς τὸ ἀμέριστον, κἀκεῖνο ἡ ψυχή, ἢ εἰς ἄπειρον χωρήσομεν.
Ἡ ὅλη μὲν κατὰ τὸν Ἀριστοτέλη καὶ κατὰ τοὺς μεριστὴν αὐτὴν ὑποτιθεμένους συνέχει τὸ σῶμα· ἀλλ' ὡς αἰσθάνεται ἡ ὅλη κατὰ τὴν αἰσθητικὴν δύναμιν διὰ τὸ ἑκάστην δύναμιν ἀμερίστως τῷ ὅλῳ συμφύεσθαι, καὶ οὐ κατὰ διάστασιν ἄλλο τι οἷον τὸ δοξαστικόν, οὕτω καὶ συνέχει μὲν ἡ ὅλη, κατὰ δὲ τὰς ἀχωρίστους αὐτοῦ ζωὰς διὰ τὴν καὶ τούτων ἀμέριστον ἐν τῇ ὅλῃ σύμφυσιν, ἀλλ' οὐ κατὰ τὸ νοητικόν. ὅπερ τοῖς μεριστὴν οἰομένοις οὐχ ἕπεται· ἀλλ' εἰ καὶ δοίη τις αὐτὴν μεριστὴν οὖσαν καὶ συνεκτεινομένην τὴν ὅλην τοῦ ὅλου εἶναι συνεκτικήν, ἔσται καὶ τὰ μέρη τῶν μερῶν κατὰ τὸ ἑκάστῳ ἐπιβάλλον συνεκτικόν, ὡς καὶ ἕκαστον ψυχικὸν μόριον σωματικοῦ εἶναι συνεκτικὸν μορίου· ὥστε καὶ ὁ νοῦς. τοῦτο δὲ χαλεπὸν καὶ [79] πλάσαι· ἀχώριστον γὰρ τοῦ συνεχομένου τὸ προσεχῶς συνεκτικόν, χωριστὸς δὲ ὁ νοῦς· καὶ τὸ μὲν ἐκείνου ἐστὶν ὡς αὐτὸ τοῦτο ἐκεῖνο συνέχον, τὸ δὲ ἑαυτοῦ, ἑαυτὸ νοοῦν καὶ εἰς ἑαυτὸ ἐπιστρέφον. ἔτι εἰ καὶ ἀμερὲς τὸ συνεκτικὸν τῶν μεριστῶν, ἀλλὰ περὶ αὐτὰ μεριζόμενον. καὶ τὸ μὲν οὐ πρὸς ἑαυτὸ μόνον ἀλλὰ καὶ πρὸς τὰ κρείττω ἀνεπίστροφον, ἐγκαταδεδυκὸς τῷ συνεχομένῳ· ὁ δὲ καὶ τὰ κρείττω νοεῖ καὶ ἐκείνων ἔχεται. πῶς οὖν παραποδίζεται τὸ νοεῖν ὑπὸ τοῦ σώματος; διότι τὸ σῶμα τῇ ὅλῃ ψυχῇ κατὰ τὰς ἀχωρίστους αὐτῇ συνήρτηται ζωάς, διὰ δὲ τὴν συνάρτησιν οὐ ταῖς χρωμέναις μόναις ἀλλὰ καὶ ταῖς μηδὲν αὐτῷ χρωμέναις ἐμποδίζει, ὡς ἐπὶ τῆς βελόνης εἴρηται.
Καὶ τοῦτο δεικτικὸν τῆς ἀμερίστου τῶν ἐν ἑκάστῳ πλειόνων οὐσιῶν τε καὶ δυνάμεων ζωτικῶν συναφῆς. τὰ γὰρ ὡς μεριστοῦ μόρια, κἂν ἥνωταί πως, ἰδίαν ἕκαστον ἔχει θέσιν, ὡς ὀφθαλμὸς καὶ ῥίς· αἱ δὲ ζωαὶ οὕτως ἥνωνται, ὡς καὶ ἑκάστῳ τοῦ σώματος μορίῳ ἐνίοτε πάσας παρεῖναι, ὅταν ἐπιτήδειον ᾖ πρὸς τὴν πᾶσαν ὑποδοχήν. καὶ γὰρ ὁ κλάδος τοῦ φυτοῦ τὴν ὅλην ἔχει φυτικὴν ψυχὴν θρεπτικήν τε οὖσαν καὶ αὐξητικὴν καὶ γεννητικήν. καί τινων ἐντόμων ζῴων εἰς δύο διαιρουμένων ἑκάτερον μόριον ἐπί τινα χρόνον καὶ κινεῖται καὶ αἰσθάνεται καὶ δῆλον ὡς καὶ τρέφεται· οὐ γὰρ ἄνευ τῆσδε αἱ λοιπαί· καὶ δῆλον ὡς οὐ τῷ εἴδει μόνῳ ἀλλὰ καὶ τῷ ἀριθμῷ, ὡς ἤδη εἴπομεν, τῆς ἀμερίστου ζωῆς ὅλης ἐν ἑκάστῳ παρούσης ἀμερίστως τῶν πρὸς τὴν ἄτομον ζωὴν ἐπιτηδείων μορίων, κἄν τε συνεχῆ ᾖ πρὸς ἄλληλα κἄν τε διωρισμένα. ἀλλ' ἐν τοῖς διωρισμένοις οὐκ ἐν ἀμφοτέροις ὄντα τὰ τῆς σωτηρίας ὄργανα, τὰ ἡγεμονικὰ καλούμενα, οὐκ ἐᾷ ἐπὶ πολὺ τὴν αὐτὴν τῷ ἀριθμῷ ἐν ἀμφοῖν παρεῖναι ψυχήν· καὶ γὰρ ἐν τοῖς φυτοῖς αἱ ῥίζαι κατ' ἀριθμὸν διάφοροι. εἰ δὲ αἱ ἔσχαται ζωαὶ ἀμερίστως ἀλλήλαις συνυπάρχουσι, μειζόνως αἱ κρείττους, καὶ ὁμοειδεῖς εἰσιν, οἷον αἱ ψυχαί, ἀλλήλαις τε καὶ τῇ ὅλῃ· ψυχὰς νῦν οὐ τὰς ἐν πλείοσι ζῴοις καλῶν, ἀλλὰ τὰς ἐν ἑκάστῳ ζῴῳ διαφόρους ζωάς, οἷον τὴν φυτικήν, τὴν αἰσθητικήν, τὴν λογικήν. εἶναι δὲ ταύτας καὶ ἀλλήλαις καὶ τῇ ὅλῃ ὁμοειδεῖς, οὐχ ὅτι τὸ φυτικὸν καὶ τὸ αἰσθητικὸν τῷ εἴδει ταὐτόν, ἀλλὰ διὰ τὴν ἀχώριστον πρὸς ἀλλήλας σύμφυσιν, ὡς ἑκάστου εἴδους ζωῆς μετὰ τῶν ἄλλων ὄντος, καὶ διὰ τοῦτο καὶ ἑκάστου τρόπον τινὰ πάντα ὄντος· ἐπεὶ καὶ τὸ φυτικὸν ἡμῶν αἰσθητικοῦ τε καὶ λογικοῦ ὄργανόν ἐστι θρεπτικόν τε καὶ γεννητικόν, καὶ τὸ αἰσθητικὸν ἡμῶν λογικόν· τεχνοῦται γοῦν ἡ ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ἁφή, καὶ κατακούει λόγου ἡ φαντασία· ἀλλὰ καὶ θρεπτικόν πως· δηλοῖ δὲ ἡ ὄρεξίς τε καὶ ἀπόλαυσις τῆς τροφῆς, αἰσθητικὴ οὖσα ἑκατέρα. καὶ τὸ λογικὸν δὲ οἷον ἀμφοτέροις κοινωνοῦν· κατὰ γὰρ τὴν προβεβλημένην [80] ζωὴν εἰς τὸ θνητὸν τὴν πρὸς αὐτὰς ἀναδέχεται κοινωνίαν. διὸ οὐδὲ ἡ νόησις ἡ τοιαύτη ἄνευ φαντασίας. ταύτῃ μὲν οὖν ἀλλήλαις ὁμοειδεῖς, τῷ συνυπάρχειν πάσας ἀμερίστως ἐν τῇ τοῦ ζῴου συστάσει, τῇ δὲ ὅλῃ ψυχῇ ὡς διαιρετῇ οὔσῃ φησί, κατὰ συμβεβηκός, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, διαιρουμένῃ τῷ τὸ σῶμα διαιρεῖσθαι, ὡς ἐν ἑκατέρῳ τῶν μορίων τὴν ὅλην ἐμφαίνεσθαι. ἀλλὰ τοῦτο δεικτικὸν μὲν ἔστω τοῦ εἶναι ὁμοειδεῖς τὰς μερικὰς τῇ ὅλῃ· οὐ μὴν τὸν τρόπον σημαίνει, πῶς εἰσιν ὁμοειδεῖς, ὅπερ τὸ ὡς ἐπίρρημα δηλοῖ. μᾶλλον μὲν οὖν εἶναι νοητέον, ὅτι οὐχ ὡς ἁπλῇ ἀλλ' ὡς συμπληρουμένῃ ἐξ αὐτῶν, καὶ οὕτω συμπληρουμένῃ ὡς καὶ διαιρεῖσθαι δυναμένῃ, ὁμολογουμένως μὲν τοῦ νοῦ τῶν λοιπῶν χωριζομένου, ἴσως δὲ καὶ τῆς αἰσθητικῆς ψυχῆς ἀπὸ τῆς φυτικῆς, ἐὰν τὴν πρώτην ὑπόστασιν μὴ ἐν τῷ δεομένῳ τροφῆς σώματι ἔχῃ, ἀλλ' ἐν κρείττονι. ἐκεῖνο δὲ γνώριμον ὡς καὶ τὸ φυτικὸν ἡμῶν τοιοῦτον οἷον αἰσθήσει καὶ λόγῳ συμφύεσθαι, καὶ τὸ αἰσθητικὸν οἷον τῷ λόγῳ. διὸ οὐδὲ τῷ ἐν τοῖς φυτοῖς φυτικῷ οὐδὲ τῷ ἐν τοῖς ἀλόγοις ζῴοις φυτικῷ καὶ αἰσθητικῷ τὰ ἐν ἡμῖν τὰ αὐτὰ πάντῃ· τὰ μὲν γὰρ οἷα λογικά πως εἶναι, τὰ δὲ πρὸς τὴν τοῦ λόγου κοινωνίαν ἀδυνατεῖ. ἡ δὲ λέξις ἡ ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης ἀκαταλλήλως εἴρηται, ὅτι τε ἀπὸ τῶν ψυχῶν ἐπὶ τὰ μόρια μετενήνεκται, καὶ ὅτι ἀντὶ δοτικῆς γενικῇ πτώσει χρῆται· δέον γὰρ ἀλλήλαις φάναι, ἀλλήλων εἶπεν.
Ψυχὰς καλέσας τὰς διαφόρους ἐν ἡμῖν ζωάς, περὶ μὲν τῆς λογικῆς ἢ τῆς αἰσθητικῆς ὡς ἐναργῶς τὸ ἀρχικὸν καὶ εἰδητικὸν ἐχουσῶν καὶ διὰ τοῦτο ψυχῶν καλῶς εἰρημένων οὐκ ἐπέστησε, τὴν δὲ φυτικήν, ὅτι ψυχή, καὶ λόγου τινὸς ἠξίωσε, πρῶτον μὲν ἀρχὴν αὐτὴν προειπών, ἔπειτα δὲ αὐτὸ τοῦτο δεικνὺς διά τε τοῦ ταύτης μόνης κοινωνεῖν καὶ ζῷα καὶ φυτά, καὶ διὰ τοῦ αὐτὴν μὲν χωρίζεσθαι τῆς αἰσθητικῆς ἀρχῆς, αἴσθησιν δὲ μηδὲν ἄνευ ταύτης ἔχειν, τὴν παθητικὴν δηλαδὴ καὶ κατὰ τὴν πληγὴν τοῦ αἰσθητηρίου ἐγειρομένην. δι' ὧν ἱκανῶς τὸ εἰδητικὸν τῆς φυτικῆς καὶ ἀρχικὸν πιστοῦται. εἰ γὰρ ταῖς ὡμολογημένως εἰδητικαῖς καὶ ἀρχικαῖς ζωαῖς συμφύεται, τῇ τε αἰσθητικῇ καὶ τῇ λογικῇ, εἴη ἂν καὶ αὐτὴ ἀρχικὴ καὶ εἰδητική· καὶ εἰ ἄνευ ἐκείνων εἰδοποιεῖ καθ' αὑτὴν τὰ φυτά, εἴη ἂν καὶ αὐτοτελές τι εἶδος ψυχικόν.
[81]
Ἐν τῷ πρώτῳ ἱστορήσας τε ἅμα τὰς τῶν παλαιοτέρων δόξας καὶ ἐπεξεργασάμενος, καὶ διὰ τῆς ἐπεξεργασίας, ὅτι τε οὐσία καὶ ὅτι ἀσώματος, καὶ ὅτι τὸ μέν τι αὐτῆς ἐστιν ὡς κινουμένου τοῦ ζῶντος σώματος ὁριστικόν, τὸ δὲ ὡς κινοῦν, καὶ ὅτι ἡ λογικὴ ψυχὴ ἔχει τινὰς μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρωμένας ἐνεργείας, εἶτα καὶ ὅτι ἀρχικὴ αὕτη μάλιστα, καὶ ὅπως γινώσκει οὐ κατὰ τὴν στοιχειώδη ἀλλὰ κατὰ τὴν εἰδητικὴν πρὸς τὰ γνωστὰ οἰκειότητα, ἐνδειξάμενος δὲ καὶ τὸ διάφορον τῆς τῶν ὅλων στοιχείων πρὸς τὰ μερικὰ ψυχώσεως, ὅτι τε μία ἡ ἐν ἑκάστῳ ψυχὴ ὑπομνήσας, αὐτὸς καθ' αὑτὸν ἀπὸ τοῦ δευτέρου τὴν θεωρίαν ποιούμενος καὶ περὶ πάσης ψυχῆς τῆς τῶν θνητῶν ζῴων τὴν πραγματείαν ποιησάμενος, ζητεῖ προηγουμένως τί κοινὸν πάσαις ὑπάρχει, καθ' ὃ πᾶσαι εἰσί τε καὶ λέγονται ψυχαὶ αἱ τῶν θνητῶν ὡς εἴρηται ζῴων. ἀλλ' ἐπεὶ οὔτε ὁμοειδεῖς ἀλλήλαις, οὔτε τὸ κοινὸν αὐταῖς συνωνύμως ὑπάρχει, οὐ μὴν οὐδὲ πάντῃ ὁμωνύμως, ἐπειδὴ καὶ μία πως ἡ τῆς ψυχικῆς ζωῆς ἔννοια, ἡ ἔνδοθεν κινητική, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ὁμωνύμων πλείους καθ' ἕκαστον ἰδίως (ἄλλη γὰρ ἡ περὶ τοῦ χερσαίου κυνὸς παρὰ τὴν τοῦ θαλασσίου καὶ παρὰ τὴν τοῦ ἀστρῴου καὶ ἔτι παρὰ τὴν τοῦ ὡς σπασμοῦ ἔννοιαν· ἐπὶ δὲ τῆς ψυχῆς καὶ μία καὶ τὸ κοινὸν ἔχουσα παραλλάττον καθ' ἕκαστον εἶδος, ὡς καὶ κατὰ βάθος πολλῆς γινομένης παραλλάξεως, καθάπερ ἔχει τὰ ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἓν λεγόμενα), ἀναγκαία ἐπὶ τούτων οὐχ ἡ κατὰ τὸ κοινὸν μόνον, οὐδὲ ἡ κατὰ μόνον τὸ παρηλλαγμένον, ἀλλ' ἡ κατὰ τὸ συναμφότερον θεωρία, ἵνα ὡς ἔχει τὰ πράγματα οὕτως αὐτὰ γινώσκωμεν. ἔχει δὲ ὡς μήτε τὸ κοινόν ποτε ἄνευ τῆς εἰρημένης διαφορᾶς, μήτε τὸ παρηλλαγμένον ἄνευ τοῦ κοινοῦ ἂν ἢ εἶναι ἢ ἀκριβῶς θεωρεῖσθαι. ἀλλ' ἐπειδὴ μεριστὴ οὖσα ἡ ἡμετέρα γνῶσις οὐκ ἰσχύει εὐθὺς ἐξ ἀρχῆς τὸ συναμφότερον ἑλεῖν, πρὶν [82] ἰδίᾳ νοῆσαι ἑκάτερον, εἰκότως ὁ φιλόσοφος τί τὸ κοινὸν πρότερον θεωρεῖ, οὕτως ὂν κοινὸν ὡς τὰ πολλαχῶς λεγόμενα, ὡς τὸ ὄν, ὡς τὸ ἀγαθόν, ὡς τὸ ἕν, ὡς τὸ ὑγιεινόν· καὶ γὰρ οὐ τῶν συνωνύμων μόνων, ἀλλὰ καὶ τῶν οὕτω κοινῶν μία ἐστὶν ἐπιστήμη, ὡς αὐτὸς ἡμᾶς ἐν τῇ Μετὰ τὰ φυσικὰ διδάσκει πραγματείᾳ, καὶ ἕνα κοινὸν φέρε τοῦ ἑνὸς αὐτοῦ ἀποδίδωσι λόγον, καίτοι πολλαχῶς λεγομένου. οὕτω δὲ καὶ ἐν τῇ Φυσικῇ τῆς κινήσεως ἕνα ἀποδίδωσιν ὅρον. καὶ οὐ τοῦτο μεμπτὸν τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἀποδιδόναι ὅρον, ὅπερ καὶ πάντως ἀναγκαῖον ποιεῖν, ἀλλὰ τὸ ἀρκεῖσθαι τῷ κοινῷ, μὴ προστιθέναι δὲ καὶ τὸ καθ' ἕκαστον ἴδιον, ἵνα τότε κατὰ τὸ κοινὸν ὁμοῦ καὶ τὸ ἴδιον τὴν ἀκριβῆ ἑκάστου ἕλωμεν γνῶσιν. πάλιν δὲ ὑπομνηστέον, ὡς περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὁ προηγούμενος αὐτῷ σκοπός, ὧν καὶ ἡ λογικὴ ἡμετέρα.
Οὐ τὸ ἱστορήσθω μόνον δηλοῦντος τοῦ εἰρήσθω, ἀλλὰ καὶ τὸ ἐξειργάσθω, ἀναφανέντων ἐν τῇ ἐξεργασίᾳ τοῦ ἀσωμάτου πάσης ψυχῆς, τοῦ οὐσιώδους, τοῦ ἀρχικοῦ ὡς εἰδητικοῦ, τοῦ ἀμερίστως ἡνωμένου. ἐπαγγέλλεται δὲ διορίζειν καὶ τὸν κοινότατον ἀποδιδόναι τῆς ψυχῆς λόγον, ἵνα τὰ πάσῃ ψυχῇ τῇ περὶ ἧς ὁ λόγος κοινῇ τέως ὑπάρχοντα θεωρήσῃ, ὡς ὕστερον τὰ ἑκάστης προσθήσων ἴδια.
Περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὄντος τοῦ λόγου, οὐ πάσης οὔσης ὁμοειδοῦς πρὸς πᾶσαν, καὶ οὐδὲ συστοίχως μόνον ἀντιδιαιρουμένων, ἀλλὰ καὶ κατὰ βάθος πλείστης οὔσης διαφορᾶς ἐν αὐταῖς, ζητεῖ ὡς εἴρηται τὸ κοινῇ πάσῃ ὑπάρχον, εἰ καὶ μὴ συνώνυμον τὸ κοινόν, ἀλλὰ καθ' ἕκαστον εἶδος ἐξαλλαττόμενον, ὡς μηδὲ αὐτὸ μένειν τὸ κοινὸν ἀνεξάλλακτον, οὐ κατὰ μόνας τὰς συστοίχως ἀντιδιαιρουμένας διαφοράς, ἀλλὰ καὶ κατὰ βάθος ἐξαλλαττόμενον, ὅτε καὶ αὐτὸ καθ' αὑτὸ τὸ κοινὸν διαφορεῖται, κρειττόνως ἢ ὑφειμένως αὐτὸ τοῦτο ὂν ὅπερ εἶναι λέγεται. καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συστοίχων ἡ ἀντιδιαίρεσις οὐ κατ' αὐτὸ τοῦτο ἀλλὰ κατὰ τὰς διαφοράς· οὐδὲν γὰρ μᾶλλον ἢ πρώτως ἢ κυριώτερον τὸ χρῶμα ἐν τῷ λευκῷ ἢ ἐν τῷ μέλανι, τὸ δὲ ὂν κυριώτερον καὶ ὄντως ὂν ἐν τῇ οὐσίᾳ ἢ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ τὸ ἀγαθὸν κυριώτερον ἐν τῇ θείᾳ αἰτίᾳ ἢ ἐν τοῖς αἰτιατοῖς, καὶ ἐν τούτοις μειζόνως ἐν τοῖς ἀιδίοις ἢ ἐν τοῖς φθαρτοῖς. διαφορεῖται μὲν γὰρ καὶ ἐν ἀνθρώπῳ καὶ ἐν ἵππῳ τὸ ζῷον, ἀλλὰ ταῖς διαιρετικαῖς [83] αὐτοῦ διαφοραῖς καὶ οὐ ταῖς συστατικαῖς, διὸ καὶ οὐχ ᾗ ζῷον· τὸ δὲ οὐράνιον καὶ τὸ χθόνιον καὶ ᾗ ζῷον. τὸ γὰρ ἄφθαρτον καὶ φθαρτὸν διαιρετικαὶ μὲν τοῦ ὄντος, συστατικαὶ δὲ τοῦ ζῴου διαφοραί, τὸ δὲ αὐθέδραστον ἢ μὴ διαφοραὶ τοῦ ὄντος, καὶ τὸ ἁπλῶς καὶ πῇ ἐφετὸν τοῦ ἀγαθοῦ συστατικαί. τὸ δὴ οὕτω κοινὸν καὶ ἐπὶ ψυχῶν πρόκειται εὑρεῖν. λαβὼν τοίνυν οὐσίαν πᾶσαν εἶναι ψυχήν, ἐπειδὴ ζωὴ ἡ ψυχή, ἡ δὲ ζωὴ οὐσία, διότι καὶ τὸ ζῷον, τοῦτο δὲ οὐσία, ὡς πρὸ τοῦ ζῴου τὴν ζωὴν εἶναι οὐσίαν, δι' ἣν καὶ ᾗ ὁριζόμενον ζῷόν ἐστι (καὶ γὰρ ὡς ζῷον οὐσία καὶ τῶν ἐναντίων ὡς ζῷον δεκτικόν), καὶ τοῦ σώματος αὐτοῦ κατὰ τὴν ζωὴν συνεχομένου, λαβὼν οὖν ἐκ τούτων οὐσίαν εἶναι τὴν ψυχὴν καὶ οὔτε ὑλικήν, διότι ἀτελὴς οὐσία ἡ ὑλική, κατὰ ἀμυδράν τινα τοῦ εἴδους ἀποτελεύτησιν τὴν δεκτικὴν τῶν εἰδῶν ὑφισταμένη ‑ δεῖ γὰρ καὶ τὸ δεκτικὸν τῶν εἰδῶν ἔχειν μέν τινα πρὸς αὐτὰ οἰκειότητα, οὐ μὴν αὐτὰ εἶναι. καὶ ἡ ζωτικὴ οὖν ὕλη ἀμυδρὰν ἔχει πρὸς ζωὴν οἰκειότητα ὡς δεκτική· διὸ δυνάμει μὲν αὐτῇ, τῇ δὲ ψυχῇ κατ' ἐνέργειαν πάρεστι τὸ ζῆν. οὐκ ἄρα ὑλικὴ οὐσία τῶν ζῴων ἡ ψυχή. ἀλλ' οὐδὲ ἡ σύνθετος αὐτῶν οὐσία· οὐ γὰρ πρώτως, ἀλλὰ δευτέρως καὶ κατὰ τὴν μέθεξιν τῆς ζωῆς οὐσιοῦται τὸ ζῷον, καὶ πᾶν τὸ σύνθετον κατὰ τὸ εἶδος ἔστι τε καὶ τόδε τί ἐστιν· ὡς τὸ εἶδος καὶ τόδε τι ὂν πρώτως εἶναι. καὶ ἡ ζωὴ ἄρα πρὸ τοῦ ζῴου καὶ οὐσία ἐστὶ καὶ ζωτικὴ οὐσία ὡς οὐ κατὰ μέθεξιν ζῶσα, ἀλλ' ὡς αὐτὸ τοῦτο οὖσα ζωή. τοῦτο δὲ ἦν τὸ τῶν ζῴων εἶδος. οὔτε οὖν κατὰ τὴν ὕλην οὔτε κατὰ τὸ ἔμψυχον οὐσία ἡ ψυχὴ ὑπάρχουσα ὡς τὸ εἶδος ἔσται οὐσία. τῆς οὐσίας δὴ τὸ μὲν ὡς ὕλην φησίν,
Ὡρισμένης ὑπάρξεως τὸ τόδε δηλωτικόν (τὸ γὰρ ἐν περιγραφῇ τινι καὶ ὅρῳ καὶ οἷον ὑπὸ αἴσθησιν καὶ δεῖξιν πῖπτον), διὰ τῆς τοῦ τὶ προσθήκης καὶ τὸ μερικὸν δηλοῦν. μερικὸν δὲ ἅπαν τὸ σύνθετον καὶ οὐχ ὡς τὸ εἶδος τὸ μέν ἐστιν μερικὸν τὸ δὲ κοινῇ τῶν ὁμοειδῶν ὁριστικόν, ὡς ἐν ἄλλοις διώρισται. οὔτε οὖν ἡ ὕλη τόδε τι ὡς ἀόριστος διὰ τὴν ἀτελῆ καὶ δυνάμει καὶ δεκτικὴν μὲν ὅρου, οὔπω δὲ ὡρισμένην οὐσίαν, οὔτε τὸ εἶδος· ὅρος γὰρ τοῦτο καὶ τελειότης καὶ πρώτη καὶ καθ' αὑτὴν οὐσία, ἀλλ' οὐ τὸ ὁριζόμενον καὶ τέλειον καὶ τὸ οὐσιωμένον καὶ ἡ καθ' ἕτερον οὐσία, ἐφ' ἧς τὸ τόδε τι λέγομεν· ἥτις κατὰ τὸ εἶδος καὶ τὸ οὐσία εἶναι καὶ τὸ τοιάδε οὐσία ἔχει, ἐκ μὲν τῆς ὕλης τὸ ἀορισταίνειν πως καὶ τὸ δυνάμει ἔχουσα (φθαρτὸν γὰρ πᾶν τὸ ἔνυλον καὶ γενητόν, καὶ διὰ τοῦτο μὴ ὄν πως καὶ ὅταν ᾖ, ὡς ἐν τῷ νῦν εἶναι συνουσιωμένον ἔχον καὶ τὸ πρότερον μὴ εἶναι ὡς γενητὸν καὶ τὸ ὕστερον ὡς φθαρτόν, καὶ ἐφ' ἑκάτερον τὴν τοῦ μὴ εἶναι δύναμιν), ἐκ δὲ τοῦ εἴδους τὸ εἶναι ὡρισμένως καὶ τελείως εἶναι καὶ τοιόνδε εἶναι. [84]
Οὐ δήπου ὕλη δυνάμει ἐστίν, ἀλλ' οὐσία δυνάμει, οὐχ ὡς ἐσομένη ποτὲ κατ' ἐνέργειαν (μένει γὰρ ἀεὶ ὅπερ ἐστίν), ἀλλ' ὡς κατὰ τὸ δεκτικὸν οὐσιωμένη καὶ τὴν ἀμυδρὰν παὶ ἀτελῆ οὐσίαν. τὸ δὲ εἶδος ἐντελέχεια, ὡς τελειότης καὶ ἐν τελειότητι ἔχον τὸ εἶναι, καὶ ὡς αὐτὸ ὂν καὶ τὸ σύνθετον ἐν τελειότητι συνέχον.
Εἶδός τι μέλλων καὶ τὴν ψυχὴν τίθεσθαι, τὸ δὲ καθαρὸν καὶ πρώτως ὂν εἶδος ἀμέριστον ἅπαν εἰδώς, καὶ διὰ τοῦτο οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζον ἀλλὰ τῇ οὐσίᾳ ὂν ἐνέργειαν, τὴν δὲ ψυχὴν ὡς πρώτως τοῦ ἀμερίστου ὑποβᾶσαν, καὶ διακεκριμένην ἔχουσαν ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, καὶ οὕτως ὡς μηδὲ ἀεὶ παροῦσαν ὅταν εἰς σῶμα νεύσῃ, διχῶς φησι τὸ εἶδος εἶναι, οὐ τὸ ἄυλον οὐδὲ τὸ τῶν ἀύλων ὁριστικόν, ἀλλὰ τὸ τῶν γενητῶν, ὧν καὶ αἱ ψυχαὶ τὴν αὐτὴν οὐκ ἀεὶ ἐνεργοῦσιν ἐνέργειαν, καὶ τὰ εἴδη πάντα ἄλλοτε ἄλλων ἐστὶν ὁριστικὰ ἁπάντων. ἐναργῶς δ' οὖν ἡ τῶν θνητῶν ζῴων ψυχὴ οὐκ ἐν τῷ ἐνεργεῖν οὐσίωται, ὡς καὶ οὖσά ποτε καὶ οὐκ ἐνεργοῦσα, ἢ οὐχ ὡσαύτως ἐνεργοῦσα. διὸ κατὰ τὴν ἕξιν ἐστὶν ἐντελέχεια, καὶ οὐχ ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια. ἐπὶ τῶν ἀύλων γὰρ ἡ ταυτότης τῆς οὐσίας πρὸς τὴν ἐνέργειαν, καὶ ἐπὶ ψυχῆς, ὅσον αὐτῆς πάντῃ χωριστόν, δευτέρως καὶ διὰ τὴν πρὸς τὸν νοῦν συναφὴν συναιρούσης εἰς ‹τὴν οὐσίαν› τὴν ἐνέργειαν.
Τριχῶς εἶναι τὴν οὐσίαν παραδούς, καὶ τὴν μὲν ὡς ἀτελῆ καὶ οὔπω ὡρισμένην θέμενος, ὡς ἀορισταίνουσαν μέν πως ἀλλ' οὐκ ἐναντίως τῷ ὅρῳ, ὡς δὲ δεκτικὴν καὶ ἐφιεμένην τοῦ ὅρου, τὴν δὲ ὡρισμένην οὐ καθ' αὑτὴν ἀλλὰ καθ' ἑτέραν, τὸ εἶδος, καὶ μετέχουσάν πως καὶ τοῦ ἀορίστου, ὅση γε ἐξ ὕλης, τὴν δὲ ὡς πρώτην καὶ ὅρον καὶ τελειότητα, εἴ γε κατ' αὐτὴν καὶ τὸ σύνθετον καὶ εἴ γε ἐντελέχεια τὸ εἶδος, ζητεῖ ἐν τίνι τούτων τὴν ψυχὴν τακτέον, πρότερον ὅτι οὐσία ὑπομνήσας ἐκ τῶν κατ' αὐτὴν ὁριζομένων· πρὸς ἡμᾶς γὰρ πρῶτα τὰ κατὰ φύσιν ὕστερα. ὁρίζεται δὲ τῇ ψυχῇ τὰ ἔμψυχα καὶ ζῶντα· ὅτι δὲ ταῦτα οὐσίαι, ἐπιστώσατο ἐκ τοῦ καὶ πάντα τὰ φυσικὰ σώματα. πρόδηλα δὲ ταῦτα πᾶσιν ὄντα οὐσίαι, ὡς μὴ ἐν ὑποκειμένῳ ὄντα καὶ ὡς τῶν ἐναντίων δεκτικά, διὰ τὸ καὶ τῇ αἰσθήσει εἶναι γνώριμα. δοκοῦσι μὲν οὖν εἶναι ἐνίοις καὶ τὰ μαθηματικὰ οὐσίαι, [85] ὡς τοῖς Πυθαγορείοις, καὶ τὰ τεχνητά, ὥσπερ τοῖς πολλοῖς, οἷον κλίνη καὶ πλοῖον διὰ τὰ ὑποκείμενα αὐτοῖς ξύλα· τὸ δὲ ἀληθὲς μόνα ἐκ τούτων τὰ φυσικά ἐστι σώματα, ἅπερ καὶ δοκεῖ καὶ ἔστι. ταῦτα γὰρ τῶν ἄλλων ἀρχαὶ τῶν δοκούντων μὲν οὐκ ὄντων δέ, τῶν μὲν μαθηματικῶν ὡς ἐξ ἀφαιρέσεως τούτων εἰλημμένων, τῶν δὲ τεχνητῶν ὡς ἐν τοῖς φυσικοῖς τὸ εἶναι ἐχόντων.
Οὐκ ἔχει μὲν τὰ ἀποσπάσματα τῶν στοιχείων καὶ ὅσα νενέκρωται· ἐνεργῆ δὲ τὰ ἔχοντα, οὐχ ὡς συμβεβηκότος τῆς ζωῆς μετασχόντα, καθάπερ τὸ ξύλον τοῦ σχήματος τῆς κλίνης. οὐσίαι γὰρ τὰ ζῶντα, ὥστε οὐσία καὶ ἡ ζωὴ καὶ κρείττων τῆς σωματικῆς, εἴ γε καὶ καθ' αὑτὰ συνέχεται τὰ ὀργανικὰ τῶν ζῴων σώματα, καὶ εἴπερ τῶν ἐναντίων δεκτικά. καὶ ἄλλως δὲ τὸ ζῶν σῶμα μᾶλλον τοῦ ἀψύχου οὐσία, διὰ τὸ τὰ ζῶντα καὶ ἐγείρεσθαι οἴκοθεν πρὸς ἐνέργειαν καὶ γεννητικὰ εἶναι οὐσιῶν. καὶ οὐσίαι οὖν καὶ μειζόνως τῶν ἀψύχων οὐσίαι τὰ ζῶντα· ὥστε καὶ ἡ ζωή, καθ' ἣν τὰ ζῶντα, οὐσία καὶ πρώτη καὶ καθ' αὑτὴν οὐσία. καὶ ἔτι μειζόνως τῆς καθ' ἣν ἡ ὑφ' ἧς ζωοῦται τὰ ζῶντα. ψυχὴ δὲ ἡ καθ' ἣν καὶ μάλιστα ἡ ὑφ' ἧς. ἡ γὰρ καθ' ἣν μόριον ψυχῆς ἢ εἴδωλον ψυχῆς, τὸ δὲ κινοῦν ἡ κυρίως ψυχή. ζωὴν δὲ λέγομεν τὴν δι' αὐτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν, οὐ διότι ἐν μόνοις τούτοις τὸ ζῆν (καὶ γὰρ ἡ ὄρεξις καὶ ἡ αἴσθησις καὶ ὁ νοῦς ζωαί), οὐδ' ὅτι πᾶν τὸ ζῶν τούτων κεκοινώνηκεν, ἀλλὰ μόνα τὰ θνητά, ἐπεὶ οὔτε τρέφεται οὔτε αὔξει οὔτε φθίνει τὰ οὐράνια· ἀλλ' ἐπεὶ τῶν ἐμψύχων ἴδιον εἶναι βούλεται, ὡς καὶ Πλάτων, τὸ ἔνδοθεν κινεῖσθαι, τὴν ἐσχάτην ἐν τούτοις παρείληφε ζωήν, δεικνὺς καὶ ταύτην κινήσεώς τινος κατάρχουσαν. μεταβολὴ γὰρ κατὰ ποιότητα καὶ ποσότητα τροφή τε καὶ αὔξησις καὶ φθίσις, ἡ μὲν ἀναπληροῦσα τὸ ἐλλεῖπον κατά τε δύναμιν καὶ τὸ ποσόν, ἡ δὲ καὶ ἐπὶ πλέον ἐπιρρωννῦσά τε καὶ προστιθεῖσα, ἡ δὲ ἀφαιροῦσα ἀμφοῖν. γίνεται μὲν οὖν καὶ ἐπὶ ἀψύχων πρόσθεσίς τε καὶ ἀφαίρεσις, ἀλλὰ τὸ δι' αὐτοῦ τῶν ἐμψύχων ἴδιον. τὸ μὲν γὰρ πῦρ τὸ καυστικὸν καὶ διαμένει καὶ πλέον γίνεται τῷ ἐπινέμεσθαι καὶ ἄλλοτε ἄλλο γίνεσθαι, ἄλλοτε ἄλλης ἐπιλαμβανόμενον τῆς καιομένης ὕλης. διὸ οὐ τροφὴ ἥδε οὐδὲ αὔξησις· οὐ γὰρ ὑπομένει τὸ ἐξ ἀρχῆς· ἀλλὰ γένεσις καὶ φθορὰ πυρός, ἑτέρου μὲν φθειρομένου ἑτέρου δὲ γινομένου, ὑπ' ἄλλου ἀεὶ τοῦ προτέρου τοῦ ἐφεξῆς γινομένου. τῇ δὲ κηρίνῃ σφαίρᾳ προσθέντες κατὰ τὴν ἐπιφάνειαν μικρὸν αὔξομεν τὸν πρότερον ὄντα ὄγκον, οὔτε αὐτοῦ τι ἐνεργοῦντος τοῦ κηροῦ πρὸς τὴν αὔξησιν ἀλλὰ πάσχοντος μόνον, οὔτε δι' ὅλου ἑαυτοῦ ἐπιρρωννυμένου. ἀλλὰ καὶ εἰ ὕδωρ εἴη, ἐπιμένον τε ὁπόσον ἦν, καὶ πλέον γινόμενον τῷ τὰ παρακείμενα σήπειν καὶ μεταβάλλειν εἰς ὕδωρ, οὔτε τρέφεται οὔτε αὔξεται. οὐ γὰρ ἐπιρρώννυται τὸ ἤδη ὄν, ἀλλ' [86] ἑτέρου κἀνταῦθα συμβαίνει γένεσις. ἐν δὲ τοῖς φυτοῖς καὶ ὅλως ἐν τοῖς τρεφομένοις ἥ τε ἕλκουσα τὴν τροφὴν δύναμις ἔνδον καὶ ἡ ἀλλοιοῦσα αὐτὴν καὶ τοῖς ἤδη οὖσι προσκρίνουσα μορίοις καὶ ὅλα δι' ὅλων αὐτὰ ἐπιρρωννῦσα. ζῇ οὖν ταῦτα, ὅτι ἔνδον τὸ κινοῦν, καὶ τοῦτο δηλοῖ τὸ δι' αὐτοῦ. καὶ γὰρ ἐν τῇ ἐσχάτῃ ζωῇ οὐ μόνον ἐστὶ τὸ ζωτικῶς κινούμενον, τουτέστι τρεφόμενον καὶ αὐξόμενον καὶ φθῖνον, ἀλλὰ καὶ τὸ κινοῦν καὶ ἡ ἀπεργαζομένη ταῦτα δύναμις καὶ οὐσία. τὸ μὲν οὖν ζῶν σῶμα οὐσία ὡς σύνθετος οὐσία ἐκ σώματος καὶ ζωῆς. ἡ δὲ ψυχὴ κατὰ τὴν ζωὴν καὶ οὐ κατὰ τὸ σῶμα· οὐδὲ γὰρ ἔμψυχον τὸ στερηθὲν σῶμα ζωῆς, οὔπω λέγω ψυχή.
Οὐ γὰρ ὡς ἡ οὐσία τοῖς συμβεβηκόσιν, οὕτω τὸ σῶμα τῇ ζωῇ ὑπόκειται, ἀλλ' ὡς ὕλη τοῖς εἴδεσιν, ὁριζομένη καὶ οὐσιωμένη αὐτοῖς κατ' ἐνέργειαν. διὸ εἰπὼν ὡς ὑποκείμενον, ἵνα δηλώσῃ ὅπως ὑποκείμενον, ἐπήγαγε καὶ ὕλη. οὐ δὴ κατὰ τὸ σύνθετον ἡ ψυχή, ἐπειδὴ κατ' αὐτήν, ἀλλ' οὐκ αὐτὴ τὸ ἔμψυχον. ὡς εἶδος οὖν ἡ ψυχὴ
Ἐπεὶ γὰρ τὸ κοινῇ πάσῃ ὑπάρχον ἐπιζητεῖ ἐν τοῖς θνητοῖς ζῴοις ψυχῇ, οὐ τὸ χωριστὸν καὶ ἑαυτοῦ ὂν ἀποδίδωσιν αὐτῇ εἶδος, ἀλλὰ τὸ σώματος ὁριστικόν· τοῦτο γὰρ ἁπάσῃ κοινόν. καὶ μετὰ τὰ εἴδη μὲν ἡ ψυχή· ἀμέριστος γὰρ ἡ εἰδητικὴ οὐσία, ἀνειλιγμένη δὲ ζωὴ ἡ ψυχική (δηλοῖ δὲ καὶ ἡ λογικὴ ἐνέργεια, ἀφισταμένη πως τῆς οἰκείας οὐσίας καὶ ἐπιστρέφουσα ὡς εἰς ἑτέραν πρὸς αὐτὴν, καὶ τοῖς γνωστοῖς κατὰ ἀπόστασίν τινα συναπτομένη)· μετὰ μὲν οὖν τὰ εἴδη ἡ ψυχή, ἀλλ' ὅμως εἰς τὴν εἰδητικὴν ὑπάγεται αἰτίαν, ὥσπερ καὶ οἱ φυσικοὶ πάντες λόγοι. ὁρίζει γὰρ καὶ ἡ ψυχὴ καὶ οὐσιοῖ καθ' αὑτὴν καὶ τελειοῖ τὰ μετέχοντα· διὸ καὶ ἐντελέχεια. ἔστι μὲν οὖν καὶ εἴδη ἄττα μετὰ τὰ πρῶτα καὶ ἑαυτῶν πάντῃ ὄντα ἑτέρων ὄντα ὁριστικά, ὡς τά τε φυσικὰ πάντα, σωμάτων ὄντα πάντα, καὶ τὰ τῶν ψυχῶν, οἷος ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος νοῦς· ἀλλὰ τὸ μὲν φυσικὸν εἶδος, εἰ καὶ μὴ πᾶν ἐστι ζωτικόν, διαφέρει καὶ τῷ ἀμερίστῳ τῆς ψυχῆς· ἀμέριστον γὰρ ἅπαν εἶδος· ἡ δὲ ψυχὴ λόγος τις περὶ τὸ εἶδος τὸ ζωτικόν, ἀνελίττων τὸ ἡνωμένως προειλημμένον ἐν τῷ εἴδει πλῆθος. τὸ δὲ τῆς χωριστῆς ψυχῆς ὁριστικὸν ἔστι μὲν καὶ αὐτὸ οὐχ ἑαυτοῦ πάντῃ, ἀλλ' ἑτέρου τῆς ψυχῆς γενόμενον, οὐχὶ δὲ σώματος ἀλλὰ ψυχῆς. ἡ δὲ ψυχὴ ὅση ἑτέρου ἐστίν, ἐντελέχεια σώματός ἐστι πάντως καὶ τούτου τοῦ φυσικοῦ, ἐπειδὴ οὐσίας αἰτία, τὸ δὲ μαθηματικὸν οὐκ οὐσία· καὶ φυσικοῦ οὐχ ἁπλῶς, ἀλλὰ δυνάμει ζωὴν ἔχοντος. κατὰ γὰρ τὴν ψυχὴν ἡ ζωή, καὶ τὸ μεθέξον [87] αὐτῆς ζωῆς εἶναι χρὴ δεκτικόν. καὶ οὐ πάντα ἁπλῶς τὰ φυσικά, ἀλλὰ τὰ ζῶντα τῇ ψυχῇ τελειοῦται, καὶ τοῦ δυνάμει ζῶντος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή. καὶ γὰρ ἤδη ζῶν τὸ θνητὸν σῶμα δυνάμει ἐστὶ ζῶν, ὡς οὐ συμφυῆ τῷ σώματι ἀλλ' ἐπεισοδιώδη τῇ τῆς ψυχῆς παρουσίᾳ δεχόμενον τὴν ζωὴν τότε, καὶ ἐπιτήδειον γινόμενον κατὰ τοιάνδε κρᾶσίν τε καὶ διοργάνωσιν. ὁριστικὴ μὲν οὖν καὶ ἡ οὐρανία ψυχὴ τοῦ ἀιδίου σώματος, ἀλλ' οὐ νεύουσα πρὸς αὐτὸ οὐδ' ὡς ὀργάνῳ αὐτῷ χρωμένη. ἴσως δὲ τὸ οὐράνιον σῶμα οὐδὲ δυνάμει ζωὴν ἔχει· οὐ γὰρ ἐπικτήτως μόνον, ἀλλὰ καὶ συνουσιωμένην ἔχει ζωήν. διὸ ἕτερον τρόπον ἐκεῖνο ἔμψυχον, ὡς ἤδη ζῶν ἐνεργείᾳ, καὶ ὡς αὐτοκινήτως τρόπον τινὰ καὶ ἀφ' ἑαυτοῦ πρὸς τὴν ψυχὴν ἀνατεινόμενον καὶ αὐτὸ ἐκείνης ὄν, οὐχὶ δὲ ἐκείνου τῆς ψυχῆς γινομένης, ἀλλ' ἑαυτῆς ἐκεῖνο ποιούσης. ἡ δὲ τῶν θνητῶν ζῴων ψυχὴ ἐντελέχεια φυσικοῦ σώματος, οὐκ εἶδος οὖσα ἀλλὰ λόγος. καὶ οἱ λόγοι δὲ εἰδητικαί εἰσι δευτέρως αἰτίαι. λογικὴ οὖν ἐντελέχεια ἡ ψυχή, καὶ οὐχ ἑαυτῆς οὐδὲ μένουσα ἐν ἑαυτῇ ὅλη, ἢ ὅλη οὕτως οὐσίωται, ἐν τῷ σωμάτων εἶναι ὁριστικὴ ἀνεπίστροφος πρὸς ἑαυτήν, ἢ εἰ καὶ διττὰς ἔχει ζωάς, κατὰ τὴν εἰς σῶμα ῥοπὴν καὶ τὴν ἀφ' ἑαυτῆς ἔξω τεινομένην ἢ ὡς ζωοῦσαν τὸ σῶμα ἢ ὡς τῷ ζῶντι χρωμένην· καὶ γὰρ αὕτη ἐντελέχεια τοῦ φυσικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος, καθάπερ ὁ κυβερνήτης τῆς νεώς, ὡς κινητικὴ καὶ ὡς χρωμένη τῷ ζῶντι σώματι. ὃ καὶ ὄργανον διὰ τοῦτο λέγεται ὡς τῇ χρωμένῃ ὑπηρετοῦν ψυχῇ, ἀλλ' ‹οὐχ› ὡς τὰ ἄψυχα τῶν φυσικῶν, εἰδοποιούμενα μὲν καὶ αὐτά, οὐ μὴν ὡς ὀργανικά, ὅτι μὴ τὸ κινοῦν μηδὲ τὸ χρώμενον ἔχει ἔνδον· τοῦτο γὰρ τῶν ἐμψύχων ἴδιον, ὡς τὴν ψυχὴν τῶν ἄλλων διαφέρειν φυσικῶν εἰδῶν τῷ διχῶς εἶναι ἐντελέχειαν ὁριστικῶς τε καὶ κινητικῶς τοῦ ὀργάνου. φαίνεται δὲ πρότερον τὸ ὁριστικὸν παραδιδοὺς προστιθέναι ὕστερον τὸ κινητικὸν ὡς τελειότερον, ὅτε τὸ ὀργανικὸν τῷ θνητοειδῶς ζῶντι παντὶ ἀποδίδωσι σώματι. συντρέχει μὲν οὖν πάντως τὸ ὀργανικὸν τῷ δυνάμει ζωὴν ἔχοντι· οὐ μήν ἐστι τῷ λόγῳ ταὐτόν, οὐδὲ πρὸς τὴν αὐτὴν ἀπαραλλάκτως λέγεται ζωήν, ἀλλὰ ζωὴν μὲν ἔχει ὡς ζωτικῶς εἰδοποιούμενον καὶ καθ' ἣν εἰδοποιεῖται ζωήν, ὄργανον δὲ γίνεται τῇ χρωμένῃ, ὑφ' ἧς καὶ ζωοῦται, ἵνα καὶ συμφυῶς αὐτῷ χρῆται καὶ μόνῃ ὁρμῇ· ἐξήλλακται δὲ τὸ ὑφ' οὗ κινεῖται τοῦ καθ' ὅ, ὡς ποιητικὸν εἰδητικοῦ αἰτίου. μία μὲν οὖν ἡ ὅλη τοῦ ζῴου ψυχή, ἀλλὰ τὸ μέν τι ἔχουσα ἐξῃρημένον τὸ κινοῦν καὶ χρώμενον, τὸ δὲ ἐκτεινόμενον καὶ ἐκείνου γινόμενον ὡς ὁρίζον αὐτό.
Εἰπὼν καὶ θέμενος τὴν ψυχὴν οὐσίαν εἶναι ὡς εἶδος, προστίθησιν ὡς μείζονα πρότασιν τὴν οὐσίαν ἐντελέχειαν εἶναι, τὴν ὡς εἶδος δηλαδὴ οὐσίαν, [88] ἐπειδὴ καὶ πολλάκις τὸ εἶδος οὐσίαν καλεῖ. ἐπεὶ οὖν εἰδητικὴ οὐσία ἡ ψυχή, ἐντελέχεια ἔσται τοῦ τοιούτου σώματος, τοῦ δυνάμει ζωὴν ἔχοντος. εἴρηται δὲ ὡς τοῦ ἤδη μὲν ζῶντος δυνάμει δὲ λεγομένου ζῆν, ὅτι μὴ καθ' αὑτὸ μηδὲ ὡς σῶμα ἄφθαρτον ζῇ.
Τὸ κοινὸν πάσης τῆς τῶν θνητῶν ζῴων ἐκφαίνων ψυχῆς, οὐ τὸ χωριστὸν οὐδὲ τὸ τὴν ἐνέργειαν συναιροῦν εἰς τὴν οὐσίαν αὐτῇ ἀποδίδωσιν. ἴδιον γὰρ τοῦτο ψυχῆς τῆς νοερᾶς, καὶ ταύτης ὅταν χωρισθῇ, ἐπεὶ καὶ ἡ λογικὴ ἡμῶν κατὰ τὴν εἰς σῶμα ῥοπὴν μεριζομένην ἐκ τῆς οὐσίας ἔχει τὴν ἐνέργειαν, καὶ οὐδὲ ἀεὶ τελείαν οὐδὲ πᾶσαν ἀεὶ παροῦσαν. ἀπολείπει γοῦν ἐν τοῖς ὕπνοις ἡ αἰσθητικὴ ἐνέργεια, τυχὸν δὲ ἐν τοῖς κάροις καὶ ἡ φανταστική. μήποτε δὲ πᾶσα γνῶσις ἡ κατὰ τὴν ἑαυτῆς ἀφισταμένην τῆς ψυχῆς κατάστασιν καὶ τὴν ἔξω προϊοῦσαν ῥοπὴν παραποδίζεται ἐν ταῖς παρὰ φύσιν τῶν ὀργάνων σφοδραῖς διαθέσεσιν. ἀλλὰ τοῦτο μὲν καὶ ὕστερον ζητήσομεν. εἰ δὲ κατὰ συνέχειαν τῷ ἐμψύχῳ πάρεστιν ἡ ψυχὴ ζωτικῶς ἐνεργοῦσα εἰς αὐτό, τὴν μὲν ζωτικῶς ὁριστικὴν τοῦ ὑποκειμένου αὐτῇ σώματος κατὰ συνέχειαν ἐνεργεῖ· τὴν δὲ γνωστικὴν οὐκέτι. ἐν γοῦν τοῖς ὕπνοις ἀπολείπει τὴν αἰσθητικήν, κἀν τοῖς κάροις τὴν φανταστικήν. διὸ οὔτε τῇ οὐσίᾳ ἐνέργειά ἐστι γνωστικὴ ἡ ψυχὴ οὔτε πάντως ἑπομένην ἔχει τῇ οὐσίᾳ τὴν γνωστικὴν ἐνέργειαν, ὅτε πρὸς σῶμα κοινωνεῖ, εἴ γε καὶ παροῦσά ποτε οὐκ ἐνεργεῖ. ἀναλογεῖ οὖν τῇ μὲν ἐπιστημονικῇ ἕξει ἡ οὐσία, τῇ δὲ θεωρίᾳ ἡ ἐνέργεια ἡ γνωστική. καὶ γὰρ ἐν τοῖς ἐπιστήμην κτησαμένοις ἡ μὲν ἕξις κατὰ συνέχειαν πάρεστιν, ἕως ἂν ἐπίστωνται, ἡ δὲ κατ' αὐτὴν θεωρία οὐκ ἀεί, ἀλλ' ἔστι καὶ ἐπιστάμενον μὴ ἐνεργεῖν. εἴληφε δὲ ὁ Ἀριστοτέλης ἀντὶ μὲν τῆς γνωστικῆς ἐνεργείας τὴν ἐγρήγορσιν, ἀντὶ δὲ τῆς ἀργίας τὸν ὕπνον. ζωτικὴ μὲν γὰρ ἐνέργεια καὶ ὁ ὕπνος, ἀναστολὴ οὖσα τῶν αἰσθήσεων, οὐ κατὰ πάρεσιν ἤ τινα ἀσθένειαν ἀλλὰ κατὰ δύναμιν (ἐρρωμένης γὰρ φύσεως καὶ ταύτης ζωτικῆς τὸ ὑπνοῦν), ἀλλ' οὐ γνωστική, αὐτὸ δὲ τοῦτο ἀνασταλτικὴ τῆς γνώσεως ἐνέργεια. οὐκοῦν εἰ καὶ μὴ γνωστικῶς ἀεί, ὅμως ἐνεργεῖ τι ἡ ψυχή. διὰ τί οὖν πρώτη ἐστὶν ἐντελέχεια, ἀλλ' οὐχ ἡ κατὰ τὸ ἐνεργεῖν; θεωρητικὴ μὲν γὰρ οὐκ ἔσται, ἁπλῶς δὲ ἐνεργητικὴ κατὰ φύσιν, καὶ ἐνεργοῦσα, ἵνα μὴ μάτην ᾖ· μάτην γὰρ τὸ μηδὲν ἐνεργοῦν, οὐδὲν δὲ μάτην ἢ φύσεως ἢ ἔτι μᾶλλον θεοῦ οἷόν τε εἶναι ἔργον. ἢ τάχα μὲν οὐ κατὰ πᾶσαν ἐνέργειαν ἠξίωται εἶναι ἡ πρώτη ἐντελέχεια, ἀλλὰ κατὰ μόνην τὴν θεωρητικήν, ὡς ταύτην οὐκ ἀεί, ὅταν ᾖ, ἐνεργοῦσα. ἴσως δὲ ἄμεινον ἐκεῖνο φάναι, διὰ τούτων ἐνδείκνυσθαι τὴν τῶν θνητῶν ζῴων ψυχὴν μεμερισμένην ἔχουσαν τὴν ἐνέργειαν τῆς οὐσίας, ἵνα κατὰ τὴν προβλητικὴν τῆς ἐνεργείας οὐσίαν τε καὶ δύναμιν τὸ εἶναι [89] ἔχουσα ἄλλην ἔχῃ τὴν τελειότητα, ὅταν καὶ ἐνεργῇ, ταύτῃ τοῦ νοῦ διαφέρουσα, ὃς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ τῆς εἰς νοῦν ἀναδραμούσης εἰς ἓν ψυχῆς καὶ ταύτῃ ἄμφω συναπτούσης καὶ εἰς τὴν οὐσίαν ἀναγαγούσης τὴν ἐνέργειαν. ἥ γε μὴν τῶν θνητῶν ζῴων ψυχὴ πᾶσαν ἔοικεν ἐνέργειαν ἀπομερίζειν τῆς οὐσίας. κἂν γάρ τινα παροῦσαν ἔχῃ ἀεὶ ὡς τὴν ζῳοποιόν, ἀλλὰ ὁποιασοῦν οἰκείας ἐνεργείας στερομένη ποτὲ οὐκ ἂν εἴη καθαρῶς ἀμέριστος. πρὸ γὰρ ἄλλου παντὸς μερισμοῦ τοῦ τε τοπικοῦ καὶ τοῦ χρονικοῦ καὶ τοῦ κατὰ τὴν τῶν διαφόρων ἰδιοτήτων ἐπικράτειαν, καθ' ἣν τὰ πολλὰ ὑφίσταται ὁμοειδῆ ἄτομα, καὶ πρὸ τῆς εἰς τὰ συμβεβηκότα ἐκβάσεως ὁ τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας ἀναφαίνεται μερισμός. δῆλον δὲ ὡς μεμέρισται ἐπὶ τῆς τῶν θνητῶν ζῴων ψυχῆς, εἴ γε μὴ ἀεὶ καὶ ὁποιασοῦν ἀποδίδωσιν ἐνεργείας, ἃς ἐνεργεῖν πέφυκεν ἔχουσα ὡς ἔχει νῦν, ὅτε πρὸς σῶμα κοινωνεῖ.
Ἐπὶ γὰρ πάσης γενέσεως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ προκοπή, καὶ τὰ πρότερα τῶν ὑστέρων ἀτελέστερα καὶ ἡ ἄνευ τοῦ ἐνεργεῖν ἐπιστημονικὴ ἕξις ἧττον τελεία τῆς μετὰ τοῦ ἐνεργεῖν. τῇ μὲν οὖν φύσει καὶ τῇ οὐσίᾳ καὶ ὡς αἴτιον πρότερον τοῦ ἀτελοῦς τὸ τέλειον· ἐν δὲ τῷ γίνεσθαι πρότερον κατὰ χρόνον τὸ ἀτελὲς τοῦ τελείου. καίτοι τότε ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄμφω τό τε ἀτελὲς καὶ τὸ τέλειον θεωρεῖται, ἐπεὶ κἀν τῇ γενέσει ἄλλο τι δεῖ τέλειον προϋπάρχειν, ἐξ οὗ τὸ ἐν ἄλλῳ ἀτελές, οἷον τὸ σπέρμα ἐκ τοῦ ἤδη τελείου τοῦ γεννῶντος αὐτὸ ζῴου. ἀλλ' ἐπὶ τοῦ αὐτοῦ τὸ ἀτελέστερον πρότερον· σπέρμα γὰρ πρότερον, εἶτα ἔμβρυον, εἶτα ζῷον. ἀλλ' εἰ ἀγένητος ἡ ψυχή, πῶς κατὰ τὸ ἀτελέστερον οὐσιωμένη ὕστερόν ποτε τὸ τελειότερον ἴσχει, ὅταν ἐνεργῇ; σαφῶς γὰρ καὶ ὁ Ἀριστοτέλης τὸ οὕτω πρότερον τῇ γενέσει ἀπέδωκεν, καὶ διὰ τοῦτο τῇ ψυχῇ προσήκειν τὴν πρώτην ἐντελέχειαν ὡς μὴ παντελῶς τελείαν· καὶ οὐ δήπου ὡς Πλάτων τῷ τῆς γενέσεως ὀνόματι χρώμενος ἐπὶ τῆς ψυχῆς διὰ τὴν πρώτην εἰς μερισμὸν ὑπόβασιν, ἀλλ' οὐχ ὡς ποτὲ οὔσης, ἀγενήτου καὶ ἀνωλέθρου αὐτῷ δεικνυμένης καὶ τῆς ἡμετέρας ψυχῆς, οὔπω λέγω τῆς κρείττονος, ἣν ἀρίστην προσαγορεύει τῶν γενητῶν· ἀλλ' ὅ γε Ἀριστοτέλης ἐπὶ τῶν ποτὲ ὄντων τῷ γενητῷ χρῆται. ἢ εἰ καὶ μὴ κατ' οὐσίαν, ἀλλὰ κατ' ἐνέργειαν καὶ τελειότητα τὸ γενητὸν καὶ φθαρτὸν σαφὲς ἐπὶ τῆς ἀνθρωπίνης ψυχῆς, καὶ κακυνομένης καὶ πεδουμένης ποτέ. εἰ δέ, ὡς τῷ Ἰαμβλίχῳ δοκεῖ, οὐκ ἂν ἐξ ἀπαθοῦς καὶ τελείας οὐσίας διεστραμμένη καὶ ἀτελὴς προΐοι ἐνέργεια, εἴη ἂν παθαινομένη πως καὶ κατ' οὐσίαν· ὡς καὶ ταύτῃ εἶναι μέση οὐ τῶν μεριστῶν μόνον καὶ ἀμερίστων οὐδὲ τῶν μενόντων καὶ προεληλυθότων οὐδὲ τῶν νοερῶν καὶ ἀλόγων, ἀλλὰ καὶ τῶν ἀγενήτων καὶ γενητῶν, κατὰ μὲν τὸ μόνιμον ἑαυτῆς καὶ νοερὸν καὶ ἀμέριστον ἀγένητος οὖσα, κατὰ δὲ τὴν πρόοδον καὶ τὸ μεριστὸν καὶ τὴν πρὸς τὸ ἄλογον κοινωνίαν γινομένη, [90] οὐδὲ τὸ ἀγένητον εἰλικρινὲς ἔχουσα, οἷον τὸ νοερόν, ἐπειδὴ οὐδὲ τὸ ἀμέριστον ἢ τὸ μόνιμον, οὐδὲ τὸ γενητὸν τοῖς ἐσχάτοις ὅμοιον, τοῖς ὅλως ποτὲ μὴ οὖσιν· ἀλλὰ τὸ μὲν οἷον ἐξίστασθαί πως ἑαυτοῦ ποτε τῇ πρὸς τὴν γένεσιν κοινωνίᾳ καὶ οὐχ ἁπλῶς ἔτι μένειν, ἀλλὰ τὸ συναμφότερον ὁμοῦ μένειν τε ὅπερ ἐστὶ καὶ γίνεσθαι, τὸ δὲ οὐδέποτε τοῦ ἀγενήτου ἀπολειπόμενον, ἀλλ' ἀεὶ αὐτῷ συνηρτημένον καὶ ἔνδοθεν ἔχον τὸ διαμένειν καὶ οἷον ἐπιρρέον καὶ ἀναπληρωματικὸν τοῦ ἀπογινομένου. ἀλλὰ τὸ μὲν γενητὸν αὐτῆς καὶ προϊὸν οὐδέποτε ἄνευ τοῦ μονίμου καὶ ἀγενήτου, τὸ δὲ ἀγένητον αὐτῆς ποτε πάσης ἀπαλλάσσεται τῆς πρὸς γένεσιν κοινωνίας ἐν τῇ χωριστῇ ἀπὸ σωμάτων ζωῇ. διὸ καὶ ἀθάνατος ἡ ψυχὴ καὶ μόνιμος, ἀεὶ μὲν τῆς νοερᾶς ζωῆς ὑφειμένην ἔχουσα τὴν ἀθανασίαν καὶ μονιμότητα, καὶ πρὸς ἑαυτὴν δὲ ἡ ἡμετέρα διαφορουμένη· καὶ ἀκραιφνὲς μέν, ὅσον αὐτῇ προσήκει, τὸ ἀθάνατον καὶ μόνιμον καὶ ἀμέριστον ἀπολαμβάνουσα ἐν τῇ χωριστῇ καὶ νοερᾷ ζωῇ· χωρισθεῖσα γάρ, ὡς ἐρεῖ, ἔστιν ὅπερ ἐστίν· ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ οὐ παντελῶς μὲν ἀπολείπουσα ἑαυτὴν μένει, (δηλοῖ δὲ πᾶσα λογικὴ ἐνέργεια, οὐκ ἄνευ τῆς πρὸς ἑαυτὴν γινομένη ἐπιστροφῆς, ὅθεν καὶ ἡ πίστις μετὰ τὴν συγκατάθεσιν, τὸ γνωσθὲν ὅτι ἀληθὲς ἐπικρινούσης καὶ τότε συγκατατιθεμένης· τοῦτο γὰρ ἡ πίστις· δηλοῖ δὲ καὶ ἡ ἔνδοθεν αὖθις ἐπὶ τὸ κρεῖττον ἀνάκλησις καὶ ἡ ὑφ' ἑαυτῆς τελείωσις), οὐ μὴν καθαρὸν τὸ ἑαυτῆς σώζουσα μόνιμον. διὰ γὰρ τὴν ἔξω ῥοπὴν ὁμοῦ ὅλη καὶ μένει καὶ πρόεισι, καὶ οὐδέτερον ἔχει παντελῶς οὐδὲ ἀπηλλαγμένον τοῦ λοιποῦ (ὅθεν καὶ τὸ ἀθάνατον αὐτῆς τότε ἀναπίμπλαται τοῦ θνητοῦ κατὰ πᾶν ἑαυτό, καὶ οὐ μένει μόνον ἀθάνατον, καὶ τὸ ἀγένητον γινόμενόν πως τυγχάνει ὄν, ὡς καὶ τὸ ἀμέριστον αὐτῆς μεριζόμενον), οὐκέτι τῇ οὐσίᾳ οὖσα ἐνέργεια, καθ' ὅσον αὐτῇ θέμις. κατὰ τὸ γενητὸν οὖν ἑαυτῆς ἡ πρώτη ἐστὶν ἐντελέχεια διὰ τὸν ἀπὸ τῆς οὐσίας τῆς ἐνεργείας μερισμόν, καὶ οὐ κατὰ τὸ ἐπιστάμενον (οὐ γὰρ ἦν τὸ σύνθετον), ἀλλ' ὡς ἡ ἐπιστήμη ἤτοι ὡς τὸ εἶδος.
Εἴρηται ὡς διττὴ ἡ ψυχικὴ τῶν θνητῶν ζωή, ἡ μὲν καθ' ἣν τὸ ὄργανον ὡς ὄργανον εἰδοποιεῖται, ἵνα καὶ ὄργανον ᾖ ψυχῆς, ἡ δὲ ὡς χρωμένη τῷ ἤδη ζῶντι ὀργάνῳ, οὐχ ἑτέρα παντελῶς ζωή (οὐ γὰρ ἂν αὐτοφυῶς ἐχρῆτο, καὶ ἐκινεῖτο ἑτέρωθεν ζῶν), ἀλλ' ἔστι μία τὸ δυοειδὲς ἐμφαίνουσα, τὸ μὲν ὡς εἰδητικὸν τοῦ ὀργάνου οὐχ ὡς κινοῦν, ἀλλ' ὡς κινουμένου ζωτικῶς χαρακτηριστικόν, τὸ δὲ ὡς κινοῦν καὶ χρώμενον. καὶ γὰρ πᾶσα ψυχὴ ἡ τῶν θνητῶν κατ' ἄμφω ἐστὶν ἐντελέχεια, ἐπειδὴ καὶ ζωτικῶς κινεῖται, καὶ τὸ κινοῦν ἔνδον. καὶ τὸ διττὸν αὐτῆς ὁ Ἀριστοτέλης κατὰ τὴν ἐντελέχειαν παραδίδωσι, τὴν αὐτὴν καὶ τοῦ δυνάμει ζωὴν ἔχοντος λέγων καὶ σώματος ὀργανικοῦ. καὶ συντρέχει μὲν ἄμφω πάντως, ὡς καὶ τὸ δυνάμει ζωὴν ἔχον ὄργανον εἶναι ψυχῆς, καὶ τὸ ψυχῆς ὄργανον δυνάμει ζωὴν ἔχειν· [91] ἀλλ' οὐ ταὐτὸν ὅμως ἄμφω σημαίνει, ἀλλὰ τὸ μὲν τὴν ἐσχάτην μόνην ἐμφαῖνον ζωήν, καθ' ἣν ὡς κινούμενον ζωτικῶς εἰδοποιεῖται, τὸ δὲ τὴν ὡς χρωμένην αὐτῷ καὶ κινοῦσαν. διὸ ἀμφοῖν δεῖ τῷ τελείῳ τῆς ψυχῆς ὅρῳ, ἵνα καὶ ὅτι ὡς ὀργάνῳ χρῆται τῷ σώματι δηλῶται.
Ἐπειδὴ ἐσχάτη οὖσα ἡ τῶν φυτῶν ψυχὴ ἐντελέχεια μέν ἐστιν ἐναργῶς τοῦ δυνάμει ζωὴν ἔχοντος, οὐ δήλως δὲ τὸ ὡς ὀργάνῳ χρώμενον (οὐ γὰρ δοκεῖ ἐξῃρημένον τι ἔχειν, ἵνα καὶ κινῇ), πιστοῦται ὡς οὐ μόνον ζῇ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ καὶ ὡς ὄργανα τῇ ψυχῇ ἄλλα πρὸς ἄλλων χρείαν ὑπηρετεῖ, ὡς καὶ ἐν τῇ φυτικῇ ψυχῇ τὸ χρώμενον εἶναι. οὐ γὰρ ἀπὸ ταὐτομάτου τὰ μὲν φύλλα σκέπει τὸ περικάρπιον, τοῦτο δὲ τὸν καρπόν, ἢ τὴν τροφὴν αἱ ῥίζαι ἀναλόγως στόματι ἕλκουσαι τῆς γῆς τῷ ὅλῳ διαπέμπουσι φυτῷ, κινούμεναι δὲ ὑπὸ τῆς ἐν αὐτῷ ψυχῆς ἕκαστα πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον συνταττούσης καὶ κινούσης ἔνδοθεν ἕκαστα πρὸς τὸ οἰκεῖον ἔργον.
Τῆς ἔξω δηλαδὴ τεινομένης πρὸς τὸ σῶμα νευούσης, ἣ καὶ ὡς ὀργάνῳ χρῆται τῷ σώματι· ὡς τήν γε ἐν αὑτῇ μένουσαν καὶ οὐ τοῦ σώματος τῇ πρὸς αὐτὸ ῥοπῇ γινομένην, ἀλλ' ἑαυτῆς ἐκεῖνο ποιουμένην νοῦν προσαγορεύει. ἐπεὶ δὲ τὸ κοινὸν οὐ συνώνυμον, ἀλλ' ὡς τὰ ἀφ' ἑνὸς λεγόμενα, τῶν δὲ τοιούτων εἴρηται ὡς ἀδύνατον ἄνευ τοῦ καθ' ἕκαστον ἰδίου ἀκριβῆ ἀποδοῦναι ὅρον, δεῖ δὲ ἑκάτερον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον γνωρίσαι, διὰ τοῦτο καὶ λέγει τὸ κοινῇ πάσῃ ὑπάρχον, καὶ μετά τινος ἐπιτιμήσεως ἐφιστάνει εἰ δεῖ λέγειν, ἐπειδὴ ἀναγκαῖον μὲν λέγειν, οὐκ ἀρκεῖ δὲ εἰ μὴ προστεθῇ καὶ τὸ ἴδιον. μνησθεὶς δὲ τοῦ κοινοῦ ὅρου παρῆκε τὸ δυνάμει ζωὴν ἔχον, ὡς πάντως τῷ τῆς ψυχῆς προσεχεῖ ὀργάνῳ συνεισαγόμενον· ζῆν γὰρ αὐτὸ ἀνάγκη, ἵνα διὰ τῆς ζωῆς τῇ κινούσῃ συναπτόμενον ψυχῇ ἀβιάστως καὶ μόνῃ τῇ ὁρμῇ τῆς ψυχῆς ἐγείρηται.
Ἀκριβέστερον ἐν τῇ Μετὰ τὰ φυσικὰ διήρθρωται, ἅπαν μὲν τὸ ὂν πάντως εἶναι καὶ ἕν, ἀλλὰ τὸ μὲν εἶδος καὶ ὂν καὶ ἓν πρώτως καὶ καθ' αὑτὸ ὑπάρχον. τὸ γὰρ σύνθετον κατὰ τὸ εἶδος· ὡς γὰρ τοῦ εἶναι, οὕτω καὶ τοῦ ἑνὶ εἶναι τὸ εἶδος τῷ συνθέτῳ αἴτιον, ἐπὶ πάντων μὲν ὡς τὸ καθ' ὅ, ἐπὶ δὲ τῶν ἐμψύχων καὶ ὡς τὸ ὑφ' οὗ, διότι ἴδιον τῶν ἐμψύχων παρὰ [92] τὰ ἄλλα φυσικὰ σώματα τὸ ἐν αὐτοῖς ἔχειν τὴν τοῦ κινεῖν ἀρχήν. πλεοναχῶς μὲν οὖν καὶ τὸ ἓν καὶ τὸ εἶναι, ὅτι ἢ καθ' αὑτὸ ἢ καθ' ἕτερον ἢ ὡς ἀτελὲς καὶ δυνάμει, οἷον τὸ ὑλικόν, τὸ δὲ κυρίως ἡ ἐντελέχειά ἐστιν, ἐπειδὴ καθ' αὑτὸ καὶ πρώτως καὶ αἴτιον καὶ τῷ συνθέτῳ ἐξ ἀνάγκης ὄντι τε καὶ ἑνὶ ὄντι, ὡς κατὰ τὸ καθ' αὑτὸ ὄν τε καὶ ἓν ὁριζομένῳ. ὡς γὰρ τὸ τῇ λευκότητι χαρακτηριζόμενον λευκόν, οὕτω καὶ τὸ τῷ ὄντι καὶ τῷ ἑνὶ ὄν τε καὶ ἓν κατὰ μέθεξιν καὶ συνθέτως, ἀλλ' οὐχ ἁπλῶς οὐδὲ καθ' αὑτό, ἵνα ὃν ἔχει λόγον τὸ λευκὸν πρὸς τὴν λευκότητα, τοῦτον ἔχῃ καὶ τὸ ὁριζομένως ὄν τε καὶ ἓν πρὸς τὸ εἰδητικῶς ὄν τε καὶ ἕν, κἂν μὴ τὰ ὀνόματα ἐπὶ τούτων ᾖ διάφορα, ὡς ἐπὶ τῆς λευκότητος καὶ τοῦ λευκοῦ.
Ἔστι μὲν οὖν τοῦτο συμπέρασμα τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ προειρημένων. τὸ δὲ καθόλου οὐχ ὡς τὸ συνωνύμως κατηγορούμενον ἀκουστέον, ἀλλ' ὡς τὸ κοινὸν ἅμα καὶ ἐξηλλαγμένον. τὸ δὲ οὐσία γὰρ ἡ κατὰ τὸν λόγον ἀντὶ τοῦ ἡ κατὰ τὸ εἶδος εἴρηται. καὶ ἁρμόζει μᾶλλον ἐπὶ τῆς ψυχῆς τὸ κατὰ τὸν λόγον φάναι ἢ κατὰ τὸ εἶδος, διὰ τὴν εἰς ἀνέλιξιν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν. πρὸς δὲ τῆς εἰδητικῆς ἐστιν αἰτίας καὶ ὁ λόγος, ἀλλ' ἐπεὶ καὶ εἴδη καὶ λόγοι οἱ μέν εἰσι χωριστοὶ πάντῃ σωμάτων, οἱ δὲ ἀχώριστοι, οὐχ ὡς οὐσιούμενοι ἐν αὐτοῖς (οὐσίαι γὰρ πρῶται τὰ εἴδη) ἀλλ' ὡς σωμάτων ὁριστικοὶ καὶ ταύτῃ ἀχώριστοι, οὐ χωριστὸν εἶδος ἢ λόγον εἶναι συμπεραίνεται τὴν ψυχήν, ἀλλ' ὡς τὸ τί ἦν εἶναι τῷ τοιῷδε οὖσαν σώματι (τοῦτο γὰρ ὀργανικοῦ ἦν σώματος ἐντελέχεια), ἐπειδὴ τοῦτο ἦν κοινὸν καὶ τῇ λογικῇ ἐν ἡμῖν ζωῇ πρὸς τὰς ἄλλας ψυχάς. τὸ δὲ κοινὸν ἰδεῖν ἐβουλόμεθα πρῶτον. τὸ γὰρ ὅσον τῆς λογικῆς ψυχῆς χωριστὸν καὶ ἤδη ἐν τῷ πρώτῳ ᾐνίξατο καὶ ὕστερον ἐν τῇ ἰδίᾳ θεωρίᾳ παραδώσει. μεμνῆσθαι δὲ χρή, ὡς τὸ τί ἦν εἶναι τοῦ φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος διττόν, τὸ μὲν ὡς τὸ χρώμενον καὶ κινοῦν, τὸ δὲ ὡς τὸ καθ' ὅ ἐστι ζωτικὸν ὄργανον καὶ ζωτικῶς κινούμενον.
Ὄργανα τῆς ψυχῆς οὐ τὰ κατ' αὐτὴν ζῶντά ἐστι σώματα μόνα, ἀλλὰ καὶ ἄψυχα· τὰ μὲν φυσικὰ οἷον λίθοι καὶ ξύλα τὰ ἐκκοπέντα, τὰ δὲ τεχνητά, ὡς τὰ φυσικὰ μὲν καὶ αὐτά, οὐχ ᾗ δὲ φυσικά, χρείαν τινὰ τῇ χρωμένῃ παρεχόμενα ψυχῇ, ἀλλὰ κατὰ τέχνην εὖ παρεσκευασμένα, ὡς ἀσπὶς καὶ ξίφος. εἴ τι οὖν τῶν τεχνητῶν ὀργάνων, φησί, (ταῦτα γὰρ νῦν ὄργανα καλεῖ, ὡς καὶ τὸ τοῦ πελέκεως δηλοῖ ὑπόδειγμα) φυσικὸν ἦν σῶμα, ὅπερ ὀργανικὸν φυσικὸν σῶμα δυνάμει ζωὴν ἔχον ἐν τῷ τῆς ψυχῆς ἔλεγεν ὁρισμῷ, [93] εἰ τοιοῦτον ἦν ὁ πέλεκυς, ἦν ἂν τοῦτο τὸ εἶναι πελέκει. εἴωθε δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῶν εἰδοποιουμένων αὐτὸ μὲν τὸ εἰδοποιούμενον προσαγορεύειν, τὸ δὲ εἶδος δηλοῦν τῷ εἶναι αὐτῷ. σημανεῖ δὲ αὐτῷ καὶ ἡ οὐσία πολλαχοῦ τὸ εἶδος, ὥσπερ καὶ νῦν ἑρμηνεύων τὸ τί ἦν εἶναι τῷ πελέκει τὴν οὐσίαν εἶπε, τουτέστι τὸ εἶδος. ἦν δ' ἂν τοῦτο ἡ ψυχή, εἰ τὸ δυνάμει ζωὴν ἔχον ὁ πέλεκυς ἦν, καὶ ἦν ἂν καὶ ζωτικὸν ὄργανον καὶ τὸ χρώμενον ἔνδον ἔχον, καὶ χωρισθείσης ἐκείνης οὐκέτι ἔμενεν ὅπερ ἦν. κατὰ γὰρ τὸ εἶδός ἐστιν ἕκαστον ὅπερ ἐστί, τὰ μὲν ἁπλῶς φυσικὰ τὸ τοῦ κινεῖσθαι ἄρχον, τὰ δὲ ἔμψυχα τὸ καὶ τοῦ κινεῖσθαι ζωτικῶς καὶ αὐτὸ ὂν κινητικόν. ἐπιστῆσαι δὲ δεῖ ὡς οὐ πάντως φθείρεσθαι βούλεται ἀφισταμένην τοῦ σώματος τὴν ψυχήν· ὁ γὰρ χωρισμὸς ἐπὶ τῶν καὶ μετὰ τὴν διάλυσιν ὑφισταμένων λέγεται μᾶλλον. ἀλλ' ἢ ὁμωνύμως φησί, διὰ τὸ καὶ τὰ τῶν τεθνεώτων ζῴων σώματα ὁμωνύμως τοῖς ζῶσι λέγεσθαι, κύνα φέρε καὶ ἵππον, καὶ τὰ μέρη ὡσαύτως, κεφαλὴν τυχὸν ἱππείαν.
Ἐκ τῆς ἀντιπαραθέσεως τῶν ἀψύχων καὶ ὀργάνων ὁποῖόν ἐστι τὸ ζωτικὸν ὄργανον δηλοῖ. τὸ μὲν γὰρ ἄψυχον, καὶ αὐτὸ τῇ ψυχῇ πρός τινα ὑπουργοῦν χρῆσιν, καὶ χωρισθείσης τῆς χρωμένης οὐδὲν ἧττον τὴν ἑαυτοῦ ἔχει δύναμιν, ὅτι μὴ κατ' αὐτὴν ὡρίζετο· τὸ δὲ ζωτικὸν καὶ ἔμψυχον οὐκέτι, ὅπερ φυσικὸν μέν ἐστι σῶμα καὶ οὐ τεχνητὸν ᾗ τοιοῦτον, δεῖ δὲ ὡς δυνάμει ζωὴν ἔχον καὶ ὡς ζωτικῶς εἰδοποιούμενον ὀργανικὸν εἶναι τῇ ψυχῇ, εἴ γε τὸ τί ἦν εἶναι αὐτοῦ καὶ ὁ λόγος ἡ ψυχή, καὶ ὡς ὄργανον αὐτῇ ὑπηρετοῦν. ἐν αὐτῷ γὰρ ἡ τῆς κινήσεως καὶ στάσεως ἀρχὴ ὡς κινοῦσα καὶ ἱστῶσα, ὅπερ τῶν ἐμψύχων ἴδιον. οὕτω μὲν οὖν διὰ τῆς τῶν ἀνομοίων παραθέσεως τῶν ἀψύχων ὁποῖον τὸ τῶν ἐμψύχων παρέστησεν. ἐφεξῆς δὲ διὰ τῶν ὁμοίων· διὰ γὰρ τῶν μερῶν αὐτοῦ ὁποῖον καὶ τὸ ὅλον σαφηνίζει.
Ἀντὶ μὲν τοῦ ὅλου ζῴου τὸν ὀφθαλμὸν λαβών, ἀντὶ δὲ τῆς πάσης ψυχῆς τοῦ ζῴου τὴν ὄψιν. αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος, ὁ δὲ ὀφθαλμὸς ὕλη ὄψεως. οὐχ ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, ὀφθαλμὸν νῦν λέγει τὸ σῶμα μόνον ἄνευ τῆς ὄψεως (εὐθὺς γοῦν ἐπάγει ὡς ἀπολιπούσης τῆς ὄψεως οὐκέτι ἐστὶν ὀφθαλμός), ἀλλ' ἡ ὄψις διχῶς ἐστιν εἶδος τοῦ ὀφθαλμοῦ, πῇ μὲν ᾗ ὀργάνῳ χρῆται αὐτῷ ζωτικῷ, πῇ δὲ ᾗ ὄργανον αὐτὸν ἀποτελεῖ ζωτικόν· καὶ ὁ σὺν τῇ τοιαύτῃ ὄψει ὀφθαλμὸς ὕλη ἐστὶ τῆς χρωμένης ὄψεως, καὶ ἀπολιπούσης τῆς χρωμένης οὐκ ἔστιν ὀφθαλμός, ὅτι συναπολείπει καὶ ἡ ὡς ὄργανον αὐτὸ χαρακτηρίζουσα ὄψις. ἡ γὰρ χρωμένη καὶ ταύτης ἐνδοτικὴ παροῦσα, καὶ [94] ἀφισταμένη κἀκείνην συναφίστησιν. εἰλήφθω τοίνυν, ὡς ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, οὕτως ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, καθὸ αἰσθητικόν. καὶ τοῦτο, ὡς σαφῶς καὶ αὐτὸς ἐπάγει, τὸ ἤδη ζῶν. οὐ γὰρ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν ἢ ὡς τὸ σπέρμα εἴρηται τὸ δυνάμενον ζῆν, ἀλλὰ τὸ ἤδη ἔχον τὴν ζωήν· ἐπεὶ τὸ σπέρμα οὐ δυνάμει ζωὴν ἔχει, ἀλλὰ δυνάμει τοιόνδε ἐστὶ σῶμα, ὃ προσεχῶς ἐστι ζωῆς δεκτικὸν καὶ διὰ τοῦτο δυνάμει ζωὴν ἔχον, διὰ τὸ τῇ ζωῇ ὡς ὕλη ὑπεστρῶσθαι, τῇ τε ὡς ὄργανον αὐτὸ ὁριζούσῃ καὶ τῇ ὡς ὀργάνῳ αὐτῷ χρωμένῃ. καὶ γὰρ αὕτη εἶδος τοῦ ζῶντος σώματος, ὡς καὶ ὁ πλωτὴρ τοῦ πλοίου, ὅτι μὴ ἑαυτῆς οὖσα ζωοῖ καὶ κινεῖ τὸ σῶμα, καθάπερ τὸ οὐράνιον ἡ θειοτέρα ψυχή, ἀλλὰ ῥοπῇ καὶ νεύσει τῇ πρὸς αὐτό, καὶ πρὸς τὸ χρήσιμον κινοῦσα, ἀλλ' οὐ διὰ μόνον τὸ ἤδη εἶναι ἐν τελειότητι. εἰκότως οὖν καὶ ὁ ὀφθαλμὸς ὕλη εἴρηται τῆς ὄψεως, καὶ τὸ ὅλον αἰσθητικὸν σῶμα καθὸ αἰσθητικόν, καὶ ἤδη ὂν αἰσθητικόν, ὕλη τῆς αἰσθήσεως τῆς ὡς ὀργάνῳ αὐτῷ χρωμένης.
Τοῦτο ἐκείνου ἐστὶ τοῦ λόγου συμπέρασμα, δι' οὗ ἐδείκνυτο ἡ ψυχὴ οὐχ ἡ δευτέρα οὖσα τοῦ σώματος ἐντελέχεια, ἀλλ' ἡ προτέρα καὶ ἤδη μεριζομένη καὶ διισταμένην ἔχουσα τῆς οὐσίας τὴν ἐνέργειαν. ὑποδείγμασι δὲ δύο πρὸς τὴν τοῦ ζῴου οὐσίαν χρησάμενος, τῷ πελέκει καὶ τῷ ὀφθαλμῷ, εἰκότως καὶ τῇ τμήσει καὶ τῇ ὁράσει ἐνταῦθα ὡς τῇ ἐγρηγόρσει ἐπὶ τοῦ αἰσθητικοῦ χρῆται. ταῦτα μὲν οὖν δῆλα. ὁ δὲ ὀφθαλμὸς ἡ κόρη εἶναι καὶ ἡ ὄψις εἴρηται καὶ τὸ ζῷον ἡ ψυχὴ καὶ τὸ σῶμα κατὰ τὴν εἰς τὰ προσεχῆ αἴτια ἀναφοράν· ὡς γὰρ ἐξ ἀμφοῖν ὄν, ἐπειδὴ οὐδέποτε τὸ σύνθετον ἡ ὕλη ἔστι καὶ τὸ εἶδος, ἀλλ' ἐκ τούτοιν.
Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ τῶν θνητῶν ψυχῇ, περὶ ἧς ὁ λόγος, τὸ ἀχώριστον σώματος προσήκει, καὶ ὅτι τῇ λογικῇ καὶ τὸ χωριστόν, καὶ ὅτι πλεοναχῶς τὸ ἀχώριστον ἐνδείκνυται. καὶ πρός γε ὅτι οὐκ εἰ τὸ αὐτὸ καὶ χωριστὸν εἴη καὶ ἀχώριστον, μεριστὸν ἔσται, ἵνα κατὰ διάφορα μέρη ἔχῃ τὰ ἀντικείμενα, ἀλλ' ἕτερον τρόπον καὶ οὐχ ὡς τὰ σώματα ὂν μεριστόν. διὸ καὶ ἐξ ὑποθέσεως ἔφη εἰ μεριστὴ πέφυκεν· οὐχ ὡς ἀγνοῶν ἢ ὡς μήπω δεδειχὼς ὅτι οὐ μεριστή, ἀλλ' ὡς τρόπον μέν τινα ἀμέριστον πᾶσαν ψυχὴν καὶ εἰδὼς καὶ δεικνύς, ἐπειδὴ καὶ ἀσώματον (σῶμα γὰρ τὸ ἁπλῶς μεριστόν), τρόπον δὲ ἄλλον μέρη ἔχουσαν, εἰς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας διισταμένην βλέπων, καὶ εἰ τὸ μόνιμον τῆς λογικῆς καὶ ‹τὸ› [95] προϊὸν ὡς διάφορα καταριθμοίη μέρη, ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προϊούσης καὶ μενούσης. οὕτω δὲ καὶ ἡ ὅλη σωμάτων ἀχώριστος λέγεται ἢ μέρη τινά, ἐπειδὴ καὶ τούτων ἑκάτερόν πως ἀληθὲς ἐπὶ τῆς λογικῆς, ὅλης τε ῥεπούσης καὶ προϊούσης εἰς σῶμα καὶ ὡς ὀργάνῳ αὐτῷ ὑπηρετοῦντι χρωμένης, καὶ αὖ μέρους τινὸς ὡς καὶ νῦν ἐχούσης τὸ μόνιμον, καὶ τούτου ὄντος χωριστοῦ· ἀλλὰ τὸ μὲν χωριστὸν ἴδιον τῆς λογικῆς, τὸ δὲ ἀχώριστον πάσης κοινὸν τῆς τῶν θνητῶν ψυχῆς, οὐχὶ ἑκάστης μόνως οὔσης ἀχωρίστου, ἀλλὰ τῆς λογικῆς τῆς καὶ τὸ χωριστὸν ἐχούσης. καὶ τὸ ἀχώριστον δὲ οὐχ ὡσαύτως ὑπάρχει ταῖς τε τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαῖς ζωαῖς καὶ ταῖς τούτοις χρωμέναις, οὐδὲ ταῖς φυτικαῖς τε καὶ ταῖς αἰσθητικαῖς· καὶ ἐν ταύταις δὲ πολὺ τὸ πρὸς ἀλλήλας διάφορον, καὶ ἔτι μειζόνως πρὸς πάσας τὸ ἐν ταῖς λογικαῖς ἀχώριστον, ἀρχικὸν ὂν τοῦτο καθαρῶς σωμάτων, ὅπερ οἶμαι καὶ αὐτὸς δηλῶν ἐπιφέρει·
Ἐνίων γὰρ λέγων ψυχῶν οὕτως ἔχειν τὴν ἐντελέχειαν, ὡς αὐτῶν τῶν σωματικῶν οὖσαν μερῶν, ὁποῖαι αἱ τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαὶ καὶ αἱ τοῖς φυσικοῖς πλησιάζουσαι εἴδεσιν ἐναργέστερον ἔχουσι τὸ εἶναι σωμάτων ἐντελέχειαι ἀχώριστοι· αἱ γὰρ χρώμεναι τοῖς ζῶσιν ὡς ὀργάνοις ἧττόν εἰσιν ἀχώριστοι καὶ μᾶλλον ἐμφαίνουσαι τὸ κατ' οὐσίαν ὑπερέχον. δι' ὧν ἅμα καὶ τὸ διάφορον τοῦ ἀχωρίστου ἐνδειξάμενος, ἐφεξῆς ὅτι καὶ πάντῃ χωριστή ἐστιν ἡ τῆς ψυχῆς οὐσία σαφῶς ὑπέμνησε, καὶ τὴν αἰτίαν προσθείς.
Ἔνια δηλαδὴ μέρη, ἐπειδὴ ἡ ὅλη ψυχὴ ἅμα τε μένει καὶ προέρχεται, καὶ θεωρεῖ οὐδὲν τοῦ σώματος δεομένη, κἂν πράττουσά τι χρῆται τῷ σώματι. μέρη δὲ τρόπον τινὰ αὐτῆς τὸ μόνιμόν τε καὶ τὸ θεωρητικὸν καλεῖται, καὶ αὖ τὸ προϊόν τε καὶ τὸ πρακτικόν. οὐδὲν δὲ κωλύειν ἔφη διὰ τὸ πᾶσαν ψυχὴν σώματος ἐντελέχειαν εἰρῆσθαι· ἐκώλυε γὰρ ἄν, εἰ καὶ καθ' ὅλην αὑτὴν καὶ κατὰ πᾶσαν ἐνέργειαν ἑαυτῆς σώματος ἦν ἐντελέχεια. οὐδὲν δὲ κωλύει, εἰ ἔστι μέν, μὴ καθ' ὅλην δὲ ἑαυτὴν μηδὲ κατὰ πᾶσαν ἐνέργειαν· ἔσται γὰρ ταύτῃ οὐδενὸς σώματος ἐντελέχεια. ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, ὡς ἐν τῷ πρώτῳ εἶπε, [καὶ] ἐπειδὴ ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ὁ θεωρητικός. διὸ οὐδὲ ἀμβλύνεται πρὸς τὴν τῶν ἐλασσόνων γνῶσιν ὑπὸ τῆς τῶν μειζόνων, ὡς ἡ αἴσθησις. [96]
Διὰ τοῦ "ἐνίων γὰρ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν" τὴν πάντων σωμάτων ἀχώριστον παραδοὺς ζωήν, διὰ δὲ τοῦ "οὐ μὴν ἀλλ' ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας" τὴν πάντῃ χωριστήν, διὰ τούτων ἐπὶ τῆς αὐτῆς τὸ συναμφότερον ὁρᾷ. ἡ γὰρ ὡς χρωμένη ἐντελέχεια καὶ ἀχώριστός πῃ τῷ ὅλως χρῆσθαι καὶ χωριστή πῃ ὡς ἐξῃρημένως ὑπηρετοῦντι τῷ ὀργάνῳ χρωμένη. εἰ δὲ καὶ πῇ μὲν χρῆται, πῇ δὲ μηδ' ὅλως, ὡς τὸ τοῦ πλωτῆρος δηλοῖ παράδειγμα, τὸ μὴ χρώμενον αὐτῆς πάντῃ ἐστὶ χωριστόν. διὰ τί οὖν ἄδηλον ἔτι εἶπεν, εἰ καὶ πλάσαι χαλεπόν; καὶ γὰρ ἐναργῶς ἡ θεωρητικὴ οὐδὲ ὡς ὀργάνῳ χρῆται. ἢ ἐπεὶ τὸ χρῆσθαι ὑπάρχει καὶ ταῖς ἀλόγοις, ἄδηλόν ἐστι πρὶν ἑκάστῃ ἰδιοτρόπως ἐπελθεῖν, τίνι τε διακριτέον τὸ χρήσιμον ἐπ' αὐταῖς παρὰ τὸ τοῦ ὀργάνου ὁριστικὸν, καὶ ἐπὶ τίνων δεῖ καὶ χωριστὰς ἐνεργείας ζητεῖν.
Τύπον καλεῖ καὶ ὑπογραφὴν τὸν ἀποδοθέντα τῆς ψυχῆς λόγον, ἐπειδὴ μόνον ἀπεδίδου τὸ κοινῇ πάσῃ ὑπάρχον, ὁ δὲ ἀκριβὴς λόγος κατὰ τὴν ἑκάστου ἴδιον ἀποδίδοται οὐσίαν. ἴδιος δὲ ἡ καὶ τὸ κοινὸν ἰδιοτρόπως ὁρίζουσα.
Ἐπεὶ οὐ τὸ ἀκριβὲς εἶχεν ὁ ἀποδοδεὶς λόγος διὰ τὸ μόνον ἐκφαίνειν τὸ κοινῇ πάσῃ ὑπάρχον, καὶ τοῦτο οὐχ ὡσαύτως, ἀλλ' ὡς τὰ ἀφ' ἑνὸς λεγόμενα, ὅθεν καὶ ἀδύνατον πασῶν ὁμοῦ τὸν ἀκριβῆ ἀποδοθῆναι λόγον, ἅτε μὴ συνωνύμων οὐσῶν, ἀλλὰ καθ' ἑκάστην ἐπεξιέναι ἀνάγκη, εἰ τοῦ ἀκριβοῦς ἀντεχοίμεθα, πρὶν ἐπεξιέναι, τὸν τρόπον τῆς διδασκαλίας ἀφορίζεται ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἐπανιόντα. οὗτος γὰρ τοῖς μήπω τελείοις ἀλλ' ἔτι ζητοῦσι σύμμετρος ὁ τρόπος. φύσει μὲν γὰρ καὶ τῷ ἑπομένῳ τῇ φύσει ἐπιστημονικῷ λόγῳ σαφέστερα τὰ αἴτια, πρὸς αἴσθησιν δὲ καὶ πρὸς ἡμᾶς τοὺς μήπω τελείους τὰ αἰτιατά, ὡς καὶ ἐν ἀρχῇ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. καὶ νῦν ἐκ τῶν ἀσαφῶν μέν, φησί, (ἐλλείπει δὲ τῇ λέξει τὸ τῇ φύσει καὶ τῷ λόγῳ) φανερωτέρων δὲ (καὶ πάλιν ἐλλείπει τὸ ὡς πρὸς ἡμᾶς καὶ τὴν αἴσθησιν) γίνεται τὸ σαφές· παρεῖται δὲ πάλιν τὸ τῇ φύσει, εἴρηται δὲ τὸ καὶ κατὰ τὸν λόγον γνωριμώτερον. [97]
Τὸ μὲν πάλιν εἰπὼν ὡς ἤδη τινὰ ἀπογραφικὸν ἀποδοὺς λόγον, τὸ δὲ οὕτως ἐπανελθεῖν, ἐπειδὴ κρείττω καὶ ἀνώτερα τὰ τῷ λόγῳ γνώριμα τῶν πρὸς αἴσθησιν.
Τοῦ ἐπανελθεῖν τὴν αἰτίαν ἐπάγει, διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ, ἐπειδὴ μὴ ἐμμένειν δεῖ τοῖς αἰτιατοῖς, ἀλλ' ἐντεῦθεν εἰς τὰ αἴτια ἀνάγεσθαι. εἴρηται δὲ ἐν τοῖς δευτέροις Ἀναλυτικοῖς, ὡς ὁ μέν τίς ἐστιν ὁρισμὸς συμπέρασμα ἀποδείξεως, ὁ δὲ μέσος ὅρος τοῦ συλλογισμοῦ, ὁ δὲ ὅλος συλλογισμὸς θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ διώρισται ὡς ὁ μὲν κατὰ τὸ συμπέρασμα τοῦ αἰτιατοῦ καὶ τοῦ εἰδοποιουμένου ἐστὶν ὁρισμός, ὅπερ νῦν πρᾶγμα καλεῖ, ὁ δὲ κατὰ τὸν μέσον ὅρον τοῦ εἴδους καὶ τοῦ αἰτίου, ὁ δὲ θέσει τῆς ἀποδείξεως διαφέρων ὁ τὸ αἰτιατὸν ἅμα λέγων καὶ τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζωῇ χαρακτηρίζεται λογικῇ, πεπερασμένα ἐχούσῃ μέτρα· τοῦτο δέ ἐστι ζῷον λογικὸν θνητόν, καὶ ἔστιν οὗτος τοῦ συνθέτου ὅρος, ἡ δὲ πεπερασμένα ἔχουσα μέτρα λογικὴ ζωὴ τὸ εἶδος τὸ καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος αἴτιον, τοῦ συνθέτου φημί. καὶ ἐφ' οὗ αὐτὸς χρῆται παραδείγματος, ἐπειδὴ ἐὰν τρεῖς ὦσιν εὐθεῖαι ἀνάλογον, τὸ ἀπὸ τῆς μέσης ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ἄκρων περιεχομένῳ ὀρθογωνίῳ, ἑτερομήκει δηλαδὴ ὄντι, ὁ μὲν τὸ τετραγωνίσαι ἑτερόμηκες ὁριζόμενος τῷ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον αὐτὸ τὸ ἀποτελούμενον καὶ δεικνύμενον ὁρίζεται, ὃ δὴ συμπέρασμα καλεῖ ὡς γεωμετρικῶς ἀποδεικνύμενον· ὁ δὲ μέσης τῶν τοῦ ἑτερομήκους ἀνίσων πλευρῶν εὕρεσιν αὐτὸ ὁριζόμενος τὴν αἰτίαν λέγει, δι' ἧς καὶ γίνεται ἑτερομήκει ἴσον τετράγωνον καὶ δείκνυται, ὡς οὐ τοῦ συμπεράσματος μόνου εἰρῆσθαι τὴν αἰτίαν, ἀλλὰ καὶ τοῦ πράγματος.
Τὸν τρόπον τῆς διδασκαλίας ὁρίσας ὡς ἀπὸ τῶν πρὸς ἡμᾶς σαφῶν ἐπὶ τὰ τῇ φύσει τοιαῦτα ἐπανιόντα, καὶ ὅτι χρὴ τὸν καλῶς ἔχοντα ὅρον τῆς αἰτίας ἔχεσθαι ὑπομνήσας, καὶ ταύτης ἀκριβῶς, ἀλλ' οὐ τύπῳ τινὶ καὶ ὑπογραφικῶς, διὰ μὲν τὸν τῆς διδασκαλίας τρόπον ἀπὸ τῶν τῇ αἰσθήσει γνωρίμων τῆς περὶ ψυχῆς ἄρχεται θεωρίας, ὅπερ καὶ εὐθὺς ποιεῖ τῷ τὸ ἔμψυχον τοῦ ἀψύχου διωρίσθαι τουτέστι διαφέρειν τῷ ζῆν· διὰ δὲ τῆς εἰς τὸ αἴτιον ἀναδρομῆς οὐ τῷ ἐμψύχῳ ἐμμένει, ἀλλ' εἰς τὸ αἴτιον αὐτοῦ τὴν [98] ψυχὴν ἀναγόμενος. ἵνα δὲ μὴ τύπῳ ἔτι ἀλλὰ ἀκριβεῖ αὐτὴν θεωρῇ ὅρῳ, οὐ κοινῶς ἀλλ' ἕκαστον εἶδος ψυχῆς ἰδίᾳ ὁρίζεται· ἐπεὶ καὶ ὁ κοινὸς ἀποδοθεὶς τῆς αἰτίας εἴχετο (ἡ γὰρ ἐντελέχεια εἶδος καὶ αἰτία τοῦ κατ' αὐτὴν τελειουμένου), ἀλλ' οὐδὲ εἰ τὸ κοινὸν συνωνύμως κατηγορεῖτο, οὐδ' οὕτως ἡ τοῦ κοινοῦ θεωρία ἱκανὴ πρὸς ἀκρίβειαν χωρὶς τοῦ ἰδίου. ἀλλὰ πῶς τὸ ἔμψυχον διορίζεται τοῦ ἀψύχου τῷ ζῆν; διὰ τὸ ἔνδοθεν κινεῖσθαι, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ καὶ ἡ ἐνάργεια δηλοῖ. καὶ τὸ κινοῦν τοίνυν ἔνδοθεν. ἀλλ' εἰ τοῦτο, πῶς οὐκ αὐτοκίνητος ψυχὴ ἡ ἀφ' ἑαυτῆς ἐγειρομένη; κίνησις γάρ τις ἡ ἔγερσις. ἢ ἐπειδὴ πράγματα μὲν τὰ αὐτὰ καὶ ὡσαύτως ὁ Ἀριστοτέλης νοεῖ τῷ Πλάτωνι, ὀνομάζει δὲ τὴν συνήθειαν ἐνίοτε ὑπειδόμενος οὐχ ὡσαύτως· οὐ γὰρ αὐτοκίνητον τὴν ψυχήν, ἐπειδὴ μηδὲ κίνησιν αὐτῆς προσαγορεύει τὴν ἐνέργειαν. ὀρθὸν οὖν καὶ κατ' αὐτὸν ἀποδιδόναι αὐτῇ τὸ αὐτενέργητον ὡς ὑφ' ἑαυτῆς ἐγειρομένῃ. ἐνέργεια δέ τις ἡ ἔγερσις· τὸ δὲ οἷον ζέον καὶ ὑφ' ἑαυτοῦ βράττον ἡ ζωὴ δηλοῖ.
Τὸ πλεοναχῶς ἢ ἐπὶ τῶν ὁμωνύμων, ἢ ἐπὶ τῶν ὡς ἀφ' ἑνὸς εἴωθε λέγειν. ἀλλ' ὁμωνύμως οὐκ εἴρηται νῦν, ἐπειδὴ καὶ ὡς πράγματος ἑνὸς μίαν τοῦ ζῆν προβαλλόμεθα ἔννοιαν. ἐν δὲ τοῖς ἀφ' ἑνὸς λεγομένοις, ὅσα μὲν τελείως, κἂν δευτέρως ἢ τρίτως ἢ ἐσχάτως, τελείως δὲ μετέχει, καὶ τῷ τῆς φύσεως τοῦ πράγματος προηγουμένως δηλωτικῷ καλεῖται ὀνόματι καὶ τῇ ἐξ αὐτοῦ παραγομένῃ μεθέξει· ὅσα δὲ ἀτελῶς μετέχει, τῇ μὲν ἀπ' αὐτοῦ μεθέξει προσαγορεύεται, οὐ μὴν ἔτι τῷ τοῦ πράγματος προηγουμένως σημαντικῷ ὀνόματι. οἷον τὸ ἔτι γινόμενον εἶναι μὲν λέγομεν, ὂν δὲ οὐ φαμέν, καὶ λελευκάνθαι μὲν τὸ ἀτελὲς ἔτι, οὐχὶ δὲ λευκόν· καὶ ἰατρεύειν καὶ κιθαρίζειν τοὺς ἔτι μανθάνοντας, οὐ μὴν ἰατροὺς καὶ κιθαριστὰς, καὶ τρέχειν μὲν καὶ γράφειν τοὺς παῖδας, οὐ δρομέας δὲ καὶ γραφέας. τοὺς μέντοι τελείους ὄντας καὶ εἶναι λέγομεν κιθαριστὰς καὶ κιθαρίζειν, καὶ τὰ ἄλλα ὡσαύτως. οὕτω δὴ καὶ ζῷα μὲν καλεῖ ὁ φιλόσοφος, ὅσα κατὰ τελείαν τὴν ἀφ' ἑαυτῶν ἐγειρομένην χαρακτηρίζεται ζωήν, καὶ τὰ μὲν πρώτως ὡς ‹ἀφ'› ἑαυτῶν εἰς ἑαυτὰ ἐνεργοῦντα, τὰ δὲ δευτέρως ὡς ἀφ' ἑαυτῶν εἰς ἄλλα, τὰ δὲ μέσως ὡς ἐφ' ἑκάτερα, καὶ ταῦτα κατὰ διάφορα μέτρα· ἅπερ ἅπαντα καὶ ζῷα καὶ ζῆν λέγει. ὅσα δὲ ἀτελῆ καὶ οὐκ εἰλικρινῆ τὴν ἔνδοθεν ἔχει ἔγερσιν, ἀλλὰ μέσην ταύτης τε καὶ τῆς τοῦ πάντῃ ἑτεροκινήτου, ἵνα μὴ καὶ ἀμέσως τὸ ἀφ' ἑαυτοῦ τῷ ἑτέρωθεν συνεχίζηται (τοιαῦτα δὲ τὰ κατὰ τὴν φυτικὴν ζῶντα ψυχήν), ζῆν μὲν λέγει, οὐ μὴν ἔτι ζῷα προσαγορεύει. διὸ καὶ τὴν διαφορὰν ὑποδεικνὺς τῶν ἐμψύχων πάντων πρὸς τὰ ἄψυχα τῷ ζῆν αὐτὰ διακρίνει, ὃ κοινὸν τῶν ὁπωσοῦν ζώντων ἐστίν· ὡς [99] ὅταν γε ἀντιδιαιρῇ τὸ ζῆν πρὸς τὸ ζῷον, πρόδηλον ὅτι τὸ κατὰ τὴν ἀτελῆ μέθεξιν τῆς ζωῆς παραλαμβάνει ζῆν· τὸ γὰρ κατὰ τὴν τελείαν καὶ τῷ ζῴῳ προσήκει.
Ζῆν γὰρ ἐκεῖνο λέγομεν, ᾧ ἂν ἕν τι τούτων ὑπάρχῃ. εἴληπται δὲ ὁ μὲν νοῦς ὡς τὴν λογικὴν δηλῶν ζωήν, ᾗ καὶ ἡ βούλησις συνείληπται, ἡ δὲ αἴσθησις οὐχ ὡς μόνης τῆς ἀλόγου καλουμένης σημαντικὴ γνώσεως, ἀλλὰ καὶ τῆς συμφυοῦς αὐτῇ ὀρέξεως. νοῦς μὲν οὖν καὶ αἴσθησις ζωῆς εἰσι προηγουμένως δηλωτικά, αἱ δὲ κινήσεις ἐνεργειῶν ζωτικῶν, ἡ μὲν κατὰ τόπον πρώτως τοῖς τελειοτέροις τῶν ζῴων ὑπάρχουσα, ἡ δὲ κατὰ τὴν θρεπτικὴν ἀλλοίωσιν ἅπασι τοῖς θνητοῖς.
Διὰ τὴν τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν· καὶ τὸ δοκεῖ χώραν ἔσχε διὰ τὸ ἀτελὲς τῆς ζωῆς καὶ τὸ τῶν ζώντων τε καὶ μὴ ζώντων μεταίχμιον· ὅθεν καὶ παραμυθίας ἐδεήθη πρὸς πειθὼ τοῦ ζῆν τὰ φυόμενα. εἰ γὰρ πάντα τὰ προσθήκην τινὰ ὑπ' ἄλλων δεχόμενα καθ' ἕν τι δέχεται μόριον, καὶ οὐ κατὰ πάντα ὁμοίως τὰ ἀντικείμενα (καὶ γὰρ εἰ σφαιροειδῶς τι τῷ χαλκῷ προστιθείης, ἀλλ' οὐχὶ καὶ κατὰ βάθος αὐτὸν αὐξήσεις), δῆλον ὡς τὰ κατὰ πᾶν ὁμοίως αὐξόμενα ἔνδοθεν ἕξει τῆς προσθήκης αἰτίαν. κίνησις δέ τις ἡ αὔξησις. κινήσεως οὖν ἔνδοθεν ἔχοντα ἀρχὴν ὀρθῶς ἀξιοῦμεν ζῆν. τὴν δὲ μεσότητα αὐτῆς πάλιν ἐνδεικνύμενος δύναμιν ἔφη καὶ ἀρχήν, διὰ μὲν τῆς ἀρχῆς τὸ ἡγεμονικόν, διὰ δὲ τῆς δυνάμεως τὸ ἀτελὲς αὐτῆς καὶ ὑφ' ἑτέρου ἐγειρόμενον παριστῶν· ἐπὶ τούτων γὰρ εἴωθεν ὁ φιλόσοφος τὰ πλεῖστα τῷ τῆς δυνάμεως χρῆσθαι ὀνόματι. καὶ δεῖ τῆς τοιαύτης ζωῆς πᾶσι τοῖς θνητοῖς. ταύτῃ γὰρ γεννᾶταί τε καὶ τρέφεται καὶ διαμένει, σωματοειδεστάτῃ οὔσῃ ζωῇ καὶ συμμέτρῳ αὐτοῖς, καὶ διὰ τοῦτο ἐσχάτῃ καὶ οὐκ εἰλικρινεῖ ζωῇ. ἀλλ' εἰ μὴ τὸ ὅλον ὑφ' ἑαυτῶν ἐγείρεται, καὶ ὑφ' ἑτέρου δὲ τὰ οὕτω ζῶντα, τί τὸ ἔξωθεν ἐγεῖρον; ἢ ταύτῃ τοῖς ἑτεροκινήτοις ἐοικότα κινοῖτο ἂν καὶ αὐτὰ ὡς τὰ στοιχεῖα κατὰ φύσιν ὑπὸ τοῦ ὑποστήσαντος ὡς ἑτέρωθεν καὶ ἔξωθεν· ἐπεὶ καὶ τὰ ἔνδοθεν ὅλα ἐγειρόμενα καὶ ὑπὸ τοῦ ὑποστήσαντος ἐγείρεται. ἀλλὰ ταῦτα μὲν διὰ τῆς πρὸς αὐτὸ συναφῆς, καὶ ὅσῳ μειζόνως συνάπτεται τῷ αἰτίῳ, μειζόνως ἐστὶν αὐτενέργητον, τὰ δὲ ἑτεροκίνητα διὰ τὴν ἀπόστασιν ἔχει τὴν δι' ἑτερότητος παραδοχὴν τῆς ἐγέρσεως.
[100]
Τοῦτο μὲν γὰρ ἀμέσως τὸ τῆς ζωῆς εἶδος τοῖς σώμασιν ἐφεστὼς τοῖς φθαρτοῖς διὰ τῆς ἐπιρροῆς αὐτὰ ἀναπληροῖ, τὰ δὲ ἄλλα οὐκ ἄνευ τούτου τοῖς θνητοῖς παραγίνεται, ὅτι καὶ γεννᾶται καὶ τρέφεται διὰ τούτου.
Οὐχ ἁπλῶς τὸ ὁπωσοῦν ζῆν (ἦν γὰρ καὶ τὸ κατὰ νοῦν καὶ κατ' αἴσθησιν ζῆν), ἀλλὰ τὸ ἀντιδιαιρούμενον πρὸς τὸ ζῷον, τουτέστι τὸ ἀτελῶς καὶ ἡ ἐσχάτη ζωή. ἀντιδιαιρεῖ γὰρ λέγων τὸ μὲν ζῆν διὰ ταύτην, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως.
Σωματοειδεστάτη οὖσα τῶν αἰσθήσεων καὶ παθητικωτάτη, διὸ καὶ τῶν πλησίον ἀντιλαμβάνεται μόνων. τῇ γὰρ ἁφῇ συνείληπται καὶ ἡ γεῦσις, καὶ ἔστιν ἀναγκαιοτάτη τοῖς ζῴοις, ὡς καὶ τοῦτο ῥηθήσεται ὕστερον.
Τῶν εἰρημένων μὲν λέγει νοῦ τε καὶ αἰσθήσεως καὶ τῆς κινητικῆς τε καὶ θρεπτικῆς ζωῆς, ἀρχὴν δὲ τὴν εἰδητικὴν αἰτίαν. ἡ δὲ ψυχὴ τοιαύτη ὡς οὐ τὸ μετέχον αὐτῶν οὖσα, ἀλλ' ὡς αὐτὸ δὴ τὸ νοητικόν τε καὶ αἰσθητικὸν πέρας. ἐπεὶ δὲ οὐ τὸ ἀμέριστόν ἐστιν εἶδος ἡ ψυχὴ οὐδὲ ὁ πρώτιστος ὅρος, εἰς λογικὴν δὲ ὑπέβη ἀνέλιξιν, οὐ μόνον αὐτὴν τούτων ἀρχήν, ἀλλὰ καὶ ὡρίσθαι τούτοις ἔφη. τὸ γὰρ συναμφότερον αὐτῇ ὁμοῦ ἐκ τῶν ἄκρων ἐπιτρέπει, τὸ οὕτως ἄρχον ὡς ὁριζόμενόν πως· ὧν ἡ μὲν ἀρχὴ τοῖς πρὸ αὐτῆς, τὸ δὲ ὡρίσθαι τοῖς μετ' αὐτὴν κυρίως προσήκει. τῷ δὲ διανοητικῷ ἀντὶ τοῦ νοῦ χρώμενος δηλοῖ καὶ πρότερον διὰ τοῦ νοῦ τὸν λόγον σημαίνων.
Ἐπειδὴ ἐν τοῖς λογικοῖς ζῴοις πᾶσαι αἱ εἰρημέναι ὑπάρχουσι ζωαί, προτίθεται μὲν ἐπισκέψασθαι, εἰ διαφόρων ἐστὶν ἑκάστη σωματικῶν μορίων ἐντελέχεια, ὡς ὁμοίως τὴν ψυχὴν τῷ σώματι μεμερίσθαι· ἐπειδὴ καὶ ἐπὶ τῷ τέλει τοῦ πρώτου οὐ ψυχὴν ἑκάστην, ἀλλὰ μόρια πάσας μιᾶς ἐτίθετο [101] ψυχῆς, διὰ δὲ τὸ τέλειον τῆς διαιρέσεως καὶ αὐτὸ τοῦτο ὅπερ ἤδη διακέκριται προτείνει, πότερον ἑκάστη τούτων αὐτοτελής ἐστι ψυχὴ ἢ μόριον ψυχῆς. ἀλλὰ πρὸς θάτερον οὐδὲν ἀποκρινόμενος, ὡς ἐκεῖ διακρίνας ἱκανῶς, τὸ λοιπὸν ἐπεξεργάζεται, εἰ οὕτως ἐστὶ μόρια, ὡς μὴ τῷ λόγῳ μόνῳ τουτέστι τῇ ἰδιότητι διωρίσθαι ἀλλήλων, ἀλλὰ καὶ τῷ τόπῳ, τῶν διαφόρων ζωῶν διαφόροις τοῦ σώματος μορίοις ὡς ἐν τόποις ἱδρυμένων, ὡς δοκεῖ ὁ Τίμαιος τῇ μὲν κεφαλῇ τὸν λόγον, τῇ δὲ καρδίᾳ τὸν θυμόν, τῷ δὲ ἥπατι τὸ ἐπιθυμητικὸν ἐνοικίζων· αὐτὸς τὸν μὲν θεωρητικὸν λόγον καὶ παντελῶς χωρίζων τοῦ σώματος, τὰς δὲ λοιπὰς ζωὰς διὰ τὸ τὰ σωματικὰ μόρια ἐνίοτε πρὸς ὑποδοχὴν διαφόρων ζωῶν παρεσκευάσθαι μὴ καὶ αὐτὰς ὁμοίως ἐκείνοις νομίζων ἀπ' ἀλλήλων μεμερίσθαι, δυναμένας τῷ αὐτῷ μορίῳ καὶ ἅμα πλείους ὑπάρχειν. ἄλλος γὰρ ὁ ψυχικὸς μερισμός, εἰ δεῖ καὶ μόρια λέγειν ἐπ' αὐτῆς, παρὰ τὸν σωματικόν, καὶ ἅμα μὲν τὴν πρὸς τὰ εἴδη ὕφεσιν διὰ τὸν ὁποιονοῦν μερισμόν, ἅμα δὲ τὴν πρὸς τὰ σώματα ὑπεροχὴν τῆς ψυχῆς διὰ τὴν τῶν πασῶν ὁμοῦ ἐν ἑνὶ παρουσίαν δηλοῖ.
Οὐχὶ τῷ Ἀλεξάνδρῳ ἑπόμενος οἶμαι λέγειν αὐτὸν ἀπορίαν ἔνια ἔχειν διὰ τὸν νοῦν. ἐκεῖνον γὰρ διαρρήδην καὶ πρότερον ἀπεφήνατο μὴ συνέχειν τι σῶμα, καὶ ἐπάγει εὐθὺς μήπω μὲν εἶναι φανερὰ τὰ περὶ τῆς θεωρητικῆς δυνάμεως ὡς οὔπω τῆς τελέας περὶ αὐτῆς παραδεδομένης θεωρίας, εἶναι δέ τι ψυχῆς γένος ἕτερον καὶ χωρίζεσθαι καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. ἀλλ' ἐπ' ἐνίων μὲν ῥᾳδίαν εἶναι ἰδεῖν τὴν ἕνωσιν, τῶν τε φυτικῶν δυνάμεων τῆς τε θρεπτικῆς καὶ αὐξητικῆς καὶ γεννητικῆς καὶ ἐπὶ τῶν ζῴων τῆς αἰσθητικῆς καὶ ὀρεκτικῆς· καὶ γὰρ ἐν τοῖς φυτοῖς διαιρουμένοις ἡ ὅλη φυτικὴ ἐνυπάρχει ψυχή, καὶ τῶν ἐντόμων ἑκάτερον μόριον μέχρι τινὸς αἰσθάνεταί τε καὶ κινεῖται· ἔνια δὲ ἀπορίαν ἔχει, ὄψις ἀκοὴ ὄσφρησις γεῦσις, ἐπειδὴ διωρισμένοις χρῶνται ὀργάνοις. ἢ πρῶτον μὲν ἄν τις ἐκ τῶν ἄλλων καὶ περὶ τούτων τεκμήραιτο, ὡς οὐ καθ' ἑαυτὰς ἀλλὰ διὰ τὰ ὄργανα διεστᾶσι μεριστῶς ἄλλο πρὸς ἄλλην γεγονὸς αἴσθησιν· ἔπειτα δὲ δηλοῖ τὸ ἡνωμένον καὶ τούτων πρὸς ἀλλήλας ἡ εἰς ἓν πασῶν συνδρομή, ὃ καὶ ξανθὸν καὶ γλυκὺ καὶ εὐῶδες ἐρεῖ τὸ μέλι.
Οὐ τῆς μιᾶς εἰς πλείους ὁμοίας μεριζομένης (μεριστὴ γὰρ ἂν εἴη ὡς ὁμοιομερές τι σῶμα), ἀλλὰ τῆς ἐν τῷ φυτῷ καὶ τῷ ἀποτμηθέντι παρούσης κλάδῳ μέχρι τινὸς καὶ ἐπιτήδειον αὐτὸν ποιούσης πρὸς ἰδίας ψυχῆς ὑποδοχήν, [102] ἐπειδὰν φυτευθῇ. δυνάμει οὖν πλείους αἱ ἐν ἑνὶ φυτῷ ὡς διαιρεθέντι κατὰ κλάδους καὶ φυτευθέντι πλείους ἐνυπάρξουσαι.
Τὸ οὕτως οὐ πρὸς τὸ πλείους εἶναι δυνάμει ψυχὰς ἀποδίδοται (οὐκέτι γὰρ ὡς ἐπὶ τῶν φυτῶν τοῦτο συμβαίνει) ἀλλὰ πρὸς τὸ διαιρούμενα καὶ αὐτὰ ζῆν τὴν ὅλην ἑκάτερον μόριον ζωήν.
Εἰ γὰρ καὶ μὴ διηρθρωμένην, ἀλλ' ἀόριστον καὶ τὰ ἔσχατα ἔχει ζῷα φαντασίαν, ἵνα καὶ ὀρέγηται τοῦ ἀπόντος.
Ἐπειδὴ νοῦν οἶδε καὶ τὴν καθαρῶς ἀμέριστον ὑπὲρ τὴν ψυχὴν οὐσίαν, νοῦν δὲ καλεῖ καὶ τὸν παθητικὸν ἐν συμπλοκῇ τῆς λογικῆς προϊούσης ζωῆς καὶ τῶν σωματοειδῶν ζωτικῶν δυνάμεων συνιστάμενον, καὶ πρός γε τὸν πρακτικὸν τὸν χρώμενον λόγον ταῖς τοιαύταις ζωαῖς, ἀλλ' οὐκ ἐξ αὐτῶν συνεστῶτα, ἵνα τὸν μηδὲ χρώμενον αὐταῖς δηλώσῃ λόγον, νοῦν τε αὐτὸν καλεῖ καὶ θεωρητικὴν αὐτῷ ἀποδίδωσι δύναμιν, διὰ μὲν τῆς δυνάμεως τὴν ὕφεσιν αὐτοῦ πρὸς τὸν κρείττονα σημαίνων νοῦν, ἐπειδὴ τῇ δυνάμει οὐ πάνυ ἐπὶ τῆς ἀμερίστου χρῆται οὐσίας ὁ Ἀριστοτέλης, ἀλλὰ τῇ ἐνεργείᾳ, διὰ δὲ τοῦ θεωρητικοῦ τὴν εἰς ἑαυτὸν καὶ εἰς τὰ κρείττω τοῦ λόγου δηλῶν ἐπιστροφήν. περὶ δὴ τούτου οὐδὲν εἶναι λέγει φανερόν, ὡς μηδὲ τοῦ ἀποδεδομένου τῆς ψυχῆς ὅρου τῷ τοῦ θεωρητικοῦ λόγῳ ὡς θεωρητικῷ προσήκοντος, οὐδὲ [τῷ] πρὸς τὰς σωματικὰς ζωὰς ἡνωμένῳ· τοὐναντίον γὰρ ἐν τῷ χωρίζεσθαι ἀπ' αὐτῶν ἡ θεωρία. ᾧ καὶ δῆλόν ἐστιν, ὡς ἕτερον γένος ἐστὶ ψυχῆς ὁ λόγος παρὰ τὰς ἀχωρίστους σωμάτων ὁ χωρίζεσθαι πεφυκώς, καὶ νῦν μὲν μίαν μετ' αὐτῶν συμπληρῶν οὐσίαν, ὡς καὶ μετὰ σώματος τὴν σύνθετον, ποτὲ δὲ πάσας ἀπολείπων τὰς δευτέρας. καὶ τὸ ἔοικεν οὐκ ἀμφιβόλως εἴρηκεν, ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ (οὐδὲ γὰρ πολλὴ ἡ τοιαύτη τοῦ ἔοικε παρὰ τοῖς παλαιοῖς χρῆσις), ἀλλ' ἀντὶ τοῦ πρέπει καὶ φαίνεται. ἑτέρα τε κατ' οὐσίαν ἡ λογικὴ ψυχὴ τῶν λοιπῶν καὶ πάντῃ αὐτῶν ποτε χωριζομένη καὶ ἀίδιος οὖσα ἐκείνων φθειρομένων, ὅσαι τοῦ φθαρτοῦ σώματος ἰδίως εἰσὶν ἐντελέχειαι. τό γε μὴν χωριστὸν καὶ ἀπὸ πασῶν ἔχει τῶν ὁποιουοῦν σώματος ἀχωρίστων. ἡ γὰρ θεωρία χωριστή ἐστιν ἐνέργεια, αὕτη δὲ οὐσίας χωριστῆς καὶ δι' ὅλης ζώσης, μᾶλλον δὲ αὐτὸ τοῦτο ζωῆς [103] οὔσης καὶ ὅλην ἑαυτὴν τῇ θεωρίᾳ ἀποπληρούσης καὶ οὔτε μεριστῆς (τοῦτο μὲν γὰρ οὐδ' ἄλλο τι εἶδος, καὶ οὐχ ἥκιστα γνωστικόν) ἀλλ' οὐδὲ μεριστῷ χρωμένης, διὰ τὸ καθ' ὅρους βαίνειν καὶ διὰ τὴν εἰς ἑαυτὴν καὶ εἰς τὸ ἀμέριστον σύννευσιν. ὅθεν καὶ ἀίδιος δείκνυται· οὔτε γὰρ ὡς μεριστὴ διαιρεθήσεται, ὅτι οὐ μεριστή, οὔτε ὡς σύνθετος διαλυθήσεται διὰ τὸ ἁπλοῦν, οὔτε ὡς τὰ μεριστὰ εἴδη τῆς ὕλης ἀναρμοστούσης διὰ τὸ χωριστόν. μόνος οὖν χωριστὸς ὁ λόγος, ἐπειδὴ αἱ ἄλλαι ζωαὶ σωματοειδεῖς πάσας ἔχουσι τὰς ἐνεργείας.
Μόρια μὲν οὐχ οἷα τὰ σωματικά (τοῦτο γὰρ δέδεικται), ἀλλὰ διὰ τὴν ἀπὸ τοῦ ἀμερίστου ὑπόβασιν. τὰ δὲ λοιπὰ εἶπεν, ὡς καὶ τοῦ θεωρητικοῦ νοῦ μορίου ὄντος ἐν τῇ πρὸς τὰ ἔξω ῥοπῇ καὶ πρὸς τὰ χείρω συμπλοκῇ. οὐκ ἔστι δὲ ἐκεῖνα, ὡς ὁ Τίμαιος λέγει, ἀλλήλων χωριστὰ τόπῳ διαφόροις ἐνοικοῦντα τοῦ σώματος μορίοις. καλῶς δὲ καὶ τὴν διάφορον τῶν συνυπαρχουσῶν ζωῶν πιστοῦται ἰδιότητα ἐκ τῶν διαφόρων ἐνεργειῶν· εἰ γὰρ τὸ αἰσθάνεσθαι τοῦ δοξάζειν ἕτερον, καὶ τὸ αἰσθητικὸν τοῦ δοξαστικοῦ, καὶ ἡ αἴσθησις τῆς δόξης. ποιεῖ δὲ διαφορὰν τῶν ζῴων τὸ ἢ πάσας ἐνυπάρχειν τὰς ζωάς, ὡς ἐπὶ τῶν ἀνθρώπων, ἢ οὐ πάσας μὲν πλείους δέ, ὡς ἐπὶ τῶν ἄλλων ζῴων, ἢ μίαν μόνην τὴν φυτικήν, ὡς ἐπὶ τῶν φυτῶν. δι' ὧν μοι δοκεῖ καὶ ἑκάστης ζωῆς διαφορὰν αὐτῆς πρὸς ἑαυτὴν αἰνίττεσθαι. οὐ γὰρ ὁμοία οὐδὲ πάντῃ ἀδιάφορος ἡ μετὰ λόγου αἴσθησις τῆς ἄνευ λόγου, ἀλλ' οὐδὲ ἡ ὡρισμένην κινοῦσα φαντασίαν τῆς ἀορίστως φαντασιουμένης. διὸ καὶ πολλὴ καὶ ἡ κατὰ βάθος ἐν ἑκάστῃ ζωῇ διαφορά, καὶ ἐν τῇ φυτικῇ ζωῇ πολὺ τὸ διάφορον, ἢ λογικοῦ ὀργάνου οὔσῃ θρεπτικῇ, ἢ ἀλόγου μὲν κινουμένου δὲ κατὰ τόπον, ἢ μόνου αἰσθητικοῦ, ἢ τοῦ ἀναισθήτως ζῶντος καὶ κατερριζωμένου ἐν τῇ γῇ. τὴν δὲ αἰτίαν τούτων ἐρεῖ μετ' ὀλίγον.
Ἐπειδὴ κεῖται εἶδός τι εἶναι ἡ ψυχή, οὐχ οἷον τὸ ἑαυτοῦ ὂν καὶ ἄυλον ἥ γε τῶν θνητῶν, ἀλλὰ σώματος ὀργανικοῦ, διὰ τούτων ὅτι ζωτικόν ἐστιν εἶδος ἐκ τοῦ ταύτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου διαφέρειν λαβὼν διορίζει μὲν τὰ αἴτια καὶ τὰ αἰτιατὰ κἀν τοῖς αἰτίοις τίθεται τὴν ψυχήν, οὐ τοῖς ὑλικοῖς, ἀλλὰ τοῖς εἰδητικοῖς, οἷς καὶ τὰ ποιητικά τε καὶ τελικὰ συντρέχει, ἀφορίζει δὲ καὶ τὸ κατ' αὐτὴν αἰτιατὸν καὶ ἐκφαίνει τὴν πρώτην οὐσίαν ἐν τοῖς ζῴοις τὴν ψυχὴν ὑπάρχουσαν. οὐσίαι μὲν γὰρ καὶ τὸ φυσικὸν σῶμα, ὅπερ [104] ὡς ὕλη ἐν τοῖς ζῴοις, κυριωτέρα δὲ τὸ ἔμψυχόν τε καὶ ζῷον, ἧς πρώτη καὶ κρείττων ἅτε καθ' αὑτὴν οὐσία ἡ ψυχή· καὶ γὰρ πᾶν εἶδος ἡ πρώτη οὐσία ἐστὶ καὶ καθ' αὑτήν, καὶ μειζόνως τὸ ζωτικόν. διορίζων δὴ τὸ εἰδητικὸν αἴτιον τοῦ κατ' αὐτὸ εἰδοποιουμένου ἐπὶ τῶν εἰς θεωρίαν νῦν προκειμένων διχῶς λεγεσθαί φησι τὸ ᾧ ζῶμεν, οὐ τῇ ὕλῃ λέγων· οὐ γὰρ ᾧ ζῶμεν, ἀλλ' ᾧ δυνάμεθα ζῆν τὴν ὕλην φαμέν, ἐπειδὴ τὸ δυνάμει ἡ ὕλη εἰσάγει, τὸ δὲ ᾧ ζῶμεν τοῦ ἐνεργείᾳ ζῆν δηλωτικόν· ἀλλὰ διχῶς ἢ τῷ εἴδει ἢ τῷ συνθέτῳ, τῷ μὲν ὡς τῇ ἐνεργείᾳ καὶ τελειότητι τῷ εἴδει, τῷ δὲ ὡς τῷ ἐνεργείᾳ καὶ τελείῳ ὄντι τῷ συνθέτῳ. οὕτω γὰρ καὶ ἐπίστασθαι λέγομεν ἢ τῇ ἐπιστήμῃ ὡς τῷ εἴδει ἢ τῇ ψυχῇ, οὐ τῇ μήπω ἀλλὰ τῇ ἤδη ἐπιστημονικῇ, καὶ ὑγιαίνειν τῇ ὑγείᾳ ὡς τῷ εἴδει ἢ τῷ ὑγιαίνοντι σώματι, ἀλλ' οὐ τῷ μὴ μετέχοντι πεφυκότι δὲ μετέχειν, εἰ μὴ κατὰ τὸ δυνάμει.
Τοῦτο σαφῶς εἰπὼν ὅτι ἡ ἐπιστήμη καὶ ὑγεία ἀντὶ τοῦ εἴδους εἴληπται καὶ διὰ τοῦτο καὶ τὸ ζῶν τῇ ψυχῇ ὡς τῷ εἴδει ζῇ, οὐκέτι σαφῶς δοκεῖ λέγειν, τίνι δὲ τῷ λοιπῷ, ἅτε μηδὲν πρὸς τὸν μὲν σύνδεσμον ἀποδούς. ἀλλ' εἰ καὶ τῇ λέξει ἐνδεῖ τι, τὰ πράγματα ἀνελλιπῶς ἡρμήνευται. τὸ γὰρ εἶδος τοῦτο ἐνέργειαν τῶν δεκτικῶν εἰπών, ὡς οὐχ ἑαυτοῦ ὂν ἀλλ' ἑτέρου, ἐπάγει τί τὸ δεκτικόν, ὅτι τὸ ἐπιστημονικὸν καὶ ὑγιαστόν, τὰ ἤδη δηλονότι ἐνεργείᾳ τοιαῦτα, ἃ καὶ δεκτικὰ ὡς κατὰ τὸ δεδεγμένον ὡρισμένα. καὶ δῆλον ὡς κατὰ θάτερον τρόπον τούτοις τῷ μὲν ἐπιστάμεθα, τῷ δὲ ὑγιαίνομεν. τοῦτο δὲ καὶ πάσχον καὶ διατιθέμενον καλεῖ τὸ εἰδοπεποιημένον, ὡς κατ' ἄλλο ὡρισμένον καὶ τέλειον· τὸ δὲ τούτων ὁριστικὸν εἶδος ποιητικόν, ὡς εἰς τὸ προϊὸν ἀποτεινόμενον καὶ ἐνέργειαν μὲν καὶ τελειότητα ὄν, ἑτέρου δέ. ὡς οὖν ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστημονικόν, οὕτως ἡ ψυχὴ πρὸς τὸ ζῶν. ὥστε λόγος τις αὐτοῦ καὶ εἶδος ἂν εἴη, ἀλλ' οὐχ ὡς ὕλη καὶ τὸ ὑποκείμενον· ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἐναργέστερον τὸ εἶδος τῶν ζώντων ἀποδιδοὺς τῇ ψυχῇ· οὔτε γὰρ τὴν μήπω ζῶσαν ὕλην οὔτε τὴν ἤδη ζῶσαν, ἣν ὑποκείμενον εἶπεν, σημαίνων τὸ ἀρχόμενον καὶ δεύτερον καὶ ὑποτεταγμένον αὐτῆς. τὸ γὰρ πρώτως ἐναργῶς τῇ ψυχῇ ἀποδέδοται, ὡς οὔσῃ ζωῇ καὶ πρώτῃ καὶ καθ' ἑαυτὴν οὐσίᾳ, τῶν δὲ ἐμψύχων κατ' ἐκείνην καὶ ὑπ' ἐκείνης ζώντων τε καὶ οὐσιωμένων.
Καλῶς ἄρα οὐ τὴν ὕλην τὸ ᾧ ζῶμεν ἠκούομεν· ἐν τελειότητι γὰρ τὸ ζῆν, ἡ δὲ ὕλη δύναμις ὡς ἀτελὴς οὖσα φύσει. ἀλλὰ τίνος ἐντελέχεια ἡ ψυχή; τοῦ ἐμψύχου φησί. τοῦτο γὰρ τὸ ἐξ ἀμφοῖν, καὶ ὡς τὸν ἰατρὸν [105] χαρακτηρίζομεν τῇ ἰατρικῇ καὶ τὸν ὑγιαίνοντα τῇ ὑγείᾳ, οὕτω καὶ ἀπὸ τοῦ ἐμψύχου ὡς εἰς ὅρον τὴν ψυχὴν ἀναγόμεθα. καὶ γὰρ ἢ εἰς τὸ σῶμα ἢ εἰς τὴν ψυχήν· ἀλλὰ τὸ σῶμα ἀόριστον καὶ ἀντικειμένως ἔχει πρὸς τὸ ἔμψυχον καθ' αὑτὸ ἀπολειφθέν. μάλιστα δ' ἂν εἴη τελειότης, εἰ καθ' ἑαυτὴν μὲν ἀπολείποιτο ἡ ψυχή, ἀλλ' αὐτὴ σώματός τινος τοῦ ἐμψύχου δηλαδή. ἐπαινεῖ οὖν εἰκότως τοὺς μήτε σῶμα τὴν ψυχὴν μήτε ἄνευ σώματος νομίσαντας. καὶ γὰρ ὅσον τῆς λογικῆς χωριστὸν μάλιστα μὲν νοῦς προσαγορεύεται ὑπ' αὐτοῦ, ἔπειτα δὲ καὶ αὐτὸ καὶ σωμάτων ἐστὶν ἐν τῇ ἔξω ῥοπῇ ἐντελέχεια οὕτως, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐπεὶ δὲ ἡ ζωτικὴ ἐντελέχεια διττή, ἡ μὲν ὡς τοῦ ὀργάνου χαρακτηριστική, ἵνα ὄργανον ᾖ, ἡ δὲ ὡς τῷ ὀργάνῳ χρωμένη, διχῶς καὶ τὸ μὴ ἄνευ σώματος νοεῖν ἀνάγκη καὶ τὸ σώματός τι εἶναι, καὶ ἐν σώματι ὑπάρχειν οὐ τῷ τυχόντι ἀλλ' ὀργανικῷ, καὶ οἰκείως ἑκάστῃ ζωῇ ὀργανικῷ· καὶ γὰρ τὸ δυνάμει ἑκασταχοῦ τοιοῦτον ὁποία ἡ ἐντελέχεια, καὶ ὁ λόγος οὗτος ἀναγκαιότατος τὴν ἑκάστου ἐντελέχειαν τῷ οἰκείῳ ἐνυπάρχειν δυνάμει. ἐφ' οἷς πάλιν ἡμᾶς τῶν ζωτικῶν δυνάμεων ὑπομνήσας, ὅσαι τε καὶ οἷαι, καὶ ὡς ἓν μόνον οἷόν τέ τισιν ὑπάρχειν τὸ θρεπτικόν, τοῖς δὲ ζῴοις πρὸς τούτῳ καὶ τὸ αἰσθητικόν, καὶ ὡς τούτῳ καὶ ὄρεξίς τις ἀκολουθεῖ, ἐπειδὴ καὶ ἡδονὴ καὶ λύπη καὶ τὸ ἡδύ τε καὶ λυπηρὸν προσπίπτει, αἱ μὲν ὡς πάθη ἄττα τοῦ αἰσθητικοῦ, τὰ δὲ ὡς ποιητικὰ τῶν παθῶν, ἑκατέρων δὲ κριτικὴ ἡ αἴσθησις, εἰπὼν δὲ καὶ ποία ὄρεξις πᾶσιν ἕπεται οἷς καὶ αἴσθησις, ὅτι ἡ ἐπιθυμία, οὐ τοῦ ἀγαθοῦ οὖσα ὥσπερ ἡ βούλησις, οὐδὲ νίκης ἢ τιμῆς ἢ ἀντιλυπήσεως ὡς ὁ θυμός, ἀλλὰ τοῦ κατ' αἴσθησιν ἡδέος, καὶ τὴν αἰτίαν προσθεὶς διότι τῆς τροφῆς αἴσθησιν ἔχουσι, τῇ μὲν τροφῇ ἡδονῆς τῇ δὲ ἀτροφίᾳ λύπης ἑπομένης, αὐτὸ δὴ τοῦτο πιστοῦται, ὅτι τὰ ζῷα τροφῆς ἔχει αἴσθησιν τὴν ἁφήν, ἣ καὶ πᾶσι πάρεστι τοῖς ζῴοις.
Καὶ γὰρ πάντα τὰ ἐν γενέσει σώματα τούτων μετέχει τῶν ποιοτήτων, καὶ κατὰ ταύτας αἵ τε γενέσεις καὶ αἱ φθοραὶ αἵ τε ἀλλοιώσεις αὐξήσεις τε καὶ μειώσεις. ἡ δὲ ἁφὴ πρόδηλον ὡς τῶν παθητικῶν ἐστιν ἀντιληπτικὴ ποιοτήτων.
Ἔστι μὲν καὶ ἡ ἁφὴ αἴσθησις κατὰ συμβεβηκὸς τῶν ἄλλων αἰσθητῶν, οἷον ψόφων καὶ χρωμάτων. οὐ μὴν τοῦτο λέγειν οἶμαι βούλεται, ἀλλὰ κατὰ συμβεβηκὸς τροφίμων τῶν ἄλλων ὄντων αἰσθητῶν ἡ αἴσθησις ἀντιλαμβάνεται. δηλοῖ δὲ τοῦ εἰρημένου αἰτιώμενος αὐτὸ τοῦτο, τὸ μηδὲν εἰς [106] τροφὴν τὰ ἄλλα συμβάλλεσθαι. ἐπεὶ δὲ τρόφιμος ὁ γλυκύς ἐστι χυμός, ἐπιφέρει πρῶτον μὲν ὅτι τῶν ἁπτῶν καὶ ὁ χυμός (καὶ γὰρ ἡ γεῦσις ὡς καὶ πᾶσιν ὑπάρχουσα οἷς καὶ ἁφή), ἔπειτα δὲ ὅτι καὶ τρόφιμα μὲν καθ' αὑτὰ τὸ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ ἁπτά, οἱ δὲ χυμοὶ συντελοῦσι πρὸς τὴν τροφὴν ὡς ἡδύσματα τῶν ἁπτῶν.
Οὐκ ἐν μόνοις τοῖς ἐν τῷδε τῷ βιβλίῳ ῥηθησομένοις, ἀλλὰ καὶ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀκριβέστερον γὰρ ἐκεῖ περὶ τῶν χυμῶν διορίζεται. ὅτι δὲ αἱ παθητικαὶ ποιότητες τρόφιμοι πρότερον ἐκ τοῦ κατ' αὐτὰς γίνεσθαι τὰς ἀλλοιώσεις πιστωσάμενος τὸ αὐτὸ καὶ ἐκ τῆς ὀρεκτικῆς τῶν τροφῶν μαρτύρεται ζωῆς. πεῖνα γὰρ καὶ δίψα αἱ τῆς τροφῆς ὀρέξεις, ὧν ἡ μὲν κατὰ τὸ ἐπικρατοῦν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ψυχροῦ καὶ ὑγροῦ. καὶ γὰρ ὅσα τῶν ἐδεσμάτων ψυχρὰ καὶ ὑγρά, πρὸς τοσαῦτα καὶ δίψα κινεῖται, καὶ τῶν ξηροτέρων καὶ θερμοτέρων βρωμάτων ἀντέχεται ἡ πεῖνα. ἄδηλον δὲ περὶ φαντασίας, οὐχ ὅτι μὴ ὑπάρχει πᾶσι τοῖς ζῴοις, εἴ τις φαντασίαν καὶ τὴν ἀόριστον καὶ ἀδιάρθρωτον καλοίη τῶν ἀπόντων ἁπτῶν συναίσθησιν, ἀλλὰ ἄδηλον διὰ τὸ ἐνίοτε φαντασίαν μόνην τὴν ὡρισμένην καὶ μνημονευτικήν, ἐνίοτε δὲ καὶ μόνην τὴν συνεθίζεσθαί τινα δυναμένην προσαγορεύεσθαι. εἰπὼν δὲ τοῖς ἁφὴν ἔχουσι καὶ ὄρεξιν ὑπάρχειν προστέθεικε καὶ τὸ κατὰ τόπον κινητικόν, οὐκ ἐν πᾶσι δηλαδή, ἀλλ' ὅτι ἐν τοῖς αἰσθητικοῖς καὶ τοῦτο ὡς καὶ τὸ διανοητικόν.
Τοιοῦτον μὲν ἕτερον ἡ τοῦ στερεοῦ τούτου χωρισθεῖσα σώματος ψυχὴ ἀνθρωπεία, ἔτι δὲ παθητῷ λεπτομερεστέρῳ χρωμένη σώματι· τιμιώτερον δὲ εἰ καὶ δαιμόνιον ὑποτεθείη γένος ποτὲ καὶ αὐτὸ εἰς παθητὸν προϊὸν σῶμα. εἰ δὲ ζῷα καὶ τὰ οὐράνια, καὶ αἴσθησιν ἔχει καὶ ὄρεξιν οὐ παθητικὴν οὐδὲ ὑπὸ τῶν ἔξωθεν αἰσθητῶν προσπιπτόντων ἐγειρομένην, ἀλλ' ἔνδοθεν γινώσκουσάν τε τὰ αἰσθητὰ πάντα καὶ διακοσμοῦσαν, εἴη ἂν τὸ τιμιώτερον οὐκ ἐπὶ δαιμονίων μόνον, ἀλλὰ καὶ ἐπὶ θείων ἀκούειν ζῴων.
Φθάνομεν ἤδη διορίσαντες, ὡς ἐπὶ τῶν ἀφ' ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἀναγκαῖον μὲν κοινόν τινα ἀποδοῦναι λόγον, οὐκ ἀρκεῖν δὲ τοῦτον ἄνευ τοῦ καθ' ἕκαστον εἶδος ἰδίου πρὸς τὴν ἀκριβῆ θεωρίαν. οὕτω δὲ καὶ τὸ σχῆμα τῶν ὑποκειμένων αὐτῷ κατηγορεῖται, οὐ μόνον τὸ ἁπλῶς ἀλλὰ [107] καὶ τὸ εὐθύγραμμον σχῆμα, τῶν τριγώνων μὲν πρώτως, τῶν δὲ πολυγώνων δευτέρως, ἐπειδὴ ἐν πᾶσι τοῖς ἄλλοις τὸ τρίγωνον. ἀλλὰ καὶ ἡ ψυχὴ τῶν διαφόρων οὕτω κατηγορεῖται ψυχῶν. ἀχώριστα μὲν οὖν τῶν ὑποκειμένων αὐτοῖς καὶ τὰ συνωνύμως κατηγορούμενα, ἀλλ' ἐν τούτοις εἰ καὶ μὴ χωριστή, κοινὴ ὅμως μία τις φύσις ἐστὶν ἑτέρα τῶν ὧν κατηγορεῖται, ἀπαράλλακτος πρὸς ἑαυτὴν καὶ διὰ τὸ μία εἶναι καὶ ἑνὶ οὖσα λόγῳ περιληπτή. ἐν οἷς δὲ τὸ πρῶτον καὶ δεύτερον, οὐκ ἔστι τὸ κοινὸν ἀπαράλλακτον, ἀλλὰ καθ' ἕκαστον διαφορούμενον. καὶ διὰ τοῦτο μηδὲ εἶναι μίαν φύσιν τὴν κατηγορουμένην, ἀλλὰ τὸ ὅλον τοῦτο †μίαν πολλήν, μηδὲ ἕνα τοῦ κοινοῦ εἶναι ὁριστικὸν λόγον, ἀλλὰ πρὸς τῷ κοινῷ καὶ τῆς ἰδίᾳ καθ' ἕκαστον δεῖσθαι διακρίσεως. διὸ καὶ ἀποδέδωκε τὸν κοινὸν λόγον Ἀριστοτέλης, ἐπειδὴ οὐ πάντῃ ἦν ὁμώνυμα τὰ ἀφ' ἑνός, καὶ οὐκ ἀποδέχεται αὐτὸν ὡς ἀκριβῆ, ἀλλὰ μᾶλλον τὸν τὸ καθ' ἑκάστην ψυχὴν ἴδιον ὡς τὸ κοινὸν ἰδιοτρόπως ἀποδιδόντα.
Οὐκ ἐπειδὴ μὴ χωριστόν, ἀλλ' ἐπειδὴ μὴ μία φύσις ἐν πᾶσιν ἀπαράλλακτος. οὔτε ἐνταῦθα ἡ ψυχὴ παρὰ τὰς εἰρημένας· οὐ γὰρ ἑκάστη ὁμοίως ἐστὶ ψυχή, ἐπειδὴ οὔτε ὁμοίως ἐντελέχεια οὔτε ἀχώριστοί εἰσι σωμάτων ἢ χωρισταὶ ὁμοίως. ἆρα οὖν οὐδὲ τὸ ζῷον συνωνύμως κατηγορεῖται ἀνθρώπων τε καὶ ἵππων, ἐπειδὴ μετὰ διαφορῶν; ἢ ἐνταῦθα διαιρετικαὶ τοῦ ζῴου αἱ διαφοραί, τὸ λογικὸν φέρε καὶ ἄλογον, ἐκεῖ δὲ τὸ μὴ συνώνυμον, ὅταν τὰ συστατικὰ τοῦ κατηγορουμένου διαφορούμενα ᾖ, ὡς ἐπὶ τοῦ φθαρτοῦ ἢ ἀφθάρτου ζῴου, διότι τὸ φθαρτὸν καὶ ἄφθαρτον οὐκ ἦσαν ζῴου διαιρετικαὶ διαφοραί, ἀλλὰ τῆς μὲν οὐσίας διαιρετικαί, τῶν δὲ ὑπ' αὐτὴν συστατικαί· καὶ τὸ φθαρτὸν οὖν τοῦ ἀφθάρτου συστατικῇ κεχώρισται διαφορᾷ. οὕτω δὴ καὶ τὸ χωριστὸν ἢ ἀχώριστον, καὶ τὸ πῇ μὲν χωριστὸν πῇ δὲ ἀχώριστον ἢ πάντῃ ἀχώριστον, καὶ τὸ ὡς ὀργάνῳ χρώμενον ἀχώριστον ὂν ἢ ὡς τοῦ ὀργάνου χαρακτηριστικὸν οὐ διαιρετικαὶ ἀλλὰ συστατικαί εἰσι τῶν ψυχῶν διαφοραί· τῆς γὰρ ἀσωμάτου ἁπλῶς οὐσίας διαιρετικαί. ὁ δὴ κοινὸς ἐπὶ τῶν τοιούτων λόγος πᾶσι μὲν ἐφαρμόσει, καθ' ὅσον οὐ πάντῃ ὁμώνυμα, ἴδιος δὲ οὐδενὸς ἔσται· οὔτε γὰρ ὁτουοῦν τῶν εἰδῶν ὡς εἴδους (οὐ γὰρ ἂν καὶ τοῖς ἄλλοις ἐφήρμοζεν) οὔτε ἑνὸς τοῦ πάντων κοινοῦ, ἐπεὶ μηδὲ ἔστι τὸ κοινὸν μία φύσις διὰ τὸ μὴ συνώνυμον τῆς κατηγορίας.
Οὐχ ἁπλῶς βούλεται γελοῖον εἶναι τὸ ζητεῖν τὸν κοινὸν λόγον, ἀλλὰ [108] τὸ ζητεῖν τὸ κοινὸν ἀφέντα τὸ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος. ἐπὶ μὲν γὰρ τῶν συνωνύμων κατηγοριῶν καὶ καθ' αὑτὸν ὁ κοινὸς ζητητέος λόγος, ὅτι ἑνός τινος ἴδιος ἦν τοῦ κοινῇ κατηγορουμένου· ἐπὶ δὲ τούτων οὐδενός, ἐὰν μὴ πρὸς τῷ κοινῷ καὶ τὸ ἴδιον παραλαμβάνηται· οὔτε γὰρ τοῦ κοινοῦ, ὅτι μηδὲ ἔστιν ἕν, οὔτε τῶν ἀτόμων εἰδῶν τινος.
Ἐν πᾶσι μὲν τοῖς ἀφ' ἑνὸς τὸ πρῶτόν ἐστι καὶ δεύτερον καὶ τρίτον. καὶ τὸ ἐν τῷ πρώτῳ καὶ ἐν τοῖς ἐφεξῆς ὑπάρχει, εἰ καὶ ἐξαλλαττόμενον καὶ ἑτέρως ἀεὶ καὶ ἑτέρως. τὸ δὲ πρώτως μετασχὸν τοῦ κοινοῦ οὐκ ἔστι πάντως καὶ αὐτὸ ἐν τοῖς ἐφεξῆς· ἡ γοῦν οὐσία πρώτως οὖσα ὂν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν. ἐπὶ δὲ τῶν σχημάτων τὸ τρίγωνον ἐν τῷ τετραγώνῳ, καὶ τὸ θρεπτικὸν ἐν τῷ αἰσθητικῷ. οὐδὲ ἐν τούτοις ὡσαύτως· οὔτε γὰρ ἐν τῷ τετραγώνῳ τὸ τρίγωνον ἐνεργείᾳ, οἷον ἦν καθ' αὑτό, οὔτε ἐν τῷ αἰσθητικῷ τὸ θρεπτικὸν ὡς καθ' αὑτό. πάντῃ μὲν γὰρ ἀχωρίστως ἐν τοῖς φυτοῖς, ἐν δὲ τοῖς ζῴοις ἐναργέστερον τὸ χρώμενον ἐμφαῖνον καὶ συμμέτρως πρὸς αἴσθησιν ἔχον. ὅλη γὰρ δι' ὅλης ἑαυτῆς ἡ τῶν ἄλλων ψυχὴ αἰσθητικῶν, ὥστε καὶ τὸ θρεπτικὸν αὐτῆς οἷον τῷ αἰσθητικῷ συμφύεσθαι. καλῶς οὖν συμπεραίνεται δεῖν τὸν ἴδιον καθ' ἕκαστον εἶδος ἀποδοῦναι λόγον, ἵνα μὴ μόνῳ τῷ κοινῷ ἐπαναπαυώμεθα. μέλλων δὲ ἑξῆς τὴν αἰτίαν ἐπάγειν, ὥσπερ ἐν τοῖς προτέροις ὑπέσχετο, δι' ἣν ἔνιαι μὲν τῶν ζωτικῶν δυνάμεων χωρὶς ὑφίστανται τῶν λοιπῶν, αὗται δὲ οὐκ ἄνευ ἐκείνων, πρότερον τίνος ἑκάτεραι ἀποδίδωσι. καὶ ἔστι σαφῆ τὰ λεγόμενα. ἐπεὶ δὲ λογισμοῦ μετέχει καὶ τὰ ἀίδια, δηλοῖ δὲ τὸν πρακτικὸν νοῦν ὁ λογισμός, πράττειν δὲ καὶ τὰ οὐράνιά φησιν αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ, δῆλον δὲ ὡς οὔτε λογισμὸς ἐν ἐκείνοις ἀτελής, οὔτε χρείας ἕνεκεν ἡ πρᾶξις, ὀρθῶς οὐκ ἐν πᾶσι τοῖς λογισμὸν ἔχουσι τὰ λοιπὰ ὑπάρχειν ἀποφαίνεται, ἀλλ' ἐν μόνοις τοῖς φθαρτοῖς.
Φαντασίαν νῦν προσαγορεύων τὴν ὡρισμένην καὶ μνήμης μετέχουσαν καὶ συνεθίζεσθαι δυναμένην.
Οὐ περὶ τοῦ ἐν ἀφθάρτοις λέγει θεωρητικοῦ, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. καὶ γὰρ περὶ τοῦ λογισμοῦ ἐπέστησεν, ὡς ὁ ἐν τοῖς φθαρτοῖς οὐκ ἄνευ τῶν λοιπῶν, ὡς οὐδὲ περὶ λογισμοῦ τοῦ ἐν τοῖς ἀφθάρτοις ταῦτα φιλοσοφῶν, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. εἴη γὰρ ἄν τις καὶ ἐν ἐκείνοις λογισμὸς [109] οὐχὶ ἀτελὴς οὐδὲ βουλευτικὸς καὶ ἀμφίβολος, καθάπερ καὶ Πλάτων χρῆται ἐπ' αὐτοῦ τοῦ δημιουργοῦ. ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν λέγει θεωρητικοῦ, ὡς οὔτε ἐν τοῖς ἀφθάρτοις ὄντος τούτου οὔτε ὁμοίως ἔχοντος τῷ πρακτικῷ ἐν ἡμῖν ἢ τῷ παθητικῷ νῷ, ὧν ὁ μὲν παθητικὸς συμπλέκεται ταῖς λοιπαῖς ζωαῖς, ὁ δὲ πρακτικὸς χρῆται· ὅ γε μὴν θεωρητικὸς οὐδέτερα. διὸ ὁ περὶ αὐτοῦ λόγος ἕτερος καὶ τοῦ περὶ τῶν κρειττόνων ἢ καθ' ἡμᾶς καὶ τοῦ περὶ τῶν ἐν ἡμῖν ἄλλων ζωτικῶν δυνάμεων, ὡς ὄντος μὲν ἐν ἡμῖν, οὐ μὴν τῆς ἐντελεχείας αὐτῷ προσηκούσης. συμπερανάμενος δὲ τὸν ἀκριβέστατον περὶ ψυχῆς εἶναι λόγον τὸν ἴδιον περὶ ἑκάστης ὅρον, ἐπειδὴ καὶ τὸ κοινὸν ἰδιοτρόπως καθ' ἑκάστην παραληφθήσεται, τὸν τρόπον ἑξῆς τῆς περὶ ἑκάστην θεωρίας παραδίδωσιν.
Σκέψιν τὴν ἐπιστημονικὴν καλεῖ γνῶσιν. αὕτη γὰρ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι προηγουμένως νοοῦσα ἐντεῦθεν καὶ τὸ ὁριζόμενον καὶ τὰ καθ' αὑτὸ τούτῳ ὑπάρχοντα ἐπισκοπεῖ. σημαίνει δὲ τὸ μὲν εἶδος τῷ τί ἐστι, τοῖς ἐχομένοις δὲ τὰ ὁριζόμενα, ὡς τοῖς ἄλλοις τὰ ὑπάρχοντα. ἀλλὰ πῶς τὸ τί ἦν εἶναι ἑκάστου εἰσόμεθα; ἀπὸ τῆς ἐνεργείας φησὶ καὶ πράξεως· καὶ γὰρ ὅτι ζῷον ἀπὸ τῶν ζωτικῶν ἴσμεν ἐνεργειῶν καὶ ὅτι λογικὸν ἀπὸ τῶν λογικῶν, καὶ τί τὸ ζῷον καὶ τί τὸ λογικόν. εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι' ἣν ἀπὸ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμεθα.
Ὡς πρὸς ἡμᾶς γὰρ πρότερα τὰ εἰδοποιούμενα τῶν εἰδῶν, καὶ εἰς τὸ εἰδοποιούμενον ἀποβλέψαντας δεῖ τὸ τί ἦν εἶναι ἑκάστου ἑλεῖν. ἀλλὰ τὸ εἰδοποιούμενον, ὁτὲ μὲν ἐνεργοῦν ὁτὲ δὲ οὐχί, δῆλον ὡς ἐνεργοῦν αὐτό τέ ἐστι τελειότερον καὶ σαφέστερον γίνεται τῷ γινώσκοντι. τὸ γὰρ δυνάμει καὶ ἀτελέστερον τοῦ ἐνεργείᾳ καὶ οὔπω γνώριμον, καὶ τῷ μὲν χρόνῳ πρότερον ἐφ' ἑκάστου τῶν γενητῶν, τῷ δὲ λόγῳ ὕστερον, ἐπειδὴ ἐκ τοῦ τελείου καὶ τὸ ἀτελὲς γνωριζόμενόν τε καὶ ἑρμηνευόμενον. εἰ δὲ οὕτως· εἰ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἡ τοῦ τί ἐστιν εἴδησις ἡμῖν ἐγγίνεται, καὶ τὰς ἐνεργείας ἀπὸ τῶν περὶ ἃ ἡ ἐνέργεια γινώσκομεν (ἡ μὲν θρεπτικὴ ἀπὸ τῆς τροφῆς ὡς ταύτης ἀλλοιωτική, ἡ δὲ γεννητικὴ καὶ ἡ γνωστικὴ ὡς κατὰ τὸ εἶδος ἐνεργοῦσαι ἡ μὲν τοῦ γεννωμένου ποιητικῶς, ἡ δὲ τοῦ γνωστοῦ κριτικῶς), ἀναγκαῖον περὶ ἐκείνων προδιαλαβεῖν, ἃ καὶ ἀντικείμενα κατὰ τὴν πρός τι δηλαδὴ ἀντίθεσιν. οὕτω γὰρ ἀντίκειται τὸ τρέφον πρὸς τὴν θρέψιν [110] καὶ τὸ γνωστὸν πρὸς τὴν γνῶσιν. ὡς γὰρ ἐν Κατηγορίαις εἴρηται, ὡς μὲν αἰσθητὸν ἅμα τῇ αἰσθήσει τὸ χρῶμα, ὡς δὲ χρῶμα πρότερον φύσει. ἀλλὰ τοῦτο μὲν ἐπιστάσεως ἄξιον· κἀν τοῖς πρός τι δὲ τὸ αἴτιον τοῦ αἰτιατοῦ πρότερον, ὡς καὶ τοῦτο ἐν ἐκείνοις εἴρηται. τὸ δὲ γνωστὸν ὡς ἐφετὸν ἐφιεμένου καὶ ὡς ὅρος ὁριζομένου προτερεύει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν, δι' ἣν πρὸ τῆς δυνάμεως ἡ ἐνέργεια, καὶ τὸ γνωστὸν πρὸ τῆς γνώσεως· ὡς γὰρ τῇ φύσει πρότερον. κάτωθεν δὲ ἀρχομένοις ἡ φυτικὴ πρώτη ἀναφαίνεται ψυχὴ καὶ κοινοτάτη διὰ τὸ πᾶσι τοῖς θνητοῖς ἐξ ἀνάγκης ὑπάρχειν, καὶ καθ' ἣν τὸ ζῆν ἅπασι τὸ ὡς πρότερον εἴρηται ἀντιδιαιρούμενον τῇ τῶν ζῴων ζωῇ.
Συμπεριλαβὼν τῇ τροφῇ καὶ τὴν αὔξησιν. συντελεῖ μὲν οὖν πρὸς τὸ εἶναι καὶ ἡ τροφή, ἀλλὰ φυσικώτατον τῆς φυτικῆς ζωῆς ἔργον ἡ γέννησις, τουτέστι πρῶτον καὶ κράτιστον, ὡς πρὸς τὸ ἀεὶ εἶναι, ᾗ δυνατόν, τοῖς θνητοῖς συντελοῦν, ὃ δὴ θεῖον καλῶς ὕμνηται. τῷ γὰρ εἶναι καὶ μειζόνως τῷ ἀεὶ εἶναι μετέχει τοῦ θείου τὰ ὄντα. διὸ τοῦ θείου πάντα ἐφιέμενα καὶ τῆς ἀιδιότητος ὡς οἷόν τε αὐτοῖς πάντα ὀρέγεται. ἀλλ' ἔνια μὲν πηροῦσθαι τῶν ὑπό τι εἶδος ἀτόμων ἢ φύσει βεβλαμμένα ὡς τὰ στεῖρα ἢ ἔξωθεν ὡς τοὺς εὐνούχους οὐ θαυμαστόν· τὸ δὲ ὅλα εἶναι εἴδη αὐτομάτην ἔχοντα τὴν γένεσιν, οὐδενός ποτε ἀτόμου ἐν αὐτοῖς συντελοῦντος εἰς τὴν ἑτέρου γένεσιν, ἐπιστάσεως ἄξιον. εἴη γὰρ ἂν διὰ τὴν ἐσχάτην ἀποτελεύτησιν καὶ ὅλα εἴδη ζῴων προϊόντα οὕτως, ὡς πάντα ἄγονα τὰ κατ' αὐτὰ γίνεσθαι ἄτομα καὶ οἷον εἶναι ὡς ἐν ζῴοις ὅλα πηρώματα. καὶ τὰ φυτὰ δὲ ὀρέγεται τοῦ θείου κατ' αὐτὴν τὴν ζωτικῶς ἐγηγερμένην τοῦ αἰτίου ἀντίληψιν. οὐ γὰρ δεῖ πάντως γνωστικὴν ἀκούειν τὴν ὄρεξιν, ἀλλὰ καὶ κατὰ δύναμιν οὐσιώδη τοῦ κρείττονος κατοχήν, εἴ γε καὶ ἡ ὕλη τοῦ θείου ἐφίεσθαι εἴρηται.
Ὥσπερ τὸ ᾧ ζῶμεν διττόν, τὸ μὲν ὡς τὸ εἶδος, τὸ δὲ ὡς τὸ εἰδοπεποιημένον, οὕτω καὶ τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τὸ μὲν ὡς ἡ τελειότης καὶ ἡ ἀγαθότης, τὸ δὲ ὡς τὸ τέλειον καὶ τὸ ἀγαθυνθέν· ὧν τὸ μὲν ὡς ἡ ἀρετὴ καὶ ἡ ὑγεία, τὸ δὲ ὡς ὁ σπουδαῖος καὶ ὁ ὑγιαίνων, καὶ τὸ μὲν ὡς τὸ οὗ, οὗ ἡ τεῦξις, τὸ δὲ ὡς τὸ ᾧ, ᾧ γίνεται καὶ ἡ μέθεξις. τὰ δὲ ἑξῆς δῆλα, ὡς κατ' εἶδος ἀίδια καὶ οὐ τῇ συνεχείᾳ τὰ φθαρτά, διὰ τὸ μὴ κατ' ἀριθμὸν τὰ αὐτὰ διαμένειν, μεμερίσθαι δὲ ἀπ' ἀλλήλων. [111]
Τετραχῶς μὲν τὰ αἴτια· παρὰ δὲ τὸ ὑλικὸν κατὰ τὰ ἄλλα τρία τὴν ψυχὴν αἰτιᾶται τῶν ζώντων.
Τουτέστιν ὡς εἶδος. τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία. πρὸς γὰρ τὸ εἶναι ἅπαντα συντελεῖ τὰ αἴτια οὗ ἂν ᾖ αἴτια, ἀλλὰ τὸ μὲν ὑλικὸν ὡς δεκτικὸν καὶ οὗ οὐκ ἄνευ, τὸ δὲ ποιοῦν ὡς διὰ γενέσεως εἰς τὸ εἶναι ἀγωγόν, τὸ δὲ τελικὸν ὡς τοῦ τελείως καὶ κατὰ φύσιν, ἁπλῶς δὲ τοῦ εἶναι τὸ εἶδος, ἐπειδὴ κατὰ τὸ εἶδος τῷ συνθέτῳ τὸ εἶναι, ὡς κατὰ τὴν ζωὴν τῷ ζῶντι καὶ κατὰ τὴν ψυχὴν τῷ ἐμψύχῳ. ἐπεὶ οὖν τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς ἄνευ προσθήκης ἢ τοῦ τελείως εἶναι ἢ τοῦ διὰ γενέσεως, ἀλλὰ καθ' αὑτὸ τοῦ εἶναι τὸ εἶδός ἐστι, τοῖς δὲ ζῶσιν τὸ εἶναι ἄνευ προσθήκης τὸ ζῆν, τοῦ δὲ ζῆν αἴτιον ἡ ψυχή, ἔσται ἄρα ὡς τὸ εἶδος αἴτιον τοῖς ζῶσιν ἡ ψυχή. ἀλλὰ καὶ ἐκ τοῦ ἀποδοθέντος αὐτῆς ὁρισμοῦ τὸ αὐτὸ ὑπομιμνήσκει. ἡ γὰρ τοῦ δυνάμει ὄντος ὁτιοῦν ἐντελέχεια εἰδητικόν ἐστιν αἴτιον· δυνάμει γὰρ αἰτιατὸν τὸ σύνθετον, ἡ δὲ ἐντελέχεια τὸ εἶδος. τοῦ δὲ δυνάμει ζῶντος ἐντελέχεια ἡ ψυχή· ὥστε καὶ τὸ εἶδος ὅπερ οὐσίαν προσαγορεύει. δείκνυσι δὲ καὶ ὡς τέλος τὴν ψυχὴν τῶν ζώντων αἰτίαν, προλαβὼν τὸ μὴ ἐν μόνοις τοῖς κατὰ λόγον καὶ νοῦν ὑφ' ἡμῶν πραττομένοις τὸ οὗ ἕνεκα, ἀλλὰ καὶ ἐν τοῖς φύσει γινομένοις, ὡς ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως δέδειχεν, ὅτι τὸ οὗ ἕνεκά ἐστι τὸ τέλος.
Τοιοῦτον μὲν ἀντὶ τοῦ οὗ ἕνεκα καὶ τέλος, ὅπερ ἔδειξε διὰ τοῦ τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν σώματα τῆς ψυχῆς εἶναι ὄργανα· τὰ γὰρ ὄργανα τοῦ χρωμένου εἰσὶν ἕνεκα, ἵνα ἐκεῖνο ἐνεργῇ. τὸ δὲ καὶ κατὰ φύσιν πρόσκειται ἑτέρας τοῦ αὐτοῦ παρέχον ἀποδείξεως ἀφορμήν. ἐν γὰρ τοῖς φύσει συνεστῶσι τὸ τέλειον καὶ ἡ τελειότης τὸ ἀγαθόν· τὸ δὲ τέλειον κατὰ φύσιν φαμέν. ἐπεὶ δὲ τὸ ἄριστον ἐν τοῖς ζῶσι φυσικῶς ἡ ψυχὴ καὶ διὰ τοῦτο κατὰ φύσιν, τοῦτο δὲ τέλος, ἡ ψυχὴ ἂν εἴη ἐν τοῖς φυσικῶς ζῶσι τὸ τέλος.
Πάλιν τούτων ὑπέμνησεν, ἵνα ὡς αἰτίαν τὴν ψυχήν, ἀλλὰ μὴ ὡς τὸ ἄριστον τῶν ἀποτελεσμάτων τέλος τιθῶμεν. καὶ γὰρ τοῦτο τέλος ὡς [112] τὸ ᾧ, ἡ δὲ ψυχὴ ὡς τὸ οὗ, ἐπειδὴ οὐ τοῦ ζῆν μόνου, ἀλλὰ καὶ τοῦ τελείως ζῆν αἰτία τοῖς ζῶσιν ἡ ψυχή.
Ἔστι μὲν τὸ ποιητικὸν τὸ διὰ γενέσεως ὑποστατικόν, ὡς τὸ ἄνευ γενέσεως οὐ ποιητικὸν ἀλλὰ τὸ τελικὸν ὁ Ἀριστοτέλης προσαγορεύει. ζητήσας δὲ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως, τί τὸ τὰ στοιχεῖα τὴν κατὰ φύσιν κινοῦν κίνησιν, τὸ ὑποστῆσαν εἶναι ἀποφαίνεται. ᾧ ἀκολουθεῖ τὸ ἀνάπαλιν τὴν ψυχὴν κατὰ φύσιν κινοῦσαν τὰ ζῷα ἔνδοθεν καὶ μόνῃ ὁρμῇ ὑποστατικὴν αὐτῶν τυγχάνειν οὖσαν· οὐ γὰρ ἂν αὐτοφυῶς αὐτὰ καὶ μόνῃ ἐκίνει ὁρμῇ μὴ καὶ ὑποστατικὴ αὐτῶν ὑπάρχουσα. μὴ ἀιδίων δὲ τῶν θνητῶν ὄντων σωμάτων δῆλον ὡς διὰ γενέσεώς ἐστιν ὑποστατική. καὶ ποιητικὴν οὖν τῶν ζώντων αἰτίαν δείκνυσι τὴν ψυχὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ ὡς ζῶντα κινεῖν, πάντα μὲν ὡς αὐξόμενά τε καὶ μειούμενα καὶ ἁπλῶς εἰπεῖν τρεφόμενα, ἃ καὶ κατὰ ποσὸν [καὶ ποιὸν] κινεῖται, τὰ δὲ ζῷα πάντα ‹καὶ› κατὰ τὸ ποιόν (αἰσθητικὰ γὰρ ἅπαντα καὶ ἀλλοιοῦται ἐν τῷ αἰσθάνεσθαι), τὰ δὲ πλεῖστα καὶ τὴν κατὰ τόπον ἔνδοθεν κίνησιν. ἀλλ' ὅτι μὲν ἥ τε ἔνδοθεν τοπικὴ κίνησις καὶ ἡ αἰσθητικὴ ἀλλοίωσις ὑπὸ ψυχῆς ἐναργές. ἡ δὲ τροφὴ δόξειεν ἂν οὐχ ὑπὸ ψυχῆς, διὰ τὸ δοκεῖν καὶ ἄψυχα ἔνια τρέφεσθαι, ἐπειδὴ καὶ αὔξεσθαι καὶ μειοῦσθαι, καὶ διὰ τὸ ἐνίους τοῖς στοιχείοις τὴν τῆς τροφῆς ἀποδιδόναι αἰτίαν. ἃ συναίτια μὲν θετέον, οὐ μὴν κινητικά, ἀλλὰ τὴν ψυχήν. ὡς γὰρ καὶ ἤδη εἴρηται, οὐδὲν τρέφεται ὃ μὴ κοινωνεῖ ζωῆς, ἐπειδὴ μὴ κατὰ πᾶν τοῖς ἀψύχοις γίνεται ἡ πρόσθεσις. ἀλλ' οὐδὲ ἐν τοῖς ζῶσι διὰ τὴν τῶν στοιχείων φορὰν ἡ αὔξησις, ὡς ἐν τοῖς φυτοῖς δοκεῖ λέγειν Ἐμπεδοκλῆς διὰ μὲν τὴν γῆν κάτω κινουμένην τὴν ῥίζωσιν, διὰ δὲ τὸ πῦρ τὴν ἐπὶ τὸ ἄνω αὔξησιν. πρῶτον μὲν γὰρ οὐ τὸ αὐτὸ ἔν τε τῷ παντὶ καὶ τοῖς ζῶσι τὸ ἄνω καὶ τὸ κάτω. εἰ γοῦν ἐν τοῖς φυτοῖς τὸ ἄνω αἱ ῥίζαι, εἴ γε τῇ κεφαλῇ ἀναλογοῦσιν τῶν ζῴων καὶ τοῖς ἡγεμονικοῖς μορίοις, ἐχρῆν ἐπὶ τὸ κάτω ὡς ἐν τοῖς φυτοῖς τὴν γῆν ἰέναι, τὸ δὲ πῦρ ἐπὶ τὸ στέλεχος· καὶ γὰρ ἐν τοῖς ζῴοις ἐπὶ τὰ ὀστέα τὸ γεῶδες, ἐπὶ δὲ καρδίαν καὶ ἧπαρ τὸ θερμόν. ἔπειτα δὲ πῶς οὐ διασπᾶται ἀπ' ἀλλήλων τὸ μὲν ἄνω φερόμενον, τὸ δὲ κάτω; διὰ τί γὰρ οὐχὶ καὶ ἀπολείψει τὸ φυτόν, τὸ μὲν ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ὑπὸ τὰς ῥίζας; ἢ τί τὸ συνάγον ἄμφω εἰς ἕκαστον μόριον; ἢ τί τὸ ὁρίζον μέχρις ὅτου αὔξεσθαι δεῖ; εἰ δὲ ἔσται, τοῦτό ἐστιν ἡ ψυχή. ἅπαν μὲν γὰρ εἶδος συνεκτικὸν ὡς τὸ καθ' ὅ, ἡ δὲ ψυχὴ οὐχ ὡς εἶδος μόνον τῶν ζώντων αἴτιον, ἀλλὰ καὶ ὡς ποιητικόν.
[113]
Ὁ μὲν Ἐμπεδοκλῆς, εἰ καὶ μὴ σαφῶς, ἀλλὰ δῆλός ἐστιν ὡς συναίτια τὰ στοιχεῖα τῆς τροφῆς αἰτιώμενος· τὰ γὰρ σώματα ᾐτιᾶτο. ἔνιοι δὲ οὐ τὸ πῦρ ἀλλὰ τὴν τοῦ πυρὸς φύσιν, τουτέστι τὸ ὁρίζον αὐτὸ εἶδος, οὐχ ὡς συναίτιον, ἀλλ' ἁπλῶς καὶ κυρίως αἰτιῶνται τῆς τροφῆς, τεκμαιρόμενοι τῷ μόνον αὐτὸ τρέφεσθαι τῶν στοιχείων. ὡς γὰρ τῆς ἄνω φορᾶς τὸ πύρειον αἰτιώμεθα εἶδος, οὕτω καὶ τροφῆς, εἰ καθ' αὑτὸ τρέφεται τὸ πῦρ, ὡς καὶ τὰ φυτὰ καὶ τὰ ζῷα διὰ τὴν τοῦ πυρὸς μετουσίαν τρέφεσθαι. ἀλλ' οὐδὲ τρέφεται τὸ πῦρ, ὅτι μηδὲ ἐπιμένει, γίνεται δὲ ἀεὶ καὶ πλεῖον ἐνίοτε ἢ πρότερον, ὅταν πλείονος ἐπιλαμβάνηται ὕλης· οὔτε ἁπλῶς καὶ κυρίως ἐστὶν αἴτιον, ἀλλὰ συναίτιον μᾶλλον τῆς τροφῆς· χρῆται γὰρ αὐτῷ ἡ ψυχὴ ὡς αὐτὴ κινοῦσα. ἅμα γὰρ ὅτι τε καθ' αὑτὸ οὐ τρέφεται τὸ πῦρ, καὶ ὅτι τῶν ἐμψύχων τοῦτο ἴδιον, ὡς καλῶς αἰτιᾶσθαι ἡμᾶς τὴν ψυχήν, δείκνυσιν ἐκ τοῦ τὸ μὲν πῦρ ἀορίστως τῷ καίειν πλεονάζειν.
Οὐ γὰρ τῶν ἐμψύχων μόνον ἀλλὰ καὶ πάντων τῶν φυσικῶν τὸ εἶδος τῶν τε ἄλλων τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων καὶ τοῦ μεγέθους αἰτιατέον, καὶ τὴν λογικὴν παρὰ τὸ εἶδος ἀνέλιξιν εἰς μερισμὸν ἀπὸ τοῦ ἀμερίστου προϊοῦσαν. διὰ γὰρ τῶν μεταξὺ ἡ πρόοδος. πέρας μὲν οὖν τὸ εἶδος ὡς ἀμέριστος ὅρος, ἡ δὲ μεταξὺ συναγωγὴ ἅμα καὶ διάκρισις ὁ λόγος. ἐπὶ δὲ αὐξήσεως οὐ πῦρ μόνον φυσικόν, ἀλλὰ καὶ λόγον αἰτιατέον ψυχικόν· λόγου γὰρ μᾶλλον ἢ ὕλης ἡ αὔξησις. ἔστι δὲ ὑλικὴ μὲν αὐτῆς αἰτία τὸ πῦρ, ὡς δὲ λόγος ἡ ψυχή, κυριωτέρα δὲ ἥδε· διὸ μᾶλλον. τὸ μὲν γὰρ κινεῖται, ἡ δὲ τὸ πρῶτον κινοῦν.
Ὅτι οὐ τὰ σώματα οὐδὲ τὰ φυσικὰ τῶν σωμάτων εἴδη θρεπτικά, ἀλλά τις ψυχὴ ἡ ἐσχάτη δεδειχώς, προλαμβάνει ὡς εἰ καὶ ἡ αὐτὴ καὶ γεννητική, ἀλλ' ὡς περὶ θρεπτικῆς πρῶτον λεκτέον, ἐπειδὴ καὶ ἀπὸ τῶν ἐσχάτων ἀρχόμεθα, τελειοτέρα δὲ ἐνέργεια ἡ γέννησις, καὶ ἐπειδὴ τῇ τροφῇ τὸ σπέρμα ἕπεται, εἴτε περίττωμα ὂν τῆς τροφῆς, εἴτε μόριόν τι τοῦ σώματος, ὡς οἱ αἷμα ἢ μυελὸν αὐτὸ εἰπόντες, εἴτε ἄλλο τῆς φύσεως ἔργον, αὐτὸ δὴ τοῦτο γέννημα ἀτελές. ἐπεὶ οὖν περὶ τῆς θρεπτικῆς δυνάμεως ὁ λόγος, περὶ τροφῆς πρῶτον ῥητέον. αὕτη γὰρ ἀντὶ τοῦ τρέφοντος ἀκουομένη ἀντίκειται [114] τῇ θρέψει ὡς τὰ πρός τι, ἵνα ἡ θρέψις ἀντὶ τοῦ τρεφομένου ἀκούηται. ἀφορίζεται δὲ ἀπὸ τῶν ἄλλων ψυχικῶν δυνάμεων τῷ ἔργῳ τούτῳ τῇ θρέψει καὶ τῷ τρέφειν.
Διχῶς ὡς ἐρεῖ λεγομένης τῆς τροφῆς τῆς πεπεμμένης καὶ τῆς ἀπέπτου, καὶ τῆς μὲν ὁμοίας τῆς δὲ ἀντικειμένης τῷ τρεφομένῳ, ταύτην καὶ ἐναντίαν καλεῖ, οὐχ ὡς εἶδος εἴδει (οὐσίαι γὰρ ἄμφω καὶ τὸ τρέφον καὶ τὸ τρεφόμενον) ἀλλ' ὡς τῷ τρέφοντι τῆς στερήσεως τοῦ τρεφομένου παρυφισταμένης· δυνάμει γάρ ἐστι τὸ τρεφόμενον, καὶ ἔστιν ὡς στέρησις καὶ εἶδος τὰ ἐναντία. δεῖ μὲν οὖν καὶ τὸ τρεφόμενον ἐκ τοῦ ἐναντίου μεταβάλλειν, οὐ διὰ τοῦτο δὲ πᾶν τὸ ἐξ ἐναντίου μεταβάλλον τρέφεται. οὐ γὰρ τροφὴ ἡ ἐκ τοῦ μὴ λευκοῦ εἰς λευκὸν ἢ ἐκ νόσου εἰς ὑγείαν μεταβολή, ἀλλὰ δεῖ μὴ κατὰ μόνον ποιόν, καὶ κατὰ ποσὸν δὲ καὶ οὐσιώδη γενέσθαι μεταβολήν· τοῦτο γὰρ ἡ συναύξησις. ἀλλ' οὐδὲ αὕτη τροφή, ἐὰν μὴ τὸ μὲν τρέφον ὑλικώτερον ᾖ, τὸ δὲ τρεφόμενον εἰδικώτερον. καὶ τοῦτο πιστοῦται ἐκ τῶν ἀκύρως τῷ τρέφεσθαι χρωμένων ἐπὶ τῶν στοιχείων. τὸ γοῦν πῦρ τρέφεσθαι λέγουσιν, ἀλλ' οὐχὶ καὶ τὸ ὕδωρ, καίτοι ἐξ ἀλλήλων γινόμενα. ἀλλὰ τὸ εἰδικώτερον, εἰ κυρίως μέλλοιμεν χρῆσθαι τῷ τρέφεσθαι, ἐπὶ τῶν ὅλῳ γένει ὑπερεχόντων ἀκούειν, ᾗ τὸ ἔμψυχον τοῦ ἀψύχου διενήνοχε. τὸ μὲν γὰρ ἔμψυχον εἶναι δεῖ τὸ τρεφόμενον, τὸ δὲ τρέφον οὐκέτι. ἔσται οὖν ἡ τροφὴ κατὰ τὴν ἐξ ἐναντίου μεταβολήν, οὐ κατὰ ποιὸν μόνον ἀλλὰ καὶ κατὰ ποσὸν καὶ κατ' οὐσίαν εἰς ἔμψυχον εἶδος, δρῶντος μὲν τοῦ τρεφομένου κατὰ τὴν ζωήν, πάσχοντος δὲ καὶ ἐξομοιουμένου τοῦ τρέφοντος τῷ τρεφομένῳ. δεῖ γὰρ ἄπεπτον μὲν ἔτι ὂν τὸ τρέφον ἐναντίως ἔχειν πρὸς τὸ τρεφόμενον, ἵνα καὶ πάσχειν καὶ μεταβάλλειν δύνηται (ὑπὸ γὰρ τοῦ ἐναντίου ἡ μεταβολή), ἐξομοιωθῆναι δὲ πεφθέν, ἐπειδὴ ὀστοῦν ὀστέῳ καὶ σὰρξ σαρκὶ καὶ ἁπλῶς εἰπεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ἐν τῇ τροφῇ προστίθεται· ἀλλὰ καὶ δρᾶν τὸ τρεφόμενον εἰς τὸ τρέφον, τὸ ἐν αὐτῷ δυνάμει τελειοῦν καὶ εἰς ζωτικὸν μεταβάλλον ὑποκείμενον. ἐπεὶ δὲ δοκεῖ καὶ τὸ νῦν τρεφόμενον ἐκ τοῦ μὴ τρέφεσθαι μεταβάλλειν εἰς τὸ τρέφεσθαι, οὐχ ὑπὸ τρέφοντος γίνεσθαι λέγει τὴν μεταβολὴν οὐδὲ ὅλως κατὰ πεῖσιν, ἀλλὰ κατ' ἐνέργειαν καὶ ἔνδοθεν, τῆς θρεπτικῆς ζωῆς ἐξ ἀργίας εἰς ἐνέργειαν μεθισταμένης.
Ἡ μὲν τροφὴ ἀντὶ τοῦ τρέφοντος εἴληπται. ἐπεὶ δὲ τὸ τρέφον καὶ τὸ τρεφόμενον ὡς τὰ πρός τι ἀλλήλοις ἀντίκειται, τρέφεται δὲ τὸ ἔμψυχον [115] ὡς ἔμψυχον, τὸ θνητὸν δηλαδή, λέγοιτο ἂν τὸ τρέφον καθ' αὑτὸ πρὸς τὸ ἔμψυχον καὶ οὐ κατὰ συμβεβηκὸς ὡς δοῦλος ἀνθρώπου. ὡς γὰρ τῷ ἥπατι οὐσιῶδες τὸ δεξιόν, οὕτω καὶ τῷ ἐμψύχῳ τὸ τρέφεσθαι· διὸ καὶ τρεφόμενόν ἐστιν ᾗ ἔμψυχον.
Πάντως μὲν τὸ τρέφον καὶ κατ' οὐσίαν μεταβάλλει καὶ κατὰ ποσὸν προστίθεται. καὶ κατ' οὐσίαν μὲν μεταβάλλει ὡς τὸ αὐτὸ κατ' οὐσίαν τῷ τρεφομένῳ γενόμενον. ἀλλὰ ταύτῃ μὲν τρέφει, κατὰ δὲ τὸ ποσὸν προστιθέμενον αὔξει. καὶ γὰρ τρέφεται μὲν τὸ ἔμψυχον ὡς τὸ αὐτὸ κατ' οὐσίαν διὰ τῆς προσθήκης σωζόμενον, διὰ δὲ τὴν τοῦ ποσοῦ μετὰ τὴν ἀπορροὴν πρόσθεσιν αὔξεται, ἐναργῶς μὲν ὅταν πλείων ἡ ἐπιρροὴ τῆς ἀπορροῆς ᾖ, ἤδη δὲ κἂν ἴση κἂν ἐλάττων διὰ τὴν ὁποιανοῦν μετὰ τὴν ἀπορροὴν πρόσθεσιν κατὰ μέγεθος.
Ὅτι καὶ κατ' οὐσιώδη μεταβολὴν ἡ τροφὴ ἐντεῦθεν σαφές· γίνεται γάρ, εἰ καὶ μὴ τὸ τρεφόμενον (ἦν γὰρ καὶ πρότερον), ἀλλ' ὅμοιον τῷ τρεφομένῳ. ἡ μὲν οὖν θρεπτικὴ τῆς ψυχῆς δύναμις σωστικῶς ἐνεργεῖ. παρασκευάζει δὲ αὐτὴν ἐνεργεῖν ἡ τροφή, οὐχ ὡς κινοῦσα τὴν ζωτικὴν δύναμιν, ἀλλ' ὡς ὕλη ἐπιτηδεία πρὸς τὴν ἐνέργειαν παρακειμένη καθάπερ τὰ ξύλα τῷ τέκτονι· οὐ γὰρ ἄνευ μὲν τῆς τροφῆς, ἔνδοθεν δὲ ἐφ' ἑαυτῆς ἐνεργεῖ ἡ ψυχή. διὸ τὸ τρέφον ἐστὶν ἡ πρώτη ψυχή, πρώτη οὖσα διὰ τὸ τοῖς σώμασι προσεχές, τρέφουσα δὲ ὡς τῆς ὅλης ἄρχουσα ἔνδον ἐνεργείας, δι' ἣν καὶ τὸ τρεφόμενον τῷ ἔχειν αὐτὴν τρέφεται καὶ ἡ τροφὴ μεταβάλλεται καὶ προσκρίνεται καὶ εἰδοποιεῖται ὁμοίως τῷ τρεφομένῳ, ἡ αὐτὴ καὶ σώζουσα τὸ ὑποκείμενον καὶ αὔξουσα καὶ τοῦ ὁμοίου οὖσα γεννητική· τῷ γὰρ δύναμιν ἀτελεῖ διδόναι τῷ σπέρματι πρὸς τὴν τοῦ αὐτοῦ εἴδους ὑποδοχήν· καὶ τοῦτο τῆς τοιαύτης ψυχῆς τὸ ἄριστον ἔργον ὡς καὶ τῆς ἐνδεχομένης αἴτιον ἀιδιότητος.
Ὅτι μὲν ἡ τροφή ἐστιν ᾧ τρέφεται σαφῶς προείρηται. ἐπεὶ δὲ πέττεσθαι δεῖ τὴν τροφὴν τῷ θερμῷ, οὐκ αὐτῷ ὄντι τῷ τρέφοντι προηγουμένως (προείρηται γὰρ ὡς ἡ ψυχὴ τὸ αἴτιον τῆς τροφῆς, τὸ δὲ πῦρ συναίτιον) τριῶν οὖν κατηριθμημένων, τοῦ τρέφοντος, τοῦ ᾧ τρέφεται καὶ τοῦ τρεφομένου, καὶ διττοῦ λεγομένου τοῦ ᾧ τρέφεται, τὸ θερμὸν ἐν τούτῳ τετάξεται. οὐχὶ οὖν θάτερον τὸ ᾧ τρέφεται ἀκουστέον τὴν ψυχήν· καὶ γὰρ καὶ τὰ παραδείγματα ἡ χεὶρ καὶ τὸ πηδάλιον μέσα τῆς ψυχῆς ὡς κινούσης καὶ [116] ὡς κινουμένου τοῦ πλοίου. ἀλλ' εἰ μέσα τὰ οἷς τρέφεται, ἥ τε τροφὴ καὶ τὸ θερμόν, πῶς οὐκ ἄμφω κινούμενα ὑπὸ τῆς θρεπτικῆς ζωῆς; καὶ γὰρ καὶ ἡ χεὶρ καὶ τὸ πηδάλιον ὑπὸ τῆς τοῦ κυβερνήτου ψυχῆς. διὰ τί οὖν τὸ μὲν λέγει κινεῖν, τὸ δὲ κινεῖν καὶ κινεῖσθαι; ἢ ἄμφω μὲν ὑπὸ τῆς θρεπτικῆς κινεῖται ζωῆς, ἀλλ' ὡς ἐν αὐτοῖς τοῖς οἷς τρέφεται τὸ μὲν ἔσται κινητικόν, ὡς τὸ θερμὸν τὸ ἐν τῷ ζῶντι, θατέρου οἷον τοῦ σιτίου, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ θερμοῦ, κινοῦν δὲ τὸ τρεφόμενον ὡς προσεχῶς αὖξον καὶ σῶζον.
Ὅτι ἐναντία πως τῷ τρεφομένῳ οὖσα ἔτι ἄπεπτος, πεφθεῖσα δὲ ὁμοία, καὶ ὅτι ἀντίκειται ὡς τὸ πρός τι τῷ ἐμψύχῳ, ᾗ σώζεταί τε καὶ αὔξεται τὸ τρεφόμενον ἔμψυχον ὄν, καὶ ᾗ χρῆται εἰς τὸ ὅμοιον γεννῆσαι, ὑπὸ μὲν τῆς ψυχῆς προηγουμένης κινουμένῃ ὑπὸ δὲ τοῦ θερμοῦ πεσσομένῃ.
Τουτέστιν ἐν τῇ Περὶ ζῴων γενέσεως, εἰρηκὼς ἤδη καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς.
Μετὰ τὴν περὶ τῆς φυτικῆς θεωρίαν ψυχῆς ἐπὶ τὴν προσεχῶς αὐτῆς ἐπαναβεβηκυῖαν τὴν αἰσθητικὴν χωρεῖ καὶ χρήσεται μὲν τῷ προτέρῳ τρόπῳ τῆς διδασκαλίας, ἀρχόμενος, ὡς προεῖπον, ἐκ τῶν ἀντικειμένων καὶ διὰ μέσων τῶν ἐνεργειῶν ὡς τὴν οὐσίαν αὐτῆς παραπεμπόμενος. τέως δὲ τὰ πρὸς τὴν προκειμένην αὐτῷ θεωρίαν χρήσιμα προλαμβάνει. ἐπεὶ γὰρ ἐν τῷ πάσχειν ἡ αἴσθησις, ὡς φθάνει εἰρηκώς, ὅτε τὴν ψυχὴν κατὰ ποιότητα κινοῦσαν ἔφασκε τὸ σῶμα ὡς τῶν αἰσθήσεων ἀλλοιώσεων οὐσῶν, προδιορίζεται ὡς τὸ πάσχον ὑπό του δυνάμει μὲν ὅμοιον εἶναι βούλεται τῷ ποιοῦντι, οὐχὶ δὲ ἐνεργείᾳ ἐν τῷ πάσχειν, ἀλλ' ἐν τῷ πεπονθέναι. καὶ ἐντεῦθεν ὅτι οὐκ ἄλλως οἵα τε ἐνεργεῖν, εἰ μὴ ὑπὸ τῶν ἔξωθεν κινουμένη, συμπεραίνεται. εἰ γὰρ παθεῖν δεῖ τὸ αἰσθανόμενον, οὐδὲν δὲ πάσχον ἐστὶν ὑπὸ τοῦ ὁμοίου οὐδὲ ἔτι μᾶλλον ὑφ' ἑαυτοῦ, οὐδ' ἂν ἡ αἴσθησις καθ' ἑαυτὴν ἄνευ τοῦ ποιοῦντος ἐνεργοίη, ὡς πρὶν ἐκεῖνο ποιεῖν δυνάμει εἶναι ἀλλ' οὐκ ἐνεργείᾳ τὸ αἰσθητικόν, γίνεσθαι δὲ ἐνεργείᾳ παρόντος τοῦ ποιοῦντος· διττοῦ δὲ ὄντος τοῦ ποιητικοῦ, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, ὡσαύτως ἔχειν καὶ τὴν αἴσθησιν καὶ τὸ αἰσθάνεσθαι, ποτὲ μὲν δυνάμει ποτὲ δὲ [117] ἐνεργείᾳ. οὗτος μὲν οὖν ὁ ὅλος τοῦ προκειμένου σκοπός, τὰ δὲ κατὰ μέρος ὧδε διερμηνευτέον.
Ἐρεῖ μὲν γὰρ ἰδίᾳ καὶ περὶ ἑκάστης, πρότερον δὲ ἁπλῶς περὶ αἰσθήσεως λέγων κοινὴν πασῶν ποιεῖται τὴν θεωρίαν.
Οὐκ αὐτὴν τὴν αἰσθητικὴν ζωήν (ἐνεργείᾳ γάρ ἐστι κριτική) ἀλλ' ἐν τῷ κινεῖσθαι τὸ αἰσθητήριον, διὸ καὶ οὕτως ἔφη ἐν τῷ κινεῖσθαί τι τὸ ὄργανον δηλαδή. καὶ ἐπεὶ ποιὰ πάντα τὰ ἴδια αἰσθητά, ὑφ' ὧν προηγουμένως κινεῖται τὸ αἰσθητήριον, εἰκότως καὶ πάσχειν καὶ ἀλλοιοῦσθαι λέγεται· πεῖσις γὰρ καὶ ἀλλοίωσις ἡ κατὰ ποιότητα κίνησις.
Τὸ δοκεῖ, ἐπεὶ οὐκ αὐτή ἐστιν ἀλλοίωσις ἡ αἴσθησις, φαίνεται δὲ τοῖς τὸ τοῦ αἰσθητηρίου πάθος ἐπὶ τὴν συμπλεκομένην αὐτῷ καὶ χρωμένην μετάγουσιν ἐνέργειαν.
Οὕτω κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱστορῶν καὶ διακρίνων τὸν λόγον οὐ περὶ τοῦ θρεπτικῶς ἢ αἰσθητικῶς, ἀλλὰ καθόλου καὶ ἁπλῶς περὶ τοῦ ποιεῖν τε καὶ πάσχειν. διὸ καὶ νῦν οὕτως εἶπεν εἰρῆσθαι ἐν τοῖς καθόλου περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγοις. οὐ γὰρ ἁπλῶς τὸ περὶ γενέσεως σύγγραμμα καθόλου καλεῖ, ἀλλὰ τοὺς ἐκεῖ ῥηθέντας περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγους.
Πρὸς τὸ εἴρηται μὲν ἀποδέδοται οἶμαι τὸ ἔχει δὲ ἀπορίαν. κοινῶς μὲν γάρ φησιν ἐν ἐκείνοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἴρηται, τὴν δὲ δοκοῦσαν ἐπὶ τῶν αἰσθήσεων συμβαίνειν ἀπορίαν διὰ τῶν αὐτῶν λυτέον λόγων. ἀλλὰ τίς ἡ ἀπορία, καὶ διὰ τί δοκεῖ εἶναι ἀπορία; ἢ ὅτι ζωτικὴ καὶ γνωστικὴ οὖσα ἐνέργεια οὔτε ἑαυτῆς οὔτε τῶν ὀργάνων ἐστὶν ἑαυτῆς, ἀφ' ἑαυτῆς ἐγειρομένη, καὶ ἐὰν μὴ κινηθῇ τὸ αἰσθητήριον παθὸν ὑπό τινος τῶν ἔξωθεν πρότερον. ζωτικὸν γὰρ τὸ ἔνδοθεν καὶ ἀφ' ἑαυτοῦ [118] ἐνεργεῖν καὶ τὸ κινεῖν τὰ σώματα, ἀλλ' οὐκ αὐτὸ κινουμένων ἐκείνων πρὸς τὴν οἰκείαν δεῖσθαι ἐνέργειαν. διὰ τί γὰρ οὐ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις; οὐκ ἀντὶ τῶν αἰσθητηρίων εἰπὼν τῶν αἰσθήσεων, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται· οὔτε γὰρ ἀντὶ τοῦ ὀργάνου εὔλογον τὸ χρώμενον εἰπεῖν, καὶ ἐπάγει τοῦτο ζητῶν·
Ἔνεστι δὲ δηλαδὴ ἐν τοῖς ὀργάνοις τὰ στοιχεῖα, ἀλλ' οὐχ ὡς τῷ Πλουτάρχῳ δοκεῖ πρὸς Ἐμπεδοκλέα ἀποτείνεται, ἐν ταῖς αἰσθήσεσιν αὐταῖς τὰ στοιχεῖα τιθέμενον. φθάνει τε γὰρ τοῦτο ἐλέγξας, καὶ νῦν πρὸς τῷ μὴ ἐλέγχειν καὶ ἀπολογεῖται ὑπὲρ τῆς δοκούσης ἀπορίας. ἔστιν οὖν ἡ ἀπορία, διὰ τί γνωστικὴ οὖσα ἡ αἰσθητικὴ ζωὴ οὐχ ἑαυτῆς ἐστι γνωστική, αὐτὴ ὑφ' ἑαυτῆς εἰς ἑαυτὴν ἐγειρομένη, ἀλλὰ μόνων σωμάτων, καὶ ὑπ' ἐκείνων κινουμένη. εἰ δὲ καὶ τῶν αἰσθητῶν σωμάτων ὄντων δεῖται, ἵνα διαναστῇ πρὸς τὴν αὐτῶν τῶν αἰσθητῶν γνῶσιν, διὰ τί μὴ πρὸς παρόντα τὰ αἰσθητήρια ἐγείρεται, αἰσθητὰ ὄντα καὶ τάδε διὰ τὸ ἐκ τεττάρων εἶναι στοιχείων; διὰ τί γάρ φησι μὴ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις; πρῶτον τοῦτο ἀπορῶν, διὰ τί μὴ ἑαυτῶν εἰσιν ἀντιληπτικαί, ἔπειτα καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, τουτέστι διὰ τί οὐκ ἐνεργοῦσιν αἰσθητικῶς (τοῦτο γὰρ τὸ τὰς αἰσθήσεις ποιεῖν αἴσθησιν), καίτοι παρόντων αἰσθητῶν, κἂν τῶν ἔξω τι μὴ παρῇ, τῶν στοιχείων ἐνόντων ἐν τοῖς αἰσθητηρίοις.
Τῶν γὰρ στοιχείων ἐστὶν ἡ αἴσθησις ἢ κατὰ τὰ καθ' αὑτὰ αὐτοῖς ὑπάρχοντα ἢ κατὰ τὰ ἄλλως αὐτοῖς συμβεβηκότα. καὶ γὰρ τῆς ἀντιτυπίας αἰσθανόμεθα τῆς γῆς καθ' αὑτὸ αὐτῇ συμβεβηκυίας, καὶ τοῦ ὁποιουοῦν αὐτῆς χρώματός τε καὶ μεγέθους.
Λύει διὰ τούτων τὴν δοκοῦσαν ἀπορίαν. τὸ γὰρ ἀφ' ἑαυτῆς εἰς ἑαυτὴν ἐγείρεσθαι τῆς τελείας ἐστὶ καὶ κατ' ἐνέργειαν ἑστώσης ζωῆς. ὅση δὲ μὴ ἀφ' ἑαυτῆς ἐγείρεται ἢ πρὸς τὰ ἔξω ἀποτείνεται, οὐκ αὐτάρκης ἀλλ' ἐνδεὴς ἑτέρου καὶ δυνάμει ἀτελής πως διὰ τοῦτο, ὡς πρὸς τὴν ἐνέργειαν ἑτέρου ἐνδεὴς ἢ τοῦ πρὸς ὃ ἢ τοῦ ὑφ' οὗ. ἀλλ' ἡ κατὰ θάτερον μόνον οὖσα ἐνδεής, ἐγειρομένη μὲν ἐξ ἑαυτῆς, πρὸς δὲ τὰ ἔξω φερομένη, ἢ ὑπὸ [119] τῶν ἐκτὸς εἰς ἑαυτὴν ἐπιστρεφομένη, οὐ πάντῃ ἐστὶν ἀτελὴς οὐδὲ μόνον δυνάμει· ἡ δὲ καὶ ὑπό τινος τῶν ἔξω κινουμένη καὶ μόνων οὖσα τῶν ἐκτὸς ἀντιληπτικὴ ὡς κατ' ἄμφω ἐνδεὴς μόνον ἐστὶ δυνάμει. ἐσχάτη γὰρ οὖσα γνωστικὴ ζωὴ ἡ αἰσθητικὴ καὶ ἑτέρων ἐστὶν ἀλλ' οὐχ ἑαυτῆς προηγουμένως γνωστική, καὶ ὑπὸ τῶν ἔξω κινεῖται οὐχ ὡς τὰ ἄψυχα, ἀλλ' ὡς ἔνδοθεν μὲν ἐγειρομένη, ἵνα καὶ ζωτικὴ ᾖ ἐνέργεια, προηγησαμένῳ δὲ τῷ περὶ τὸ αἰσθητήριον ἐγγινομένῳ ὑπὸ τοῦ ἐκτὸς πάθει ἐπακολουθοῦσα καὶ περὶ αὐτὸ ἐγειρομένη ἔνδοθεν, καὶ τελειομένη μὲν κατὰ τὴν ἔνδοθεν τῶν λόγων προβολήν, ὑπὸ δὲ τῶν ἐκτὸς λεγομένη τελειοῦσθαι, ὡς περὶ τὸ ὑπ' αὐτῶν ἐν τῷ αἰσθητηρίῳ γινόμενον πάθος τελείως οἴκοθεν ἐγειρομένη· ὡς τὸν ἄρτον κινητικόν φασιν τῆς ὀρέξεως, οὐ δρῶντα τι εἰς αὐτήν, ἀλλὰ περὶ αὐτὸν ἀφ' ἑαυτῆς ἐκείνης ἐγειρομένης· καὶ ὡς τὸ σῶμα τῆς ψυχικῆς κακίας αἰτιᾶται Πλάτων, οὐ ποιοῦν εἰς αὐτήν τι, ἀλλ' ἐκείνης διὰ τὴν ἄγαν περὶ τὸ σῶμα στροφὴν ὑφ' ἑαυτῆς κακυνομένης. ἔστι μὲν οὖν καὶ ἡ φαντασία μόνων τῶν ἐκτὸς ἀντιληπτικὴ καὶ ὑπὸ τῶν τοῦ αἰσθητηρίου κινουμένη παθῶν τὴν ἀρχήν, ἀλλὰ μετὰ τὴν πρώτην κίνησιν καὶ ἀφ' ἑαυτῆς προβάλλει τοὺς τύπους καὶ ἐνεργεῖ καὶ μὴ παρόντων τῶν ἔξωθεν. ἡ δὲ αἴσθησις ἀεὶ παρόντων δεῖται, ἵνα ἐνεργήσῃ. διὸ μόνον δυνάμει καὶ οὐχὶ καὶ ἐνεργείᾳ τὸ αἰσθητικόν, ὡς οὐδέποτε καθ' ἑαυτὸ ἄνευ τῶν ἔξω παρόντων ἐνεργοῦν. διὰ τί οὖν μὴ ἔστι τῶν αἰσθήσεων αἴσθησις; ὅτι ἐνεργείας ἐστὶν αὐτοτελοῦς ἡ πρὸς ἑαυτὸ ἐπιστροφή, δυνάμει δὲ μόνον ἡ αἴσθησις. διὰ τί δὲ μὴ τῶν ἐν τῷ αἰσθητηρίῳ ἀντιλαμβάνεται στοιχείων; ἐπειδὴ παθεῖν τε δεῖ τὸ αἰσθητήριον ὑπὸ τοῦ αἰσθητοῦ, ἵνα κινηθῇ εἰς ἐνέργειαν ἡ αἴσθησις, πάσχει δὲ οὐδὲν ὑφ' ἑαυτοῦ, ὡς οὐδὲ τὸ καυστὸν καίεται ἄνευ τοῦ καυστικοῦ. ἀπήντησεν οὖν καὶ πρὸς τὴν δευτέραν ἀπορίαν διὰ τῶνδε, ὅτι ὡς οὐδὲ τὸ καυστὸν ἄνευ τοῦ καυστικοῦ καίεται, οὕτω δηλαδὴ οὐδὲ τὸ αἰσθητήριον πάθοι ἂν ὑφ' ἑαυτοῦ. ἀλλ' ἐνεργείᾳ ὂν φέρε τὸ πῦρ ἐν τῷ αἰσθητηρίῳ πῶς οὐ κινεῖ τὴν αἴσθησιν; ὅτι οὐδὲ τὸ ἔξω πῦρ εἰς αὐτὴν δρᾷ τὴν αἴσθησιν, ἀλλ' εἰς τὸ αἰσθητήριον, αὐτὸ δὲ οὐδὲν εἰς ἑαυτὸ δρᾷ.
Ὡς τὸ αἰσθάνεσθαί φησι διττόν, δυνάμει τε καὶ ἐνεργείᾳ, οὕτω διχῶς λέγεται καὶ ἡ αἴσθησις. δηλοῖ δὲ αὐτῷ ἡ μὲν αἴσθησις τὴν οὐσίαν τῆς τοιαύτης ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι τὴν ἐνέργειαν. καὶ ὀρθῶς ὁποία ἡ οὐσία ἐκ τῆς ἐνεργείας τεκμαίρεται. ἔσται οὖν καὶ ἡ οὐσία ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐ κατὰ τὸ πρότερον καὶ ἀτελέστατον δυνάμει (ἐν στερήσει γὰρ ἐκεῖνο) ἀλλὰ κατὰ τὸ δεύτερον, οἷα τὰ κατὰ τὸν ἐπιστήμονα μὲν οὐκ ἐνεργοῦντα δέ· ἤδη γὰρ τῷ αἰσθητικῷ χαρακτηρίζεται εἴδει. ἀτελὲς δὲ καὶ τὸ τοιοῦτον δυνάμει· ἐν γὰρ τῇ ἐνεργείᾳ ἡ τελειότης, καὶ τελεία οὐσία ἡ κατὰ φύσιν ἐνεργοῦσα, ἡ δὲ μὴ ἐνεργοῦσα ποτὲ τῆς ἁπλῶς ἀπολείπεται τελειότητος. [120]
Ἐκ τῆς ἐνεργείας ἐπὶ τὴν οὐσίαν ἀναπεμφθεὶς ὡς ἐξ αἰτιατοῦ εἰς τὸ αἴτιον, ἀξιοῖ καὶ ἐπιστημονικώτερον ἐκ τοῦ αἰτίου ὁρᾶν τὸ αἰτιατὸν καὶ ἐκ τῆς οὐσίας τὴν ἐνέργειαν.
Εἰρηκὼς τὸ αἰσθάνεσθαι πρότερον μὲν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν, ὑποκατιὼν δὲ πρὸς τὸ δυνάμει ἀντιδιαιρούμενον ἤδη ἐνεργοῦν φάμενος καὶ ἐπὶ τοῦ αὐτοῦ ἐπὶ τῆς κατ' ἐνέργειαν αἰσθήσεως τῷ τε κινεῖσθαι καὶ τῷ πάσχειν καὶ τῷ ἐνεργεῖν χρησάμενος, αὐτό τε τοῦτο ἐπισημαίνεται καὶ ἀπολογεῖται ὑπὲρ τῆς ἐνεργείας, ὡς καλῶς αὐτῇ τρόπον τινὰ καὶ ἐπὶ τῆς κινήσεως χρώμενος, διὰ τὸ καθάπερ ἐν τῇ Φυσικῇ ἀκροάσει εἴρηται τὴν κίνησιν ἀτελῆ εἶναι ἐνέργειαν (ἡ γὰρ τελεία καὶ ἀμέριστος δῆλον ὅτι οὐ κίνησις), οὐκέτι δὲ περὶ τοῦ πάσχειν καὶ κινεῖσθαι ὅπῃ ἀλλήλων διαφέρετον διορισάμενος. εἰ μὲν οὖν ἰδίως ἐπὶ τῆς κατὰ τὴν παθητικὴν ποιότητα λέγοι τὸ πάσχειν, δῆλον ὡς ἡ κίνησις ἔσται ἐπὶ πλέον· εἰ δὲ κατὰ τὴν ἁπλῶς τροπὴν ὑφ' ἑτέρου πάντως ἐγγινομένην, εἰς ταὐτὸν ἂν δόξειεν ἄγεσθαι τὸ πάσχειν τῷ μεταβάλλειν· καὶ γὰρ ὑφ' ἑτέρου καὶ ἐν τροπῇ ἅπασα μεταβολή. μήποτε δὲ ἡ μὲν κατ' οὐσίαν καὶ ποιὸν καὶ ποσὸν ἐν τροπῇ πάντως, καὶ ὅση γε ποιητικὴ ἢ ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἢ ἀνάπαλιν γίνεται· ἐν τροπῇ γὰρ ἡ καθ' ὅλον μεταβαλλομένου τινὸς διὰ τὸ ἄλλοτε ἄλλοις συντάττεσθαι· ὅση δὲ καὶ τὴν αὐτὴν φυλάττει πρὸς τὰ ἄλλα σύνταξιν, καὶ ἐν τῷ κατὰ φύσιν μένει, οὐ πάσχοντος ἀλλ' ἐνεργοῦντος τὴν διάφορον τῶν τόπων μετάστασιν τοῦ κινουμένου, ὡς ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως ἡμῖν εἴρηται, οὐκ ἂν ἐν τῷ πάσχειν εἴη, ὅτι μηδὲ ἐν τροπῇ. ἀλλὰ τοῖς Ἀριστοτέλους προσεκτέον.
Τοῦτο δηλαδὴ ἐνεργείᾳ ὄντος, ὅπερ τὸ πάσχον τέως μὲν δυνάμει, ὕστερον δὲ γίνεται ἐνεργείᾳ, εἴ γε ἐν τῷ πεπονθέναι ὁμοιοῦται τῷ ποιοῦντι. ἀλλ' οὔτε ἡ τρῖψις ἔχει θερμότητα, καίτοι ἐμποιοῦσα, οὔτε μάστιξ μώλωπας. οὔτε γὰρ πάσχειν δεῖ τὸ ποιοῦν ὅπερ ποιεῖ, ἀλλ' ἐνεργεῖν, καὶ ταύτῃ ἐστὶ τῇ ἐνεργείᾳ τὸ ποιοῦν οἷον τὸ ἐν τῷ πάσχοντι ἀποτελούμενον, οὐ παθητικῶς ἀλλ' ἐνεργητικῶς. οὐ κατὰ Πλάτωνα ἄρα μόνον, ἀλλὰ καὶ κατὰ Ἀριστοτέλην ἐν τῷ ποιητικῷ αἰτίῳ τὰ εἴδη προείληπται τῶν ἀποτελουμένων, [121] οὐ παθητικῶς δηλαδὴ ἀλλ' ἐνεργητικῶς καὶ οὐσιωδῶς, ἐν οἷς ἡ ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ.
Τὸ γὰρ ἔτι πάσχον δυνάμει ἐστὶν ὅμοιον ἀλλ' οὐκ ἐνεργείᾳ τῷ ποιοῦντι, τὸ δὲ πεπονθὸς ἁπλῶς ὅμοιον.
Ἐξ ὧν καὶ τὸ πάσχειν διακριθήσεται, ὅτι ἐν τροπῇ καὶ τῇ ἄλλοτε ἄλλῃ διαθέσει, ἀλλ' οὐκ ἐν τῇ κατ' ἐνέργειαν μεταβολῇ.
Ἀντὶ τοῦ ἀδιορίστως. ἐφ' οἷς διὰ παραδείγματος τοῦ ἐπιστήμονος τὸ διττὸν παραδίδωσι τοῦ δυνάμει· τὸ μὲν πρὸς γένεσιν τὴν ἀτελῆ παρέχον ἐπιτηδειότητα, τὸ δὲ πρὸς ἐνέργειαν κατὰ τὴν ἤδη μὲν παρεσκευασμένην εἰς τὸ ἐνεργεῖν ἕξιν, οὐ μὴν ἐνεργοῦσαν καὶ ταύτῃ ἀπολειπομένην τῆς τελειότητος. ἐν γὰρ τοῖς τρισὶ τὸ τέλειον, ἐν οὐσίᾳ, δυνάμει, ἐνεργείᾳ. ἅπας μὲν οὖν ἄνθρωπος δυνάμει ἐπιστήμων ὡς πεφυκὼς γίνεσθαι διὰ μαθήσεως, καὶ τῷ γένει τοῦτο τουτέστι τῇ ἀνθρωπίνῃ ὑπάρχει φύσει, καὶ ὑλικὸν τὸ τοιοῦτον δυνάμει ὡς τῷ γίνεσθαι καὶ τῷ ἑτέρωθεν δέχεσθαι τελειούμενον· διὸ πρόσκειται τὸ καὶ ὕλη. ὁ δὲ ἤδη τὴν ἐπιστημονικὴν ἀπειληφὼς ἕξιν μὴ ἐνεργῶν δὲ οὐδὲ πρὸς τὸ αὐτό ἐστι δυνατός· οὐ γὰρ πρὸς γένεσιν, ἀλλὰ πρὸς θεωρίαν, οὐ κατὰ τὴν ὑλικὴν δύναμιν, ἀλλὰ κατὰ εἰδητικὴν μέν, μεριστῶν δὲ πραγμάτων, οὐ τῷ διεσπάσθαι μόνον ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ μειζόνως μεριζομένην καὶ τῷ μὴ ἀεὶ ἐνεργεῖν ἢ τῷ μὴ βούλεσθαι ἢ τῷ ὑπό τινος κωλύεσθαι. ἅπερ ἄμφω καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἐὰν μή τι κωλύῃ· δῆλον γὰρ ὡς καὶ βούλεται ἐνίοτε καὶ βουληθεὶς κωλύεται. ἀλλ' εἰ καὶ τῆς ἀμερίστου ὁ τοιοῦτος ἀπολείπεται τελειότητος καὶ τοῦ ἀεὶ εἶναι ἐν τέλει, ποτὲ ὅμως κατὰ τὰ αὐτῷ πρέποντα μέτρα γίνεται τέλειος, ὁπότε ἤδη θεωρεῖ. οἱ δὲ πρῶτοι δύο ἐπιστήμονες ἀτελεῖς πως καὶ κατὰ δύναμιν ἀμφότεροι, ἀλλ' ὁ μὲν τελειούμενος ἀλλοιώσει τῇ διὰ τῆς μαθήσεως, γενέσει τινὶ οὔσῃ οὐ τῆς ψυχῆς ἀλλοιουμένης (συνεχὴς γὰρ καὶ πάντῃ διαιρετὴ κίνησις ἡ ἀλλοίωσις, ἡ δὲ ψυχὴ καθ' ὅρους ἀεὶ ἵσταται), ἀλλὰ ταύτης μὲν ἀθρόως, εἰ καὶ ποτέ, κατὰ τὴν ἔνδοθεν προβολὴν ἐν τῇ ἐπιστημονικῇ γινομένης ἕξει, περὶ δὲ τὸ ζῷον ὁρωμένης τῆς ἀλλοιώσεως, ὡς ἐν τῷ ἑβδόμῳ ταῦτα τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. τὸ δὲ καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν [122] ἕξεως εἴρηκεν ἢ διὰ τὸ κατὰ πλείους μερικωτέρων λόγων προβολὰς καὶ πλεονάκις γενομένας ἀθρόαν ὕστερον τὴν τελείαν ἐπιγίνεσθαι ἕξιν, ἢ ἀντὶ τοῦ ἐνίοτε τοῦ πολλάκις λεγομένου, ὃ καὶ μᾶλλόν μοι ἀρέσκει. σαφῶς γὰρ ἐν τοῖς Ἀποδεικτικοῖς τὴν μὲν εἶναι λέγει κατὰ ἀπόφασιν ἄγνοιαν, τὴν δὲ ἐναντίαν, τὴν μὲν τοῦ ἀληθοῦς μόνου ἐστερημένην, τὴν δὲ καὶ τὸ ἀντικείμενον προσιεμένην ψεῦδος. ἐνίοτε οὖν ἡ εἰς ἐπιστήμην μεταβολὴ ἐκ ψευδοδοξίας γινομένη καὶ ἐξ ἐναντίας γίνεται ἕξεως.
Πρὸς μὲν γὰρ τὸ ἐπιστημονικῶς ἐνεργῆσαι οὐδὲ ὅλως ἀλλοιωθῆναί τι δεῖ τὸ ὄργανον, ἐὰν μὴ ἐν μέθαις ἢ νόσοις ἢ ὕπνοις ᾖ· πρὸς δὲ τὸ αἰσθητικῶς παθεῖν μέν τι δεῖ, οὐ μὴν οἷον τὸ ἐπὶ τῆς οὐσιώδους γενέσεως πάθος, ἵνα γένηται αἰσθητικόν, κατὰ τὰς οὐσιώδεις μεταβαλλόμενον ἐμφάσεις, ἀλλὰ κατὰ συμβεβηκυίας τινὰς καὶ ταύτας παθητικὰς μεταβαλλόμενον ποιότητας· διὸ ἄλλον τρόπον. πρὶν δὲ αὐτὸ σαφηνίσαι τὸ πῶς ἄλλον τρόπον, ἐπειδὴ διττὸν ἔθετο τὸ δυνατόν, τέως ὅτι καὶ τὸ πάσχειν διττὸν ὑπομιμνήσκει· περὶ γὰρ ἀμφοῖν πρόκειται λέγειν. τὸ μὲν γὰρ φθορά τις καὶ μεταβολὴ ἀπὸ εἴδους εἰς στέρησιν, καὶ ὑπὸ τοῦ ἐναντίου μεταβαλλόμενον, ὑπὸ ψυχροῦ φέρε τὸ θερμόν, ἵνα εἰς τὴν τοῦ θερμοῦ ἐλθὸν στέρησιν ἐξομοιωθῇ τῷ δρῶντι ψυχρῷ, ᾧ ἡ τοῦ θερμοῦ συμπέφυκε στέρησις.
Ἀκριβῶς τὸ μᾶλλον προσθείς, ἐπειδὴ κἀν τῇ γενέσει συντρέχει τι τελειωτικόν, καὶ τὸ πάσχον ὑπὸ τούτου μεταβάλλεται τοῦ ἐνεργείᾳ ὄντος τοῦτο, ὅπερ δυνάμει ἐστὶ τὸ πάσχον. διὸ ὅμοιον τῷ ποιοῦντι τὸ πάσχον, ἀλλ' ὡς δυνάμει ὂν ἐντελεχείᾳ ὄντι. οὕτω δὲ τὴν διπλόην τοῦ πάσχειν ἐν μέσῳ ἐμφήνας ἐξηγήσεται λοιπόν, ὅπως τὸ ἔχον τὴν ἕξιν ἄλλον τρόπον ἀπὸ τοῦ μὴ ἐνεργεῖν ἔρχεται εἰς τὸ ἐνεργεῖν.
Ταῦτα συντακτέον πρὸς τὸ εἰς τὸ ἐνεργεῖν δὲ ἄλλον τρόπον. περὶ δὲ ἀμφοῖν ἀνωτέρω εἰπὼν τοῦ τε κατ' αἴσθησιν ἐνεργοῦντος καὶ τοῦ κατὰ γραμματικὴν καὶ ἁπλῶς κατ' ἐπιστήμην τὸ ἄλλον τρόπον, τέως ὅπως ὁ ἐπιστήμων ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει παραδίδωσιν, ὕστερον περὶ τοῦ αἰσθητικοῦ ἐρῶν καὶ τὸ διάφορον αὐτοῖν προσθήσων. οὐ δὴ ἔστιν ἡ ἐκ τῆς ἐπιστημονικῆς ἕξεως εἰς θεωρίαν ἄφιξις ἀλλοίωσις, διότι σωματικὴ κατὰ ποιότητα μεταβολὴ ἡ ἀλλοίωσις, ἐν δὲ τῇ κατ' ἐπιστήμην [123] θεωρίᾳ οὐδὲν τῆς σωματικῆς δεῖ μεταβολῆς, εἰ μὴ ἢ νοσεῖν ὡς εἴρηται ἢ καθεύδειν ἢ μεθύειν αὐτῷ συμβῇ, ὅτε οὐχ ὡς συνεργῆσον ἀλλ' ὡς μὴ ἐμποδίσον μεταβαλεῖν χρή, ἀλλὰ μόνης τῆς ψυχικῆς ἐπιδόσεως εἰς ἐνέργειαν ἐκ τῆς μὴ ἐνεργούσης ἕξεως. καὶ τοῦτο δῆλον. εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν, αὐτοῦ τοῦ ἔχοντος τὴν ἐπιστήμην εἰς αὐτὸ τὸ ἐνεργεῖν τελειουμένου ὑφ' ἑαυτοῦ, ἀπαθοῦς τοῦ σώματος μένοντος. διὸ ἡ τοιαύτη μεταβολὴ οὐκ ἀλλοίωσις ἢ ἕτερον γένος ἀλλοιώσεως, διότι αὐτὸς οὔτε ἀλλοίωσιν οὔτε κίνησιν ὅλως τὴν ψυχικὴν μεταβολὴν προσαγορεύει· εἰδὼς δὲ Πλάτωνα καλοῦντα οὐ κατὰ τὰς σωματικὰς κινήσεις ἢ καὶ ἀλλοιώσεις, φησὶν ἕτερον γένος ἀλλοιώσεως. ἀλλὰ τὸ μὲν φρονοῦν, ὅταν φρονῇ, μὴ ἀλλοιοῦσθαι οὐ θαυμαστόν, ὅτε ψυχῆς καθ' αὑτὴν ἡ ἐνέργεια. πῶς δὲ οὐχὶ ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ; ἢ ὅτι οὗτος, εἰ καὶ τῇ τοπικῇ χρῆται τοῦ σώματος κινήσει, οὔ τι γε τῇ κατὰ ποιότητα. εἰ οὖν καὶ ὁ τῷ σώματι χρώμενος οὐκ ἀλλοιοῦται, μειζόνως ὁ μηδὲ χρώμενος. εἶτα καὶ τὸ διάφορον ἐπάγει τῆς εἰς ἐπιστήμην ἐξ ἀγνοίας τῆς ψυχῆς μεταβάσεως τῆς ἀπὸ ἕξεως εἰς ἐνέργειαν, ὅτι ἡ μὲν κατὰ διδασκαλίαν καὶ μάθησιν ἐπιτελεῖται, ᾗ ἕπεται καὶ σωματική τις μεταβολή, ὡς ἐν τῷ Η τῆς Φυσικῆς λέγεται ἀκροάσεως, ἡ δὲ κατὰ τὴν ἀφ' ἑαυτῆς ἀθρόαν τῶν λόγων προβολήν. ἕπεται μὲν οὖν ἀλλοίωσίς τις σωματικὴ τῇ μαθήσει διὰ τὴν ἀπὸ αἰσθήσεως διὰ μνήμης εἰς τοὺς λόγους ἀναφοράν, οὐ μὴν ἡ μάθησις ἀλλοίωσίς ἐστι· κατὰ γὰρ τὴν τῆς ψυχῆς γίνεται καὶ αὐτὴ κατὰ λόγους ἐνέργειαν. καὶ ἡ σωματικὴ δὲ ἀλλοίωσις ἡ τῇ μαθήσει ἀκολουθοῦσα οὐ πεῖσις, ἐὰν ἐπὶ μόνης φθορᾶς καὶ τῆς εἰς στέρησίν τις ἀκούῃ μεταβολῆς τὸ πάσχειν, ὡς ἡ πολλὴ ἔχει συνήθεια, ἢ κατὰ τὸν ἕτερόν ἐστι τρόπον πεῖσις, ἐάν τις καὶ τὸ ἐπὶ ἕξιν ἢ εἶδος ἢ τὸ κατὰ φύσιν κατάστημα μεταβάλλον πάσχειν προσαγορεύῃ. ταῦτα περὶ τοῦ ἐπιστημονικοῦ διορισάμενος ἐπιφέρει καὶ περὶ τοῦ αἰσθητικοῦ.
Ὅτι ἡ αἰσθητικὴ αὕτη ζωὴ οὐκ ἦν ἁπλῶς τῆς ψυχῆς, ἀλλὰ τῆς σώματι συμπεπλεγμένης. διὸ τῷ ζῴῳ συνυφίσταται, καὶ ἡ ἐκείνου γένεσις ἡ πρώτη τοῦ αἰσθητικοῦ μεταβολὴ εἰς τὸ εἶναι αὐτὸ ἄγουσα, ἀναλογοῦσα τῇ μαθήσει, ὡς καὶ τὸν γεννηθέντα ἀναλογεῖν τῷ ἀπειληφότι τὴν ἕξιν. καὶ τὸ αἰσθάνεσθαι κατ' ἐνέργειαν λέγεται ὁμοίως τῷ θεωρεῖν· ὁμοίως μὲν ὅτι κατὰ ταὐτὰ ἡ τελειότης ἐπ' ἀμφοῖν, καὶ ὅτι καὶ ἐπὶ τοῦ αἰσθάνεσθαι ἡ κρίσις ψυχική, καὶ ἔνδοθεν καὶ κατὰ λόγων γίνεται προβολήν. ταύτῃ μὲν οὖν ὁμοίως. [124]
Τουτέστιν ὅτι δεῖ τι παθεῖν τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν ἔξω καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ ὄντων· ἅπερ ποιητικὰ τῆς ἐνεργείας λέγεται, οὐχ ὡς ἐμποιοῦντα τὴν κρίσιν, ἀλλ' ὡς πάθος τι ἐν τῷ αἰσθητηρίῳ, ἐφ' ᾧ ἡ κριτικὴ ἐγείρεται ἐνέργεια. οὐκέτι δὲ τὰ ἐπιστητὰ ποιητικά εἰσιν· οὐ γὰρ εἰς πάθος ἀποτελευτᾷ ἢ ἔξωθέν ἐστι τοῦ ἐπιστημονικοῦ. τῶν γὰρ καθ' ἕκαστα ἡ αἴσθησις, τῶν δὲ καθόλου ἡ ἐπιστήμη· ἔστι δὲ τὰ μὲν καθ' ἕκαστα σωματικὰ καὶ μεριστὰ ὄντα καὶ αἰτιατὰ πάντῃ ἔξωθεν τῆς ψυχῆς ἀσωμάτου οὔσης καὶ οὐ μεριστῆς καὶ αἰτίας τῶν ζῴων, τὰ δὲ καθόλου ἐν τῇ ψυχῇ, οὐ τὰ κατηγορούμενα τῶν καθ' ἕκαστα· ταῦτα γὰρ ἐν αὐτοῖς ἐστι τοῖς καθ' ἕκαστον καὶ κατὰ μόνην ἐπίνοιαν ὑπὸ τῆς ψυχῆς χωρίζεται, τὰ δὲ ἐπιστητὰ πολλοῖς τῶν αἰσθητῶν ὑπερῆρται μέτροις, ὅσῳ καὶ ἐπιστήμη αἰσθήσεως· ἐπιστητὰ δὲ τὰ ἐν ψυχῇ. ἀλλὰ καθόλου οὕτω λέγει τὰ ἐπιστητά, ὡς ἐν τῷ Ε τῆς Μετὰ τὰ φυσικὰ τὴν πρώτην φιλοσοφίαν καθόλου εἶναι ἀποφαίνεται, καίτοι περὶ χωριστὰ καὶ ἀκίνητα αὐτὴν θέμενος, καὶ ἐπάγων "εἰ δέ ἐστί τις οὐσία ἀκίνητος, αὕτη προτέρα καὶ φιλοσοφία καθόλου, ὅτι οὕτω πρώτη." καὶ τὰ ἐν ψυχῇ οὖν καθόλου ὡς πρῶτα καὶ αἴτια τῶν μερικῶν. ἀλλ' ἐπεὶ πρῶτα μάλιστα καὶ αἴτια τὰ νοητά ἐστιν εἴδη, ἅπερ ἀμέριστοι καὶ πάντῃ ἑαυτῶν εἰσιν οὐσίαι, τὰ δὲ ἐν ψυχῇ κατὰ λογικὴν οὐσίωται ἀνέλιξιν, οὐκ ἀμερίστως ἡνωμένα, καὶ δευτέρως ἐστὶν αἴτια, διὰ τοῦτο καθόλου τὰ πάντων πρώτιστα αἴτια τὰ νοητά, εἰς ἃ διὰ νοῦ καθορμίζεται ἡ ἐπιστήμη. νῷ γὰρ τοὺς ὅρους γινώσκομεν, ὅροι δὲ τὰ εἴδη. ταῦτα δὲ οὐ πρώτως ἐν τῇ ψυχῇ, ἀλλὰ δευτέρως καὶ ὡς ἐν συνημμένῃ τοῖς νοητοῖς. διὰ τοῦτο ἐν αὐτῇ πως εἶναι εἴρηται, ὅτι κατὰ τὴν πρὸς τὸν νοῦν συναφήν.
Τῷ νοητικῷ, εἴτε αὐτῷ τῷ ἐν τῇ ψυχῇ νῷ, εἴτε τῇ εἰς νοῦν ἀνεγειρομένῃ ψυχῇ, εἴτε τῷ ἐπιστήμονι ἀνθρώπῳ, διὰ τὸ ἔνδοθεν ἔχειν τὰ νοητὰ εἴδη, ἀφ' ὧν ὡς ἐξ αἰτίων καὶ τὰ δεύτερα γινώσκεται ἐπιστημονικῶς.
Τῷ αἰσθητικῷ δηλαδή, ὅτι ὑπάρχειν δεῖ τὸ αἰσθητὸν ἄτομον ὂν καὶ ἔξωθεν, καὶ οὐ μόνον εἶναι ἀλλὰ καὶ παρεῖναι τῷ αἰσθητικῷ, ἵνα καὶ δράσῃ τι εἰς τὸ αἰσθητήριον καὶ ἐπὶ τῷ τούτου πάθει ἡ αἰσθητικὴ ψυχὴ προβαλλομένη τοὺς ἐν αὐτῇ τῶν αἰσθητῶν κοινοὺς λόγους οἰκείως τῷ [125] πάθει γνωρίσῃ τὸ αἰσθητὸν κατ' οἰκείαν ἐνέργειαν, κατὰ τὸ τοῦ αἰσθητοῦ στᾶσα εἶδος.
Ὅσαι οὐ τοῖς εἴδεσιν ἢ τοῖς λογικοῖς ἀρκοῦνται μόνοις, ὥσπερ αἱ θεωρητικαί, ἀλλὰ συμπεριλαμβάνουσι καὶ τὰ καθ' ἕκαστα καὶ ἔξωθεν, ὁποῖαι αἵ τε πρακτικαὶ ἐπιστῆμαι καὶ αἱ ποιητικαὶ τέχναι· καὶ γὰρ αὗται παρόντων δέονται τῶν αἰσθητῶν.
Περὶ τοῦ πῶς τὰ καθόλου καὶ τὸ θεωρεῖν ἐφ' ἡμῖν· σαφέστερον δὲ περὶ αὐτῶν ἐν τῷ τρίτῳ ἐρεῖ. ἐφ' οἷς συμπεραίνεται ὡς κατὰ τὸ δεύτερον δυνάμει τὸ αἰσθητικὸν ἐν τοῖς ζῴοις ὂν πάσχειν λέγεται καὶ ἀλλοιοῦσθαι οὐ κυρίως διὰ τὸ μηδὲ τὴν ψυχὴν εἶναι τὴν πάσχουσαν ἢ ἀλλοιουμένην, τὸ δὲ ὄργανον· οὐδὲ τοῦτο κατὰ τὴν φθαρτικὴν πάθην, ἀλλὰ τὴν κατὰ γένεσιν οὐ τὴν οὐσιώδη, τὴν δὲ πρὸς ὑποδοχὴν τῆς ἐνεργείας αὐτοτελῆ οὖσαν, ὥσπερ ἡ οὐσιώδης πρὸς τὴν τῆς οὐσίας τῆς αἰσθητικῆς προῆγεν ὑποδοχὴν τὸ σῶμα. ἔσται οὖν τὸ αἰσθητικὸν δυνάμει οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ. τοῦτο μὲν γὰρ οὐ δυνάμει ἀλλ' ἐνεργείᾳ ὥρισταί τινι εἴδει, τὸ δὲ αἰσθητικὸν οὔπω πρὶν ἐνεργεῖν, ἀλλὰ δυνατὸν ὂν κατὰ τὸ δεύτερον δυνάμει, ὕστερον ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ οὐ παθητικῶς (οὐ γὰρ λευκαίνεται ἢ θερμαίνεται) ἀλλ' ἐνεργητικῶς, οὐ τῷ ποιεῖν ὡς τὰ ποιητικὰ αἴτια, ἀλλὰ κριτικῶς καὶ γνωστικῶς· τὸ δὲ ὁποῖον πάθος ἐν τῷ αἰσθητηρίῳ μένει. ἀλλ' ἐπειδὴ κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ἐν τῇ κατ' ἐνέργειαν αἰσθήσει ἵσταται τὸ αἰσθητικόν, κατὰ τὴν εἰς ἓν συναίρεσιν καὶ τὴν ἀμέριστον τοῦ γνωστοῦ παντὸς περίληψιν ἁπάσης ἱσταμένης γνώσεως, προηγεῖσθαι δὲ χρὴ τὸ τοῦ αἰσθητηρίου πάθημα διὰ τὴν ἔξω τῆς αἰσθητικῆς ζωῆς ῥοπήν, οὐ δυναμένης ἢ ἄνευ τῶν ὀργάνων ἐνεργεῖν ἢ προηγουμένως αὐτῆς ἐγειρομένης καὶ κινούσης τὸ ὄργανον, δῆλον ὡς οὐχὶ τῶν ἐν τοῖς αἰσθητηρίοις ἐστὶ παθῶν, σὺν δὲ τούτοις τῶν ἐν τοῖς σώμασιν εἰδῶν ἀντιλαμβάνεται. κἀκεῖνο δὲ φανερόν, ὅτι μὴ ὡς τὰ ἄψυχα πάσχει ὑπὸ τῶν ἐκτὸς τὸ αἰσθητήριον· ὡς γὰρ ζῶν πάσχει. διὸ οὐδὲ πάθος τὸ ὅλον οὐδὲ ἔξωθεν πάντῃ, ἀλλὰ καὶ κατ' οἰκείαν ἐνέργειαν, καὶ ἅμα κινεῖταί τε καὶ ἐνεργεῖ. καὶ τὸ τοιοῦτον ὁμοῦ πάθημα καὶ ἐνέργημα ὑπό τε τῶν αἰσθητῶν καὶ κατὰ τὴν πρὸς αὐτὰ τῆς ἐν τῷ αἰσθητηρίῳ ζωῆς διέγερσιν ἐγγινόμενον ὁμοιοῦται τοῖς ἐν τοῖς αἰσθητοῖς εἴδεσιν. ἀλλ' οὔπω τοῦτο ἡ αἴσθησις, οὐ καθαρὸν ἐνέργημα καὶ μεριστὸν καὶ σωματοειδὲς [126] ὑπάρχον καὶ χρόνῳ παρατεινόμενον· ἀμερίστως γὰρ ἡ αἴσθησις ἀρχὴν καὶ μέσα καὶ τέλη τοῦ αἰσθητοῦ περιλαμβάνει, καὶ ἐνέργειά ἐστι κρίσις οὖσα τελεία καὶ ἐν τῷ νῦν ἅμα ὅλη ἑστῶσα κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ, οὐκ ἔξωθεν ἐντιθέμενον ὡς ἡ σφραγὶς ἐν τῷ κηρῷ (οὐ γὰρ ζωτικὸν τοῦτο) οὐδὲ διὰ βάθους ἰόν, οὐδὲ ἔτι μᾶλλον κατὰ γνωστικὴν ἑστὼς ἐνέργειαν, ἀλλ' ἔνδοθεν προβαλλόμενον ὑπὸ τοῦ ἐν τῇ ψυχῇ προειλημμένου τῶν αἰσθητῶν λόγου (οὐχὶ τῇ τὸ ὄργανον ὡς ὄργανον ζωούσῃ, ἀλλὰ τῇ ἤδη ζῶντι αὐτῷ χρωμένῃ, ἵνα διὰ τὸ ἐξῃρῆσθαι τοῦ σώματος καὶ ἀμερίστως ἐνεργῇ καὶ γνωστικὴ ᾖ τῶν αἰσθητῶν), ἑνὸς μέν, οὐ κατὰ τὴν ἀπεστενωμένην δὲ ἐν τοῖς ἀτόμοις ἕνωσιν, ἀλλὰ κατὰ τὴν εἰδητικὴν τῶν ἀτόμων αἰτιωδῶς περιληπτικὴν οἰκείως ἑκάστῳ ἐφαρμόζοντος. τῷ γὰρ ἑνὶ τοῦ λευκοῦ λόγῳ τῶν κατὰ μέρος πάντων λευκῶν αἰσθανομένης τῆς ψυχῆς (τὸ γὰρ κρῖνον ἡ ψυχὴ κατὰ τὴν οἰκείαν τοῦ γνωστοῦ ἐπαφήν, οἰκεία δὲ ἡ κατὰ τὴν τῆς αὐτῆς ἰδιότητος οὐσιώδης αὐτῆς πρόληψις), ὁμοιοῦται τοίνυν τοῖς αἰσθητοῖς ἡ ψυχὴ οὐ τῷ δέχεσθαί τι ἀπ' αὐτῶν, ἀλλὰ τῷ κατὰ τὸν οἰκεῖον αὐτοῖς λόγον ἐνεργεῖν. τούτων κοινῇ ἐπὶ πάσης διωρισμένων αἰσθήσεως ἐπὶ τὰ ἑξῆς ἰτέον.
Ἐπειδὴ ἀπὸ τῶν ὡς πρός τι ἀντικειμένων ἡ περὶ ἑκάστης αὐτῶν πρόεισι θεωρία, κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰκότως περὶ τῶν αἰσθητῶν ὑπομιμνήσκει πρῶτον, καὶ ὅτι λέγεται τριχῶς, ἵνα τὰ κατὰ συμβεβηκὸς χωρίσας περὶ μόνων ποιήσηται τὸν λόγον τῶν καθ' αὑτά, καὶ τούτων τίνα μὲν πρώτως, τίνα δὲ δευτέρως ἑκάστῃ τούτων γινώσκεται αἰσθήσει διδάξῃ. ἄμφω μὲν γὰρ καθ' αὑτὰ καὶ τὰ ἴδια καὶ τὰ κοινά, ἀλλὰ πρώτως μὲν τὰ ἴδια, ἐπειδὴ καὶ πρὸς ταῦτα ἰδιοτρόπως ἡ ἑκάστης τέταται οὐσία, δευτέρως δὲ τὰ κοινά, ὅτι σὺν τοῖς ἰδίοις πάντως καὶ προηγουμένως καὶ πληκτικωτέρως δρῶσιν εἰς τὸ αἰσθητήριον. ἀλλὰ πῶς τὰ κοινὰ πασῶν εἶναι λέγει; μεγέθους γὰρ καὶ σχήματος μόναι ἀντιλαμβάνονται ὄψις καὶ ἁφή. ἴσως μὲν οὖν τὸ πασῶν ἀντὶ τοῦ πλειόνων εἴρηται. μήποτε δὲ καὶ μεγέθους ἡ μὲν ἀκοὴ ἐναργῶς, καὶ ὅτι μέγα ἢ μικρὸν τὸ κατενεχθὲν σὺν τῷ ἤχῳ κρίνουσα· ἤδη δὲ καὶ ἡ ὄσφρησις καὶ ἡ γεῦσις, τῷ κατὰ πλείω ἢ ἐλάττω μόρια μεταφερομένη ἡ μὲν τοῦ εὐώδους ἡ δὲ τοῦ γλυκέος ἀντιλαμβανομένη. ἀλλὰ καὶ τοῦ σχήματος ἴσως, εἰ καὶ μὴ ἀκριβῶς, τῇ μεταφορᾷ ἢ τῶν αἰσθήσεων ἢ τῶν αἰσθητῶν γένοιτο ἂν καὶ κατὰ ταύτας γνῶσις, ὅτι ἐξισάζουσί πως αἱ διαστάσεις ἢ μία τις ὑπερέχει πολύ. ταύτῃ οὖν διαφέρει ἀλλήλων τὰ ἴδια καὶ τὰ κοινὰ αἰσθητά, τῷ τὰ μὲν μιᾶς εἶναι τὰ δὲ πλειόνων αἰσθήσεων, καὶ τῷ τὰ μὲν ἀνεξαπατήτως κινεῖν τὴν περὶ αὐτὰ αἴσθησιν κατὰ φύσιν δηλαδὴ ἔχουσαν καὶ ἀπὸ συμμέτρου τοῦ διαστήματος [127] ἐνεργοῦσαν καὶ μὴ παραποδιζομένην ὑπὸ τοῦ μεταξὺ σώματος, ὡς ὑπὸ παχυνομένου ἀέρος ἡ ὄψις ἢ ἁπλῶς ὑπὸ τῶν ἔξωθέν τινος (ταῦτα γὰρ παραθετέον, κἂν μὴ σαφῶς ὑπὸ τοῦ Ἀριστοτέλους νῦν λέγηται), τὰ δὲ οὐχ οὕτως ὑποπίπτειν ἀκριβῶς, ἐπειδὴ καὶ προηγουμένως τῶν ἰδίων οὖσα ἑκάστη σὺν ἐκείνοις καὶ τῶν κοινῶν ἀντιλαμβάνεται, καὶ οὐχ ὥσπερ τὸ λευκὸν ἡ ὄψις οὕτω καὶ τὸ μέγεθος τοῦ ὁρωμένου κρίνει, ἀλλὰ καὶ ἀκριβῶς τοῦ χρώματος ἀντιλαμβανομένη τὸ σχῆμα παχυμερῶς γνωρίζει, ἐνίοτε καὶ ἀπατωμένη, τὸ περιφερὲς εὐθὺ ὁρῶσα καὶ κεκλασμένον τὸ ὀρθόν. καὶ μήποτε ὡς παθητικώτερα καὶ σωματικώτερα τὰ ἴδια συμμετρότερον προσπίπτει σωματοειδεῖ γνώσει οὔσῃ τῇ αἰσθήσει ἐξῃρημένα τοῦ φωτὸς διὰ τὴν πλείστην ἐκείνου ἐνέργειαν, ἀκριβῶς τῇ ὄψει ἐκείνου γινωσκομένου, τὰ δὲ κοινὰ αἰσθητὰ εἰδητικώτερα ἀσυμμετρότερα εἶναι τῇ αἰσθήσει, οὐχ ὡς μηδ' ὅλως τῇ αἰσθήσει, τῷ δὲ λόγῳ μόνῳ γνωριζόμενα ὥσπερ ἡ οὐσία, ἀλλ' ὡς καὶ τῇ αἰσθήσει μέν, οὐχ οὕτω δὲ ἐναργῶς ὡς τὰ ἴδια.
Ὅτι τῶν παθητικῶν ποιοτήτων αὕτη μάλιστα ἀντιληπτική, ἅτε καὶ παθητικωτάτη οὖσα τῶν αἰσθήσεων. πολλαὶ δὲ αἱ παθητικαὶ ποιότητες, ὧν ἡ ἁφὴ ὡς ἰδίων αἰσθητῶν γνωριστική, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, τραχύτης λειότης, βαρύτης κουφότης, εἴπερ καὶ αὗται παθητικαί.
Τίς μὲν ἡ κεχρωσμένη οὐσία ἀπατᾶται, διότι κατὰ συμβεβηκὸς ἡ οὐσία τῇ αἰσθήσει γνωστή, ποῦ δέ, διότι δευτέρως τὸ τοῦ διαστήματος αὐτῆς καταλαμβάνεται μέγεθος, ἅτε κοινὸν ὂν αἰσθητόν.
Ὅσα ὑπάρχει μὲν τοῖς αἰσθητοῖς, αὐτὰ δὲ ἢ οὐδ' ὅλως ἐστὶν αἰσθητά, ὡς τὸ Διάρους εἶναι υἱὸν καὶ ἡ οὐσία τῶν πραγμάτων, ἢ οὔ τι γε τῇ νῦν ἐνεργούσῃ αἰσθήσει, ὡς τὸ γλυκὺ τοῦ μέλιτος τῇ ὄψει. ταῦτα κατὰ συμβεβηκός ἐστιν αἰσθητὰ ὡς ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα· ὥσπερ καὶ τὸν φαλακρὸν ἰατρεύειν φαμέν, διότι τῷ ἰατρῷ τὸ φαλακρῷ εἶναι ὑπάρχει. καὶ οὐ τὸ συμβεβηκὸς μόνον τῷ καθ' αὑτὸ τοιῷδε, ἀλλὰ καὶ τὴν ὑποκειμένην οὐσίαν, ἂν μὴ καθὸ οὐσία ᾖ τοιαύτη, κατὰ συμβεβηκὸς λέγομεν· ὥσπερ καὶ τὸν δεσπότην ἄνθρωπον κατὰ συμβεβηκὸς καὶ τὸν ἀνδριαντοποιὸν [128] λέγομεν, ὅτι οὐχ ᾗ ἄνθρωπος. οὕτως οὖν καὶ ἡ οὐσία κατὰ συμβεβηκὸς αἰσθητή, ὅτι οὐ καθὸ οὐσία. ἀλλὰ πῶς τῷ λευκῷ, οὗ αἰσθανόμεθα, συμβεβηκέναι ἡ οὐσία ῥηθείη ἂν εὐλόγως; τοὐναντίον γὰρ ἀληθές. ἢ καὶ ἀληθέστερόν γε τοῦτο. κατ' αὐτὸ γὰρ τὸ εἶναι καὶ ὡς τοῦ εἶναι διὰ τῆς οὐσίας μεταλαγχάνον τὸ λευκὸν συμβέβηκεν αὐτῇ, ἡ δὲ οὐσία τῷ λευκῷ κατὰ τὸ αἰσθητόν, προηγουμένως καὶ καθ' αὑτὸ ὄντι αἰσθητῷ, τῷ δὲ συνυπάρχειν τῷ λευκῷ καὶ αὐτὴ τοῦ αἰσθητοῦ παραπολαύουσα, οὐ γινομένη δευτέρως αἰσθητὴ ὡς τὰ κοινὰ αἰσθητά, ἀλλὰ διὰ τὸ συνυπάρχειν τῷ αἰσθητῷ τοῦ λόγου ἐγειρομένου εἰς τὴν δοξαστικὴν περὶ αὐτῆς γνῶσιν. οὕτω δὲ καὶ ὁ ἄνθρωπος συμβεβηκέναι τῷ δεσπότῃ ἐν Κατηγορίαις εἴρηται.
Οὐδὲν πάσχει τὸ αἰσθανόμενον ὑπὸ τοῦ λευκοῦ, ᾗ ὁ λευκὸς Διάρους ἐστὶν υἱός, ὅτι οὐδὲ δευτέρως οὐδὲ ὅλως τὸ Διάρους εἶναι υἱὸν καθ' αὑτὸ αἰσθητόν. εἰ δὲ πρώτως καθ' αὑτὰ αἰσθητὰ τὰ ἴδια (τὰ γὰρ κοινὰ εἰ καὶ καθ' αὑτά, ἀλλὰ δευτέρως, καὶ αἴτια τὰ ἴδια τοῖς κοινοῖς τοῦ εἶναι αἰσθητοῖς), κυρίως ἂν εἴη αἰσθητὰ τὰ ἴδια· καὶ δι' ὅ, αὐτὸς προστίθησιν, ὅτι ἡ ἑκάστης αἰσθήσεως οὐσία πέφυκε πρὸς ταῦτα. πέφυκε μὲν γὰρ καὶ πρὸς τὰ κοινά, ἀλλ' οὐχ ὡς ἑκάστη, κατὰ δὲ κοινοτέραν οὐσίαν· ὡς δὲ αὐτὴ καὶ κατὰ τὴν ἴδιον ἑαυτῆς οὐσίαν πρὸς τὰ ἴδια. διὸ καὶ ἀναγκαίως εἰς τὴν ἑκάστης οἰκείαν οὐσίαν οὐκ ἐκ τῶν κοινῶν, ἀλλ' ἐκ τῶν ἰδίων εἰς τὴν ἑκάστης ἀναπεμπόμεθα οὐσίαν, ὅτι πρὸς ταῦτα καθ' αὑτὴν πέφυκεν. οὐ γὰρ πρὸς μέγεθος ὡς ὄψις, ἀλλὰ πρὸς χρῶμα, ἐνεργείᾳ μὲν κατὰ τὸ εἶδος αὐτοῦ ἐν τῷ ὁρᾶν ἱσταμένη, πρὶν δὲ τῷ δύνασθαι χαρακτηριζομένη, οὔτε ἀφ' ἑαυτῆς μόνης καὶ ἔνδοθεν τελειουμένη, οὔτε ἔξωθεν μόνον ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ' ὑπὸ μὲν τούτου πάσχοντος τοῦ αἰσθητηρίου ὅμοιον τῷ δρῶντι πάθος, ζωτικῶς δὲ τοῦ αἰσθητηρίου πάσχοντος καὶ τοῦ πάθους εἰς εἰδητικὴν ἐνέργειαν ἀποτελευτῶντος, κατὰ προβολὴν λόγων γνωριζούσης τῆς αἰσθητικῆς ψυχῆς τὸ αἰσθητὸν καὶ κατὰ τὸ εἶδος αὐτοῦ ἱσταμένης. ἐπεὶ δ' οὖν καὶ ἡ τελειότης ἑκάστης αἰσθήσεως καὶ ἡ δύναμις κατ' αὐτὸ τὸ τοῦ αἰσθητοῦ ὁρίζεται εἶδος, ζωτικῶς δηλαδὴ καὶ ἐνεργητικῶς καὶ γνωστικῶς καὶ διὰ ταῦτα οὐσιωδῶς τοῦτο οὔσης (οἰκεία γὰρ ἡ κατὰ φύσιν ἐνέργεια τῇ ἐνεργούσῃ οὐσίᾳ), εἰκότως ἐκ τῶν ἰδίων αἰσθητῶν εἰς τὴν ἑκάστης ἴδιον ἀναπεμπόμεθα οὐσίαν, ὡς ἐξ ἐναργεστέρου τοῦ συμβεβηκότος καὶ σωματοειδοῦς ἐπὶ οὐσιῶδες καὶ ζωτικὸν καὶ ἀσώματον καὶ λόγῳ ληπτὸν ἀπὸ τοῦ αἰσθητοῦ. ἀπὸ δὲ τῆς ὄψεως ἀρχόμενος ὡς ἐναργεστάτης καὶ τιμιωτάτης αἰσθήσεως διὰ τὸ ἀθρόον τῆς ἐνεργείας, διὰ τὸ ἐνεργητικὸν καὶ ἐπ' ἐλάχιστον παθητικόν, διὰ τὸ φωτοειδὲς καὶ τὴν πρὸς ἥλιον ἀναλογίαν, ἐπειδὴ τοῦ ὁρατοῦ ἡ ὄψις, τί τὸ ὁρατὸν παραδίδωσιν.
[129]
Ἐπειδὴ σῶμα πάντως τὸ αἰσθητόν, δῆλον ὡς καὶ τὸ ὁρατόν. τὸ δὴ ὁρατὸν σῶμα ἢ ἐν ἑαυτῷ ἔχει τὸ καθ' ὃ λέγεται ἰδίως ὁρατόν, ὃ καθ' αὑτὸ λέγει ὁρατόν, ἢ ἐπικτήτως τὸ αἴτιον αὐτῷ τοῦ ὁρᾶσθαι δέχεται, ὡς ὁ ἀὴρ διὰ τὸ φῶς ὁρώμενος. καὶ τὸ ἐν αὑτῷ τὴν τοῦ ὁρᾶσθαι ἔχον αἰτίαν τὸ μὲν ἐν φωτὶ μόνως ὁρᾶται, ὡς τὰ χρώματα καὶ ὅσα οὕτως λαμπρά, ὡς ἱκανὰ τὸ μεταξὺ διαφανὲς κατ' ἐνέργειαν τελειοῦν· τὸ δὲ μόνως ἐν σκότει, ὅσα τινὰ μὲν ἔχει λαμπρότητα, οὐχ οἵαν δὲ καὶ φῶς ἀποδιδόναι, ὡς λεπίδες τινῶν ἰχθύων καὶ μύκητες καὶ ξύλα ἔνια σηπόμενα καὶ κέρατα· τὸ δὲ καὶ ἐν φωτὶ καὶ ἐν σκότει, ὡς πῦρ ἐν σκότει μὲν ὁρώμενον, ὅταν μήτε ἀλλαχόθεν παρῇ φῶς, μήτε αὐτὸ ἱκανὸν ᾖ πάντα τὸν μεταξὺ φωτίζειν ἀέρα, ἐν δὲ φωτί, ὅταν τὸ διαφανὲς ὑπ' αὐτοῦ γίνηται ἐνεργείᾳ διαφανές, ἢ καὶ ἐν ἡλιακῷ ὁρᾶται φωτί, κἂν μὴ συντελῇ τι αὐτὸ πρὸς τὸ ὁρᾶσθαι τὸ ἡλιακὸν φῶς. ἔσται οὖν πᾶν τὸ ὁρώμενον ἤδη ἢ κατὰ ἐπίκτητόν τινα ὁρώμενον τελειότητα ὡς τὰ κατ' ἐνέργειαν διαφανῆ, ἢ συμφυὲς ἔχον τὸ ὁρώμενον· καὶ τοῦτο ἢ οὐκ αὔταρκες, ἀλλὰ φωτὸς πρὸς τὸ ἐνεργείᾳ ὁρᾶσθαι δεόμενον ὡς τὰ κεχρωσμένα, ἢ αὔταρκες ὡς πᾶν τὸ λαμπρὸν καὶ πυρῶδες. ἀλλὰ καὶ τούτου τὸ μὲν οἷον μὴ ἀποδιδόναι φῶς, τὸ δὲ οἷον ἀποδιδόναι, καὶ τούτου τὸ μὲν πρὸς τὸ πᾶν τὸ μεταξὺ τελειοῦν ἱκανόν, ὡς ὁ ἥλιος ἀπὸ ἴσης ἀεὶ διαστάσεως ὁρώμενος καὶ οὐκ ἀμυδρούμενός ποτε καθ' αὑτόν, τὸ δὲ ὡς ποτὲ μὲν τελειοποιὸν τοῦ μεταξὺ πάντως διὰ τὸ μήτε ἠμυδρῶσθαι καὶ μικρὸν εἶναι τὸ μεταξύ, ὡς ἐν τῷ οἰκείῳ ὁρᾶσθαι φωτί, ποτὲ δὲ ἢ δι' ἀμυδρότητα ἢ διὰ τὴν πόρρω θέσιν οὐ φωτίζον τὸ μεταξὺ πᾶν· διὸ αὐτὸ καὶ ἐν σκότει ὁρᾶται. ἔοικε δὴ πᾶν τὸ ὁρώμενον ἢ φῶς εἶναι ἢ συγγενῶς ἔχειν πρὸς τὸ φῶς, τὸ μὲν πῦρ καὶ ὁ ἥλιος διὰ τὸ γεννητικὸν τοῦ φωτός, καὶ πρὸς πᾶν δὲ τὸ λαμπρὸν τοῦ φωτὸς συγγένεια καὶ ἐκ τῆς αἰσθήσεως ἐναργής· ὡς εἰ ἐξ ὑποθέσεως ἐπιταθείη τὸ ἐν κέρασι καὶ τοῖς τοιούτοις λαμπρόν, κἂν αὐτὸ φῶς ἀποδοίη. ἤδη γοῦν ὤφθη ξύλον ἐν νυκτὶ σεληναῖον εἰς τὸ ὅλον οἴκημα ἀποδιδὸν φῶς. ἀλλὰ καὶ τὰ χρώματα ὡς φῶτά τινα κατὰ Πλάτωνα καὶ ὡς πέρατα τοῦ ἐν τοῖς στερεοῖς διαφανοῦς κατὰ Ἀριστοτέλην καὶ ὡς κινητικὰ τοῦ κατ' ἐνέργειαν διαφανοῦς καὶ ὡς οὐκ ἄλλως ὁρώμενα ἢ τῷ καὶ αὐτὰ ὑπὸ τοῦ φωτὸς καταλάμπεσθαι δηλοῖ τὴν πρὸς τὸ φῶς αὐτῶν οἰκειότητά τε καὶ συγγένειαν. ἀλλ' ἐπὶ τὴν λέξιν ἰτέον.
Περιείληπται διὰ τούτων πᾶν τὸ καθ' αὑτὸ ὁρατόν, ὁποῖον τό τε χρῶμα καὶ ὃ λέγει ἀνώνυμον. τὸ γὰρ λαμπρὸν καὶ πυρῶδες τοῦ φωτιστικοῦ [130] ἐστι σημαντικόν, τοῦ δὲ ἐν σκότει μόνῳ φαινομένου τοῦ ἐν μύκησι καὶ λεπίσιν οὐκέτι. διὸ οὐκ ὠνόμασται πᾶν τὸ παρὰ τὸ χρῶμα ὁρατὸν καθ' αὑτό, εἴτε μετὰ φωτὸς ἀεί, εἴτε ἐν μόνῳ σκότῳ, εἴτε καὶ ἐν φωτὶ καὶ ἐν σκότῳ.
Ἀντὶ τοῦ τὶ ὁρατὸν εἴρηται νῦν τὸ ὁρατόν. ἐπὶ δὲ αὐτοῦ σαφηνίζει πᾶν τὸ καθ' αὑτὸ ὁρατόν. τοῦτο γάρ ἐστι, φησί, τὸ ἐπὶ τοῦ καθ' αὑτὸ ὁρατοῦ. οὐ γὰρ τὸ χρῶμα ἢ ἡ λαμπρότης, ἀλλὰ τὸ κεχρωσμένον κατὰ τὸ χρῶμα καὶ τὸ λαμπρὸν κατὰ τὴν λαμπρότητα ὁρᾶται. καὶ ἔστιν ἑκάτερον τὸ κεχρωσμένον τε καὶ τὸ λαμπρὸν καθ' αὑτὸ ὁρατόν, οὐ τῷ λόγῳ, διότι μήτε ἐν τῷ τοῦ κεχρωσμένου ὅρῳ τὸ ὁρατὸν ὡς οὐσιῶδες αὐτοῦ παραλαμβάνεται μήτε ἀπάπαλιν ὡς ἐπὶ τῶν καθ' αὑτὰ συμβεβηκότων, ἀλλ' ὅτι ἐν αὐτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατὸν πρὸς ἀντιδιαστολὴν τοῦ διαφανοῦς, τοῦ μὴ κατά τι ἑαυτῷ συμφυὲς ἀλλὰ κατὰ τὸ ἐπίκτητον ὁρωμένου φῶς. αἴτιον μὲν γὰρ εἰδητικὸν τοῦ ὁρᾶσθαι τῷ κεχρωσμένῳ τὸ χρῶμα οὐχ ὡς χρῶμα, ἀλλ' ὡς κινητικὸν τοῦ διαφανοῦς, συμφυῶς δὲ αὐτῷ ὑπάρχον. αἴτιον δὲ καὶ τὸ φῶς τοῦ ὁρᾶσθαι τῷ ἀέρι, ἀλλὰ ποτὲ ἐπιγινόμενον καὶ αὖ ἀπογινόμενον μένοντος τοῦ ἀέρος. ἐφ' οἷς τῶν καθ' αὑτὰ ὁρατῶν τὰς διαφορὰς παραδιδοὺς περὶ χρώματος λέγει πρότερον ὁριζόμενος αὐτό, οὐχ ᾗ χρῶμα, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἀλλ' ᾗ ὁρατὸν διαφερόντως τῶν ἄλλων ὁρατῶν ὡς κινητικὸν τοῦ κατ' ἐνέργειαν διαφανοῦς, τοῦ περὶ αὐτὸ δηλαδή, ὅτε συμβαίνει καὶ αὐτὸ πεφωτίσθαι κατ' ἐνέργειαν. διαφανὲς δέ ἐστι τὸ δι' ὅλου ἑαυτοῦ ποτὲ μὲν ἀφώτιστον ὄν, ποτὲ δὲ παρουσίᾳ τοῦ φωτίζοντος φωτιζόμενον. καὶ τοῦτο κατ' ἐνέργειαν διαφανές, δυνάμει δὲ πρὶν ἢ δέξασθαι τὸ φῶς. τὸ δὴ χρῶμα περιχεθὲν ὑπὸ τοῦ ἐνεργείᾳ διαφανοῦς καὶ τῷ φωτὶ καὶ αὐτὸ τελειωθὲν κινεῖ τὸ ἐνεργείᾳ διαφανές, οὐχ ὡς ἀλλοιοῦν αὐτὸ ἢ τρέπον ἢ πάθος ἐμποιοῦν. ἴδιον γὰρ τοῦτο τῶν παθητικῶν ποιοτήτων τὸ κατὰ τροπὴν καὶ πάθος ἐγγίνεσθαι τοῖς δεχομένοις· ὧν καὶ τὰ γινόμενα δεῖται πάντα, ἵνα πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἀποτελεσθῇ ἐπιτήδεια, ἀποτελεσθέντα δὲ οὐ κατὰ πάθος ἔτι, ἀλλὰ κατὰ τὴν ἐνεργητικὴν παρουσίαν ὑπὸ τῶν εἰδῶν τελειοῦται· ὡς ἡ ζωὴ παραγίνεται τῷ σώματι, ὡς τὸ σχῆμα τῷ οἴκῳ, ὡς ἡ ὑγίεια, ὡς ἡ ἐπιστήμη τοῖς τούτων δεκτικοῖς, καθάπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως διακέκριται. ἵνα μὲν οὖν γένηται πρὸς καταδοχὴν φωτὸς ἐπιτήδειόν τι σῶμα, τῶν παθητικῶν δεῖται ποιοτήτων· γίνεται δέ, ὅτε καὶ ἀὴρ ἢ ὕδωρ ἢ ὕαλος γίνεται· ἤδη δὲ ὂν ἐπιτήδειον, εἰ παρείη τὸ φωτίζον, ἀπαθῶς καὶ κατ' ἐνέργειαν τελειοῦται. αὐτὸ γὰρ τοῦτο ἐνέργειαι καὶ τελειότητές εἰσι τὰ εἴδη, ὡς αἵ γε ποιότητες αἱ παθητικαὶ οὐχ ἁπλῶς εἰσιν [131] εἴδη, ἀλλὰ παθητικά, εἴπερ ἄρα, εἴδη, ὡς ἐν τῇ γενέσει συμπεφυρμένα καὶ ἐν τῇ μεταβολῇ ἀναφαινόμενα καὶ τοῦ ἀτελοῦς ἀνάπλεα· διὸ καὶ τῇ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον μεταβολῇ συναναφαίνεται. ὅσα δὲ εἴδη καὶ τελειότητες, ταῦτα ἐπιγίνεται καὶ κατ' ἐνέργειαν καὶ ἀθρόως. διόπερ οὐχ ὁρατὸν ἄνευ φωτός. πεφώτισται γὰρ τὸ κατ' ἐνέργειαν διαφανές, οὗ κινητικὸν τὸ χρῶμα, ἀλλ' οὐχὶ τοῦ δυνάμει διαφανοῦς. μὴ γὰρ φωτισθὲν μηδ' ὑπὸ τοῦ κατ' ἐνέργειαν περιεχόμενον διαφανοῦς οὐχ ὁρᾶται. εἴρηται δὲ καὶ ὅπως κινητικόν, ὅτι οὐ κατὰ πάθος καὶ τροπήν, ἀλλὰ κατ' ἐνέργειαν καὶ τελειότητα καὶ εἰδητικὴν παρουσίαν, οὐκ οὐσιώδη, ὁποία ἡ τῆς ζωῆς, ἀλλὰ κατὰ τὴν ἀπὸ τῆς οὐσίας καὶ μετὰ τὴν οὐσίαν προϊοῦσαν ἐνέργειαν, ὁποῖαι αἵ τε διαθέσεις καὶ ἕξεις.
Ἴσως μὲν γάρ, ὡς ἤδη ἔφαμεν, καὶ πᾶν τὸ ὁρώμενον ἢ φῶς ἐστι ἢ συγγενές ἐστι πρὸς τὸ φῶς. τὸ δ' οὖν χρῶμα ἐν φωτὶ πάντως ὁρώμενον ἀναγκαῖον τὸν περὶ αὐτοῦ λόγον δείκνυσι τοῖς περὶ ὁρατοῦ τε καὶ ὄψεως μαθησομένοις. ἀλλ' ἐπεὶ τὸ φῶς τοῦ διαφανοῦς ἐστι τελειότης, προληπτέον τί τὸ διαφανές. οὐ γάρ ἐστι τὸ φῶς, ὡς ἡ νόησις, ἐμμένουσα τῇ προαγούσῃ αὐτὴν οὐσίᾳ καὶ ἡ αὐτὴ οὖσα τῇ οὐσίᾳ· ἀλλ' ἐνέργεια μὲν καὶ τὸ φῶς, οὔτε δὲ ἡ αὐτὴ τῷ ἐνεργοῦντι οὔτε μένουσα ἐν αὐτῷ, οὐ μὴν οὐδὲ ἀπεσπασμένη, ἀλλ' ἅμα τε τοῦ προϊόντος αὐτὴ ἐχομένη καὶ ἑτέρῳ ἐνδιδομένη, οὐ κατὰ πάθος ἀλλὰ κατὰ ἀθρόαν τελειότητα, οἰκειότητος πανταχοῦ θεωρουμένης τῷ δεκτικῷ πρὸς τὸ ἐγγινόμενον, ὡς ἀφ' ἑκατέρου τὸ λοιπὸν γνωρίζεσθαι. δυνάμει γοῦν ἐστι τὸ δεκτικὸν τοῦτο, ὅπερ ἐνεργείᾳ τὸ δεδεγμένον· ἐνέργεια δὲ καὶ ὅρος καὶ τελειότης ἡ καθ' ἣν τὸ δεδεγμένον ὁρίζεται φύσις, τοῦτο μὲν ἐνεργείᾳ, δυνάμει δὲ τὸ δεκτικόν, οἷον ἡ ὑγίεια, καθ' ἣν καὶ τὸ ὑγιαῖνον καὶ τὸ ὑγιασθῆναι δυνάμενον, τοῦτο μὲν ἀτελῶς ἐκεῖνο δὲ τελείως, ὡς καὶ τὸ δεκτικὸν καὶ τὸ δεδεγμένον τῇ ἐνδοθείσῃ ἐνεργείᾳ ὁρίζεσθαι. καὶ ἡ μὲν ἐπιστήμη ἀκολούθως τῇ φύσει ἐκ τοῦ ὅρου καὶ τὰ ἐνεργείᾳ ὁριζόμενα γινώσκει καὶ τὰ δεκτικὰ ὡς κατὰ ἀτελὲς αὐτοῦ ἴχνος χαρακτηριζόμενα· ὁ δὲ ζητῶν ἔτι ἀπὸ τῶν αἰτιατῶν καὶ ὡς πρὸς ἡμᾶς πρώτων ἐπὶ τὰ φύσει πρῶτα καὶ αἴτια ἀνιὼν καὶ ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, ἀπὸ τούτων γνωρίζει τὴν τελειότητα. ἐκ δὴ τοῦ διαφανοῦς ὡς ὕλης ὑπεστρωμένου τῷ φωτὶ καὶ κατ' αὐτὸ τελειουμένου, ὅτε καὶ ἐνεργείᾳ γίνεται διαφανές, ὁποῖον τὸ φῶς γινώσκομεν, ὅτι τῷ πεφωτισμένῳ ἀλλ' οὐ τῷ εἴδει προηγουμένως προσβάλλει ἡ αἴσθησις. ἐρεῖ δὲ καὶ αὐτὸ τὸ εἶδος ἐναργέστατα· τί γὰρ ἂν εἴη φωτὸς ἐναργέστερον; ἡ μὲν οὖν ἁπλῆ τοῦ φωτὸς ἰδιότης καὶ τῇ νοήσει ἡμῶν κατὰ ἁπλῆν ἐπιβολὴν ἐκ τῆς αἰσθήσεως γίνεται γνώριμος· ὅτι δὲ ἀσώματον καὶ ὅτι οὐ πάθος ἀλλ' ἐνέργεια, [132] συλλογιζόμεθα, τὸ μὲν δι' ὅλου τοῦ διαφανοῦς ἰὸν αὐτὸ ὁρῶντες, τὸ δὲ διὰ τὴν ἄχρονον ἀπουσίαν καὶ παρουσίαν. τὰ γὰρ πάθη ἐν χρόνῳ παραγίνεταί τε καὶ ἀπογίνεται, καὶ τὰ σώματα δι' ἀλλήλων οὐ χωρεῖ τά γε ἔνυλα· ἔνυλον δέ, εἴπερ σῶμα, τὸ ἀπὸ τοῦ φωτὸς πῦρ, ἀλλὰ καὶ τὸ δεκτικὸν αὐτοῦ ὁ ἀήρ. ἆρα οὖν οὐσία ὡς ἡ ἀπὸ τῆς ψυχῆς τῷ σώματι ἐνδιδομένη ζωή; ἀλλ' εἰ καὶ ἡ ζωὴ ἀθρόως ἐγγίνεταί τε καὶ αὐτὴ τῷ σώματι καὶ αὖ ἀπογίνεται, προηγεῖσθαι ὅμως ἀνάγκη τὴν διεξοδικὴν τοῦ συνθέτου γένεσιν, καὶ τῇ ἀπουσίᾳ ἕπεσθαι τὴν φθοράν. ἀλλὰ καὶ τῶν ἐναντίων δεκτικὴ ἡ ζωή· καὶ ἐναργῶς δὲ τὸ ζῷον οὐσία, ὥστε καὶ τὸ ὁριστικὸν αὐτοῦ εἶδος ἡ ζωή. οὔτε δὲ ὁ πεφωτισμένος ἀὴρ ὡς πεφωτισμένος οὐσία, καθάπερ οὐδὲ ὁ ἐπικτήτως θερμανθείς, οὐδὲ τῶν ἐναντίων ἢ αὐτὸς δεκτικὸς ἢ τὸ φῶς, οὐδὲ προηγεῖταί τις τῆς παρουσίας αὐτοῦ μεταβολὴ ἢ τῇ ἀπουσίᾳ ἐπακολουθεῖ. ἀλλ' ἔστιν αὐτὸ τοῦτο ἐνέργεια, οὐχ ὡς ἐν ὑποκειμένῳ ἐγγινομένη τῷ διαφανεῖ, χωριστῶς δὲ αὐτῷ παροῦσα καὶ τελειοῦσα αὐτό, οὐδέποτε τοῦ προάγοντος αὐτὴν χωριζομένη, ἀλλ' ἐκείνῳ ἐνιδρυμένη, καὶ ἐκείνου ἐχομένη. διὸ καὶ τούτῳ μὲν μεθισταμένῳ συμμεθίσταται, οὐκέτι δὲ τῷ δεχομένῳ ὁπωσοῦν μεταβαλλομένῳ συμμεταβάλλεται.
Ὁρᾶται μὲν τῷ φωτὶ οὐ τὸ διαφανὲς μόνον, ἀλλὰ καὶ τὸ κεχρωσμένον. ἡ διαφορὰ δὲ ὅτι τὸ μὲν ὡς πεφωτισμένον ὁρᾶται μόνον τὸ διαφανές, καθὸ διαφανές, τὸ δὲ καὶ ὡς κεχρωσμένον. διὸ τοῦτο μὲν καθ' αὑτὸ ὁρατόν, ὡς ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ χρῶμα, ὅπερ ἦν ἐν τῷ φωτὶ ὁρώμενον, τὸ δὲ διαφανὲς οὐ καθ' αὑτό, διότι ἐπίκτητον αὐτῷ τὸ φῶς, ὅπερ ἦν μόνον ὡς ἐν διαφανεῖ ὁρώμενον. κἂν τὸ αὐτὸ γὰρ διαφαίνῃ καὶ κέχρωσται ὡς κέρας καὶ γύψος, ἀλλ' ὡς διαφανῆ καὶ ταῦτα μόνως ὁρᾶται τῷ φωτί. ἀλλὰ τίς ἡ φύσις τοῦ διαφανοῦς; οἶδε μὲν ὁ Ἀριστοτέλης ἐν ἑτέροις καὶ τὸ ὡρισμένον διαφανές, ἐνταῦθα δὲ ὁ λόγος αὐτῷ περὶ τοῦ ἀορίστου διαφανοῦς, ὅπερ ἐστὶ τὸ ἐπικτήτως δι' ὅλου ἑαυτοῦ ἢ καὶ ἀφ' ἑαυτοῦ δεχόμενον τὸ φῶς καὶ οὕτω γινόμενον ὁρατόν. καὶ αὕτη ἡ τοῦ διαφανοῦς φύσις, ἡ πρὸς φωτὸς ὑποδοχὴν δι' ὅλων τῶν ταύτῃ πεφυκότων ἐπιτηδειότης.
Οὕτως αὐτοῦ ὡς τελειωτική, ἀλλ' οὐχ ὡς ἀπ' αὐτοῦ πάντως προϊοῦσα. τὸ δὲ ᾗ διαφανές, ἐπειδὴ ὡς τοιούτου τελειότης τὸ φῶς. [133]
Ἐν ᾧ τῶν διαφανῶν τὸ δυνάμει, ἐκεῖ καὶ τὸ σκότος, ἐπειδὴ καὶ τὸ οὐράνιον σῶμα διαφανὲς εἴρηταί τε καὶ ἔστιν, ὃ ἀεὶ ἐνεργείᾳ ἐστίν, ὡς ἐν αὑτῷ καὶ τὴν φωτὸς ποιητικὴν ἔχον αἰτίαν· ἅμα γὰρ φωτιστικόν τε καὶ διαφανὲς τὸ οὐράνιον. διὸ καὶ εἰ ὑπὸ τοῦ κώνου τῆς γῆς παραποδίζεταί τι μόριον αὐτοῦ τῷ ἡλιακῷ καταλάμπεσθαι φωτί, ἀλλ' οὔ τι γε ἐν σκότει διὰ τὸ οἰκεῖον φῶς. ἐν ᾧ δὲ τὸ δυνάμει ὡς ἐν ἀέρι, ἐν τούτῳ οὐ τὸ φῶς μόνον ἀλλὰ καὶ τὸ σκότος. εἰ μὲν οὖν στέρησις φωτὸς τὸ σκότος, οὐ κατὰ δύο δυνάμεις τὸ διαφανὲς ὁτὲ μὲν τῷ φωτὶ ὁτὲ δὲ τῷ σκότει ὑπέστρωται, ἀλλὰ κατὰ τὴν αὐτὴν τῷ μὲν τελειοῦσθαι τῷ φωτί, τῷ δὲ μὴ τῷ σκότει· εἰ δὲ μὴ στέρησις, ἀλλὰ καὶ αὐτὸ ἐνέργεια τῆς γῆς, οὐ τῷ ἀντιφράττειν ποιούσης τὸ σκότος, ἀλλὰ τῷ τινὰ ἰδιότητα ἐνδιδόναι ἐναντίαν τῷ φωτί, καθάπερ ἔχει τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ μέλαν πρὸς τὸ λευκόν, διτταὶ καὶ αἱ δυνάμεις ἀμφοῖν ἔσονται, ἡ μὲν κατὰ τὴν πρὸς τὸ φωτίζεσθαι, ἡ δὲ κατὰ τὴν πρὸς τὸ σκοτίζεσθαι ἐπιτηδειότητα· οὐ γὰρ ἐν ἀπουσίᾳ μόνῃ τοῦ φωτὸς τὸ σκότος, ἀλλὰ καὶ παρουσίας τινὸς δεήσει. ὁ δὲ Ἀριστοτέλης στέρησιν αὐτὸ τίθεται. κἂν γὰρ ἐναντίον αὐτὸ λέγῃ, οὐχ ὡς εἶδος εἴδει ἀντιτιθείς, ἀλλ' ἵνα μὴ ὡς στέρησιν ἕξει, ὡς δὲ στέρησιν εἴδει ἀντιτιθῶμεν αὐτό. πῇ μὲν γὰρ ἄμφω εἰς ἄλληλα μεταβάλλει ἥ τε στέρησις καὶ τὸ εἶδος, πῇ δὲ ἀδύνατον ἡ ἀπὸ στερήσεως εἰς ἕξιν.
Διότι ὡς τὰ κεχρωσμένα κατὰ τὸ χρῶμα οὕτω τὰ διαφανῆ κατὰ τὸ φῶς ὁρᾶται. οὐ χρῶμα δὲ ὅμως, ἀλλ' οἷον χρῶμα, διότι μὴ ὡς τὸ χρῶμα τοῖς κεχρωσμένοις συμφυές, οὕτω τοῖς διαφανέσι τὸ φῶς, ᾗ διαφανῆ, ὑπὸ δὲ πυρὸς ἢ τοῦ κρείττονος ἐγγίνεται σώματος. ὡς γὰρ ἐλέγομεν, οὐκ ἦν τοῦ διαφανοῦς ἐνέργεια ὡς ὑπ' αὐτοῦ, ἀλλ' ὡς τελειωτικὴ αὐτοῦ. τὸ δὲ οὐράνιον εἰ καὶ ἅμα φωτιστικόν τέ ἐστι καὶ διαφανές, ἀλλ' ἕτερον αὐτῷ τὸ διαφανεῖ τε εἶναι καὶ φωτιστικῷ.
Οὐ περὶ τοῦ διαφανοῦς, ἀλλὰ περὶ τοῦ φωτὸς τοῦτο ἐπάγων καὶ πρὸς τὸν Τίμαιον ἀποτεινόμενος· παρ' ᾧ ὅπως πυρὸς εἶδος λέγεται τὸ φῶς, καὶ ὅπως τὸ μεθημερινόν τε φῶς καὶ τὸ τῆς ὄψεως ῥεῦμα συμπαγὲς γενόμενον ἓν σῶμα συνίστασθαι λέγεται, ἐκ τῶν Ἰαμβλίχου ληπτέον εἰς τὸν Τίμαιον ὑπομνημάτων.
[134]
Τὸ μὲν τοιούτου τινὸς κατὰ μόνον ἀκουστέον τὸ φωτιστικόν, τὴν δὲ παρουσίαν οὐ τοπικὴν ἀλλὰ τελειωτικὴν τοῦ δεχομένου κατὰ τὴν δραστήριον τοῦ φωτίζοντος ἐνέργειαν, οὐκ εἰς πάθος ἀποτελευτῶσαν ἀλλ' εἰς ἐνέργειαν.
Ὡμολογημένως τὰ ἔνυλα. πῶς οὖν ἐν τῷ ἀέρι τὸ πύρειον φῶς; οὐδὲ γὰρ κατακερματιζόμενα διὰ τῶν πόρων ἀλλήλων δίεισιν, ὡς ὁ Πρόκλος ὑποτίθεται, καὶ ὅτι καὶ ὅλος πεφωτισμένος ὁρᾶται ὁ ἀὴρ δι' ὅλου ἑαυτοῦ, καὶ ὅτι οὐκ ἂν ἡ τοῦ φωτὸς ἐσώζετο πρὸς τὸ αἴτιον ἑαυτοῦ συνέχεια, καὶ ὅτι οὐ κατὰ πᾶν ἂν ἑαυτοῦ μόριον τὸ φωτίζον ἐνήργει παραποδιζόμενον ὑπὸ τοῦ ἀντιτυποῦντος, οὔτ' ἂν ἡ ὅλη αὐτοῦ ὑφ' ἡμῶν ἐβλέπετο ἐπιφάνεια, ἀθρόως καὶ τῶν ἡμετέρων, ὥς φασιν, ἀκτίνων διὰ τῶν πόρων τοῦ διαφανοῦς ἰουσῶν. τίς δ' ἂν καὶ εἴη κατὰ φύσιν τοῦ φωτὸς κίνησις; σῶμα γὰρ ὂν ἕξει τινά. ἀλλ' οὔτε ἡ κύκλῳ· μάλιστα γὰρ ἡ ἐπ' εὐθείας αὐτῷ προσήκειν δοκεῖ· οὔτε μὴν ἡ ἐπ' εὐθείας· ἐναντίαι γὰρ αἱ ἄνω καὶ αἱ κάτω καὶ οὐκ ἄμφω τῷ αὐτῷ, τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ εἰς τὰ πλάγια ὁμοίως. πῶς γὰρ ἂν καὶ ἄχρονός τις εἴη κίνησις; εἴη γὰρ ἂν θάττων καὶ τῆς τοῦ ὅλου οὐρανοῦ, ἐν τέτταρσιν ὥραις ἐκείνης τὴν ἑξάγωνον περιφερομένης, τοῦ δὲ ἀστρῴου φωτὸς ἅμα τῇ ἀνατολῇ ἀνεπαισθήτως, ὡς ἂν αὐτοὶ φαῖεν, ἐπεὶ κατὰ ἀλήθειαν, ἀθρόως πανταχοῦ ὄντος.
Καὶ τοῦτο τείνει πρὸς τὸ τὴν φύσιν ἐμφῆναι τοῦ φωτὸς οὐ σωματικὴν οὖσαν, ἀλλ' ἐν τελειότητι τὸ εἶναι ἔχουσαν. ἐν ἀπουσίᾳ μὲν γὰρ καὶ στερήσει ὁ σκότος, ἀλλ' οὐ σώματος· οὔτε γὰρ ἐλάττονα κατέχει τόπον ὁ σκοτισθεὶς ἀὴρ οὔτε μανότερος γεγονὼς φαίνεται, οὔτ' ἂν ἀθρόα ἐν τῇ καταδύσει τοῦ ἡλίου ἢ ἐν τῇ κατασβέσει τοῦ πυρὸς ἐγίνετο σώματος τοπικὴ μετάστασις· ἀλλ' ὡς ὁ σκότος φωτός ἐστι στέρησις, ὃ δὴ ἕξιν καλεῖ ὡς τελειότητα τοῦ μετέχοντος, ἐν ἀπουσίᾳ τοῦ φωτίζοντος, οὕτω τὸ φῶς ἡ τούτου παρουσία ἐστί, παρουσία μὲν ἡ ἕξις καὶ τελειότης λεγομένη, τούτου δὲ τοῦ πυρὸς ἤ τινος τοιούτου (πρὸς γὰρ ἐκεῖνο ἀποδέδοται), διότι κατὰ τὴν δραστήριον αὐτοῦ πρόεισιν ἐνέργειαν. εἰπὼν δὲ τὸ φῶς οἷον χρῶμα εἶναι τοῦ διαφανοῦς, αὐτὸ καθ' αὑτὸ ἄχρουν εἶναι λέγει τὸ διαφανές· οὕτω γὰρ ἂν καὶ δέχοιτο καλῶς τὸ ἐπίκτητον οἷον χρῶμα, οὐ παραποδίζοντος τοῦ οἰκείου τῷ ἐπεισιόντι. οὐ μόνον δὲ ἄχρουν, ἀλλὰ καὶ ἀόρατον ἢ μόλις ὁρώμενον εἶναι λέγει τὸ διαφανὲς χωρὶς φωτός, ὅτε καὶ σκοτεινὸν αὐτὸ φαμέν, ἀόρατον μὲν ὑπάρχον ὡς κατ' ἐπιβολὴν οὐχ ὁρώμενον· ἐπεὶ [135] δὲ ὅλως ὅτι σκότος ἡ ὄψις ἐστὶν ἡ κρίνουσα, ὥσπερ καὶ πᾶσα αἴσθησις τὴν στέρησιν τοῦ οἰκείου αἰσθητοῦ, οὐ τῷ ὁρᾶν τι τὸ σκότος ἡ ὄψις κρίνουσα, ἀλλ' αὐτῷ τῷ μὴ ὁρᾶν ἐν τῷ πειρᾶσθαι ὁρᾶν συναισθανομένη αὐτοῦ, διὰ τοῦτο μόλις ὁρώμενον. καὶ τοῦτο ἴδιον τοῦ ἄνευ φωτὸς διαφανοῦς τὸ ὁπωσοῦν ὁρᾶσθαι, εἰ καὶ μὴ κατ' ἐπιβολήν· ὡς τά γε χρώματα ἀόρατα μὲν καὶ αὐτὰ χωρὶς φωτός, ἀλλ' οὐδὲ πειρωμένοις ὁρᾶν παρέχεται ὁποιανοῦν ἑαυτῶν συναίσθησιν.
Ἡ αὐτὴ μὲν φύσις ἡ τοῦ διαφανοῦς. ἔστι δὲ ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ὡς δεκτικὴ παρὰ μέρος ἑκατέρου.
Τὰ γὰρ λαμπρὰ μέν, οὐχ οἷα δὲ καὶ φῶς ἐκπέμπειν, ἅπερ ἀνώνυμα ἔλεγεν, ἐν σκότει ὁρᾶται. ἀλλὰ πῶς μόνον τὸ οἰκεῖον ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶσθαι λέγει; καίτοι καὶ τὸ διαφανὲς φωτισθὲν ὁρᾶται. ἢ τὸ διαφανὲς οὐχ ὡς ἐν ἄλλῳ ἄλλο ὁρᾶται τῷ φωτί, καθάπερ τὸ χρῶμα, κατ' αὐτὸ δὲ τὸ φῶς ἐντελέχειαν ὂν τοῦ διαφανοῦς. εἰρηκὼς δὲ ὅπως καὶ τὸ διαφανὲς ὁρᾶται, ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, καὶ ὅπως τὰ χρώματα, ἐφεξῆς καὶ τὰ ἐν σκότει ὁρώμενα παραδίδωσιν, οἷον τὰ πυρώδη, φησί, καὶ λάμποντα, οὐχ ὥστε φῶς ποιεῖν (οὐκέτι γὰρ ἂν ἐν σκότει ὁρῷτο), ἀλλ' ὡς ἄνθρακες καὶ νέφη ἐρυθρὰ καὶ αἱ πυγολαμπίδες καὶ ὅσα ἄλλα ἄνευ τοῦ φῶς ἀφιέναι ἐν σκότει διαλάμπει. ὧν οὐδενὸς οὐδὲ τὸ οἰκεῖον ὁρᾶται χρῶμα, μόνον δὲ τὸ λαμπρόν, ἐπειδὴ καὶ τὸ τούτων χρῶμα ἐν φωτὶ ὁρᾶται, λάμπει δὲ ταῦτα ἄνευ φωτός.
Αὐτὸς μὲν οὐ προστίθησι νῦν τὴν αἰτίαν, δήλη δέ· διὰ γὰρ τὸ προηγουμένως ὁρατὸν εἶναι τὸ φῶς καὶ τὸ τοῦ φωτὸς ἀποδοτικὸν λαμπρόν. τὸ μὲν οὖν οὕτω λαμπρὸν καὶ αὐτό ἐστιν ὁρατὸν καὶ διὰ τοῦ φωτὸς καὶ τῷ διαφανεῖ καὶ τοῖς ἐν φωτὶ ὁρωμένοις αἴτιον τοῦ ὁρᾶσθαι γίνεται· τὰ δὲ μὴ τοιαύτην ἔχοντα τὴν λαμπρότητα ὡς δυνατὴν ἀποδιδόναι φῶς ἄλλοις μὲν τοῦ ὁρᾶσθαι οὐ γίνεται αἴτια, αὐτὰ δὲ διὰ τὴν λαμπρότητα ὁρᾶται καὶ ἐν σκότει μόνῳ, διὰ τὸ ὑπὸ τοῦ φωτὸς καταλαμπόμενα τὴν οἰκείαν μὴ ἐκφαίνειν λαμπρότητα. ὡς προηγουμένως μὲν ὁρᾶσθαι τὸ καὶ φωτὸς αἴτιον λαμπρόν, δευτέρως δὲ τὸ φῶς καὶ τὰ ἐντελεχείᾳ διαφανῆ, καὶ τρίτως τὰ κεχρωσμένα· καὶ ταῦτα ὑπὸ τοῦ φωτὸς τελειούμενα κατὰ τὴν πρὸς αὐτὸ συγγένειαν, εἴτε φῶτα ἄττα καὶ τὰ χρώματα κατὰ Πλάτωνα ὄντα, εἴτε πέρατα τοῦ ὡρισμένου ὑπάρχοντα διαφανοῦς· ἐπὶ δὴ τούτοις ἄλλως τὰ ἐν [136] σκότει ὁρώμενα, καὶ ἐπὶ πᾶσιν ἄλλον τρόπον αὐτὸ τὸ σκότος. συμπεραινόμενος δὲ τὰ περὶ χρώματος παραδεδομένα γράφει καὶ τάδε.
Ὡς ὁρατῷ δηλαδὴ ἀλλ' οὐχ ὡς χρώματι, ἁπλῶς δὲ ὁρατῷ τῷ χρώματι· καὶ τοῦτο ὅταν καὶ αὐτὸ ὑπὸ φωτὸς τελειῶται, ἐπεὶ τὸ ἐν σκότει κείμενον τὸν ἔξωθεν πεφωτισμένον οὐ κινεῖ ἀέρα. τὸ δὲ φωτισθὲν κινεῖ οὐ παθητικῶς, ἀλλ' ὡς καὶ τὸ φωτίζον κατ' ἐνέργειαν. καὶ γὰρ τὸ χρῶμα τελειωθὲν τῷ φωτὶ ἐνεργεῖ καὶ αὐτὸ εἰς τὸ ἐνεργείᾳ διαφανὲς οὐ κατὰ πάθος ἀλλὰ κατ' ἐντελέχειαν, οἷον φωτοειδῆ τινα ἐνδιδὸν αὐτῷ ἐνέργειαν. ἐνδίδωσι δὲ καθ' αὑτὸ τελειωθὲν ὑπὸ τοῦ φωτὸς καὶ τελειωθέντι τῷ διαφανεῖ, ὡς διὰ μέσου τοῦ ἐνεργείᾳ διαφανοῦς τὴν ὄψιν ἀλλ' οὐ πρώτως κινεῖν, διὰ τὸ συνεργεῖν καὶ τὸ διαφανὲς πρὸς τὴν τῆς ὄψεως κίνησιν ὑπὸ τοῦ ὁρωμένου χρώματος, καθάπερ καὶ ὁ μοχλὸς πρὸς τὴν τοῦ λίθου ὑπὸ τῆς χειρὸς κίνησιν. καὶ τούτου σημεῖον τὸ ἐπιτεθὲν αὐτῇ τῇ ὄψει τὸ κεχρωσμένον μὴ ὁρᾶσθαι, ὡς ἄνευ τοῦ διαφανοῦς μὴ οἷόν τε ὂν κινεῖν τὴν ὄψιν.
Κινεῖται μὲν ὑπὸ τοῦ χρώματος τὸ διαφανὲς ὡς μεταλαμβάνον τῆς ἀπ' αὐτοῦ ἐνεργείας, καὶ κινεῖ τὸ αἰσθητήριον ὡς μεταδοτικὸν τῆς αὐτῆς ἐνεργείας, ἀλλ' οὐχ ὡς καθ' αὑτὸ ἄνευ τοῦ χρώματος ἐνεργοῦν καὶ κινοῦν τὴν ὄψιν, καθάπερ ὁ θερμανθεὶς σίδηρος καὶ μὴ παρόντος ἔτι τοῦ θερμάναντος πυρός, ἀλλ' ὡς διαβιβάζον τὴν ἐνέργειαν τοῦ χρώματος καθάπερ ὁ μοχλὸς τὸν λίθον ὑπὸ τῆς χειρὸς κινούμενος. διὸ καὶ τὸ διαφανὲς ἀποστάντος τοῦ χρώματος οὐκέτι κατ' ἐκεῖνο κινεῖ τὴν ὄψιν. εἰ δὲ καθ' αὑτὸ ἐκίνει τὴν ὄψιν τὸ διαφανές, αὐτοῦ ἐχρῆν εἶναι τὴν αἴσθησιν ἀλλ' οὐ τοῦ κεχρωσμένου. νῦν δὲ ἐκείνου καὶ τοῦ μεταξὺ διαστήματος ἀντιλαμβανόμεθα. καὶ σαφέστερόν μοι ταῦτα ἐν τῇ ἐπιτομῇ τῶν Θεοφράστου Φυσικῶν διώρισται. ἀλλὰ νῦν τὸ Ἀριστοτελικὸν ῥητὸν καθιστάντες, τὸ μὲν χρῶμά φαμεν κινεῖν τὸ διαφανὲς προσεχῶς, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος φησὶν οὐ τῇ ὄψει μόνον ἀλλὰ καὶ τῷ χρώματι, ἵνα διὰ τῆς συνεχείας τὴν προσεχῆ καθ' ἑκάτερον πέρας δηλώσῃ κίνησιν. κινεῖται δὲ ὑπ' αὐτοῦ τὸ αἰσθητήριον· οὐ μὴν τοῦ μεταξὺ ὡς πεφωτισμένου ἀντιλαμβανόμεθα, ὡς καθ' αὑτὸ κινοῦντος, τὰ δὲ λαμπρὰ ἢ τὰ χρώματα δι' αὐτοῦ ὁρῶμεν, οὐ καθ' ἑαυτὸ κινοῦντος τὴν ὄψιν· ἀλλ' οὕτως ὑπὸ τούτου ὡς συνεργοῦντος τῷ ὁρατῷ καὶ ὡς διαβιβάζοντος τὴν ἐνέργειαν ἐκείνου. καὶ ὅτε ἐπάγει μετὰ [137] τὴν πρὸς Δημόκριτον ἀντίρρησιν ὑπ' αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, προσυπακουστέον τὸ προσεχῶς, ἐπεὶ ὑπὸ χρώματος κινεῖται τὸ αἰσθητήριον τῷ διαφανεῖ ἐποχουμένην τὴν εἰς τὸ αἰσθητήριον ἐνδιδόντος ἐνέργειαν, χωριστῶς καὶ ἀμιγῶς τῷ μεταξὺ ἐποχουμένην. διὸ καὶ ἀθρόως πάρεστι καὶ ὁμοῦ ὅλη, καὶ αἱ τῶν διαφόρων χρωμάτων ἐν ταὐτῷ. ἀλλὰ διὰ τί ἀδύνατον τὸ αἰσθητικὸν ὑπ' αὐτοῦ κινηθῆναι τοῦ ὁρωμένου χρώματος προσεχῶς; ἢ ὅτι φωτὸς δεῖ καὶ τῷ ὁρῶντι πρὸς τὴν τῶν χρωμάτων ἀντίληψιν, καὶ τῷ χρώματι πρὸς τὸ κινεῖν τὴν ὄψιν. ἐμπεριέχεσθαι οὖν ἄμφω δεῖ τῷ φωτί. διὸ καὶ μεταξὺ εἶναι τὸ ἐνεργείᾳ δεῖ διαφανές, ὡς ἑκάτερον ὑπ' αὐτοῦ τελειοῦσθαι. ὅθεν οὐ πᾶν ἁπλῶς ἀπαγορεύει τὸ ὁρώμενον ἐπιτεθὲν τῇ ὄψει ὁρᾶσθαι, ἀλλὰ τὸ ἔχον χρῶμα· τὸ γὰρ λαμπρὸν βλέποιτο ἄν, εἰ μὴ διὸ τὸ ἀσύμμετρον ἐκπλήσσοι αὐτήν.
Τῶν τῷ κενῷ μεταξὺ διαλαμβανομένων δηλαδή, οὐχὶ τὸ κεχρωσμένον μόνον ἀλλ' ὅλως οὐδέν. ἐπειδὴ γὰρ φῶς ἐστιν ἡ τοῦ διαφανοῦς ἐντελέχεια, οὐδ' ἂν τὸ μεταξὺ ὁρῷτο· διαφανὲς γὰρ εἶναι δεῖ ἐνεργείᾳ τὸ μεταξὺ ὁρώμενον. ἀλλ' οὐδὲ τὸ κεχρωσμένον, ὅτι μὴ ἔστι τὸ καταλάμπον τήν τε ὄψιν καὶ τὸ χρῶμα ἐντελεχείᾳ διαφανὲς κενοῦ ὄντος τοῦ μεταξύ. ἀλλ' οὐδέ τι τῶν λαμπρῶν· καὶ γὰρ ἡ τούτων ἀφεστώτων ἐνέργεια τῷ μεταξὺ διαφανεῖ ὄντι ἢ δυνάμει ἢ ἐντελεχείᾳ διαβιβάζεται.
Τὰ μὲν γὰρ ἀμυδρῶς ἔχοντα τὸ λαμπρὸν καὶ οὐχ οἷα φωτίζειν, ἐν μόνῳ σκότῳ τὸ δυνάμει διαφανὲς κινοῦντα οὐ τῷ φωτίζειν, ἀλλὰ τοσοῦτον ὡς ὁρᾶσθαι δι' αὐτοῦ, ταύτῃ τῶν χρωμάτων πλεονεκτοῦντα τῷ ἄνευ φωτὸς κινεῖν τὸ διαφανές, διὰ δὲ τὸ ἀμυδρὸν τῆς λαμπρότητος οὐκέτι ἐν φωτὶ ὁρᾶται· οὐ τῶν λαμπρῶν οἶμαι μὴ ἐνεργούντων εἰς τὸ πεφωτισμένον διαφανές, ἀλλὰ τῆς ὄψεως διὰ τὸ ὑπὸ πλείονος φωτὸς ἐγγινόμενον πάθος οὐκέτι τὸ ἀμυδρὸν ἰσχυούσης ὁρᾶν. τὸ δὲ πῦρ διὰ τὴν μείζονα λαμπρότητα, ὡς καὶ φωτὸς εἶναι ἀποτελεστικήν, ἐν φωτὶ ὁρᾶται, εἴτε ἐν ἡμερινῷ καὶ ὅλως ἑτέρου ὄντος τοῦ φωτίζοντος, οὐ κωλυόμενον ἀπὸ συμμέτρου διαστήματος ὁρᾶσθαι, εἴτε ἐν τῷ ἀφ' ἑαυτοῦ ἀποτελουμένῳ φωτί, ὡς ἐν νυκτὶ οἱ πλησίον ὄντες αὐτὸ θεῶνται, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ ἀντιλαμβανόμενοι. πρὸς ὃ καὶ ἐπῆκται τὸ καὶ τοῦτο ἐξ ἀνάγκης, τὸ ἐν φωτὶ ὁρᾶσθαι, ὅταν δηλαδή (τοῦτο γὰρ προσθετέον) ἐν τῷ οἰκείῳ βλέπηται φωτί, ἐπειδὴ τοιοῦτον τὸ πῦρ, οἷον εἰς τὸ ἐνεργείᾳ διαφανὲς τὸ δυνάμει [138] ἄγειν καὶ αὐτό. ὁρᾶται δὲ καὶ ἐν σκότει τοῖς πόρρωθεν οὖσιν ἐν νυκτὶ τὸ πῦρ. ἐπεὶ δὲ ἢ παρεῖναι δεῖ τὸ κινοῦν τῷ κινουμένῳ ἢ διακομίζεσθαι εἰς αὐτὸ τὴν τοῦ κινοῦντος ἐνέργειαν, οὐκ ἂν οὖν κενοῦ ὄντος τοῦ μεταξὺ τὸ μὲν κινοίη τὸ δὲ κινοῖτο, οὔτε μόνη ἡ ἐπιτηδειότης πρὸς τὸ παθεῖν ἀρκέσει. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ὡς δοκοῦντι περὶ μόνων εἰρηκέναι τῶν ὁρατῶν, οὐκέτι δὲ καὶ περὶ τῆς ὁρατικῆς ἐνεργείας, περὶ ἧς προέκειτο λέγειν, καὶ ἀπολογεῖται ὑπὲρ αὐτοῦ ὡς εἰρηκότος κινεῖσθαι τὴν ὁρατικὴν δύναμιν ὑπὸ τοῦ κατ' ἐνέργειαν διαφανοῦς, καὶ †γινομένης ἐνεργείᾳ τοῦτο ὃ ἦν ὁρατόν· καὶ πρὸς τῷ τέλει δὲ τοῦ βιβλίου τούτου λέγειν αὐτὸν καθόλου περὶ πάσης αἰσθήσεως ὡς δεκτικῆς τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης. ταῦτα μὲν οὖν καλῶς· προσδιοριστέον δὲ ὅτι εἰ καὶ τῷ αἰσθητηρίῳ μετὰ πάθους ἡ ἐνέργεια, ἀλλ' ἐν αὐτῇ τῇ αἰσθητικῇ ζωῇ κατ' οἰκείαν ἐνέργειαν ἡ τῶν αἰσθητῶν ἀνάληψις, οὐκ ἔξωθεν δεχομένῃ, ἀλλὰ λόγων προβολῇ κατὰ τὰ εἴδη τῶν αἰσθητῶν ἱσταμένῃ, οὐ πασχούσῃ ὑπὸ τῶν αἰσθητῶν, ἀλλ' ἐνεργούσῃ κατ' αὐτὰ γνωστικῶς καὶ οὐχὶ ποιητικῶς.
Ὁ αὐτός, καθ' ὅσον, ὡς εὐθὺς ἐπιφέρει, διὰ μέσου τινὸς ἔξωθεν κἀπὶ τούτων ἡ ἐνέργεια διαβιβάζεται.
Εἴρηται ὅπως ὑπὸ τοῦ μεταξύ, ὡς οὐ καθ' αὑτὸ κινοῦντος, ἀλλ' ὡς διαβιβάζοντος τὴν ἀπὸ τοῦ αἰσθητοῦ ποίησιν. διὰ τί οὖν ἐπ' αὐτῶν τῶν αἰσθητηρίων κειμένων τῶν αἰσθητῶν οὐκ αἰσθανόμεθα; διὰ τὸ ἀσύμμετρον ἴσως, ἢ καὶ ἐπειδὴ καὶ τοῦ δι' οὗ δεῖ, ὡς καὶ τοῦ μοχλοῦ ἔν γε τῇ τοῦ λίθου ὑπὸ τῆς χειρὸς κινήσει.
Καὶ γὰρ ἐπὶ τούτων μεταξύ τι εἶναι βούλεται, οὐ φαίνεσθαι δέ, ὅτι ἔνδοθεν οὐκ ἔξωθεν τὸ μέσον.
Ὡς ἐναργέστερον ἔχων τὸ διηχὲς ὁ ἀὴρ νῦν ἠξίωται μνήμης, ἐπεὶ καὶ τὸ ὕδωρ, εἰ καὶ ἧττον, διαβιβαστικὸν τοῦ ψόφου, ὡς ἐρεῖ. [139]
Ὃ καλοῦσι τινὲς δίοσμον, τὸ τῆς ὀσμῆς διαβιβαστικόν, ἀνάλογον ὂν τῷ διαφανεῖ. ὡς γὰρ τοῦτο τῇ τοῦ φωτὸς καὶ τοῦ χρώματος καὶ ὅλως τῶν ὁρωμένων ἐνεργείᾳ εἰδοποιεῖται, οὕτως τὸ διηχὲς μὲν πρὸς τὴν τῶν ἤχων ὑποδοχήν, τὸ δὲ δίοσμον πρὸς τὴν τῶν ὀσμῶν ἐπιτήδειον· καὶ ἐν ἀέρι δὲ καὶ ἐν ὕδατι τὸ δίοσμον. ἐν δὲ τῷ ἀλλ' ὁ μὲν ἄνθρωπος, εἰ καὶ μὴ ἀνταποδέδωκε πρὸς τὸν μέν, δῆλον ὅμως τὸ ἀνταποδοθησόμενον, τὸ τὰ δὲ μὴ ἀναπνέοντα. διὰ τί δὲ ταῦτα μὲν καὶ μὴ ἀναπνέοντα ὀσφραίνεται, τὰ δὲ ἀναπνέοντα οὐχί, ὕστερον ἐρεῖ τὴν αἰτίαν.
Ἐπειδὴ μετὰ τὴν ὄψιν τελεωτέρα τῶν ἄλλων ἥδε πορρωτέρω ἐκτεινομένη. ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει. τὸ δὲ δυνάμει καὶ τὸ ἐνεργείᾳ ποτὲ μὲν πρὸς τὸ εἶναι τῶν ὑποκειμένων λέγεται, ποτὲ δὲ οὐχ ὡς ὄντων ἀλλ' ὡς αἰσθητῶν. ὁ μὲν γὰρ ἤδη λευκὸς κηρός, ἐνεργείᾳ ὢν λευκός, δυνάμει ἐστὶν ἐνίοτε ὁρατός, ὁ δὲ ἔτι ξανθὸς καὶ λευκός ἐστι δυνάμει, ὁ δὲ καὶ ὢν λευκὸς καὶ ὁρώμενος κατ' ἄμφω ἐστὶν ἐνεργείᾳ. οὕτω δὴ καὶ ψόφος ὁ μέν τις δυνάμει ἐστὶ καὶ αὐτὸ τοῦτο ψόφος, ὅταν ᾖ στερεὰ καὶ λεῖα τὰ ὑποκείμενα καὶ οἷα ψοφεῖν, ὡς ἐπὶ τῶν μὴ τοιούτων οὐδὲ δυνάμει· ὁ δὲ ἐνεργείᾳ ὁ ἤδη γινόμενος, κἂν μηδεὶς ἀκούῃ, ψόφος ὢν ἐνεργείᾳ, δυνάμει δὲ ὡς ἀκουστός, ὡς ὅταν γε ἐπακούηται, ἐνεργείᾳ ὢν καὶ αἰσθητός. καὶ περὶ τοῦ κατ' ἄμφω ἐνεργείᾳ εἴρηται τὸ τοῦτο δέ ἐστιν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
Τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ διηχεῖ τῷ τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν δεχομένῳ καὶ διαβιβάζοντι, ὅταν καὶ ἄμφω στερεὰ ᾖ ἢ θάτερον τῶν προσπιπτόντων ἀλλήλοις, καὶ μᾶλλον ἐὰν καὶ λεία καὶ σφοδρὰ καὶ τραχεῖα γένηται ἡ πρόσπτωσις, καὶ τὸ μεταξὺ δέχεσθαι ἱκανὸν ᾖ καὶ διαβιβάζειν τὴν ἀποδεδομένην ἐξ αὐτῶν ἐνέργειαν· διὸ οὔτε ἐν κενῷ ἂν γένοιτο, ἐπειδὴ σῶμα εἶναι δεῖ τὸ διαβιβάζον, οὔτε ἐν τῷ μὴ διηχοῦντι.
Δεῖ γὰρ τὸ πλῆσσον ἑτέρωθεν προσελθεῖν τε καὶ προσπταῖσαι τῷ πλησσομένῳ, ὡς εἶναι τοῦ μέλλοντος πλήσσειν καὶ πλήσσεσθαι μεταξύ τι [140] σῶμα, ἐπειδὴ μὴ ἔστι τι κενόν· καὶ τοῦτό ἐστι τὸ ἐν ᾧ ὁ ψόφος, ὅταν ᾖ διηχὲς καὶ ἀθρόως ἐναποληφθὲν διὰ τὴν ταχυτῆτα τῆς φορᾶς ἄθρυπτον μείνῃ· τότε γὰρ δέχεται τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν.
Οὐ τὰ ἠχητικὰ ἁπλῶς, ἀλλὰ τὰ εὔηχα νῦν παραδίδωσιν· ἅπερ στερεά τε εἶναι δεῖ, ὡς καὶ τὸ τοῦ χαλκοῦ δηλοῖ παράδειγμα, καὶ λεῖα διὰ τὸ τὸν ἀπολαμβανόμενον μεταξὺ ἀέρα, κατὰ μίαν ἐπιφάνειαν προσπίπτοντα τῷ ἠχητικῷ, ἄθρυπτον τηρεῖσθαι καὶ ἐν ἑνὶ τῷ ὅλῳ τὴν ἐνέργειαν δέχεσθαι· τὰ δὲ κοῖλα διὰ τὸ πλεονάκις γίνεσθαι τὴν πληγὴν τοῦ ἐναπολαμβανομένου ἀέρος, διὰ τὴν τοῦ πλήξαντος ὀξεῖαν φορὰν μείναντός τε ἀθρύπτου καὶ σφοδρῶς κινηθέντος καὶ ἐνειλουμένου τε τοῖς κοίλοις καὶ πολλάκις αὐτὰ πλήσσοντος διὰ τὸ δυσδιεξόδευτον.
Τὸ μὲν ταῖς μήνιγξιν ἐναπειλημμένον τῆς ἀκοῆς ὄργανον ἀήρ, τὸ δὲ ἔξωθεν διαβιβαστικὸν τοῦ ἤχου σῶμα οὐ μόνον ἀὴρ ἀλλὰ καὶ ὕδωρ, εἰ καὶ ἧσσον ἀέρος ὡς καὶ παχυμερέστερον καὶ ὡς ἐμφράττον τοὺς τῆς ἀκοῆς πόρους. οὐκ ἔστι δὲ ψόφου κύριος ἀὴρ οὐδὲ τὸ ὕδωρ. ὡς γὰρ δεκτικὰ τὰ μέσα αἴτια τῷ ψόφῳ, οὐχ ὡς ποιητικά· κύρια δὲ ταῦτα. τὰ γὰρ δεκτικὰ ὑλικά, εἰ μὴ ἄρα ὅτι καὶ αὐτὸς ὁ ἀὴρ ὑπὸ μάστιγος ἢ ῥάβδου πλησσόμενος ψοφεῖ, ὅτε καὶ δύο ἀναδέχεται λόγους, τόν τε ὑφ' οὗ ὁ ψόφος καὶ τὸν ἐν ᾧ, καὶ ἔστι κύριος ὡς ὑφ' οὗ, ἀλλ' οὐχ ὡς δεκτικός. ὡς δὲ περὶ δεκτικῶν εἴρηται τὸ μὴ εἶναι κύρια.
Διχῶς οἶμαι τὸ ῥητὸν νοητέον. καὶ γὰρ δύο στερεῶν πλησσόντων ἄλληλα καὶ τὸν μεταξὺ ἐν τῇ φορᾷ ἀπολαμβανόμενον ἀέρα, εἰ μέλλοι γίνεσθαι ἦχος, πληγῆναι ἀναγκαῖον καὶ ὑπομεῖναι καὶ μὴ διαχυθῆναι διὰ τὴν ταχυτῆτα καὶ σφοδρότητα τῆς πληγῆς, νικησάσης τῆς τοῦ ῥαπίζοντος κινήσεως τὴν τοῦ ἀέρος θρύψιν, ὡς ἐπὶ τῆς τῶν πεπληρωμένων ἐκπωμάτων ταχείας περιφορᾶς μὴ ἐκχεομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καὶ τοῦ στομίου πολλάκις κάτω γινομένου, νικώσης τῆς ἐν τῇ περιφορᾷ ταχυτῆτος τὴν τοῦ ὑγροῦ ἔκχυσιν· καὶ ὡς αὐτὸς ἔφη ἐπὶ τυπτομένου σωροῦ, οἷον σίτου κειμένου καὶ ἄλλου τινὸς ὁμοίου ἢ φερομένου ὁρμαθοῦ ἄμμου ἢ σίτου, ἐὰν πρὸς τῷ σφοδρῷ καὶ τὸ ταχὺ ἡ τύψις σχῇ καὶ διὰ τοῦτο νικήσῃ τὸν σκορπισμὸν τῶν τέως ἐν ἀλλήλοις ὄντων ψαμμίων (σκορπίζει μὲν γὰρ [141] αὐτὰ ἡ πληγή, ἡ δὲ σφοδρὰ καὶ ταχεῖα διὰ μὲν τὴν ταχυτῆτα φθάνει τὸν σκορπισμὸν καὶ ὡς ἑνὶ τῷ σωρῷ ἢ τῷ ὁρμαθῷ προσπίπτει, διὰ δὲ τὸ σφοδρὸν τὸν ἦχον ἀποδίδωσιν)· οὕτω τε οὖν τὸ προκείμενον νοητέον ῥητόν, ὡς ἅμα τῶν στερεῶν ἄλληλα καὶ τὸν μεταξὺ πλησσόντων ἀέρα, καὶ ἔτι ὡς ἰδίᾳ ποτὲ μὲν τῶν στερεῶν ἄλληλα πλησσόντων, ποτὲ δὲ τῶν στερεῶν τὸν ἀέρα, ὡς ἡ ὑπὸ τῆς μάστιγος τοῦ ἀέρος πληγὴ ὑπομείναντος καὶ μὴ διαχυθέντος· καὶ τὰ ἄλλα ὁμοίως τοῖς εἰρημένοις.
Δοκεῖ μὲν ὁ Ἀριστοτέλης ἐπὶ τῆς ἠχοῦς λέγειν τὸν ἐξ ἀρχῆς πληγέντα ἀέρα φερόμενον μέχρι τινὸς στερεοῦ λείου τε καὶ κοίλου καὶ οἷον ἀγγείου γινομένου διὰ τὴν κοιλότητα, μείναντα ἕνα καὶ ἄθρυπτον καὶ ἀθρόως προσπεσόντα τῷ λείῳ καὶ κοίλῳ στερεῷ εἰς τοὐπίσω ὥσπερ σφαῖραν ἐκεῖθεν ἀνακλασθέντα φέρεσθαι· καὶ τοῦτο εἶναι τὴν ἠχώ. ἀξιοῖ δὲ οἶμαι καλῶς ὁ Ἀλέξανδρος ὑπολαμβάνειν γίνεσθαι τὴν ἠχὼ μήτε ὡς αὐτοῦ τοῦ πρώτου πληγέντος ἀέρος φερομένου μέχρι τοῦ ἀγγείου, μήτε πάλιν ἀπὸ τοῦ ἀγγείου αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος. τοῦτο μὲν οὖν ὀρθῶς ἀξιοῖ· οὔτε γὰρ εὔλογον ταχεῖαν οὕτω γίνεσθαι διὰ πληγὴν τὴν τοῦ ἀέρος φοράν, καὶ δεῖ, ὡς ἐπὶ τῶν ῥιπτουμένων ἠξίωται, παρεῖναι ἀεὶ τῷ κινουμένῳ τὸ κινοῦν. ἀλλ' ἐκεῖνο σκεπτέον εἰ καλῶς δοκιμάζει γράφει δὲ ὧδε. "ἀλλ' ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας, τὸν μετ' αὐτὸν σχηματίζει τῇ ὁμοίᾳ πληγῇ, ὡς αὐτὸς ὑπὸ τῆς πληγῆς ἐσχηματίσθη, οὗτος δὲ πάλιν τὸν μετ' αὐτόν, καὶ οὕτω κατὰ συνέχειαν μέχρι τοῦ ἀγγείου ἡ πρόοδος γίνεται. μέχρι γὰρ ἂν ἰσχυροτέρα ἡ διαδιδομένη πληγὴ τῆς θρύψεως τοῦ ἀέρος ᾖ, μέχρι τότε μένει, ἄλλου παρ' ἄλλου σχηματιζομένου, ὃ ἐδείχθη γινόμενον καὶ ἐπὶ τῶν ῥιπτουμένων. ὁ δὴ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθείς, κωλυθεὶς ἐπὶ τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὡς σφαῖρα ὑπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξέ τε καὶ ἐσχημάτισε, καὶ οὕτω πάλιν ἡ διάδοσις ἐπὶ τὰ αὐτὰ τῆς πληγῆς καὶ τοῦ ψόφου γίνεται." οἷς ἅπασι τοῦ Ἀλεξάνδρου οὖσιν ἐπιστήσειεν ἄν τις ὡς ἐν σχήματι τὸν ἦχον τιθεμένοις καὶ ὡς μὴ διορίζουσι τὴν τῆς πληγῆς διάδοσιν, πότερον ὁ πρῶτος πληγεὶς ἀὴρ τὸν μετ' αὐτὸν πλήττει, ὥσπερ καὶ σχηματίζειν λέγεται σαφῶς, καί τις ἂν γένοιτο ἀέρος ὑπὸ ἀέρος συνεχοῦς καὶ ἑνὸς μένοντος πληγὴ καὶ ἠχητικὴ πληγή, ἢ τοῦ πλήξαντος στερεοῦ τὸν πρῶτον ἀέρα καὶ τὸν μετ' αὐτὸν καὶ τὸν αὖ μετ' ἐκεῖνον πλήττοντος. ἀλλ' εἰ ὅλως διαίρεσιν ἐπινοοῦμεν, οὔτε μένει εἰσέτι ἄθρυπτος ὁ ψοφῶν ἀὴρ καὶ παρεῖναι ἑκάστῳ ἔδει τὸ πλῆττον. οἶμαι οὖν ὅτι οὐχ ὥσπερ ἡ τοῦ φωτίζοντος παρουσία ἐν [142] τῷ διαφανεῖ καὶ ἡ τοῦ χρώματος ἐν τῷ ἐνεργείᾳ διαφανεῖ εὐθὺς ἐνήργει τὸ γενησόμενον ὁρατόν, οὕτω καὶ ἡ τοῦ στερεοῦ μόνη παρουσία ἐν τῷ διηχεῖ τὸν ψόφον ἐνεργεῖ, ἀλλὰ πλῆττον ἐνεργεῖ, τουτέστι πάθος ἐμποιοῦν· πάθος γὰρ ἡ πληγή. ὁ δὲ ἦχος οὐ πάθος ἀλλ' ἐνέργεια τῶν πληξάντων ἀπολύτως τῷ διηχεῖ ἐπὶ τῷ πάθει παροῦσα. διὸ προηγεῖται τὸ πάθος καὶ ὅλος μὲν ὁ ἀὴρ πέπονθεν, ἐφ' ὅσον καὶ ἡ ἐνέργεια διατείνει, ὁ καὶ μείνας εἷς τε καὶ συνεχὴς καὶ ἄθρυπτος, ἀλλ' οὐ καθ' ὅλον ἑαυτὸν προηγουμένως, κατὰ δὲ τὸ πρὸς τῷ στερεῷ ἑαυτοῦ μόριον, τοῖς δὲ λοιποῖς οἷον συμπάσχων, μᾶλλον μὲν καὶ πρότερον τοῖς προσεχέσι τοῦ πρωτοπαθοῦς μορίου, ἧττον δὲ καὶ ὑστερίζουσι τοῖς ἀπωτέρω. διὸ καὶ μᾶλλον καὶ θᾶττον οἱ ἐγγυτέρω ἀκούουσι τῶν ἀπωτέρω· κατὰ γὰρ τὰ μέτρα τῆς πάθης καὶ τὸ σφοδρὸν καὶ ἡ ταχυτὴς καὶ τὰ ἐναντία ὁρίζεται. οὐχὶ οὖν πλήττεται ἢ σχηματίζεται τὰ δεύτερα μόρια ὑπὸ τῶν προτέρων, ἀλλὰ συμπάσχει καὶ συνειδοποιεῖται ὑπὸ τοῦ ἐξ ἀρχῆς πλήξαντός τε καὶ ἐνεργήσαντος, διὰ τὸ μεριστὸν τῶν πασχόντων σωμάτων ὄντων μεριστῶς τῆς πάθης διαδιδομένης, καὶ τῶν προτέρων οὐ πληττόντων τὰ ἐφεξῆς, ἀλλὰ μεταβιβαζόντων τὴν πληγήν. καὶ τῷ παθόντι τὴν πληγὴν ἀέρι ὅλῳ ἀπολύτως ἡ ἠχητικὴ πάρεστιν ἐνέργεια· οὐ γὰρ ἂν ἄλλως ὅλη ἑκασταχοῦ ἡ αὐτὴ ὑπῆρχεν, ἐφ' ὅσον διϊκνεῖται ὁ ἦχος. διϊκνεῖται δὲ ἐφ' ὅσον ἀέρα καὶ τὸ ἀπὸ τῆς πληγῆς μεταβιβάζεται πάθος, ἄθρυπτον καὶ συνεχῆ καὶ ἕνα διαμένοντα. ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ' εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ' αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ [μέρη] φέρηται ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια, ἡ λεγομένη ἀποτελεῖται ἠχώ, οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ὁμοῦ πλείονα συνηγμένον τὸν τῷ ἤχῳ εἰδοποιούμενον καὶ οὐ διαχεόμενον καὶ διὰ τοῦτο ἐναργέστερον εἰδοποιούμενον, διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι τὴν εἰς τὸ πρόσω τῆς ἐνεργείας διέξοδον καὶ τῆς εἰς τὸ ἐπὶ τὰ αὐτὰ ἀνακλάσεως συναιτίῳ γινομένῳ. οὕτως οὖν καὶ τὸ Ἀριστοτελικὸν νοητέον, τὸ πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα· οὐχ ὡς ἀὴρ κατὰ φορὰν κινούμενος, ἀλλ' ὡς ἐνεργείᾳ ἠχητικὸς κατ' αὐτὴν τὴν ἠχήν.
Ὅταν ὅλως δηλαδὴ ψοφῇ τι· καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται. ἀνάκλασιν καλῶν οὐ τὴν ἀπὸ στερεῶν μόνων κατὰ ἴσας γωνίας ἐπὶ τὰ ἀντικείμενα τοῦ φωτὸς ἐνέργειαν, ἀλλὰ καὶ τὴν ἀπὸ ὑγρῶν καλουμένην παρὰ τοῖς νεωτέροις διάκλασιν. ἐξ ἀμφοῖν [143] γὰρ πάντῃ τὸ φῶς, ἀλλ' οὐκ ἐν μόνοις τοῖς ἡλιουμένοις, εἰ καὶ μὴ τοιοῦτον πάντως οἷον σκιὰν ποιεῖν, ὡς τὸ ἀπὸ ὕδατος ἢ χαλκοῦ ἀνακλώμενον. μιμεῖται δὲ τὴν μὲν διάκλασιν τοῦ φωτὸς ἡ εἰς τὰ πλάγια φερομένη ἀπήχησις· ὅτι γὰρ καὶ ὁ ἦχος ὡς καὶ τὸ φῶς κατ' εὐθεῖαν πρόεισι μᾶλλον, δηλοῖ τὸ τοῖς κατ' εὐθεῖαν τὸ οὖς παραβάλλουσιν ἐξάκουστον μᾶλλον γίνεσθαι· τὴν δὲ ἀνάκλασιν ἡ ἠχὼ μιμεῖται, τὴν μὲν σκιὰν ἀποτελοῦσαν ἡ ἐξάκουστος, τὴν δὲ ἄσκιον ἡ μὴ ἀκουομένη δι' ἀμυδρότητα. τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν κατὰ τοὺς κενὸν τὸν ἀέρα καλοῦντας, καὶ ὡς αὐτὸς ἐπιφέρει, καὶ κύριον οὐχ ὡς ποιητικόν (τοῦτο γὰρ ἀπείπατο) ἀλλ' ὡς διαβιβαστικόν, καὶ ταύτῃ ποιεῖ ἀκούειν. ὑπομιμνήσκει δὲ καὶ ὅτι λεῖον εἶναι δεῖ τὸ πληγὲν πρὸς τὸ ψόφον γενέσθαι. ἐὰν γὰρ λεία ἡ ἐπιφάνεια τοῦ πληττομένου ᾖ, εἷς καὶ ὁ ἐναπολαμβανόμενος μένει ἀήρ, οὐ καταθραυόμενος ταῖς ἐξοχαῖς καὶ εἰσοχαῖς τοῦ πληττομένου.
Ψοφητικὸν μὲν εἶπε τὸ κινητικὸν ἑνὸς ἀέρος, οὐ τὸ δυνάμει μόνον ἀλλὰ καὶ τὸ ἐνεργείᾳ κινοῦν· ἑνὸς δ' ἀέρος, ὡς ἀθρύπτου μένειν τοῦ κινουμένου ὀφείλοντος, εἴτε ἀὴρ εἴτε ὕδωρ τοῦτο εἴη, ἀλλὰ τὸ μάλιστα διηχὲς νῦν εἴρηται. καὶ ὅπως ἑνός, δηλοῖ διὰ τῆς συνεχείας· οὐ γὰρ ὡς τὸ ἀδιαίρετον ἓν ὁ ἀὴρ οὐδὲ ὡς τῷ λόγῳ ἕν, ἀλλ' ὡς τὸ συνεχές. τὸ δὲ μέχρι ἀκοῆς οὐ τὸν πάντως ἀκουόμενον, ἀλλὰ τὸν ἱκανὸν ἀκούεσθαι σημαίνει, κἂν μὴ ὁ ἀκούων ᾖ. ἀκοῇ δὲ συμφυὴς ὁ ἀήρ, οὐχ ὁ ἔξωθεν (οὐδὲ γὰρ συμφυής) ἀλλ' ὁ συνηρτημένος αὐτῇ κατὰ φύσιν ὡς ὄργανον. τοιοῦτος δὲ ὁ καὶ ζῶν καὶ κατὰ τὴν ἀκουστικὴν εἰδοποιούμενος ζωήν, ὡς τὸ ἐν ὀφθαλμοῖς ὑγρὸν κατὰ τὴν ὁρατικήν.
Διὰ τὸ ἐν ἀέρι εἶναι δηλαδὴ τὴν ἀκοήν· ταύτῃ γὰρ ἦν συμφυὴς ὁ εἴσω ἀήρ. καὶ ἐν τούτῳ ἡ ἀκουστικὴ ζωή, ἡ μὲν ὡς ζωτικοῦ ὀργάνου οὖσα χαρακτηριστική (συμφυοῦς τουτέστι ζωτικοῦ), ἡ δὲ ὡς χρωμένη τῷ τοιούτῳ ὀργάνῳ. διὰ οὖν τὸ ἐν ἀέρι εἶναι τουτέστιν ἐν διηχεῖ, κινουμένου τοῦ ἔξω καὶ ἐνεργείᾳ γινομένου διηχοῦς κινεῖται καὶ αὐτὸς συμμεταλαμβάνων τοῦ ἤχου, ὑπὸ μὲν τοῦ πρώτου πλήξαντος καὶ τοῦ αἰσθητηρίου πάσχοντος, μεταβιβαζομένης δὲ τῆς ἐνεργείας τῆς ἀπὸ τοῦ πλήξαντος διὰ τοῦ ἔξω διηχοῦς ἐπὶ τὸ συμφυὲς τοιοῦτον. [144]
ἀλλ' ὅπου τὸ ζωτικὸν τῆς ἀκοῆς ὄργανον. οὐχὶ δὲ δὴ πάντῃ τὸ ζῷον ἔχει ἀέρα τοιοῦτον δηλαδὴ συμφυῆ τῇ ζωῇ τῇ ἀκουστικῇ καὶ φύσει ταύτῃ εἰδοποιούμενον.
Καθόλου τὸ μὴ ἐνεργοῦν τὸν ψόφον καὶ τὸ μὴ δεκτικὸν ψόφου δηλοῖ αὐτῷ τὸ ἄψοφον. ἁπλῶς μὲν οὖν ὁ ἀὴρ ὡς ἀὴρ ἄψοφος διὰ τὸ εὔθρυπτον· συστατικὸν γὰρ τοῦ ἀέρος καὶ τὸ εὔθρυπτον· κωλυθεὶς δὲ θρύπτεσθαι καὶ κινηθεὶς ἢ ὑπὸ τοῦ πρώτως αὐτὸν πλήξαντος ἢ ὑπὸ τοῦ προηγουμένως μὲν ἄλλο δευτέρως δὲ αὐτόν, ὅταν ἡ πληγὴ κωλύῃ τὸ θρύπτεσθαι , ὥστε οὐχ ὡς ἀήρ, ἀλλ' ὡς πρὸς τὸ θρύπτεσθαι δυνατὸς κωλύεσθαι.
Ὁ συμφυὴς ἀὴρ τῇ ἀκοῇ περιπέφρακται στερεοῖς, ἵνα μὴ ὑπὸ τοῦ πλήττοντος προσεχῶς κινῆται, διὰ τὸ ἀκριβῆ γενέσθαι τὴν αἴσθησιν τῶν διαφόρων κινήσεων πασῶν. δεῖ μὲν γὰρ καὶ παθεῖν τι τὸ αἰσθητήριον, ἀλλὰ σύμμετρον εἶναι τὸ πάθος, ἵνα ἡ κριτικὴ ἐπικρατῇ καὶ μὴ ἀμβλύνηται ὑπὸ τοῦ πάθους ἐνέργεια. ἦν δ' ἂν ἀσύμμετρον τὸ πάθος, εἰ προσεχῶς ἐπλήττετο. ἵνα δὲ ἀκριβῶς αἰσθάνηται, οὐ πάσχειν δεῖ σφοδρῶς, ἀλλ' ἐνεργεῖν καθαρῶς· παραποδίζει γὰρ ἡ σφοδροτέρα πάθη τὴν κρίσιν.
Διὰ ταῦτα λέγων διὰ τὸ τοῖς ὠσὶν ἐγκατῳκοδομῆσθαι τὸν συμφυῆ ἀέρα καὶ περιπεφράχθαι στερεοῖς σώμασι καὶ προσεχῶς μὴ κινεῖσθαι ὑπὸ τῶν πληττόντων. διὰ γὰρ τὸ περιπεφράχθαι οὐκ εἴσεισιν εἰς τὸν συμφυῆ ἀέρα τὸ ὕδωρ· εἰσιὸν γὰρ ἢ τῷ ψύχειν ἢ τῷ ὑγραίνειν ἢ τῷ παχύνειν ἤμβλυνεν ἂν τὴν ἀκουστικὴν αὐτοῦ ἐνέργειαν. ὅταν γοῦν παρεισδύῃ εἰς τὸ οὖς, παραποδίζει τὴν ἀκοήν· οὐ ῥᾳδίως δὲ εἴσεισι διὰ τὰς ἕλικας. ὡς δὲ τὸ διαφανὲς ἔχει ὁ κερατοειδὴς λεγόμενος χιτών, περιέχων μὲν τὸ συμφυὲς τῆς ὁράσεως ὄργανον ὑγρόν, μέσος δὲ γινόμενος τοῦ τε ἐκτὸς καὶ τοῦ εἴσω διαφανοῦς, καὶ καμὼν κωλύει τὴν ὅρασιν, οὕτω καὶ ἡ μῆνιγξ περιέχουσα τὸν συμφυῆ ἀέρα καὶ διηχὴς οὖσα καὶ μεταξὺ οὖσα τοῦ τε ἔξωθεν καὶ τοῦ εἴσω τοιούτου, ἐπειδὰν κάμῃ καὶ ἔχῃ παρὰ φύσιν, παραποδίζει τὴν ἀκοήν.
[145]
Ἔξωθεν μὲν προσεχῶς πλήττεσθαι ὑπό τινος τὸ συμφυὲς πνεῦμα ἢ παχύνεσθαι ἢ ὀχλεῖσθαι ὅλως οὐ βουλομένη ἡ φύσις τοῖς τε περιφράγμασι καὶ ταῖς ἕλιξι τῶν ὤτων ἐπεκούρησε· διὸ ἀκίνητον πρότερον εἴρηται ὡς μὴ ὑπὸ τῶν ἠχητικῶν προσεχῶς κινούμενον· διὰ δὲ τὸ ζῆν κινεῖται ἀεὶ καθ' αὑτό. τὴν γοῦν χεῖρα πρὸς τὸ οὖς προσθέντες καὶ μικρὸν ὤσαντες ἐπὶ τὸ ἔσω ἤχου γινομένου αἰσθανόμεθα, ἀποστενουμένου διὰ τὴν ὦσιν τοῦ ἔνδον πνεύματος καὶ ἐν τῷ κινεῖσθαι προσπταίοντος διὰ στενοχωρίαν τοῖς ὠσὶ καὶ ποιοῦντος τὸν ἦχον, ὥσπερ τὸ τοῖς κέρασι τοῖς αὐλητικοῖς ἐμφυσώμενον πνεῦμα. τοῦ μὲν οὖν ἀκούειν σημεῖον τὸ ἠχεῖν, διότι τὴν ζωτικὴν κίνησιν κινεῖται τὸ πνεῦμα· οὐ γὰρ ἂν ἐν τῇ ὤσει τῶν ὤτων ἤχει· τὸ δὲ μὴ ἠχεῖν τοῦ μὴ ἀκούειν διὰ τὸ κάμνειν ἢ μηδ' ὅλως ἢ ἀσθενῶς κινουμένου τοῦ πνεύματος. ἐπεὶ δὲ ὁ ἐν ἀέρι ἦχος γίνεται ἢ στερεοῦ κινουμένου καὶ τὸν ἀέρα πλήττοντος ἢ τοῦ ἀέρος κινουμένου καὶ τῷ στερεῷ προσπταίοντος, τοῦτον γίνεσθαι τὸν τρόπον ἐν τοῖς ὠσὶν ἦχον παραδιδοὺς προστέθεικε τὸ ὥσπερ τὸ κέρας· καὶ γὰρ τὸ αὐλοῦν κέρας ἠχεῖ τοῦ πνεύματος κινουμένου καὶ τῷ στερεῷ προσκρούοντος. ἀεὶ μὲν οὖν οἰκείαν τινὰ κίνησιν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινεῖται, οὐκ ἀεὶ δὲ ψοφεῖ· ἀλλότριος γὰρ ὁ ψόφος καὶ οὐκ ἴδιος, τουτέστιν οὐ κατὰ τὴν αὐτοῦ ἴδιον κίνησιν καθ' ἑαυτὸν κινουμένου τοῦ ἀέρος γίνεται ψόφος, ἀλλὰ κατὰ τὴν ἢ αὐτοῦ πρὸς ἄλλο ἢ ἄλλου πρὸς αὐτὸν πρόσπτωσιν· καὶ ταύτῃ ἀλλότριος ὁ ψόφος.
Ὅσοι οὐκ ὀρθῶς κενὸν τὸν ἀέρα προσαγορεύουσι, καὶ ἡμᾶς φασιν ἀκούειν τῷ κενῷ, ἐπειδὴ τῷ συμφυεῖ ὡς ὀργάνῳ προσεχεῖ ἀκούομεν ἀέρι, ἕως ἂν ἐρρωμένος ᾖ (ὅπερ σημαίνων τὸ ἠχοῦντι προστέθεικεν, ἐν τῇ ἐκ τῆς χειρὸς δηλαδὴ οὕτως ὤσει), καὶ ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα. ὡρισμένος μὲν οὖν οὐχ ὁ περιγεγραμμένος· τοῦτο γὰρ ἂν καὶ ὁ ἔξωθεν πάθοι· ἀλλὰ τῷ ζωτικῷ ἤχῳ χαρακτηριζόμενος. ἀκούομεν δὲ ἡμεῖς οἱ σύνθετοι ἢ καὶ οἱ κατὰ ψυχὴν ὅλην ἑστῶτες τῷ ἔχοντι τὸν ὡρισμένον ἀέρα, τουτέστι τῇ χρωμένῃ αὐτῷ ὡς ὀργάνῳ ἀκουστικῇ ζωῇ.
Τὰ μὲν ἦν κύρια τοῦ ψόφου τὰ τύπτοντα καὶ τὰ τυπτόμενα, τὰ δὲ δεκτικὰ αὐτοῦ ὡς τὰ διηχῆ. εἴρηται δ' ὡς πολλάκις τοὺς ἀμφοτέρους ἓν καὶ τὸ αὐτὸ ἐπιδέχεται λόγους. ἅμα τε γὰρ τύπτων ἐστὶ καὶ τυπτόμενος [146] ὁ ἀὴρ καὶ δεχόμενος τὸν ἦχον· ὁμοίως δὲ καὶ τὸ ὕδωρ. πότερον οὖν κυριώτερον τὸ τύπτον ἢ τὸ τυπτόμενον ζητεῖ καὶ ἐπιφέρει ὡς ἄμφω, εἰ καὶ τρόπον ἕτερον, τὸ μὲν ὡς ποιοῦν τὸ δὲ ὡς πάσχον. τύπτει δὲ τὸ κινούμενον καὶ προσπταῖον, τὸ δὲ ᾧ προσπταίει τύπτεται. τοῦ δὲ ἄμφω εἶναι κύρια δεικτικὸν τὸ τὸ μεταξὺ ἐναπολαμβανόμενον διηχὲς οὕτως ἀποπάλλεσθαι, ὡς τὰ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, ἁλλόμενα. διὰ γὰρ τὸ μὴ θρύπτεσθαι ἀνάγκη οὕτως ἀποπάλλεσθαι, ὥστε μένειν ἓν καὶ συνεχές, πληγὲν μὲν ἢ πρώτως ἢ καὶ προηγουμένως ἄλλοις πληγεῖσι συμπαθόν, οὕτω δὲ πληγέν, ὡς φθάνειν τὴν πληγὴν καὶ τὴν ἐπ' αὐτῇ ἐνδιδομένην ἠχητικὴν τῶν πληξάντων ἐνέργειαν πρὸ τῆς θρύψεως. καὶ ἡ κίνησις αὕτη οὐ φορὰ οὖσα ὡς ἡ τῶν ἁλλομένων, ἀλλὰ διάδοσις ταχεῖα τῆς τε πληγῆς καὶ τῆς ἐνεργείας, ἀπεικασθεῖσα τῇ ἅλσει τῇ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, διά τε τὸ κατὰ πληγὴν καὶ ταύτην γίνεσθαι καὶ στερεῶν καὶ λείων καὶ ἀθρόαν, καὶ ἔτι ἀπὸ τούτων ἐπ' ἄλλα μεταβαίνειν. ἐπεὶ οὖν καὶ τὸ τύπτον καὶ τὸ τυπτόμενον πλάτος τι ἔχειν χρὴ καὶ ὁμαλόν, τουτέστι λεῖον, ὥστε τὸν ἀέρα πλείω ἐναπολαμβανόμενον ἀθρόον ἀφάλλεσθαι καὶ σείεσθαι, εἰκότως οὐ τὸ τύπτον μόνον [πλάτος τι ἔχειν χρή], ἀλλὰ καὶ τὸ τυπτόμενον κύριον τοῦ ἤχου. πάλιν δὲ τὸ ἀφάλλεσθαι τὴν τῆς πληγῆς καὶ τοῦ ἤχου δηλοῖ ταχεῖαν διάδοσιν.
Ἀπὸ γὰρ τῆς ἐνεργείας φησὶ Πλάτων τὰς δυνάμεις καὶ τὰς οὐσίας τῶν πραγμάτων γινώσκομεν. ὥσπερ οὖν ὅτι ψοφητικὸν ἐκ τοῦ ψόφου, οὕτω καὶ ὅτι τοίως ἐκ τοῦ τοιουδὶ ψόφου γινώσκομεν. ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ· οὐ λέγων ὀξὺ καὶ βαρὺ αὐτοὺς τοὺς ψόφους, ἀλλὰ τὰ ψοφητικὰ ὀξέως ἢ βαρέως, ἵνα καὶ ἀκόλουθα ᾖ τῷ προειρημένῳ. τὰ ψοφοῦντα δὲ εἴρηται, ἵνα ὡς τὸ φῶς ἕτερον τῶν χρωμάτων, οὕτω καὶ ὁ ψόφος τοῦ ὀξέος καὶ βαρέος, πλὴν ὅτι τὸ μὲν φῶς αἴτιον τοῖς χρώμασι τοῦ ὁρᾶσθαι ὡς ποιητικόν, ὁ δὲ ψόφος τοῦ γινώσκεσθαι τὸ ὀξὺ καὶ βαρὺ ὡς ἀποτέλεσμα αὐτῶν σημαντικόν.
Οὐ τὰ ὀνόματα ὁμοίως ἔχειν λέγων τοῖς ἐπὶ τῶν ἁπτῶν τὰ ἐπὶ τῶν ἀκουστῶν· τὸ γὰρ ἐπὶ τῶν ἁπτῶν ἀντικείμενον τῷ ὀξεῖ οὐ βαρὺ ἀλλὰ ἀμβλὺ καλοῦμεν· ἀλλὰ τὰ πράγματα ὁμοίως ἔχειν κατὰ ἀναλογίαν, ὡς σαφῶς ἐρεῖ, βούλεται.
[147]
Ὀξὺ μὲν τὸ ἀκουστὸν νῦν φησιν, αἴσθησιν δὲ τὴν αἰσθητικήν. τοῦ δὲ ταχέως καὶ ἐπὶ πολὺ διάστημα καὶ ἐπὶ πολὺν ἐπιμένοντος χρόνον ἐξακούστου δηλωτικὸν τὸ ἐν ὀλίγῳ ἐπὶ πολύ, ὡς τὸ βαρὺ ἐν πολλῷ ἐπ' ὀλίγον λέγεται διὰ τὸ καὶ βραδέως ἐξακούεσθαι καὶ ἐπ' ἔλαττον διϊέναι διάστημα καὶ ἐπὶ βραχύτερον ἐπαρκεῖν χρόνον. οὐ δὴ δοκοῦντα ἑαυτῷ ταῦτα ὁ Ἀριστοτέλης, ἀλλ' ὡς ἑτέρων λεγόντων γράφει· καὶ ἔοικε πρὸς τὸν Τίμαιον ἀποτείνεσθαι, τὴν συμφωνίαν βουλόμενον τοῦ ὀξέος καὶ βαρέος ἤχου γίνεσθαι, προλαμβάνοντος τοῦ ὀξέος καὶ θᾶττον κινοῦντος τὴν ἀκοὴν καὶ τὴν μὲν ἀρχὴν σφοδρότερον, ἔπειτα ἀμυδρότερον, ὅτε ὁ σύμφωνος αὐτῷ βαρὺς ὁμοίως τῷ ἀπολήγοντι ὀξεῖ προσπίπτων λεῖος ἀλλ' οὐ τραχὺς γίνεται διὰ τὴν ὁμοιότητα, ὡς πρότερον τοῦ ὀξέος κινοῦντος τὴν ἀκοὴν καὶ ἐπὶ χρόνον μένοντός τινα, τοῦ δὲ βαρέος ὕστερον. ὁ δὲ Ἀριστοτέλης οὐ τῷ ταχεῖ καὶ βραδεῖ ἀξιοῖ τὸν ὀξὺν καὶ βαρὺν διακρίνειν, ἀλλὰ ἀνάλογον τῷ ἐπὶ τῶν ὄγκων ὀξεῖ καὶ ἀμβλεῖ, τῷ μὲν κεντοῦντι τῷ δὲ ὠθοῦντι, ὡς καὶ τὸ ἐν ἤχοις ὀξὺ διεισδύνειν καὶ οἷον κατὰ βάθος πλήττειν, τὸ δὲ βαρὺ οἷον ἐπιπολαιότερον καὶ κατὰ θλῖψιν, ὡς τὰ ἐπικείμενα καὶ ὠθοῦντα. διὸ τὴν τῶν ἄλλων δόξαν εἰπὼν ἐπάγει·
Κἂν γὰρ ἕπηται τῷ ὀξεῖ ἡ ταχυτής, ὡς ἐπὶ τῶν πόρρωθεν γινομένων ἀπηχήσεων (ἐπὶ γὰρ τῶν ἐγγὺς ἢ οὐ γίνεται ἢ ἀνεπαίσθητος ἡ τοῦ ὀξέος πρόληψις), ἀλλ' ὅμως ἑτέρα ἡ ἰδιότης καὶ ἴδιόν τινα δηλοῦσα φύσιν. ἀλλὰ κἂν ἕπηται ὡς εἴπομεν τῇ ὀξύτητι μὲν τὸ τάχος, τῇ δὲ βαρύτητι τὸ βραδύ, ὅμως οὐ ταὐτόν, ἀλλὰ γίνεταί φησι τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοῦ ὀξέος ἡ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ· διὰ τὸ τάχος, τουτέστι κατὰ τὸ τάχος, ἀλλ' οὐ κατὰ τὴν ὀξύτητα· τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ τὴν αἴσθησιν κινεῖν ταχυτῆτος ἀλλ' οὐκ ὀξύτητος παραστατικόν, ὡς ἡ ἐν πολλῷ χρόνῳ ἐπ' ὀλίγον κίνησις βραδυτῆτος ἀλλ' οὐ βαρύτητος. διὸ κἂν τοῦ βαρέος καὶ τοῦ ὀξέος τοιαύτας λέγωμεν τὰς κινήσεις, οὐχ ὡς ὀξέος καὶ βαρέος, ἀλλ' ὡς ταχέος καὶ βραδέος ἐροῦμεν. ὡς γὰρ τὸ ἐν ὄγκοις ὀξὺ καὶ ἀμβλύ, κατὰ τὰ σχήματα ὄντα τοιαῦτα, ὡς τὸ μὲν κεντεῖν τὸ δὲ ὠθεῖν, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ χρόνῳ τὸ δὲ ἐν πολλῷ τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ συμβαίνει εἶναι (κατὰ συμβεβηκὸς γάρ πως καὶ οὐ καθ' αὑτὸ ταχὺ τὸ ὀξὺ ἢ βραδὺ τὸ ἀμβλύ), οὕτω καὶ τὸ ἐν ἤχοις ὀξὺ καὶ βαρὺ οὐχ ᾗ τοιαῦτα, ἀλλ' ἑπομένως τὸ ταχὺ ἔχει καὶ βραδύ. καὶ τοιαύτη μὲν ἡ τῶν προκειμένων ἔννοια. ἐν δὲ τῇ λέξει εἰ μὴ ἔχοι ἡ γραφὴ οὐ δὴ ταχὺ τὸ ὀξύ, ἀλλ' οὕτω δὴ ταχὺ τὸ ὀξύ, ὡς ἐφιστάνοντος ἀκουστέον τῷ ἐναργῶς [148] ψευδεῖ, τῷ τὸ ταχὺ καὶ ὀξὺ ταὐτὸν λέγοντι καὶ τὸ βαρὺ καὶ τὸ βραδύ. ἐφ' οἷς κατὰ τὸ δοκοῦν αὐτῷ διακρίνει, ὅπως γίνονται ἡ μὲν τοῦ ὀξέος κίνησις ἐν ὀλίγῳ, ἡ δὲ τοῦ βαρέος ἐν πολλῷ, ὅτι κατὰ τὸ ταχὺ καὶ βραδύ. πάλιν ἐν τῇ λέξει τῇ τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δὲ ἀμβλὺ οἷον ὠθεῖ διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ, τὸ δὲ ἐν πολλῷ ἐλλείπει τὸ τὸ μέν ἐστι ταχὺ τὸ δὲ βραδύ. οὕτω γὰρ εὐλόγως ἐπάγεται τὸ ὥστε συμβαίνει καὶ οἷον κατὰ συμβεβηκὸς τὸ μὲν ὀξὺ ταχὺ εἶναι, τὸ δὲ ἀμβλὺ βραδύ.
Εἶδός τι τοῦ ψόφου ἡ φωνή, ἄλλοις τε ὑπάρχουσα ζῴοις καὶ τῷ λογικῷ, καὶ ταύτῃ μία καὶ ὡς σημαντικὴ καὶ κοινωνική· διὸ καὶ ἰδίου λόγου τετύχηκε. σαφὲς δὲ καὶ ὅτι ἐν μόνοις τοῖς ἐμψύχοις ἡ φωνή, καὶ ὅτι αὐλὸς ἢ λύρα καθ' ὁμοιότητα λέγεται φωνεῖν διὰ τὸ ἀπότασιν ἔχειν, ἥτις τὴν διαστηματικὴν παρὰ τοῖς μουσικοῖς φωνὴν λεγομένην δηλοῖ, οἵα ἡ μελιζομένη, ἣν τὰ μουσικὰ μιμεῖται ὄργανα. τῇ μὲν οὖν ἀποτάσει τὸ ἐν τῇ φωνῇ μιμεῖται μέλος, τῇ δὲ τῶν ἤχων διαστάσει τὴν διάλεκτον ταῖς συλλαβαῖς διωρισμένην. ἐναργὲς δὲ καὶ τὸ πολλὰ τῶν ζῴων μὴ φωνεῖν, ὅσα μὴ ἀναπνεῖ.
Ἀέρος μὲν λέγει τοῦ ἀναπνεομένου, ψόφον δὲ οὐ πάντα, ἐπεὶ καὶ ἐν ὕδατι γίνεται, ἀλλὰ τὸν φωνητικόν. καὶ ὅταν ἐπάγῃ ἀλλ' ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τοῦτο δέ ἐστιν ἀήρ, τὸ ἔν τινι δηλαδὴ τὸ μάλιστα λέγει ἠχητικὸν καὶ οὗ ἐν τῇ φωνῇ χρεία, ἐπεὶ καὶ τὸ ὕδωρ διηχές, εἰ καὶ ἧττον. διὰ τί οὖν μὴ καὶ ἐν ὕδατι ἡ φωνή; ἢ ἐπειδὴ κατὰ φαντασίαν γίνεται σημαντικήν, τὸ δὲ σημαίνειν ζωῆς ἐστι τελειοτέρας καὶ κοινωνικῆς καὶ φαντασίας διηρθρωμένης, ὡς καὶ ὀργάνοις χρῆσθαι θερμοτέροις τε καὶ τοῖς καθαρωτέροις ἐνδιαιτωμένοις στοιχείοις· ὅθεν καὶ καρδίαν ἔχει τὰ φωνοῦντα καὶ τῷ ἀέρι ἐνδιαιτᾶται. ἀλλὰ καὶ ἡ φωνὴ ὡς ἀρίστη ἐν ἤχοις διὰ τὸ ἀπὸ ζωῆς προϊέναι τελειοτέρας καὶ τῷ μάλιστα διηχεῖ εὐλόγως ἐγγίνεται.
Ἀναγκαίως μὲν ἐπὶ τὴν ἔμψυξίν τε τοῦ περικαρδίου θερμοῦ καὶ αὖ ἀνέγερσιν τῷ ῥιπίζειν· ἀκίνητόν τε γὰρ μένον κατασβέννυται, καὶ μὴ ἐμψυχόμενον φθείρει τὸ ζῷον τῇ ὑπερβολῇ· ἔτι τε καὶ ‹ἐπὶ› τὸ τὰ λιγνυώδη [149] συνιστάμενα ἐκεῖ περιττώματα ἐξάγειν. ταῦτα μὲν οὖν πάντα κἂν πλείω ᾖ ἔργα, κοινὸν ἔχοντα τὸ ἀναγκαῖον ὡς ἓν διὰ τοῦτο λέγεται, καὶ παραδέδοται ὑπ' αὐτοῦ ἔν τε τῇ Περὶ μορίων ζῴων καὶ ἐν τῷ Περὶ ἀναπνοῆς.
Διακρίνει γὰρ Πλατωνικῶς καὶ αὐτὸς τὰ πρὸς τὸ εἶναι συντελοῦντα, ἐν οἷς τὸ ἀναγκαῖον, τῶν πρὸς τὸ εὖ εἶναι· ὁποῖον ἥ τε φωνὴ ἁπλῶς, διὰ τὸ σημαντικὸν καὶ κοινωνικὸν γενομένη καὶ ἔτι μᾶλλον ἡ ἑρμηνεία ὡς καὶ τὸν λόγον τελειοῦσα. ἡ γὰρ γεῦσις ὅτι ἀναγκαία πρόδηλον, πρὸς τροφὴν συνεργοῦσα, δι' ἧς τὸ εἶναι τοῖς ζῶσιν. ὄργανον δὲ τῇ ἀναπνοῇ ὁ φάρυγξ ἢ ἡ τραχεῖα καλουμένη ἀρτηρία, δι' ἧς εἴσεισί τε καὶ ἔξεισιν ὁ ἀναπνεόμενος ἀήρ, οὐχ ὅλως αὐτὴν ἀπολιμπάνων διὰ τὸ μὴ ὁμοίως ταῖς ἄλλαις ἀρτηρίαις συστέλλεσθαι καὶ συμπίπτειν, κωλυούσης τῆς στερεότητός τε καὶ παχύτητος, ὡς ἔχειν ἀεὶ ἀέρα ἐν αὑτῇ· ὡς τῷ ἐκπνεομένῳ ἀέρι τῷ κατασχεθέντι χρόνον τινὰ καὶ ἀθρόως ἐκπεμπομένῳ πλήττεσθαι ἐν τῇ φωνῇ οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὸν ἐν αὐτῇ περιεχόμενον ἀέρα.
Τὸ μὲν πρῶτον καὶ κυριώτερον οὗ ἕνεκα ἡ καρδία· προσεχὲς δὲ ὅμως τῇ ἀρτηρίᾳ τέλος ὁ πνεύμων, ἐπεὶ οὗτος προσεχῶς δεῖται τῆς ἀναπνοῆς. ἐπεὶ πρώτως ἡ καρδία· αὕτη γὰρ ἡ θερμοτάτη· καὶ ὁ πνεύμων διὰ τὴν ταύτης παράθεσιν.
Πεζὰ πάντα λέγων τὰ μὴ ἔνυδρα, ὧν τὰ ἀναπνέοντα τῶν ἄλλων πεζῶν θερμότερα τούτῳ τῷ μορίῳ τῷ πνεύμονι, καὶ μειζόνως τῇ καρδίᾳ, ὡς μᾶλλον ἐγηγερμένα διὰ τὸ τελειότερον τῆς ζωῆς. ὥστε ἡ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς. ἐπεὶ γὰρ πάντα κινεῖται ὑπό τινος, ὑπὸ τῆς ψυχῆς δὲ αἱ ζωτικαὶ γίνονται κινήσεις, ἵνα τὸ κινοῦν δηλώσῃ ὁ φιλόσοφος, ἀκριβῶς ὑπὸ τῆς ψυχῆς ἔφη, ἀλλ' οὐχ ὡς ὁ Ἀλέξανδρος κατὰ τὴν ψυχὴν ἀξιοῖ ἀκούειν· τὸ γὰρ ὑφ' οὗ τοῦ κινητικοῦ δηλωτικόν, ὡς τὸ καθ' ὃ τοῦ εἰδητικοῦ· τῆς δὲ ψυχῆς τὸ μέν ἐστι καθ' ὅ, ὡς ζωτικοῦ ὀργάνου ὁριστικόν, ὃ καὶ μόνον ὁρᾷ ὁ Ἀλέξανδρος, τὸ δὲ ὡς τὸ ὑφ' οὗ, τὸ χρώμενον τῷ ὀργάνῳ, ὃ καὶ κινεῖ τὸ ζῶν σῶμα. ἡ δ' οὖν ‹ἐν› τοῖς ἀναπνευστικοῖς μορίοις τοῦ ὀργάνου ψυχή, τουτέστιν ἡ χρωμένη αὐτοῖς, διὰ τούτων ἐπισχοῦσα μικρὸν καὶ ἀθρόως κινοῦσα τὸν [150] ἀναπνεόμενον ἀέρα καὶ δι' αὐτοῦ πλήττουσα τόν τε ἐμμένοντα τῇ ἀρτηρίᾳ ἀέρα καὶ αὐτὴν τὴν ἀρτηρίαν κατὰ σημαντικήν τινα ὁρμήν, τὴν φωνὴν ἐργάζεται, αὐτὸ τοῦτο τὴν τοιαύτην οὖσαν πληγήν.
Ὅτι μὲν ἐν τῇ γλώττῃ ψόφος, οὐ φωνή, ὡς οὐδὲ ὁ ἐν ταῖς χερσίν, ἐναργές· ἡ δὲ βὴξ δόξειεν ἂν φωνὴ διὰ τὸ πρὸς τῇ ἀρτηρίᾳ γίνεσθαι ὑπὸ τοῦ ἀναπνεομένου πνεύματος. οὐ μὴν ἔστιν· βίαιος γὰρ καὶ οὐ καθ' ὁρμὴν πρόσπτωσις πρὸς αὐτὴν τὴν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος ἡ βήξ, ἡ δὲ φωνὴ καθ' ὁρμὴν καὶ οὐκ ἀμέσως τοῦ ἀναπνεομένου ἀέρος τὴν ἀρτηρίαν πλήττοντος (ὅπερ ἐπὶ τῆς βηχὸς συμβαίνει διὰ τὸ τὸ ἐμπεσὸν εἰς αὐτὴν φλέγμα ἢ ἄλλο τι στερεὸν ἢ ὑγρὸν ἀποτρίψασθαι τὴν φύσιν ἐπιχειρεῖν), ἀλλὰ διὰ μέσου τοῦ ἐνυπάρχοντος ἀέρος τῇ ἀρτηρίᾳ, ὡς τὸν ἀναπνεόμενον ἀέρα κατασχεθέντα καὶ ἀθρόως τὸν ἐνυπάρχοντα ἀέρα τύψαντα δι' αὐτοῦ πλῆξαι τὴν ἀρτηρίαν. καὶ τοῦτο δηλοῖ λέγων, ὅτι ψόφος ἐστὶν ἡ φωνὴ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ, ἀμέσως αὐτὴν πλήττοντος, ἀλλὰ τούτῳ τῷ ἀναπνεομένῳ δηλαδὴ τύπτει τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ ἔμψυχον εἴρηκε) τὸν ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν· ὡς τὸν περιεχόμενον εἶναι τὸν ὑπὸ τῆς ἀθρόας κινήσεως τοῦ ἀναπνεομένου κινούμενον καὶ τῇ ἀρτηρίᾳ σφοδρότερον προσπταίοντα.
Κινεῖ μὲν ὁ ἀναπνέων, ἔμψυχος δηλαδὴ ὢν καὶ κινούμενος ὑπὸ τῆς ψυχῆς, χρώμενος δὲ τῷ ἀναπνεομένῳ οὐ πρὸς τὸ εἰσπνεῖν ἢ ἐκπνεῖν, ἀλλὰ κατέχων, ἵνα τούτῳ ἀθρόως τύψῃ τὸν ἐν τῇ ἀρτηρίᾳ καὶ προσκρούσῃ αὐτὸν τῇ ἀρτηρίᾳ. διὸ οὐχ οἷόν τε ἅμα ἀναπνεῖν τε καὶ φωνεῖν, εἴ γε ἡ μὲν φωνὴ ἐν κατοχῇ τοῦ ἀναπνεομένου ἀέρος καὶ τῇ ἐν αὐτῇ τῇ ἀρτηρίᾳ αὐτοῦ κινήσει, ἡ δὲ ἀναπνοὴ ἐν διεξόδῳ ἢ ἔξω ἢ εἴσω πρὸς τὸν πνεύμονα. περὶ δὲ τῶν ἰχθύων ὡς μὴ ἀναπνεόντων εἰς τὴν Περὶ ζῴων μορίων πραγματείαν ὡς ἐρῶν ὑπερτίθεται· τῷ γὰρ ὕδατι ἀντὶ τοῦ ἀέρος καὶ τοῖς βραγχίοις ἀντὶ τοῦ πνεύμονος πρὸς κατάψυξιν τοῦ περικαρδίου χρῶνται θερμοῦ.
Ὅτι μὴ ἀκριβὴς μηδὲ διηρθρωμένη ἡμῖν ἡ ὀσφραντικὴ ὑπάρχει αἴσθησις, δηλοῖ οὐ σαφῶς τὸ ὑποκείμενον γνωρίζουσα ὅ τι ποτέ ἐστι, πλὴν [151] ὡς ὀσφραντόν. οὐ γὰρ ὡς ὁρατὸν μόνον, ἀλλὰ καὶ ὡς φῶς ἢ ὡς χρῶμα καὶ τὰ τούτου εἴδη ἡ ὄψις γνωρίζει· ἥ τε ἀκοὴ καὶ ὡς ψόφον καὶ τὰς τούτου διαφοράς. οὐχ οὕτως ἡ ὀσφραντικὴ τί τὸ ὑποκείμενον γνωρίζει, οὔτι παντελῶς ἀγνοοῦσα, εἴ γε ἡ μέν ἐστι γλυκεῖα, ἡ δέ ἐστι δριμεῖα ἢ αὐστηρὰ ἢ ὀξεῖα, ἀλλ' οὐ σαφῶς διαρθροῦσα, ὡς μάλιστα μὲν ἂν τοῦτο ἐκ τῆς ἡμετέρας γνοίημεν συναισθήσεως. δῆλον δὲ καὶ ἐκ τοῦ μηδὲ ὄνομα τῷ κοινῷ κεῖσθαι ὀσφραντῷ τὴν ὑποκειμένην αὐτῷ δηλοῦν φύσιν καὶ ἐκ τοῦ τὰ μερικώτερα ἐκ τῶν γευστῶν πάντα εἰλῆφθαι· ἐκεῖθεν γὰρ καὶ τὸ γλυκὺ καὶ τὸ δριμὺ καὶ τὰ πικρά· ἀλλ' οὐχ ὡς ἐπὶ τῶν ἁπτῶν, εἰ καὶ τὸ κοινὸν ἀνώνυμον διὰ τὴν κατὰ γένος αὐτῶν διαφοράν, οὐκ ἐξ ἄλλης τὰ μερικώτερα ὀνόματα αἰσθήσεως εἴληπται. δηλοῖ δὲ καὶ τὸ μηδενὸς αἰσθάνεσθαι τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, οὐχ ὡς μόνων τούτων οὔσης τῆς ὀσφρήσεως, ὡς ὑπενόησεν ὁ Πλούταρχος (καὶ γὰρ ὅτι δριμὺ ἢ γλυκύ), οὐδὲ μὴν ὁμοίως τῇ γεύσει, ὡς ὁ Θεμίστιος βούλεται. ἐκείνη μὲν γὰρ ἐνίων χυμῶν ἴσως καὶ ἄνευ πάσης ἡδονῆς τε καὶ λύπης ἀντιλαμβάνεται, καὶ ἐφ' ὧν δὲ τὸ ἡδὺ ἢ τὸ λυπηρὸν ἀκολουθεῖ, τὸ κριτικώτερον μᾶλλον ἐν τοῖς κατὰ φύσιν γευομένοις ἐπικρατεῖ ἢ τὸ κατὰ ἡδονὴν καὶ λύπην παθαινομένως εὐαρεστοῦν ἢ ἀνιλλόμενον· ἡ δὲ ὄσφρησις πολὺ κατὰ τοῦτο μᾶλλον ἢ κατὰ τὸ κριτικὸν τῶν ποιούντων τὴν ἡδονὴν ἢ τὴν λύπην ἵσταται. πότερον οὖν ὁ ἄνθρωπος αἴτιος φαύλως ὀσμώμενος, ὡς τῆς αἰσθήσεως ταύτης οὐκ ἀκριβῶς μετέχων, διὸ καὶ πολλῶν ἐν ταύτῃ ἀπολείπεται ζῴων, ἢ ὡς τῷ Πλάτωνι δοκεῖ, ἡ τῆς ὀσφρήσεως αὐτῆς φύσις τοιαύτη διὰ τὸ καὶ τὸ ὀσφραντὸν εἶναι ἡμιγενὲς καὶ οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ' ἐν τοῖς μεταξύ, οὐχ ὡς τῶν εἰδῶν τῶν ὀσφραντῶν ὄντων ἀτελῶν (πᾶν γὰρ εἶδος τέλειον, μᾶλλον δὲ τελειότης), ἀλλ' ὡς τῶν δεχομένων αὐτὰ συνθέτων ὄντων καὶ οὐχ ἁπλῶν, καὶ κατὰ μεταβολὴν ὑφισταμένων (καὶ γὰρ ὁ Ἀριστοτέλης ἐν μίξει τοῦ ἐγχύμου ξηροῦ πρὸς τὸ κοινὸν ὕδατός τε καὶ ἀέρος ὑγρὸν τὸ ὀσφραντὸν τίθεται); ἢ ἄμφω ἀληθῆ· καὶ γὰρ τὸ ὀσφραντὸν οὐχ ἁπλοῦν καὶ διὰ τοῦτο καὶ ἡ ὄσφρησις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀκριβής, καὶ ὁ ἄνθρωπος φαυλότερον αὐτῆς μετέχει πολλῶν ἄλλων ζῴων. ἀλλ' ἐκ μέρους εἰπὼν τὴν αἰτίαν τοῦ ἧττον εὐδιόριστον εἶναι τὴν ὀσμὴν καὶ τὸ ὀσφραντόν, διὰ τὸ μὴ τὴν αἴσθησιν ταύτην ἔχειν ἡμᾶς ἀκριβῆ, ὑπόνοιαν δίδωσιν ὡς μόνον τοῦτο αἰτιώμενος. ἐν δὲ τῷ ποῖόν τί ἐστιν ἡ ὀσμὴ οὐ τὴν ὀσμὴν ἀντὶ τοῦ ὀσφραντοῦ ἀκουστέον, ἀλλὰ σὺν τῇ ὀσμῇ καὶ τὸ ὀσφραντὸν εἰλῆφθαι ἡγητέον, ἐπειδὴ ἡ κατ' ἐνέργειαν ὀσμὴ καὶ τὸ ὀσφραντόν ἐστιν, ἵνα καὶ τὸ ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα ἀκολούθως ἐπάγηται, τὸ ἀκουστὸν καὶ τὸ ὁρατὸν τῷ ὀσφραντῷ.
Φαύλως μὲν ὀσμᾶται, ἐπειδὴ συμπέφυρται ἐπὶ ταύτῃ τοῖς πάθεσιν [152] ἡ κρίσις, καὶ ὡς πρὸς τὰς ἄλλας αἰσθήσεις φαύλως. χεῖρον δὲ τῶν ἄλλων ζῴων, οὐκ ἐπειδὴ τῶν ὀσφραντῶν εἰδῶν ἐκεῖνα κριτικώτερα (τοῦτο γὰρ ἐκείνοις κατὰ πᾶσαν αἴσθησιν ἀδύνατον, ἀλλὰ κατὰ πᾶσαν αἴσθησιν ἐν ἐκείνοις ἡ πρὸς τὰ πάθη τῆς κρίσεως σύγχυσις πολλῷ μειζόνως ἢ ἐν ἡμῖν ἐπὶ τῆς ὀσμῆς), ἀλλὰ πλεονεκτοῦσιν ἡμῶν ἐκεῖνα κατὰ τὸ πόρρωθεν ἀντιλαμβάνεσθαι τοῦ ὀσφραντοῦ, ὡς γύπες καὶ τὰ ἔντομα, καὶ τὸ ἀπὸ σμικρᾶς ἀφορμῆς κινεῖσθαι πρὸς ταύτην, ὡς αἱ τοῖς ἴχνεσι τῶν θηρίων ἐπακολουθοῦσαι κύνες.
Οὐχ ὅτι μόνα ἔχει ταῦτα τὸ ἡδὺ καὶ τὸ λυπηρόν· ἑτέροις γὰρ ἀεὶ ταῦτα ἀκολουθεῖ· οὐδὲ ὅτι ἅμα ταῖς ἄλλαις διαφοραῖς τῶν ὀσφραντῶν καὶ τὸ ἡδὺ αὐτῶν καὶ λυπηρὸν διακρίνει· οὐ γὰρ ἂν διὰ τοῦτο ὡς μὴ ἀκριβοῦς κατεγίνωσκε τοῦ αἰσθητηρίου (τοὐναντίον γὰρ ἀκριβείας τοῦτο σημεῖον)· ἀλλ' ἐκεῖνο λέγει ὡς σφοδροτέρας διὰ τὸ μὴ εἶναι πρὸς τὴν κρίσιν ἀκριβὲς τὸ ὀσφραντικὸν ἡμῶν ὄργανον δεῖται πείσεως καὶ πληκτικωτέρας, ἵνα πρὸς τὴν γνῶσιν διεγερθῇ, ὡς διὰ τὴν σφοδρότητα ἡστὴν ἢ λυπηρὰν γίνεσθαι τὴν πεῖσιν. καὶ διὰ τοῦτο οὐκ ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς οὐκ ἄνευ τοῦ λυπεῖσθαι ἢ ἥδεσθαι, δεομένου σφοδροτέρας πάθης τοῦ αἰσθητηρίου ὡς μὴ ἀκριβοῦς. τοῦτο δὲ διὰ τὸ μὴ παρεσκευάσθαι πρὸς τὴν ῥᾳδίαν εἰς τὸ κρίνειν ἐνέργειαν, ὅθεν οὐδὲ καθαρὰν ἀποδίδωσι τὴν κρίσιν παραποδιζόμενον ὑπὸ τῆς πάθης. δεῖ μὲν γὰρ πάντως παθεῖν τι ὑπὸ τοῦ αἰσθητοῦ τὸ αἰσθητήριον, ἀλλὰ τὸ σφοδρότερον πάθος κωλύει τὴν κριτικὴν ἐνέργειαν. κατὰ φύσιν οὖν ἐν ἡμῖν τὸ ὀσφραντικὸν αἰσθητήριον ἰσχυροτέρας δεόμενον πάθης, ὡς δηλοῖ τὸ πάντως ἥδεσθαι ἢ λυπεῖσθαι, ἀμυδροτέραν εἰκότως ὡς πρὸς τὰς ἄλλας ἐν ἡμῖν αἰσθήσεις ἔχοι τὴν κρίσιν.
Παραδείγματι οὐκ ἀκριβοῦς αἰσθητηρίου τῷ σκληροφθάλμῳ χρῆται· καὶ γὰρ ἐν τοῖς σκληροφθάλμοις οἷον ἐν τῷ καρκίνῳ μείζονος τὸ ὀπτικὸν αἰσθητήριον καὶ σφοδροτέρας δεῖται πάθης.
Οὐχ ὅτι μόνον τοῦ φοβεροῦ καὶ ἀφόβου, οὐχὶ δὲ χρώματος ἢ τῶν ἐν χρώματι διαφορῶν αἰσθάνεται ταῦτα τὰ ζῷα (οὐ γὰρ ἔστι φοβεῖσθαι ἐπὶ μηδενί, ὡς οὐδὲ ἥδεσθαι· εἰ δὲ καὶ ποτὲ μὲν φοβεῖται ποτὲ δὲ ἀντικειμένως [153] διατίθεται, δῆλον ὡς καὶ διαφόρων αἰσθάνεται ὁρατῶν· ὁρᾶται δὲ τὰ χρώματα), ἀλλ' ὅτι οὐκ ἄλλως αὐτῶν ἀντιλαμβάνεται ἢ τῷ καταπλήττεσθαι ἢ καταλεαίνεσθαι, ὧν τὸ μὲν φοβερὸν τὸ δὲ ἄφοβον προσαγορεύει, διὰ τὸ μὴ κινεῖσθαι αὐτῶν τὸ ὀπτικόν, εἰ μὴ τῷ σφόδρα παθεῖν. καὶ τοῦτο δηλοῖ τὸ πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ ἀντὶ τοῦ εἰ μὴ ‹τῷ› φοβεῖσθαι καὶ ἀφοβεῖν, οὐκ ἀποφατικῶς τοῦ ἀφόβου εἰρημένου, ἀλλ' ἀντικειμένης τῷ φοβερῷ διαθέσεως δηλωτικοῦ.
Ὡς γὰρ ἡ ὄσφρησις πρὸς τὰ ὀσφραντά, ἡ γεῦσις πρὸς τὰ γευστά, καὶ ἐναλλὰξ ὡς ἡ ὄσφρησις πρὸς τὴν γεῦσιν, τὰ ὀσφραντὰ πρὸς τὰ γευστά. ταῦτα δὲ οἰκειότητα ἔχει πρὸς ἄλληλα, εἴ γε γευστὸν μὲν ὁ χυμός, ὅς ἐστι ξηροῦ ἐν ὕδατι ἀπόπλυσις, ὀσφραντὸν δὲ ἡ τοῦ ἐγχύμου ξηροῦ ἐν τῷ κοινῷ ὕδατος καὶ ἀέρος ὑγρῷ. καὶ τῇ ὀσφρήσει ἄρα οἰκειότης ἐστὶ πρὸς τὴν γεῦσιν ὡς συγγενοῦς ἀντιληπτικῇ, ἀλλὰ τῇ ἀκριβείᾳ ὑπερέχει τὴν ὄσφρησιν ἡ γεῦσις, διὰ τὸ ἁφήν τινα καὶ ταύτην εἶναι, τὴν δὲ ἁφὴν ἀκριβεστάτην ἔχειν τὸν ἄνθρωπον διά τε τὴν λεπτότητα τοῦ δέρματος καὶ τὴν τοῦ ὅλου σώματος εὐκρασίαν.
Ὡς τοῦ ἀνθρωπείου ὅλου ὀργάνου δι' εὐκρασίαν ἱκανοῦ πρὸς ὑποδοχὴν τῆς κατὰ φρόνησιν ἐνεργούσης ψυχῆς. φρονιμώτατον δὲ εἴρηται ἢ ὡς καὶ τῶν ἄλλων, ὅσα διηρθρωμένην καὶ εὐμήχανον ἔχει φαντασίαν, κοινότερον φρονίμων λεγομένων, ὡς καὶ ἀρετὴν ἵππου φαμέν, ἢ ὡς μόνον τὸ ἀνθρώπειον ζῷον καὶ φρονήσεως καὶ τῆς ἀρίστης ἔν γε τοῖς ἐν γενέσει τυγχάνον.
Ἀπὸ μὲν τῶν χυμῶν καὶ εἰς τὰς ὀσμὰς μετενήνεκται τὰ ὀνόματα, τὸ γλυκὺ τὸ δριμὺ καὶ τὰ ὅμοια. οὐ μάτην δέ (διὰ τί γὰρ μὴ ἀπὸ τῶν ἁπτῶν ἢ ἀκουστῶν;) ἀλλ' ἐπειδή, ὡς εἴρηται, καὶ κατὰ τὰ πράγματά ἐστι συγγένεια τοῖς ὀσφραντοῖς πρὸς τὰ γευστὰ διὰ τὴν τοῦ ἐγχύμου ἀπόπλυσιν ἐν τῷ κοινῷ ἀέρος τε καὶ ὕδατος ὑγρῷ. διὰ τί οὖν μὴ ἀεὶ τῷ γλυκεῖ χυμῷ ἡ γλυκεῖα ἀκολουθεῖ ὀσμή; ἐπειδὴ παρατρέπεται ἐνίοτε τὸ ἐναποπλυνόμενον ἔγχυμον, ἡ δὲ παρατροπὴ εἴς τι φέρει ὁμογενὲς ἢ εἰς τὴν οἰκείαν τοῦ πράγματος στέρησιν. ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἐπὶ μὲν τοῦ μέλιτος συντρεχούσης τῇ γλυκείᾳ ὀσμῇ τῆς γεύσεως, οὐχὶ δὲ καὶ ἐπὶ τοῦ κρόκου, ἀλλὰ διαφωνεῖ πρὸς τὴν ὀσμὴν γλυκεῖαν οὖσαν οὐ [154] τοιαύτη ὑπάρχουσα ἡ γεῦσις. ὅτι δὲ μετενήνεκται ἀλλ' οὐ προηγουμένως ἐπὶ τῶν ὀσφραντῶν κεῖται τὰ ὀνόματα, δηλοῖ τὸ ἄκυρον. τίς γὰρ ἂν κυρίως γλυκεῖαν ἢ ὀξεῖαν εἴποι ὀσμήν, εἰ μὴ κατὰ τὴν πρὸς τὰ γευστὰ ἀναφοράν; ὅτι δὲ καὶ ἡ ὄσφρησις τοῦ ἀνοσφράντου πάντῃ ἀντιλαμβάνεται αὐτῷ τῷ μὴ αἰσθάνεσθαι, καὶ οὐ τοῦ σφόδρα μόνου, ἀλλὰ καὶ τοῦ ἀμυδρῶς ὀσμώδους ἐναργές. ἀλλὰ καὶ ὅτι διά τινος ἔξωθεν μεταξὺ ὄντος καὶ διαβιβάζοντος τοῦ ὀσφραντοῦ τὴν ἐνέργειαν εἰς τὴν αἴσθησιν, πρόδηλον, καὶ ὅτι κοινὸν τοῦτο τοῦ ἀέρος καὶ ὕδατος, ὃ δίοσμον καλοῦμεν. καὶ γὰρ οἱ ἰχθύες ὀσμῶνται ἐν ὕδατι πρὸς τὸ δέλεαρ σπεύδοντες, ὥσπερ καὶ τὰ ἐν ἀέρι. ἔστι γὰρ οὐ μόνον ἐν ὕδατι ἄναιμα, ὡς τὰ ὀστρακόδερμα ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐν ἀέρι ὡς τὰ ἔντομα, ἃ καὶ μὴ ἀναπνέοντα ὀσφραίνεται. καίτοι καὶ πεφυκὼς ὀσμᾶσθαι ἄνθρωπος καὶ ὅσα ἀναπνευστικά, ὅταν μὴ εἰσπνέῃ, ἀλλ' ἢ ἐκπνέῃ ἢ ἐπέχῃ τὸ πνεῦμα, οὐκ ὀσφραίνεται. πῶς οὖν ἐκείνα μηδὲ πεφυκότα ἀναπνεῖν; τάχα γὰρ ἂν δόξειε διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ ὀσμᾶσθαι, ἀλλ' ἑτέρᾳ αἰσθήσει τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι. ὅτι γὰρ ἀντιλαμβάνεται ἐναργές, ἐπὶ τὸ μέλι φοιτώσης τῆς μελίσσης καὶ πόρρωθεν, ‹καὶ φευγούσης αὖθις› ὅταν κάηται· ἀλλὰ καὶ φθειρόμενα ‹φαίνεται› ὑπὸ τῶν δυσωδῶν ἢ βαρέων. εἰ δὲ αἰσθάνεται, δῆλον ὡς κατὰ τὴν ὀσφραντικήν· αὐτὸ γὰρ τοῦτό ἐστιν ἡ ὄσφρησις, ἡ τῶν ὀσμῶν ἀντιληπτικὴ αἴσθησις. καὶ τῷ ἀέρι κἀκεῖνα διόσμῳ ὄντι χρῆται, διαβιβάζοντι τὴν ἐνέργειαν τοῦ ὀσφραντοῦ, οὐχ ὡς ἀναπνεομένῳ, ἀλλ' ὡς διόσμῳ προσπελάζοντι μέχρι τοῦ ὀσφραντικοῦ αἰσθητηρίου. οὕτω γὰρ καὶ ἡμεῖς χρώμενοι αὐτῷ ὀσφραινόμεθα, ὡς διόσμῳ προσπελάσαντι τῷ αἰσθητηρίῳ. ἀλλ' ἡμεῖς μέν, ἵνα προσπελάσῃ, διανοῖξαι τέως βουλόμεθα τὰ τέως εἴργοντα τὴν προσπέλασιν, καὶ πρὸς τὸ διανοῖξαι οἷον τῷ ἀέρι ὡς ἀναπνεομένῳ χρώμεθα· ἐκεῖνα δὲ οὐδὲν δεῖται ὡς μὴ ἔχοντα τὸ διεῖργον. οὕτω δὲ καὶ τὰ τῶν σκληροφθάλμων ὄμματα οὐκ ἴσχοντα βλέφαρα εὐθέως ὁρᾷ μὴ κινοῦντά τι. δῆλον δὲ ὡς καὶ τὰ ἀναπνέοντα οὐχ οἷά τε ὀσμᾶσθαι ἐν ὕδατι, ἐπεὶ μηδὲ ἀναπνεῖν.
Ἐν γὰρ τῷ διόσμῳ ἐναποπλυνόμενον τὸ ἔγχυμον ξηρὸν τὸ ὀσφραντὸν ἐργάζεται, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐρεῖ· τὸ δὲ γευστὸν κἂν ξηρὸν ᾖ, οὐ γίνεται αἰσθητὸν τῇ γεύσει κατὰ τὸν χυμὸν μὴ ὑγρανθέν, ὡς μετ' ὀλίγον ἐρεῖ. δυνάμει δὲ τὸ ὀσφραντικὸν οἷον τὸ ὀσφραντόν, ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος αὐτοῦ ἱστάμενον, ὥσπερ καὶ πᾶσα αἴσθησις κατὰ τὸ τοῦ οἰκείου αἰσθητοῦ· πρὶν δὲ ἐνεργεῖν δυνάμει ἐστίν.
Οὐ καθ' αὑτό, κατὰ δὲ τὸ ὑποκείμενον. καθ' αὑτὸ μὲν γὰρ γευστὸν [155] ὁ χυμός, ἐν ὑποκειμένῳ δὲ τὴν χυμώδη γενέσθαι δεῖ ποιότητα, εἰ ἐνεργείᾳ μέλλει γενέσθαι γευστή. διὸ τὸ γευστὸν καὶ ἁπτὸν τῷ ὑποκειμένῳ· ἁπτὴ γὰρ ἡ ὑγρότης. οὐδὲν δὲ ἁπτὸν κινεῖ τὴν ἁφὴν διά τινος ἔξωθεν ὄντος μεταξύ· εἰ γὰρ καὶ διά τινος μέσου, ἀλλ' οἰκείου. ὥστε οὐδὲ τὸ γευστὸν τὴν γεῦσιν· σὺν γὰρ τῷ ὑγρῷ κινεῖ, τὸ δὲ ὑγρὸν ἁπτόν. τὸ δὲ οὐδὲ γὰρ ἡ ἁφὴ ἀποδέδοται πρὸς τὸ διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος. καὶ τὸ σῶμα δέ, ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ. τὴν λέξιν ὧδε χρὴ καταστῆσαι· καὶ τὸ σῶμα τὸ τῇ χυμώδει ποιότητι γευστῇ οὔσῃ ἐν ὑγρῷ πάντως γινομένῃ ὑποκείμενον ὡς ὕλη ὑπέστρωται. οὐ γὰρ ὡς τὸ διαφανὲς οὐ τὰ χρώματα, ἀλλὰ τὴν ἀπ' αὐτῶν ἐνέργειαν, οὕτω καὶ τὸ ὑγρὸν τὴν τοῦ χυμοῦ ἐνέργειαν, ἀλλὰ καὶ αὐτὸν δέχεται τὸν χυμόν, ὡς ἡ ὕλη τὰ εἴδη, κατὰ μόνην ἀναλογοῦσα τὴν δεκτικὴν ὑπόθεσιν πρὸς τὰ πράγματα, ὧν λέγεται δεκτική, ἐπεὶ δηλονότι πῇ μὲν ὡς συμβεβηκὸς ὁ χυμὸς ἐν τῷ ὑγρῷ, ὡς ἑδραζόμενος ἐν αὐτῷ, πῇ δὲ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ, ὡς ἀνέχοντα καὶ στηρίζοντα ἐν ἑαυτοῖς ἐκείνην.
Οὐχ ὡς τὴν ἐνέργειαν τοῦ γλυκέος διαβιβάζοντος τοῦ ὕδατος, ὡς ὁ ἀὴρ τῶν χρωμάτων, ἀλλ' ὡς αὐτοῦ πάσχοντος τὴν γλυκύτητα καὶ ὡς γλυκέος εἰς τὸ αἰσθητήριον ἐνεργοῦντος. διὸ οὐκ ἦν ὡς διὰ ‹τοῦ› μεταξύ.
Ἡ πρός τι τινὸς μῖξις τὴν παθητὴν δηλοῖ μέθεξιν, τὸ δὲ χρῶμα τῷ ἀέρι ἀπολύτως καὶ κατ' ἐνέργειαν πάρεστιν. οὐ γὰρ χρωματίζεται ὁ ἀὴρ καὶ οὕτως εἰς τὸ αἰσθητήριον δρᾷ· οὐ μὴν οὐδὲ σωματικαῖς ἀπορροίαις ἑαυτοῦ εἰς τὸ αἰσθητήριον φερομέναις τὸ κεχρωσμένον ὁρᾶται.
Ὥσπερ ἐπὶ τῶν χρωμάτων καὶ τῆς ὄψεως ἔστι τι καὶ τὸ μεταξὺ ἀλλότριον τὸ διαφανές, οὐχ οὕτως ἐπὶ τῆς γεύσεως ἔστι τι μέσον ἔξωθεν. ὡς μέντοι τὸ χρῶμα πρὸς τὴν ὄψιν, οὕτως ἐστὶν ὁ χυμὸς πρὸς τὴν γεῦσιν. γίνεται δὲ γευστὸς ὁ χυμὸς ἢ ἤδη ὢν ἐν ὑγρῷ ἐνεργείᾳ, ὡς τὸ γλυκὺ τοῦ μέλιτος, ἢ δυνάμενος ὑγρανθῆναι, ὅταν ὑγρανθῇ ἢ αὐτὸς χεόμενος ὑπὸ τῆς ἐν τῷ στόματι θερμότητος, ὡς οἱ ὀποί, ἢ μιγνύμενος τῇ ἐν αὐτῷ ὑγρότητι ὡς τὸ πέπερι. οἱ δὲ ἅλες αὐτοί τε τηκόμενοι ὑπὸ τοῦ ἐν τῷ στόματι ὑγροῦ διαχέονται καὶ συντήκοντες τὴν γλῶσσαν ἔτι πλείονι τῷ περὶ αὐτὴν μίγνυνται ὑγρῷ. [156]
Πολλάκις εἰρημένον ἐστὶν ἐναργές, ὡς ἑκάστη αἴσθησις, προηγουμένως καὶ κατ' ἐπιβολὴν τὸ οἰκεῖον γνωρίζουσα αἰσθητόν, τῷ μὴ αἰσθάνεσθαι πειρωμένη καὶ αὐτῷ τῷ μὴ ἐπιβάλλειν καὶ τῆς στερήσεως ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ. ἀλλὰ ταύτης μὲν ὡς κατ' ἔνδειαν ἀναισθήτου, οὐ παρόντος τῷ ὑποκειμένῳ τοῦ αἰσθητικοῦ εἴδους· γνωρίζει δὲ καὶ τὸ ἀσυμμέτρως ὑπερβάλλον αἰσθητόν, ἄλλως εἰκότως ἀναίσθητον λεγόμενον ἢ ἡ στέρησις· ἀντικειμένως γὰρ δι' ὑπερβάλλουσαν τοῦ αἰσθητικοῦ εἴδους παρουσίαν. οὐ γὰρ οἵα τε αὐτῷ ὡς ἂν ὑπερβάλλοντι συναρμόζεσθαι, καὶ πάλιν αὐτῷ τῷ μὴ συναρμόζεσθαι τὸ ἀναίσθητον αὐτοῦ γνωρίζει. οὕτως ἡ ὄψις τὸ ἄγαν λαμπρὸν καὶ ἡ ἀκοὴ τὴν ὑπεραίρουσαν βροντὴν ἥ τε γεῦσις τὸ φθαρτικὸν τῆς γεύσεως καὶ ἀπαμβλῦνον αὐτῆς τῇ προσβολῇ τὴν ἐνέργειαν. ὅταν μὲν οὖν ἀναίσθητον λέγωμεν κατὰ στέρησιν ἐπὶ τοῦ ὑποκειμένου τοῦ καὶ τῷ κατ' ἐπιβολὴν αἰσθητῷ ὑπεστρωμένου, ὃ ἀναίσθητον λέγομεν, ὅταν μὴ ἔχῃ τὸ εἶδος, καίτοι πεφυκὸς ἔχειν, ἢ ἔχῃ μὲν ἀμυδρῶς δέ, ὡς τὸ ἄπουν καὶ ἀπύρηνον ἐνίοτέ φαμεν ἐπὶ τῶν εὐτελῶς ταῦτα ἐχόντων, τὸ τοιοῦτον ἀναίσθητον γνωρίζει ἡ οἰκεία ἑκάστου αἴσθησις. ὅταν δὲ ἀντὶ ἀποφάσεως τὸ ἀναίσθητον λέγωμεν, ὡς τὴν φωνὴν ἀόρατον, οὐκέτι πάντως τὸ τοιοῦτον αἰσθητὸν τῇ οἰκείᾳ αἰσθήσει, ἐπειδὴ ἡ ἀπόφασις καὶ ἐπὶ τῶν μὴ ὑποκειμένων τῷ εἴδει φέρεται. διὸ καὶ αὐτὸς ἐφ' ἑνὸς τοῦ ἀοράτου ὁσαχῶς λέγεται ἐπέστησεν, ἵνα εἰδῶμεν ποῖον μὲν ἀόρατον γνωρίζει ἡ ὄψις, ποῖον δὲ οὐχί. τοῦ μὲν γὰρ ἀδυνάτου ὁραθῆναι, ὡς ἔχει ἡ φωνή, οὐκ ἀντιλαμβάνεται ἡ ὄψις, τὸ δὲ πεφυκὸς κἂν μὴ ἔχῃ ἢ φαύλως ἔχῃ, γνωρίζει· φαύλως δὲ ἔχει ἢ τὸ ἀμυδρῶς ἢ τὸ δι' ὑπερβολὴν βλαπτικῶς. οὕτω δὲ καὶ ἡ γεῦσις τοῦ γευστοῦ καὶ ἀγεύστου, οὐ τοῦ ἀδυνάτου δηλαδή· ὅθεν τοῦτο μὲν ἀφεῖται, διαιρεῖται δὲ τὸ ὑποπίπτον ἄγευστον, τὸ ἢ μικρόν φησιν ἢ φαῦλον ἔχον χυμὸν ἢ φθαρτικὸν τῆς γεύσεως· τὸ μικρὸν ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως κατὰ Ἀττικὴν εἰρηκὼς συνήθειαν, ὅταν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ τοῦτο μὲν παρεὶς ὡς ἐκ τῶν πολλάκις εἰρημένων γνώριμον ὄν, μικρὸν δὲ λέγων τὸ ἀμυδρῶς ἔχον καὶ φαῦλον, οὐκ ἐκ παραλλήλου τὸ αὐτὸ δηλῶν, ἀλλ' οἶμαι τὸ ἀηδίζον τὴν γεῦσιν, ὃ καὶ αὐτὸ ἄγευστόν πως τῷ ἀνίλλεσθαι περὶ αὐτὸ τὴν γεῦσιν· παρὰ δὲ τοῦτο τὸ φθαρτικόν.
Ἔστι μὲν τὸ εἶδος τοῦ γευστοῦ ὁ χυμός, ἀλλ' ἐπεὶ οὗτος ἢ ἐνεργείᾳ ἢ δυνάμει ἐστὶν ὑγρός, εἰ μέλλοι εἶναι αἰσθητός, πρὸ δὲ τοῦ δυνάμει τὸ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ ὑγρὸν ποτόν, εἰκότως τοῦτο ἀρχή. καλεῖ δὲ ποτὸν νῦν τὸ ἔγχυμον ὑδατῶδες ὑγρὸν καὶ προσηνῆ τὸν χυμὸν καὶ ἐναργῆ ἔχον, ἵνα ἄποτον ᾖ, ὡς ἐξ ὧν αὐτὸς εἴρηκεν φανερόν, τὸ ὑδατῶδες μὲν ὑγρόν, ἄχυμον δὲ ἢ ἀμυδρὸν ἢ ἀηδῆ χυμὸν ἔχον ἢ φθαρτικὸν τῆς γεύσεως. οὐ [157] γὰρ ἂν ἀρχὴ εἴη μὴ ὑγρὸν ὄν· σαφῶς δὲ τὸ φαῦλον εἴρηται, ἐν ᾧ καὶ τὸ μηδ' ὅλως ἔγχυμον καὶ τὸ ἀμυδρῶς καὶ τὸ ἀηδῶς περιληπτέον· εἴρηται γὰρ καὶ τὸ φθαρτικόν.
Νῦν οὐ τὸ ἀνωτέρω ἀντιδιῃρημένον τῷ ἀπότῳ μόνον λέγων, ἀλλὰ τὸ κοινὸν ἀμφοῖν· καὶ γὰρ τὸ ἐκεῖ ἄποτον κοινὸν τῆς τε ἁφῆς ὡς ὑγρὸν καὶ τῆς γεύσεως ὡς κατὰ στέρησιν ὂν ἄγευστον ἢ δι' ἀμυδρότητα ἢ δι' ὑπερβολήν.
Ὅτι μὲν ἄχυμον εἶναι δεῖ τὸ γευστικὸν αἰσθητήριον φανερόν, ἐπειδὴ τὸ ἴδιον τῆς γεύσεως αἰσθητὸν ὁ χυμός. ἵνα οὖν μὴ παραποδίζῃ ὁ ἐγκείμενος χυμὸς πρὸς τὴν τῶν ἄλλων κρίσιν, ἄχυμον εἶναι δεῖ, παθητικὸν δὲ ὑπὸ τῶν χυμῶν οὐ τῷ κατ' οὐσίαν μεταβάλλειν, ἀλλ' ἵνα σωζόμενον τῆς ποιότητος μεταλαμβάνῃ. ὁ δὲ Ἀριστοτέλης οὐδὲ ὑγρὸν εἶναι βούλεται διὰ τὸ εἰ καὶ μὴ τοῦ ὑγροῦ ὡς ὑγροῦ τὴν γεῦσιν εἶναι ἀντιληπτικήν, ὅμως οὐκ ἄνευ ὑγρότητος. ἀλλὰ νόσημα νομίζεται ἡ τῆς γλώττης ξηρότης· διὸ κατὰ φύσιν ἔχειν δεῖ τινα καὶ ὑγρότητα, εἰ καὶ ἄχυμον, ἢ τοσαύτην, ὥστε μὴ τῷ ἐξυδαροῦν τὸ ἐπεισιὸν ἔγχυμον ὑγρὸν παραποδίζειν αὐτοῦ τῇ ποιήσει. ἀλλὰ καὶ ἡ ξηρότης μαχομένη πρὸς τὴν ἐπεισιοῦσαν ὑγρότητα οὐκ ἐᾷ παθεῖν καὶ τῷ παθεῖν τὸ αἰσθητήριον κρῖναι τὸν ἐν τῷ ὑγρῷ χυμόν. ὅθεν οὔτε κατάξηρος οὖσα οὔτε ἄγαν ὑγρὰ εὐαίσθητος ἡ γλῶσσα, καὶ μάλιστα ἐὰν ἔγχυμος ἡ ἐν αὐτῇ ὑγρότης ᾖ, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἢ ὡς ἐπὶ τῶν προγευσαμένων ἑτέρου τινὸς ἐγχύμου. αὕτη γὰρ ἡ ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ, ἐπειδὴ οὐ διά τινος μεταξὺ ἀλλ' ἁπτομένη ἡ γλῶσσα πάσχει ὑπὸ τοῦ γευστοῦ, ἐὰν τὸ περὶ αὐτὴν ὑγρὸν πλέον ᾖ τούτου ὡς προσεχοῦς οὗ ἡ ἁφή· ἵνα τὸ πρῶτον τοῦ προσεχοῦς ᾖ δηλωτικὸν ἢ καὶ τοῦ προϋπάρξαντος ἐγχύμου ὑγροῦ, ὡς ἐπὶ τῶν προγευσαμένων ἐγχύμου τινός.
Ὡς ἐν χρώμασιν ἄκρα τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ ἄλλα μέσα τούτων, οὕτως ἐν χυμοῖς ἄκροι γλυκὺς καὶ πικρός, μεταξὺ δὲ οἱ λοιποί· καὶ οἱ μὲν ἄκροι ἁπλοῖ ὡς ἄμικτοι πρὸς ἀλλήλους, οἱ δὲ μέσοι ἐκ τῶν ἄκρων μικτοί, οὐχ ὡς ἐξ ἐκείνων συγκιρνάμενοι, ἁπλοϊκῶς δὲ καὶ αὐτοὶ ὑφιστάμενοι διὰ τὴν πρὸς ἑκάτερον τῶν ἄκρων κοινωνίαν μικτοὶ ἐνίοτε καὶ [158] ἐξ ἀλλήλων λέγονται. οἱ μὲν οὖν ἄλλοι κατ' εἶδος ἀλλήλων διάφοροι, ὁ δὲ στρυφνὸς δοκεῖ ἐπίτασις εἶναι τοῦ αὐστηροῦ. ἀπερίληπτοι μὲν οὖν αἱ τῶν χυμῶν ἰδέαι, ὡς δὲ εἰς ἐναργεστέρας ταύτας πειρῶνται πάσας ἀνάγειν. διὸ καλῶς ἔφη τὸ σχεδὸν τοσαύτας δοκεῖν εἶναι τὰς διαφοράς. εἰπὼν δὲ τί τὸ γευστόν, τὸ γευστικόν, περὶ οὗ καὶ προὔκειτο λέγειν, τὸ δυνάμει τοιοῦτον εἶναί φησιν, ἐπειδὴ καὶ ἡ κατ' ἐνέργειαν γνῶσις τῷ γνωστῷ ὁρίζεται καὶ κατὰ τὸ ἐκείνου ἵσταται εἶδος. πάσχει δηλαδὴ τὸ ὄργανον, καὶ πάσχειν ποιεῖ τὸ γευστὸν τῷ εἰς τὸ ὄργανόν τι δρᾶν.
Διότι ὡς ἐπὶ τῶν ἄλλων ἀπὸ τοῦ γνωστοῦ τὴν σύστοιχον ἐθεώρει γνῶσιν, οὕτω καὶ νῦν ἀπὸ τοῦ ἁπτοῦ τίς ἡ ἁφὴ διορίζεται, δύο προτείνας περὶ αὐτῆς ἄπορα· ἓν μὲν πότερον μία ἡ ἁπτικὴ αἴσθησις ἢ πλείους, διὰ τὸ καὶ τὰ ἁπτὰ πλείονα εἶναι καὶ ἀνομοιογενῆ δοκοῦντα καὶ ἐναντιώσεις ἔχειν πλείστας, ἕτερον δὲ εἰ τὸ αἰσθητήριον αὐτῆς, καὶ τὸ τῇ ἁπτικῇ ὑπεστρωμένον αἰσθήσει πρώτως ὄργανον ἡ σάρξ ἐστιν ἐν τοῖς ἐναίμοις ζῴοις καὶ τὸ ἐν τοῖς ἀναίμοις ἀνάλογον τῇ σαρκί, ἢ ταῦτα μὲν μεταξύ, ὡς ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων ὁ ἀήρ, τὸ δὲ αἰσθητήριον ἑτέροις. καὶ οὕτω γε αὐτὸς φαίνεται ἐγκρίνων τὸ πρῶτον τῆς ἁφῆς αἰσθητήριον οὐκ εἶναι τὴν σάρκα ἢ τὸ ἀνάλογον, ἀλλ' ὡς ἐν τῷ Περὶ αἰσθήσεως λέγει, πρὸς τῇ καρδίᾳ τό τε τῆς ἁφῆς καὶ τὸ τῆς γεύσεως, αἰσθητικῆς μὲν οὔσης καὶ τῆς σαρκὸς καὶ τῶν νεύρων, ἀλλ' οὐ πρώτως. ὅπερ ζητῶν τὴν σάρκα ὡς μὴ αἰσθητικήν, ἀλλ' ὡς ἀνάλογον τοῖς μεταξὺ τῷ ἀέρι καὶ τῷ ὕδατι διαγράφει. δηλοῖ γοῦν συμπεραινόμενος τὸν λόγον καὶ ἁπτὰς μὲν εἶναι λέγων τὰς διαφορὰς τοῦ σώματος ᾗ σῶμα, τὸ δὲ αἰσθητικὸν αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ τὸ δυνάμει τοιοῦτον εἶναι μόριον, προσθεὶς τὸ πρώτῳ, ἵνα δῆλον ᾖ περὶ οὗ ἐζήτει ἁπτικοῦ αἰσθητηρίου, ὅπου αὐτὸ θετέον, καὶ πρὸς ὃ ὁρῶν οὐκ ἐβούλετο εἶναι τὴν σάρκα τὸ αἰσθητήριον, ὡς πρῶτον μὲν τὴν καρδίαν εἶναι τὸ ἁφῆς καὶ γεύσεως αἰσθητήριον, τὴν δὲ σάρκα πρὸς μὲν ἐκείνην τὸν τῶν μεταξὺ λόγον ἔχειν, εἶναι δὲ καὶ αὐτὴν αἰσθητικὴν, εἰ καὶ δευτέρως. ὅπερ δηλοῖ καὶ αὐτός, συμφυὲς καὶ οὐκ ἀλλότριον βουλόμενος εἶναι μέσον· ἡ δὲ συμφυὴς μεσότης καὶ οὐκ ἀπηλλοτριωμένη κοινωνεῖ τῆς πρὸς τὸ ἡγεμονικὸν ζωῆς. ἀλλ' οὐχὶ διὰ τί καὶ τὰ ὀστᾶ φαίη ἄν τις αἰσθητικά, καίτοι συμφυῆ ὄντα; ἐπειδή, ἐρῶ, οὐδὲ τὸν τῶν μεταξὺ πρὸς τὴν αἴσθησιν σώζει λόγον, κατὰ τὴν φυτικὴν ζωὴν ὄντα συμφυῆ. οὕτω μὲν οὖν τὸ δεύτερον διορίζεται πρόβλημα. τὸ δὲ πρότερον διαπορήσας, μή τι πλείους αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις διὰ τὰς πλείους αὐτῶν ἐναντιώσεις (μηδὲ γὰρ εἰ ἓν ἁπασῶν κοινὸν τὸ αἰσθητήριον, εἴτε τὸ πρῶτον [159] εἴτε τὸ συμφυὲς μεταξύ, ἱκανὸν εἶναι τοῦτο πρὸς πίστιν τοῦ μίαν ὑπάρχειν, ἐπειδὴ καὶ τῆς γλώττης κοινῆς ἁφῆς οὔσης καὶ γεύσεως κἂν οὐ μία αὗται), τίθεται ὅμως ὑπάρχειν μίαν τὴν ἁπτικήν, δεικνὺς καλῶς καὶ τῶν ἄλλων ἑκάστην πλειόνων οὖσαν ἐναντιώσεων. καὶ ζητῶν πάλιν ὀρθῶς (ὡς, εἰ καὶ πλείους, ἀλλ' εἶναι δεῖ τινα μίαν φύσιν καθ' ἑκάστην αἴσθησιν, περὶ ἣν αἱ πλείους, ὡς ἐν ὄψει μὲν τὸ φῶς· καὶ γὰρ τὸ χρῶμα ὡς φῶς τι ὁρατόν· ἐν δὲ ἀκοῇ ὁ ψόφος, ἐν ὀσφρήσει δὲ ἡ ὀσμή, τὸ ἐναποπλυνόμενον οὖσα τῷ κοινῷ ἀέρος καὶ ὕδατος ὑγρῷ ἔγχυμον, ὡς τῇ γεύσει ὁ χυμός) ζητῶν οὖν ὀρθῶς, τί τὸ ἐν ἁφῇ κοινόν, κἂν μὴ ὠνόμασται, τίθεται αὐτὸ τὸ σωμάτων ὡς σωμάτων διοριστικόν, ὧν ἀρχαὶ τὰ τέτταρα στοιχεῖα, τουτέστι τῶν γενητῶν καὶ φθαρτῶν. ἔστι γάρ τι κοινὸν ὡς γινομένων ὁριστικὸν εἶδος, ἰδίας ἔχον ἐπακολουθούσας ποιότητας, κατὰ μὲν τὴν θέσιν βαρύτητα καὶ κουφότητα καὶ τὰς τούτων μέσας ῥοπάς, κατὰ δὲ τὰς εἰς ἄλληλα αὐτῶν ποιήσεις θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συμπλεκομένας, λειότητα τραχύτητα, σκληρότητα μαλακότητα, τὰς ὁμοίας· ὡς παραδεδόσθαι ἡμῖν ὑπ' αὐτοῦ καὶ τὸ ἓν κοινὸν γένος τῶν ἁπτῶν, τό γε πρᾶγμα, κἂν ὄνομα αὐτῷ μὴ κέηται. ἀλλ' ἐπὶ τὴν λέξιν ἰτέον. τὸν αὐτὸν εἶναί φησι περί τε τοῦ ἁπτοῦ καὶ τῆς ἁφῆς λόγον.
Ἀληθὲς μὲν καὶ τὸ ἀντίστροφον, τὸ εἰ πλείω αἰσθητὰ τὸ ἁπτόν, καὶ τὴν ἁφὴν πλείους εἶναι αἰσθήσεις· ἀλλ' ἐπεὶ ὁ προηγούμενος νῦν λόγος περὶ τῆς ἁφῆς, ἀπὸ ταύτης ἄρχεται, ἵνα δείξας ὅτι μὴ πλείω αἰσθητὰ τὰ ἁπτὰ ὁμολογούμενον ἔχῃ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν καὶ τὸ τὴν ἁφὴν μίαν εἶναι αἴσθησιν. ἀναλαβὼν δὲ τὴν ἀπορίαν, πότερον μία ἢ πλείους, ἐπισυνάπτει καὶ τὴν ἑτέραν, τί τὸ αἰσθητήριον τοῦ ἁπτικοῦ, πότερον ἡ σὰρξ καὶ τοῖς ἄλλοις ἀνάλογον ἢ οὔ, ἄλλοις λέγων τοῖς ἀναίμοις ζῴοις· καὶ εὐθὺς τὸ δοκοῦν αὐτῷ ἐνδείκνυται, ὡς τοῦτο μέν ἐστι τὸ μεταξύ. καὶ ὅπως μεταξύ, ᾐνίξατο ἐπάγων·
Ὡς καὶ τῆς σαρκὸς μὲν οὔσης αἰσθητηρίου, δευτέρου δέ· οὐ γὰρ ἂν τὸ ἄλλο πρῶτον αἰσθητήριον ἦν, ἀλλ' ἁπλῶς αἰσθητήριον, ὡς τὸ τοῦ ὀφθαλμοῦ ὑγρὸν καὶ ὁ ἐν τοῖς ὠσὶν ἀήρ. οὐ γὰρ ἦν ἐκεῖ τὸ μεταξὺ αἰσθητήριον, ὁ ἔξω ἀὴρ ἢ τὸ ὕδωρ. εἶτα τὴν πρώτην ἐπεξεργάζεται ἀπορίαν ἐκ τοῦ δοκεῖν ἑκάστην τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχειν ἐναντίωσιν, ταύτην δὲ περὶ πλείους. [160]
Καλῶς καὶ τινὰ φάμενος τὴν λύσιν καὶ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων ἀπορίαν. ἐπάξει γὰρ καὶ ἑτέραν περὶ τοῦ αὐτοῦ τοῦ πότερον μία ἢ πλείους, ἐκ τοῦ μὴ φαίνεσθαι ἕν τι κοινὸν τῶν ἁπτῶν γένος· πρὸς ἣν ἡ νῦν λύσις μὴ ἀπαντῶσα, ἀλλὰ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων εἰκότως οὐχ ἁπλῶς ἀλλά τίς ἐστι λύσις. τίς οὖν ἡ λύσις; καὶ ὅτι ἐπὶ τῶν ἄλλων αἰσθήσεών εἰσιν ἐναντιώσεις πλείους. δῆλον γὰρ ὡς τὸν ψόφον ἡ ἀκοὴ κατὰ πᾶσαν προσοῦσαν αὐτῷ ἰδιότητα γνωριεῖ, καὶ τὰς ἀντικειμένας αὐτῷ συμπιπτούσας, οἷον μέγεθος καὶ μικρότητα, λειότητα καὶ τραχύτητα· οὐ τὰ ἐν τοῖς ὄγκοις λέγων, ἵνα τὰ κοινὰ οὐ δέον παρεισάγῃ αἰσθητά, ὡς ὁ Ἀλέξανδρος ᾠήθη, ἀλλὰ τὰ τῶν ἤχων ἴδια, ὧν μόνη γνωριστικὴ ἡ ἀκοή· διὸ καὶ τὸ τῆς φωνῆς πρόσκειται, ὡς καλῶς καὶ ὁ Πλούταρχος ἐπέστησεν. εἰσὶ δὲ καὶ περὶ χρώματα διαφοραὶ τοιαῦται ἕτεραι, οἷον μέγεθος μὲν ἐπὶ τοῦ στίλβοντος χρώματος καὶ ὅλως θᾶττον ὁρωμένου καὶ σφοδρότερον τὴν ὄψιν πλήττοντος, ὡς τὸ τοῦ χρυσοῦ ἔχει χρῶμα καὶ ἀργύρου, σμικρότης δὲ ὡς ἐπὶ τοῦ καὶ πλείονος δεομένου φωτὸς πρὸς τὸ ὁραθῆναι καὶ ἀμυδρότερον κινοῦντος τὴν ὄψιν, οἷον τὸ τοῦ μολύβδου· καὶ λειότης μὲν ἐπὶ τῶν προσηνῶν τῇ ὄψει, οἵα ἡ τῶν ἀνθῶν, ὡς τραχύτης ἐπὶ τῶν μεμερισμένων. εἰ δὲ καὶ πᾶσι τοῖς ὁρωμένοις κοινὸν τὸ φῶς, πλείστας ἂν εὕροις διαφορὰς κατά τε τὰ φωτίζοντα λαμπρὰ καὶ τὰ μή, ἀλλ' ἐν σκότει ὁρώμενα, καὶ ἐν αὐτοῖς τοῖς τε φωτίζουσι πρὸς ἄλληλα καὶ ἐν τοῖς ἐν σκότει ὁρωμένοις· ἔν τε τοῖς διαφανέσι πλείστη διαφορά, ἐναργέστερον ἢ ἀμυδρότερον φωτιζομένοις, ἢ διὰ τὸ τῶν φωτιζόντων ἢ τῶν διαφανῶν διάφορον, ἢ καὶ παρὰ τὸ συναμφότερον. οὐ θαυμαστὸν οὖν, εἰ καὶ περὶ μίαν τὴν τοῦ ἁπτοῦ φύσιν πολλαὶ συμβαίνοιεν διαφοραί. ἡ μὲν οὖν ἀπὸ τοῦ πλήθους τῶν ἀντιθέσεων ἀπορία λέλυται, ζητεῖ δὲ λοιπόν·
Ἡ γὰρ ἀπορία οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλ' ἐκ τῆς ἡμετέρας προτείνεται ἀγνοίας, διὸ οὐκ ἔφη μὴ εἶναι ἕν, ἀλλὰ μὴ εἶναι ἔνδηλον, ἴσως μὲν καὶ τῷ μὴ κεῖσθαι κοινὸν ὄνομα καὶ τῆς ἐννοίας ἡμᾶς ἀπολειπούσης τῆς τῶν πραγμάτων φύσεως, ἐνίοτε δὲ καὶ τὸ ἀνάπαλιν διὰ τὸ τὸ πρᾶγμα εἶναι δυσθεώρητον τὸ κοινῇ τῶν γενητῶν σωμάτων ὡς τοιούτων ὁριστικὸν καὶ τοῦ ὀνόματος ἐκλελοιπότος. ἀπορήσας δὲ ὁ φιλόσοφος τί τὸ κοινόν, πρὶν ἢ τὸ δοκοῦν ἀποφήνασθαι ζητεῖ τὸ τῆς ἁφῆς αἰσθητήριον· τοῦτο μὲν ἵνα ἐπιτείνῃ τέως διὰ τούτων τὴν περὶ τῆς ἁφῆς, ὅτι οὐ μία, ἀπορίαν τῷ ἐνίστασθαι πρὸς τὴν δοκοῦσαν τοῦ μίαν εἶναι ἀπόδειξιν ἀπὸ τοῦ ἓν τὸ ἁπτικὸν αὐτῆς εἶναι αἰσθητήριον. εἰ γὰρ μὴ ἡ σὰρξ τὸ πρῶτον αἰσθητήριον, μάλιστα μὲν ἄδηλον, εἰ μὴ πλείω τὰ πρῶτα. εἰ δὲ [161] καὶ ἕν, οὔπω φανερόν, ὅτι καὶ ἡ ἁφὴ πάντων μία αἴσθησις· ὡς γὰρ τῆς γλώττης κοινοῦ ὑπεστρωμένου ὀργάνου τῇ τε ἁφῇ καὶ τῇ γεύσει οὐ μία αὗται, οὕτως οὐδὲ αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις πᾶσαι μία, κἂν κοινὸν ᾖ αἰσθητήριον πάντων. τοῦτο δὲ ἵνα διὰ τοῦ αἰσθητηρίου τὴν ἁφὴν σωματοειδεστέραν τῶν ἄλλων καὶ παθητικωτέραν δείξας αἰσθήσεων καὶ τὸ σύστοιχον αὐτῇ εὕρῃ αἰσθητόν, τῶν παθητικῶν ὂν σωμάτων χαρακτηριστικόν. πῶς οὖν ἡ ἁφὴ σωματοειδὴς καὶ παθητή, δείκνυται ἐκ τοῦ πρώτου αὐτῆς αἰσθητηρίου, αὐτόθεν μὲν οὐδὲ τούτου, ὥσπερ οὐδὲ τῶν ἄλλων τι, ἀμέσως τῷ αἰσθητῷ προσπελάζοντος, ἵνα μὴ σφοδρὰ πάθη τὴν κριτικὴν παραποδίζῃ ἐνέργειαν, οὐ μὴν ἔτι δυναμένου διὰ τῶν ἀλλοτρίων μεταξὺ τοῦ αἰσθητοῦ ἀντιλαμβάνεσθαι, ἀλλὰ συμφυοῦς μέσου δεηθέντος, ζωτικῶς ὑπὸ τοῦ αἰσθητοῦ πάσχοντος καὶ ἤδη, εἰ καὶ ἀμυδρῶς καὶ δευτέρως, κατὰ τὴν κριτικὴν ἐνέργειαν ἱσταμένου καὶ τότε τὸ πρώτως καὶ καθαρώτερον ἑστὼς κατ' αὐτὴν κινοῦντος. ὡς τοῦ πρώτου τῆς ἁφῆς αἰσθητηρίου (καὶ γὰρ ἡ γεῦσις ἁφή τις καὶ οὐ καλῶς πρὸς τὴν οἰκείαν ἐγειρομένη ἐνέργειαν, εἰ μὴ ὑπὸ τοῦ ζωτικοῦ καὶ ἤδη αἰσθητικοῦ κινηθείη,) καὶ δραστικωτέρου τοῦ κινοῦντος χρῄζοντος, οὐκ ἂν †εἰ ἡ ὁρίζουσα αὐτὸ ζωὴ ὁμοίως ἦν ταῖς ἄλλαις αἰσθήσεσιν ἀπόλυτος, ἀλλὰ διὰ τὸ μᾶλλον εἶναι ἀχώριστος οὐκ ἐπεκτεινομένη καὶ ἐπὶ τὰ ἀλλότρια.
Ὡς διὰ τὸ σωματοειδέστερον καὶ παθητικώτερον καὶ τοῦ πρώτου ἁπτικοῦ αἰσθητηρίου ὑπόνοιαν παρέχοντος προσπελάζειν ἀμέσως τῷ αἰσθητῷ. πρὸς ὃ πρῶτον Ἀριστοτέλης ἐνίσταται, ὅτι οὐ τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ, κἂν ἅμα τῷ ταύτην θιγεῖν αἰσθανώμεθα. καὶ γὰρ εἰ τῷ δακτύλῳ περιταθείη ὑμήν, ἅμα τῇ θίξει ἡ ἁφή, καὶ ἔτι θᾶσσον, εἰ καὶ συμφυὴς αὐτῷ γένοιτο, οὐ μὴν καὶ διὰ τοῦτο ζωτικῶς τῆς αἰσθητικῆς μετέχων ζωῆς. διὰ γὰρ τοῦτο θᾶσσον, ἀλλ' ὅμως οὐκ ἐν τῷ ὑμένι οὐδὲ ἐν τῷ συμφυέντι τὸ πρῶτον αἰσθητικόν. πῶς οὖν οὐχὶ καὶ ἡ ἁφὴ γίνοιτο ἂν διὰ μέσου ἀλλοτρίου, εἴπερ καὶ δι' ὑμένος καὶ δι' ὕδατος ἐπὶ τοῦ ὑγρανθέντος αἰσθανόμεθα δακτύλου; ἢ οὐ διὰ τοῦ μέσου, ὡς τὸ ὁρατικόν, ὡς αὐτὸς σαφηνιεῖ διὰ τοῦ κατὰ τὴν ἀσπίδα παραδείγματος.
Διὰ τῆς τοιαύτης ὑποθέσεως ἅμα μὲν δεικνύς, ὡς οὐκ ἀνάγκη τὸ συμφυὲς ἡμῖν καὶ προσεχῶς ὁμιλοῦν τῷ αἰσθητῷ πρῶτον εἶναι αἰσθητήριον, ἅμα δὲ ὡς οὐκ ἀνάγκη διὰ τὸ ἓν τὸ μεταξὺ εἶναι καὶ μίαν εἶναι τὰς δι' αὐτοῦ κινουμένου αἰσθήσεις, ἐπιτείνων τὴν πρώτην ἀπορίαν. ἀλλὰ νῦν [162] διωρισμένου τοῦ μεταξὺ καὶ φανερῶν ὄντων τῶν αἰσθητηρίων ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων τὸ πλῆθος αὐτῶν φαίνεται· ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον, τί τὸ πρῶτον αἰσθητικόν, καὶ εἰ μία ἢ πλείους αἱ ἁπτικαί.
Τὴν αἰτίαν εἰπεῖν διὰ τούτων βούλεται, δι' ἣν ἄδηλον ἐπὶ τῆς ἁφῆς τὸ πρῶτον αἰσθητήριον· διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ τῷ γάρ· ἅμα δὲ καὶ ὁποῖον ἐπὶ τῆς ἁφῆς τὸ μεταξὺ σαφηνίζει. τίς οὖν αἰτία τῆς ἀδηλίας; ἐπειδὴ ἐν τῇ ἁφῇ αὐτὸ τοῦτο ἁφῇ οὔσῃ ἀμέσως δεῖ προσπελάζειν τὸ αἰσθητὸν τῷ ζῶντι σώματι καὶ αἰσθητικῷ, τὸ δὲ ζῶν ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν σῶμα οὐχ οἷόν τε ἢ ἀέριον ἢ ὑδάτινον εἶναι, ἵνα ἦν ἂν ὅμοιον τοῖς ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἀλλοτρίοις μεταξὺ γινομένοις, ἀλλὰ στερεὸν καὶ διὰ τοῦτο ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν.
Τὸ μὲν σῶμα λέγει τὸ τῶν ζώντων· τοῦτο δὲ προσπεφυκὸς ὂν μεταξὺ ἀνάγκη εἶναι τοῦ τε ἁπτικοῦ καὶ τοῦ ἁπτοῦ. καὶ οὐ τοῦτο ἐξ ἀνάγκης συνῆκται ἐκ τῶν νῦν εἰρημένων, τὸ δεῖν προσπεφυκὸς εἶναι τὸ μέσον ἐπὶ τῆς ἁπτικῆς, ἀλλὰ τοῦτο μὲν εἴληπται ἔκ τε τοῦ πάντως τὸ δι' οὗ ὑπάρχειν, ὅπερ ὕστερον ὑπομνησθήσεται, καὶ ἐκ τοῦ μὴ διά τινος ἔξωθεν τὴν κίνησιν γίνεσθαι ἐπὶ τῆς ἁπτικῆς, ἀλλ' ὑπ' αὐτοῦ δεῖν τοῦ αἰσθητοῦ πάσχειν τὸ σῶμα· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ τὸ ἡμέτερον σῶμα (τοῦτο γὰρ δηλοῖ τὸ προσπεφυκὸς) τὸν δι' οὗ ἔχειν λόγον. καὶ οὕτω νοητέον τὴν λέξιν, ὥστε ἀναγκαῖον τὸ προσπεφυκὸς σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ, τοῦ τε πρώτου αἰσθητηρίου καὶ δηλονότι καὶ τοῦ ἁπτοῦ, ἐπειδὴ δεῖ μὲν εἶναι τὸ δι' οὗ, οὐκ ἔξωθεν δὲ ἐπὶ τῆς ἁφῆς. τὰ δὲ ἐν μέσῳ καὶ οἷον τὸ δι' οὗ ἑρμηνεύει· ὅτι γὰρ ἔμψυχον καὶ στερεόν, ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν. καὶ γὰρ ζωτικῶς δεῖ παθεῖν τὸ μεταξύ, ἵνα κινητικώτερον ᾖ τοῦ πρώτου ἁπτικοῦ, ἀργοτέρου ὄντος ἢ κατὰ τὰ ἄλλα αἰσθητήρια διὰ τὸ σωματοειδέστερον τῆς σωματικῆς ζωῆς, καὶ μικτὸν εἶναι, ἐπειδὴ τοιοῦτον τὸ συνιστάμενον ἔμψυχον σῶμα οἷον τὸ γενητὸν ζῷον. τὸ δὲ
τὸν ἀπορητικὸν εἴρηκε τρόπον ἐκ τοῦ καὶ τὴν γλῶσσαν, ὡς αὐτὸς ἐπιφέρει, δύο εἶναι αἰσθήσεων ὄργανον, κατὰ τὸ αὐτὸ μόριον μῶν καὶ τῶν ἁπτῶν οὖσαν αἰσθητικήν, ὡς μιᾶς ἂν δοξουσῶν εἶναι ἀμφοῖν, [163] εἰ καὶ ἡ ἄλλη σὰρξ τῶν χυμῶν ἦν κριτική· ἐπεὶ δὲ μόνων τῶν ἁπτῶν, ὡς μὴ ἀντιστρέφειν, ἀλλ' ὅ τι μὲν [τὸ] τοῦ χυμοῦ, τοῦτο καὶ περὶ τῶν ἁπτῶν εἶναι κριτικόν, οὐχὶ δὲ τὸ τῶν ἁπτῶν πάντως καὶ χυμῶν, ἡ ἑτερότης αὐτῶν ἐστι φανερά.
Ἐπειδὴ τρεῖς αἱ τοῦ σώματος διαστάσεις. λαβὼν δὲ ἤδη ἐπὶ τῆς ἁφῆς μὴ εἶναι ἔξωθεν ἀλλὰ προσφυὲς τὸ μεταξύ, εἰρηκὼς δὲ καὶ ὑμένος περιταθέντος γίνεσθαι τὴν ἁφήν, ἔνθα καὶ δι' ἀλλοτρίου μέσου δοκεῖ, τὸ διάφορον αὐτῆς ἐνδείξασθαι βούλεται διὰ τούτων πρὸς τὰς τρεῖς αἰσθήσεις, οὐ μόνον ἐν τῇ περιτάσει τοῦ ὑμένος, ἀλλὰ καὶ εἰ ἀεί τι μέσον ὑποτεθείη τοῦ ἁπτικοῦ τε καὶ τοῦ ἁπτοῦ, ὡς ἐπὶ τῶν ὕδατι ἀμφοῖν διαινομένων καὶ μεταξὺ τοῦ ὕδατος ὑπάρχοντος, σώματος ὄντος καὶ διὰ τοῦτο καὶ βάθος ἔχοντος καὶ τὴν ἄμεσον τῶν ἁπτομένων διείργοντος συναφήν· τυχὸν δὲ καὶ ἐπὶ τῶν ἐν ἀέρι μεταξύ τινος ἀερίου παρεμπίπτοντος σώματος, εἴ τι ἄρα καὶ ὁ ἀὴρ προσπελαστικὸν ἔχοι ὡς τὸ ὕδωρ. ἀεὶ μὲν οὖν οὐκ ἔστι τι μέσον· οὐδὲ γὰρ καὶ αὐτοῦ τοῦ ὕδατος ἢ τοῦ ἀέρος· καὶ ἐφ' ὧν δέ ἐστι μέσον οὐ κωλῦον τὴν ἁπτικὴν αἴσθησιν, οὐ διαβιβαστικὸν ἔσται τῆς ἐνεργείας ὡς ἐπὶ τῶν τριῶν, ἀλλὰ συμπάσχον τῇ σαρκί, καθάπερ σαφῶς παρίστησι διὰ τοῦ κατὰ τὴν ἀσπίδα ὑποδείγματος. καὶ ταῦτα μὲν σαφῆ· ἐν δὲ τῇ λέξει τὸ ἀλλὰ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν πρὸς τὸ ὑγρὸν μὲν τὸ εἶναι ὕδωρ, πρὸς δὲ τὸ διερὸν τὸ ἔχειν ἀποδέδοται, ἐν δὲ τῷ ἀδύνατον ἄλλο ἄλλου ἅψασθαι ἐν ὕδατι τὸ ἀμέσως προσυπακουστέον. συνηγορήσας δὲ ἐφεξῆς, μήποτε ὁμοίως ἔχουσι ταῖς τρισὶν αἰσθήσεσι καὶ αἱ λοιπαὶ τῷ ἐπὶ τούτων παρεμπίπτειν τι μέσον, διακρίνει ἐντεῦθεν·
Ἐπειδὴ οὖν ἐπὶ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐδὲν τῶν ἔξωθεν τὸν δι' οὗ ἐπέχει λόγον, χρὴ δὲ εἶναι καὶ ἐπὶ τούτων τὸ δι' οὗ, ἵνα μὴ ἀμέσως τὸ πρῶτον αἰσθητήριον, ὡς καὶ ἤδη εἴρηται, ὑπὸ τοῦ οἰκείου πάσχον αἰσθητοῦ ἀπαμβλύνηται πρὸς τὴν κριτικὴν ἐνέργειαν, κἀπὶ τούτων τὸ δι' οὗ, εἰ καὶ μὴ ἀλλότριον, ἀλλὰ προσφυὲς ἀπαιτητέον, ἔμψυχον ὂν ὡς εἴρηται καὶ κατὰ τὴν αἰσθητικὴν ψυχήν· οὕτω γὰρ ἂν καὶ προσφυὲς εἴη τῷ πρώτῳ αἰσθητικῷ. παθεῖν μὲν γάρ τι δεῖ καὶ τὸ πρῶτον ὑπὸ τοῦ αἰσθητοῦ, ὡς δηλοῦσιν αἱ ὑπερβολαὶ αἰσθητὸν ποιοῦσαι τὸ πάθος, ἀλλ' ὅσον ἐγερθῆναι εἰς ἐνέργειαν· τὸ δὲ ὑπερβάλλον πάθος κωλύει. ὑπερβάλλει δέ, ὅταν ἄμεσος γένηται ἡ τοῦ αἰσθητοῦ εἰς τὸ πρῶτον αἰσθητήριον ποίησις. τί οὖν ἐπὶ [164] τῆς γεύσεως καὶ τῆς ἁφῆς τὸ δι' οὗ; ἡ μὲν γλῶσσά φησιν ἐπὶ τῆς γεύσεως, ἡ δὲ ὅλη σὰρξ ἐπὶ τῆς ἁφῆς. καὶ ταῦτα ἐφεξῆς διακρίνει γράφων·
Τὸ μὲν ἕκαστον εἶπεν ἐκείνων, καίτοι δύο προειρηκὼς τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἢ ὅτι πρὸς τρεῖς αὐτὰ ἔφη διακονεῖν αἰσθήσεις, ἢ τὸ ἐκείνων οὐκ ἀέρος καὶ ὕδατος ἀκουστέον, ἀλλὰ τῶν διαφανῶν ἁπλῶς καὶ διηχῶν καὶ διόσμων. τρία δὲ ταῦτα καὶ οὐκ ἐν ἀέρι καὶ ὕδατι μόνοις, ἀλλὰ καὶ ἐν ἄλλοις. ὁμοίως δὲ ἔχει τούτοις σὰρξ καὶ γλῶσσα, καθ' ὅσον καὶ αὗται μεταξὺ καὶ τὸν δι' οὗ ἐπέχουσι λόγον· ἐπεὶ δηλονότι, ᾗ αἱ μὲν προσφυεῖς, τὰ δὲ ἀλλότρια, οὐκ ἔστιν ὁμοία ἡ ἀναλογία. διὸ οὐκέτι καὶ τὴν σάρκα πάντῃ ἀναίσθητον ὡς τὸ ὕδωρ ῥητέον· οὐ γὰρ ταύτῃ ἡ ὁμοιότης, ἀλλ' ᾗ δι' οὗ καὶ αὕτη ὡς πρὸς τὸ πρῶτον καὶ αἰσθητικόν. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν· ἐν γὰρ τῇ καρδίᾳ, ὡς ἐν ἄλλοις εἴρηται.
Αὗται, περὶ ὧν ἔλεγεν, ὅτι ἐπιτιθέμεναι τῇ σαρκὶ αἰσθηταὶ γίνονται. διὰ δὲ τούτων, ὡς καὶ ἤδη ἔφαμεν, τὸ ἓν γένος τῆς τῶν ἁπτῶν ἀφορίζεται φύσεως, τὸ σωμάτων χαρακτηριστικὸν ᾗ σώματα, οὐχ ἁπλῶς, ἀλλ' ὁποῖα διὰ τῶν τὰ στοιχεῖα διοριζουσῶν διαφορῶν ἐδήλωσεν. οὐκοῦν ᾗ σώματα παθητά, ἅπερ γενητά τέ ἐστι καὶ φθαρτά· τούτων γὰρ ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα, καὶ τούτων διαφοραὶ πρῶτον αἱ παθητικαὶ ποιότητες. περὶ ὧν ἐν τοῖς περὶ στοιχείων εἰρηκέναι λέγει οὕτω τὰ Περὶ γενέσεως καὶ φθορᾶς προσαγορεύων.
Ὁρίσας τὸ τῶν ἁπτῶν γένος, ἀπὸ τούτων καὶ τὸ ἁπτικὸν ὁρίζεται· τὸ γὰρ δυνάμει τοιοῦτον, ὁποῖον τὸ ἁπτόν, διότι κατὰ τὸ εἶδος τοῦ γνωστοῦ ἀεὶ τὸ ἐνεργείᾳ γνωστικὸν ἕστηκεν. τὸ δὲ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ κινούμενον, ἑαυτῷ δὲ οὐκ ἀρκοῦν· διὸ καὶ πάσχειν τί ἐστι τὸ αἰσθάνεσθαι, ὅτι μὴ ὡς φθειρόμενον ἀλλὰ τελειούμενον. διὸ οὐχ ἁπλῶς ἀλλὰ τὶ πάσχειν, ὅλως δὲ πάσχειν ὡς ἑτέρωθεν τελειούμενον. δυνάμει δὲ τὸ ἁπτικὸν ἀλλ' [165] οὐκ ἐνεργείᾳ· ἁπτόμενον γὰρ τὸ τοιοῦτον. γίνεται δὲ τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ τοιοῦτον οἷον ἐκεῖνο διὰ τὴν ἐγγινομένην τῷ αἰσθητηρίῳ ὑπ' αὐτοῦ ἔμφασιν τοῦ εἴδους, ἐπεὶ ἡ κριτικὴ ἐνέργεια καὶ ἡ τελεία κατὰ τὸ εἶδος στάσις ἔνδοθεν καὶ κατὰ λόγους τῶν αἰσθητῶν οὐσιώδεις. οὐ γὰρ ὡς σφραγὶς ἢ τύπος τις ἔξωθεν ἐντίθεται ἡ γνῶσις καὶ ὁ τῆς γνώσεως ὅρος, ἀλλὰ τὸ αἰσθητήριον παθεῖν ὑπὸ τοῦ αἰσθητοῦ ἀνάγκη· πάσχει γὰρ τὸ δυνάμει ὂν τοιοῦτον, οὔπω δὲ ἐνεργείᾳ. πῶς οὖν οἷόν τε παθητὸν ὂν τὸ αἰσθητήριον μὴ καὶ αὐτὸ τῶν παθητικῶν μετέχειν ποιοτήτων ἐνεργείᾳ; μετέχον δὲ ἤδη πῶς πείσεται κατ' αὐτάς; ἀλλ' οὐχὶ τοῦ ὁμοίως φησὶ θερμοῦ καὶ τῶν ἄλλων αἰσθήσεται, τῶν δὲ ὑπερβολῶν, καὶ ταύτῃ ὑπ' ἀνομοίου πάσχον, ὡς τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης· ἢ ἀντὶ τοῦ αἰσθητηρίου εἰπὼν τῆς αἰσθήσεως, ἢ καὶ αὐτῆς τῆς αἰσθητικῆς οὐσίας, οὐχ ἁπλῶς ἀλλὰ τινὸς οὔσης μεσότητος διὰ τὸ ὑποκειμένῃ χρῆσθαι τῇ μέσῃ τοῦ αἰσθητηρίου εὐκρασίᾳ.
Τὸ μέσον, τὸ ὑπερβάλλον θερμὸν ὡς τὸ ψυχρὸν γινόμενον. ὅταν οὖν πάλιν ἀξιοῖ τὸ ἁπτικὸν μήτε θερμὸν εἶναι μήτε ψυχρόν, οὐχ ὡς πάντῃ αὐτῶν ἀμέτοχον λέγει, ἀλλ' ὡς ἐξ ἀμφοῖν μέσως κεκραμένον.
Καὶ γὰρ ἐν ψύχει ὅτι μὴ θερμὸς ὁ ἀὴρ τῇ ἁφῇ αἰσθανόμεθα, καὶ τοῦ σμικρὰν ἔχοντος θερμότητα καὶ τοῦ ὑπερβάλλουσαν.
Ἀκριβέστερον γὰρ αὐτῷ ἡ περὶ τῶν αἰσθητῶν γίνεται διάρθρωσις ἐν τῷ ἰδίῳ περὶ αὐτῶν βιβλίῳ.
Ἰδίᾳ περὶ ἑκάστης θεωρήσας αἰσθήσεως τὸν κοινὸν περὶ πάσης ἐπαναλαμβάνει λόγον, τὸ τῆς αἰσθήσεως ὡς αἰσθήσεως ὁριστικὸν παραδιδούς, καὶ τίνι ἁπλῶς τὸ αἰσθητήριον χαρακτηρίζεται ὁποιασοῦν αἰσθήσεως.
Ὅτι δεκτική τίς ἐστιν οὐσία ἡ αἴσθησις ἐναργές. ἐπεὶ δὲ πολλαὶ καὶ ἄλλαι τοιαῦται, τὸ ἴδιον τῆς αἰσθητικῆς νῦν παραδίδοται, τὸ ὑπό τινος [166] ἔξωθεν πάσχειν καὶ μὴ ἀφ' ἑαυτῆς τὸ ὅλον ἐγείρεσθαι εἰς τὴν κατ' ἐνέργειαν θεωρίαν, ὡς νοῦς καὶ ἐπιστήμη καὶ δόξα καὶ αὐτὴ ἤδη ἡ φαντασία· ἀλλ' ἐπειδὴ πᾶσα ἡ κατ' ἐνέργειαν γνῶσις τῷ εἴδει ὁρίζεται τοῦ γνωστοῦ οὐ πάσχουσα αὐτὸ ἀλλ' ἐνεργοῦσα, καὶ ἐνεργοῦσα οὐ ποιητικῶς ἀλλὰ κριτικῶς καὶ συνετικῶς, αἱ μὲν ἄλλαι γνωστικαὶ ἐνέργειαι ἐκ τῆς οἰκείας τελειοῦνται οὐσίας, τὸ τοῦ γνωστοῦ εἶδος ἀφ' ἑαυτῶν προβαλλόμεναι, ἡ δὲ αἰσθητικὴ καὶ τοῦ αἰσθητοῦ ἔξω κειμένου δεῖται πρὸς τὴν τοῦ γνωστοῦ εἴδους κατ' ἐνέργειαν προβολήν. διὸ καὶ παθητικὴ καὶ δεκτικὴ λέγεται τῶν εἰδῶν ὡς ἀλλαχόθεν οἷον ἐπεισιόντων καὶ ὑπὸ ἑτέρων τελειουμένη. ὅπερ σημαίνει διὰ τὸ ἐσχάτην οὖσαν ὀργάνῳ χρῆσθαι, καὶ οὕτως, ὡς μήτε αὐτὴν ἰσχύειν εἰς τὸ ἀρκεῖν ἑαυτῇ πρὸς τὴν χρῆσιν μήτε τὸ ὄργανον ἔχειν ἀρκούμενον τῇ χρωμένῃ ζωῇ, δεόμενον δὲ προπαθεῖν τι ὑπὸ τοῦ αἰσθητοῦ, ἅμα τῇ ἔξωθεν πείσει καὶ τῆς ζωτικῆς ἐγειρομένης ἐνεργείας· ὡς τὸ μὲν ὄργανον σῶμα ὂν αἰσθητικῶς ζῶν παθητικὴν ἔχειν τὴν ἐνέργειαν, τὴν δὲ χρωμένην ἀπαθῶς ἐνεργεῖν, συμμέτρως τῇ παθητικῇ τοῦ ὀργάνου ἐνεργείᾳ τοὺς τῶν αἰσθητῶν λόγους ἔνδοθεν προβάλλουσαν, καθ' οὕς, ὡς εἴρηται, συνίησι καὶ κριτικῶς ἐνεργεῖ. δεκτικὴ τοίνυν λέγεται τῶν εἰδῶν καὶ πάσχειν ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ ψόφον τῷ δεῖσθαι τὸ ὄργανον αὐτῆς παθεῖν ὑπὸ τούτων, ἔμφασίν τινα τῶν ἐν αὐτοῖς δεξάμενον εἰδῶν. ὡς γὰρ ἡ ἐν τῷ ποιοῦντι ἐνέργεια οἰκεία τῷ ἀποτελουμένῳ εἴδει, οὕτω καὶ ἡ κατὰ εἴδη πεῖσις ἐμφαίνει τὴν πρὸς τὰ δρῶντα οἰκειότητα, καὶ τῇ ἐγγινομένῃ τῷ αἰσθητηρίῳ τοῦ εἴδους ὑπὸ τοῦ αἰσθητοῦ ἐμφάσει καὶ ἡ ἐν αὐτῷ ἐνεργεῖ ζωὴ καὶ ἡ χρωμένη κατ' οἰκείους τῇ ἐν τῷ αἰσθητηρίῳ παθητικῇ ἐνεργείᾳ λόγους καθαρὰν τὴν κριτικὴν προβάλλεται ἐνέργειαν, οὐ πάσχουσα ἥδε οὐδὲ δεχομένη ἔξωθεν τὰ εἴδη (ἔνδοθεν γὰρ ἡ γνῶσις, ὥστε καὶ ἡ κατὰ τὸ γνωστὸν στάσις), ἀλλὰ πάσχειν καὶ γίνεσθαι τὰ εἴδη λέγεται ἡ αἴσθησις τῷ τὸ αἰσθητήριον τὰς εἰδητικὰς ἔξωθεν δέχεσθαι ἐμφάσεις, καὶ οὐκ ἄνευ τοῦ ἐνεργεῖν. δέχεται δὲ τὰ εἴδη ἄνευ ὕλης· οὐ γὰρ εἶδος ἀλλ' εἰδοπεποιημένον ἅπαν ἐστὶν αἰσθητόν. ὥσπερ δὲ ἔστι κατὰ τὸ εἶδος, οὕτως αὐτὸ καὶ λέγει ἡ αἴσθησις κατὰ τὸ εἶδος, καὶ γινώσκεται κατ' αὐτό. καὶ τὸ αἰσθητήριον οὖν τὴν τοῦ εἴδους δέχεται ἔμφασιν καὶ ἡ αἴσθησις κατὰ τὸ εἶδος ἑστῶσα τὸ αἰσθητὸν γινώσκει. ὡς οὖν ὁ κηρὸς τὴν τοῦ χρυσοῦ δακτυλίου δέχεται σφραγῖδα, οὐ τὸν χρυσὸν εἰσδεχόμενος οὐδὲ ὡς ὑπὸ χρυσοῦ πάσχων, ἀλλὰ μόνον τὸν τύπον καὶ ὡς ὑπὸ τετυπωμένου πάσχων·
Πάσχει μὲν ἡ αἴσθησις τῷ τοῦ αἰσθητηρίου προηγουμένως πάσχοντος εἰς τὴν οἰκείαν ἐγείρεσθαι ἐνέργειαν, καὶ πάσχει ὑπὸ τοῦ συναμφοτέρου· οὐ [167] καθὸ δὲ ἕκαστον ἐκείνων λέγεται. καὶ τὸ συναμφότερον γὰρ κατὰ τὸ εἶδος ἐνεργεῖ καὶ ἡ αἴσθησις τὴν εἰδητικὴν δέχεται ἐνέργειαν, οὐχ ὡς ὁριζομένη οἷον λευκαινομένη ἢ ψοφοῦσα ἢ γλυκαζομένη ἢ θερμαινομένη, οὐδὲ ταύτῃ πάσχουσα, ἀλλ' ὡς κατὰ τὸ λευκὸν ἢ τὸν ψόφον ἢ ὁτιοῦν τῶν λοιπῶν ἐνεργοῦσα γνωστικῶς, πάσχειν δὲ λεγομένη τῷ ἔξωθεν τοῦ αἰσθητηρίου τὴν ἐνέργειαν δεχομένου τότε καὶ αὐτὴ ἐγείρεσθαι. κἂν γὰρ θερμαίνηται τὸ σῶμα, οὐκ ἐν τῷ θερμαίνεσθαι τοῦ εἴδους ἡ εἰσδοχή, ἀλλ' ἐν τῷ κατὰ τὸ εἶδος τοῦ θερμοῦ γνωστικῶς ἐνεργεῖν, ἐπεὶ ὡς θερμανθὲν τὸ ὄργανον αἰσθητὸν ἀλλ' οὐκ αἰσθητικὸν γίνεται. ὥστε κἂν διακρίνηται ὑπὸ τοῦ λευκοῦ τὸ ὀπτικόν, οὐκ ἐν τῷ πάθει, ἀλλ' ἐν τῇ κατὰ τὸ εἶδος τῆς λευκότητος ἐνεργείᾳ ἡ κρίσις.
Αἰσθητήριον μὲν καθ' ἑκάστην αἴσθησιν ἄλλο· τὸ δὲ ἐν ᾧ τὸ κοινὸν πάσης αἰσθήσεως, περὶ οὗ νῦν ὁ λόγος, πρῶτον, εἰκότως τὸ ζωτικὸν ὂν πνεῦμα. ἐν ᾧ ἡ τοιαύτη δύναμις, ἡ κοινὴ πασῶν περιληπτικὴ αἴσθησις, καὶ οὐχὶ τὶς ἀλλ' ἁπλῶς οὖσα αἴσθησις, ὡς καὶ σὺν πάσαις ἐνεργοῦσα καὶ εἰς ἑαυτὴν πάσας συνάγουσα.
Ἦν μὲν καὶ ἡ τοῦ ζωτικοῦ ὀργάνου ὡς τοιούτου χαρακτηριστικὴ ψυχὴ εἴδους ἔχουσα πρὸς αὐτὸ λόγον ὡς εἰδοποιούμενον κατ' αὐτήν, ἦν δὲ καὶ ἡ ὡς ὀργάνῳ αὐτῷ χρωμένη ψυχή· ἐντελέχεια γὰρ ἦν αὐτοῦ καὶ ἥδε κατὰ τὴν ῥέπουσαν πρὸς αὐτὸ νεῦσιν, διὰ τὸ χρῆσθαι αὐτῷ ὁριζομένη· ὡς ἑνὸς καὶ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γινομένου διὰ τὴν μίαν ἀμφοῖν ἐνέργειαν ὡς ἓν μὲν καὶ ταὐτὸν γίνεσθαι ἐξ ἀμφοῖν, τῷ δὲ εἶναι διαφέρειν ἀλλήλοιν καὶ διακεκρίσθαι· μάλιστα μὲν τὸ χρώμενον καὶ τὸ αἰσθητήριον, ὅπερ τὸ αἰσθανόμενον, καὶ αὐτὸ δὲ τὸ αἰσθητικόν, διττὴν ἔχον τὴν αἰτίαν, τὴν μὲν ὑλικὴν ὡς μέγεθος καὶ ὡς σῶμα, τὴν δὲ εἰδητικὴν κατὰ τὴν ὡς ζωτικὸν ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωὴν αἰσθητικήν. οὔτε γὰρ αὕτη μέγεθος οὔτε μᾶλλον ἡ χρωμένη ψυχή, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου· ἡ μὲν ὡς αὐτοῦ τοῦ ὀργάνου ὁριστική, ἡ δὲ ὡς ἐν τῷ χρῆσθαι αὐτῷ οὐσιωμένη λόγος κυρίως καὶ οὐχὶ εἶδος εἰρημένη. τὸ μὲν γὰρ ἀμέριστον, ἡ δὲ ἀνειλιγμένη ἐστὶν οὐσία· τοιαύτη δὲ ἡ ψυχικὴ ζωή. ἐπεὶ δὲ πολλοὶ καὶ ζωτικοὶ καὶ φυσικοί εἰσι λόγοι, εἰκότως λόγος τις ἡ αἰσθητικὴ εἴρηται ζωή· ἀλλὰ καὶ δύναμις εἰκότως τοῦ αἰσθητηρίου, ἡ μὲν καθ' ἣν ζωτικῶς κινεῖται, ἡ δὲ ὡς κινητική. ἐντελέχεια γὰρ τοῦ δυνάμει ἡ κίνησις· καὶ δύναμις οὖν καὶ ἡ ἐν τῷ κινουμένῳ καὶ ἡ ἐν τῷ κινοῦντι. διώρισται δὲ ἐν τῷ δέλτα τῆς Μετὰ τὰ φυσικὰ περὶ δυνάμεως. [168]
Αὐτή τε γὰρ ἡ αἰσθητικὴ ζωή, τῶν ἀντικειμένων οὖσα εἰδῶν γνωριστικὴ καὶ πρὸς ἄμφω ὁμοίως ἔχουσα, μεσότης ἐστὶν οὐ τῷ ὑπ' ἀμφοῖν ὁρίζεσθαι, ἀλλ' ὡς ἀμφοτέρων ἐνεργητική, καὶ ὀργάνῳ ἐγγίνεται οἰκείῳ δεκτικῷ ὁμοίως τῶν ἀπ' ἀμφοῖν ἐμφάσεων. διὸ ἐν μεσότητι καὶ αὐτό, οὐ τῇ προβλητικῇ ἀλλὰ τῇ δεκτικῇ, οὐχὶ καθαρᾶς ἐνεργείας ἀλλὰ τῆς πρὸς πάθος συμμιγοῦς. ἐὰν οὖν τὸ πάθος τὴν συστατικὴν φθείρῃ μεσότητα δι' ὑπερβολὴν ὁποτερουοῦν τοῖν ἄκροιν, φθείρεται τὸ αἰσθητήριον ὡς αἰσθητήριον, καὶ λύεται ὁ λόγος φησίν, ὅ ἐστιν ἡ αἴσθησις. φθειρομένου γὰρ τῇ ἀσυμμετρίᾳ τοῦ δεκτικοῦ καὶ τὴν ὡς ὀργάνου μερικὴν ὁριστικὴν ζωὴν φθείρεσθαι ἀνάγκη, ἐν τῷ ἐκεῖνο ὁρίζειν οὐσιωμένην, καὶ τὴν χρωμένην, ἐὰν ἐν τῷ τοιούτῳ μόνῳ χρῆσθαι οὐσίωται· ὡς εἴ γε μή, ἀλλ' ἢ χωριστὰς ἔχοι ἐνεργείας, ὡς ὁ πλωτὴρ τῆς νεὼς ᾗ ἄνθρωπος, ἢ πρώτως ἐν ἀιδίῳ ὑφίσταται σώματι, ὡς μηκέτι μὲν τούτῳ χρωμένη λύεται, οὐχ ἁπλῶς δέ.
Ἐνίοτε μὲν καὶ κοπτομένων αὐτῶν, ὅτε καὶ ἁπλῶς ἀναιρεῖται ἡ συμφωνία, ἐνίοτε δὲ μόνης παρεμποδιζομένης τῆς συμφώνου ἐνεργείας διὰ τὴν τῆς πληγῆς σφοδρότητα. ἔχει δὲ τὸ ὑπόδειγμα οἰκείως πρὸς τὴν σωματοειδῆ τοῦ ὀργάνου συμμετρίαν, ἀλλ' οὐχὶ πρὸς τὴν αἰσθητικὴν ζωήν· οὐ γὰρ συμφωνία αὕτη, τῇ δὲ συμφωνίᾳ ἐπανθοῦσα.
Φανερῶς καὶ ἡ ζήτησις εἴρηται καὶ ἡ εὕρεσις τοῦ αἰτίου, ἀπό τε τῆς σωματικῆς ἰδιότητος ὡς ὑλικῆς καὶ ἀπὸ τῆς ζωῆς ὡς εἰδητικῆς. τὸ μὲν γὰρ μὴ ἔχειν μεσότητα κατὰ τὴν σωματοειδῆ νοητέον τῶν ἄκρων μεταξὺ συμμετρίαν, τὴν δὲ τῶν αἰσθητῶν δεκτικὴν εἰδῶν ἀρχὴν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἐφ' ἧς ὅπως τὸ δεκτικὸν νοητέον ἤδη διώρισται.
Τουτέστιν ὁριζόμενα ταῖς ποιότησι καὶ κατ' αὐτὰς χαρακτηριζόμενα, ἀλλ' οὐχὶ καὶ εἰς τὴν κατ' αὐτὰς ἐγειρόμενα γνωστικὴν ἐνέργειαν. καὶ ὥσπερ ἡ ἐνέργεια κατὰ τὸ εἶδος καὶ σὺν τῷ εἴδει, οὕτως ἡ πεῖσις μετὰ [169] τῆς ὕλης. εἰ γὰρ καὶ προηγουμένως τὸ σύνθετον τῇ θερμότητι ἐν τῷ θερμαίνεσθαι ὁρίζεται, ἀλλὰ καὶ ἡ τοῦ συνθέτου ὕλη, καὶ ὡς αὐτὴ πρώτως ὑπὸ τῶν οὐσιωδῶν εἰδῶν, οὕτω τὰ σύνθετα ταῖς ποιότησιν.
Εἰρηκὼς καὶ ἀναίσθητα ἔνια πάσχειν, καὶ τούτων τὰ μὲν μετὰ τῆς ὕλης, ὡς τὰ θερμαινόμενα καὶ ψυχόμενα, τὰ δὲ ἄνευ ὕλης, ὡς τὸν κηρὸν δεχόμενον τὸ ἐν τῷ δακτυλίῳ σημεῖον ἄνευ τοῦ χρυσοῦ ἢ τοῦ σιδήρου, πάσχειν δὲ εἰπὼν καὶ τὴν αἴσθησιν, διὰ τῶν προκειμένων ἀποριῶν τε καὶ λύσεων τὸ διάφορον τῶν παθῶν διακρίνει καὶ τῶν τὰ πάθη ἐμποιουσῶν ποιήσεων. αἱ μὲν γὰρ ἀλλοιοῦσαι καὶ τρέπουσαι τὸ δεχόμενον δρῶσι, καὶ δῆλον ὡς καὶ τὰ δεχόμενα ἀλλοιούμενα πάσχει, ὡς τὰ βαπτόμενα πάσχει χρωματιζόμενα καὶ τὰ εὐωδίας τινὸς ἐκ τῶν παρακειμένων μεταλαγχάνοντα καὶ γλυκαζόμενα ἄττα καὶ θερμαινόμενα ἢ καὶ εὐηχότερα γινόμενα, ὡς ἡ μαλαττομένη καὶ τεινομένη χορδή· αἱ δὲ κατὰ μόνον τὸ εἶδος ἐνεργοῦσαι καὶ εἴδους τινὸς ἄνευ πάθους γινόμεναι εἰς τὸ δεχόμενον μεταδοτικαί, ὥσπερ τὸν κηρὸν ἔφην τοῦ σημείου μεταλαγχάνειν, καὶ ἔτι καθαρώτερον ὁ ἀὴρ τοῦ φωτὸς καὶ ὅλως τὰ μεταξὺ τῶν τε αἰσθητηρίων καὶ τῶν αἰσθητῶν, τὴν τοῦ αἰσθητοῦ διαβιβάζοντα ἐνέργειαν. οὕτω γὰρ καὶ τὴν τοῦ χρώματος τὰ διαφανῆ καὶ τὴν τοῦ ψοφητικοῦ μὲν τὰ διηχῆ, τὴν δὲ τοῦ ὀσφραντοῦ τὰ δίοσμα· εἰ δὲ καὶ ἡ γλῶττα καὶ ἡ σὰρξ μεταξύ, ἔχοιμεν ἂν καὶ ἐπὶ τῶν χυμῶν καὶ ἐπὶ τῶν ἁπτῶν τὰ τὴν ἐνέργειαν ὡς τὰ διαβιβαστικὰ δεχόμενα, ἀλλ' ἐνταῦθα ὡς ἅμα καὶ αἰσθητικὰ δευτέρως. αἱ δέ τινες ποιήσεις αἰσθητῶν οὖσαι ὡς αἰσθητῶν, ὅταν τὸ δεκτικὸν αἰσθητικὸν ᾖ, εἴ γε πρὸς ἄλληλα ταῦτα λέγεταί τε καὶ ἐνεργεῖ, τὸ μὲν αἰσθητικὸν αἰσθητοῦ ὂν αἰσθητικόν, τὸ δὲ αἰσθητὸν αἰσθητικῷ ὂν αἰσθητόν. ἐνεργεῖ οὖν ὡς αἰσθητὸν εἰς τὸ αἰσθανόμενον, ὡς δὲ χρῶμα καὶ ὡς ψόφος τὸ μὲν εἰς τὸ διαφανὲς τὸ δὲ εἰς τὸ διηχές, κἂν μὴ τὸ ὁρῶν ἢ τὸ ἀκοῦον ᾖ, οὐκ ἐν τῷ ἐνεργεῖν τι, ἀλλ' ἐν τῷ δέχεσθαι τὴν ἄλλων ἐνέργειαν ἐντελεχείᾳ γινομένου διαφανοῦς ἢ διηχοῦς, τοῦ δὲ αἰσθητικοῦ καὶ ἐν τῷ ἐνεργεῖν· ἡ γὰρ κριτικὴ ἐνέργεια αὐτοῦ. τριττὴ γοῦν ἥ τε ποίησις καὶ ἡ πάθη, ἡ μὲν κατ' ἀλλοίωσιν καὶ τροπὴν τοῦ δεχομένου, ἡ δὲ κατὰ εἰδητικῆς ἐνεργείας μετάδοσιν μὲν τοῦ ποιοῦντος, μετάληψιν δὲ τοῦ δεχομένου, πάθην καὶ αὐτὴν διὰ τὴν ἔξωθεν τελείωσιν λεγομένην, ἡ δὲ πρὸς τῇ ἔξωθεν εἰσδοχῇ καὶ κατὰ τὴν οἰκείαν ὁριζομένη ἐνέργειαν, πάθη καὶ αὐτὴ διὰ τὴν ἑτέρωθεν οὖσα εἰσδοχήν· καὶ ἐνταῦθα ἡ αἴσθησις μόνον. διὸ οὐ πᾶσι πάθη αἰσθητική. διακρίνων οὖν ταῦτα ὁ φιλόσοφος ἀπορεῖ, εἰ τὸ ὀσφραντὸν ἢ τὸ χρῶμα δρᾷ τι εἰς τὸ μὴ αἰσθητικόν. καὶ τέως ὅτι μὴ δρᾷ συνηγορεῖ, εἴπερ, φησίν, ὀσφραντὸν μὲν ἡ ὀσμή, ἡ δὲ ὀσμὴ εἰς τὴν ὄσφρησιν [170] ποιεῖ, αἴσθησις δέ τις ἡ ὄσφρησις, καὶ συνάγει τὰ μὴ ὀσφραινόμενα μὴ πάσχειν ὑπὸ ὀσμῆς. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, φησίν, ὡς μὴ ὑπὸ χρώματος ἄλλο τι πάσχειν εἰ μὴ τὸ ὁρατικόν. διὸ ἐπάγει ὡς οὐδὲ τῶν δυνατῶν, ἀλλ' ᾗ αἰσθητικὸν ἕκαστον. κἂν γὰρ αἰσθάνεσθαι δύνηται τὸ ἀκουστικόν, ἀλλ' οὐχ ὑπὸ χρώματός τι πείσεται, ᾗ δέ ἐστιν αἰσθητικόν, ὑπὸ ψόφου, καὶ τὸ γευστικὸν ὑπὸ χυμοῦ. δῆλον δὲ ὡς ἀληθῆ τὰ λεγόμενα, ἐὰν μὴ ὡς χρῶμα ἁπλῶς ἢ ὡς ὀσμή, ἀλλ' ὡς αἰσθητὸν νοῆταί τε καὶ λέγηται· οὐδὲ γὰρ τὰ ἀναίσθητα ὡς ὑπὸ αἰσθητῶν πάσχει.
Καὶ τὸ ἐπιχείρημα τοῦτο εἰς ταὐτὸν τείνει τῷ προειρημένῳ, ὅτι εἰς τὰ σώματα ὡς σώματα δηλαδὴ οὐ δρᾷ τὰ τῶν αἰσθητῶν εἴδη καθ' αὑτά, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αὐτοῖς· ὡς ἡ βροντὴ ῥήγνυσι ξύλα ἐνίοτε οὐχ ὡς ψοφοῦσα, ἀλλὰ τῷ τὸ πνεῦμα, ἐν ᾧ ὁ ψόφος, σφοδρῶς κινούμενον ἐμπίπτειν εἰς τὸ ξύλον· ὅτι οὐ μόνον ὡς αἰσθητὰ οὐδὲν δρᾷ τὰ αἰσθητά, ἀλλ' οὐδὲ καθ' αὑτὰ τῆς ἀφ' ἑαυτῶν ἐνεργείας μεταδιδόντα, κατ' ἄλλο δέ τι, ὡς εἰ τὸ κεχρωσμένον ἐπικείμενόν τῳ εἰς τὸ κάτω συνωθοίη, οὐ κατὰ τὸ χρῶμα δηλαδή, ἀλλὰ κατὰ τὴν βαρύτητα, καὶ εἰ θερμαίνοι, κατὰ θερμότητα. οὔτε οὖν ὡς αἰσθητὸν οὔτε ὡς χρῶμα δρῴη ἂν τότε.
Δοκεῖ μὲν τῷ ἐναντίῳ συνηγορεῖν, ὅτι δρᾷ τὰ αἰσθητὰ καὶ εἰς τὰ μὴ αἰσθητικά, δι' ἀμφοῖν δὲ τοῖν λόγοιν τὸ ἀληθὲς ἐμφαίνει, ὅτι καὶ ὡς αἰσθητά ποτε δρᾷ τὰ εἴδη τῶν αἰσθητῶν, ὥστε εἰς τὸ αἰσθητικόν, καὶ ὡς μὴ αἰσθητά. καὶ τοῦτο διχῶς· καὶ γὰρ κατὰ τὰ εἴδη ἑαυτῶν καὶ κατὰ τὰ ἑαυτοῖς ὑποκείμενα ἢ συνυπάρχοντα. ὅτι γὰρ δρᾷ, ἐκ τῶν ἁπτῶν μάλιστα ἐναργὲς καὶ ἐκ τῶν χυμῶν· καὶ γὰρ θερμαίνεται καὶ τὰ ἄψυχα καὶ γλυκέα γίνεται καὶ ἁλμυρὰ ἀλλοιούμενα, ὡς καὶ αὐτὸς λέγει, καὶ κατὰ τὸν εἰρημένον ἡμῖν πρῶτον πάσχοντα τρόπον.
Παρὰ τὸ οὕτω πάσχειν, ὡς ὁ ἀὴρ ὁ τὴν τοῦ ὄζοντος διαβιβάζων ἐνέργειαν, ἑκατέρου καὶ τοῦ μεταξὺ καὶ τοῦ αἰσθητικοῦ εἰδητικὴν δεχομένου ἐνέργειαν.
Τουτέστιν οὐ κατὰ μόνην τὴν ἔξωθεν ἵστασθαι ἐνέργειαν, ἀλλὰ καὶ κατ' οἰκείαν, εἴ γε γνωστικῶς ἐστιν ἐνεργεῖν τὸ αἰσθάνεσθαι.
[171]
Τὸ μὲν διαφανὲς ἀθρόαν δέχεται τὴν ἀπὸ τοῦ φωτίζοντος ἐνέργειαν, τὸ δὲ διηχὲς καὶ δίοσμον οὐκ ἀθρόως μέν, ἐπειδὴ τῷ προπάσχειν πως δέχεται τὴν ἐνέργειαν, τὸ δὲ πάθος ἐν χρόνῳ, ταχέως δέ. παθὼν οὖν ὁ ἀήρ, ἢ ὡς τῷ προπαθεῖν ἐνεργείᾳ δίοσμος γινόμενος ἢ καὶ ὡς ἑτέρωθεν τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν δεχόμενος, αἰσθητὸς γίνεται· ἐνίοτε μὲν καὶ αὐτὸς ποιούμενος καὶ ὀσφραντὸς γινόμενος, πάντως δὲ τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν εἰς τὴν ὄσφρησιν ἄγων, ἑκατέρως δὲ οὐκ αἰσθητικὸς ἀλλ' αἰσθητὸς γινόμενος, διότι μὴ καὶ ἔνδοθεν κατ' οἰκείαν ἐνέργειαν κατὰ τὸ τοῦ αἰσθητοῦ ἵσταται εἶδος.
[172]
Ὁ μὲν προηγούμενος σκοπὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῆς προαιρετικῆς εἰπεῖν ψυχῆς, τουτέστι τῆς ἐν τοῖς θνητοῖς λογικῆς καὶ νοερᾶς, ἐπεὶ καὶ ἐν τῇ ὅλῃ πραγματείᾳ τὴν περὶ τῆς ἐν τοῖς θνητοῖς ψυχῆς ἐνεστήσατο θεωρίαν, ὡς ἐντεῦθεν καὶ ἐπὶ τὰς κρείττους ἴσως κατά τινα ἀναλογίαν ἀναπεμφθησομένων ἡμῶν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐν τούτοις λογικῆς. ἐν δὲ τῷ δευτέρῳ τὴν πλείστην ποιησάμενος διδασκαλίαν περὶ τῆς καὶ τοῖς ἄλλοις ζῴοις κοινῆς, ἐν τῷ τρίτῳ τὸν προηγούμενον ἐνίσταται σκοπὸν περὶ τῆς λογικῆς. ἄρχεται δὲ ἀπὸ τῆς αἰσθήσεως, ἅμα μὲν συνεχῆ πρὸς τὰ πρότερα τὸν λόγον ἐργαζόμενος, ἅμα δὲ ἵνα ῥᾷον ἐκ παραθέσεως τὴν ἑτερότητα θεωρῶμεν τῆς λογικῆς ζωῆς πρὸς αὐτήν, καὶ πρός γε ἵνα καὶ ὅσον εἰς τὴν αἴσθησιν τοῦ λόγου ἥκει ἴχνος ἐπισκοπῶμεν, ὡς τὸ ἀμέριστον, ὡς τὸ χωριστόν πως, ὡς τὸ ἑαυτῆς ἀντιληπτικόν, καὶ ἐπειδὴ χρῆται ὁ πρακτικὸς νοῦς καὶ τῇ αἰσθήσει. ζητεῖ δὲ εὐθὺς ἐν ἀρχῇ, εἰ ἔστι τις ἄλλη παρὰ τὰς πέντε αἰσθήσεις, ἵνα καὶ ἐκ τῆς ἐπαγωγῆς τὴν τοῦ λόγου πρὸς αὐτὰς διαφορὰν θεωροῦντες μὴ ἀμφισβητῶμεν ὡς καὶ ἄλλης τινὸς οὔσης ἡμῖν ἀγνώστου ὑπολελειμμένης, καὶ ἐπειδὴ ἐπιστημονικόν, ἐφ' ὅσον οἷόν τε, τὰ εἴδη πάντα περιλαμβάνειν τῶν γνωστῶν. χρήσιμον δὲ καὶ πρὸς τὸ ἑκάστην αἴσθησιν πιστώσασθαι ἑαυτῆς ἀντιληπτικὴν εἶναι, ὅταν ἡ ὄψις τοδὶ ὁρῶσα τὸ χρῶμα καὶ ὅτι γινώσκει συναισθάνηται. οὐ γὰρ λόγος πρώτως γνωριστικός, ἐπειδὴ μερικὸν καὶ ἄτομον τὸ γνωστόν· ἀλλ' οὐδὲ ἑτέρα τις αἴσθησις, ἐπεὶ μήτε τῶν λοιπῶν τεσσάρων τις, μήτε ἔστιν ἄλλη τις παρὰ τὰς πέντε· ὡς καὶ διὰ τοῦτο ἀναγκαῖον εἶναι τὸ περὶ τοῦ μὴ ἄλλην παρὰ τὰς πέντε ὑπολελεῖφθαι αἴσθησιν, ἵνα μὴ ἐκείνης οἰκείαν τὴν ἑκάστης [173] ὑπονοήσωμεν συναίσθησιν. καὶ ἔοικεν ἢ μόνως ἢ μάλιστα τῇ τοῦ λογικοῦ ζῴου ἀπονέμειν αἰσθήσει τὸ γνωριστικόν πως ἑαυτῆς· διὸ καὶ ἐν τῷ τρίτῳ προτείνεται βιβλίῳ. νοῦ γὰρ μάλιστα καὶ δευτέρως τοῦ λόγου οἰκεῖον τὸ ἑαυτοῦ γνωριστικόν, καὶ ζωῆς χωριστῆς σωμάτων (τὸ γὰρ σῶμα διὰ τὸν μερισμόν, ἄλλων ἀλλαχοῦ κειμένων αὐτοῦ τῶν μορίων, ἀνεπίστροφον πρὸς ἑαυτό), ὥστε καὶ αἰσθήσει τῇ λογοειδεῖ, εἰ καὶ μὴ παντελῶς, ἀλλὰ πῇ ἀπολυομένῃ παντὸς σώματος. πόθεν οὖν ὅτι οὐκ ἔστιν ἄλλη αἴσθησις παρὰ τὰς πέντε; οὐκ ἐκ τῆς ἐπαγωγῆς ἡ πίστις· πλείω γὰρ τῶν ἡμῖν φανερῶν ζῴων τὰ ἀφανῆ, τὰ μὲν καὶ θνητά, τὰ δὲ ὅσα δαιμόνια. οὐδὲ μὴν ἐκ τῶν στοιχείων, ὡς ἰδίως ἑκάστου οἰκείᾳ ὑποπίπτοντος αἰσθήσει τεσσάρων ὄντων καὶ τῆς ἀναθυμιάσεως, ἧς λέγεται εἶναι ἡ ὄσφρησις, ὡς τοῦ πυρὸς μὲν ἡ ὄψις, ἀέρος δὲ ἡ ἀκοὴ καὶ τῶν λοιπῶν αἱ λοιπαί, ὕδατος ἡ γεῦσις καὶ γῆς ἡ ἁφή. οὐ γὰρ τῇ ὄψει μόνῃ, ἀλλὰ καὶ τῇ ἁφῇ ὡς θερμὸν γνωρίζεται τὸ πῦρ. ἄδηλον οὖν, μὴ καὶ ἄλλη τίς ἐστιν αὐτῷ ποιότης, ἣν ἀγνοοῦμεν ἡμεῖς διὰ τὸ ἀντιληπτικὴν αὐτῆς ἐλλείπειν ἡμῖν αἴσθησιν. πόθεν οὖν, ὅτι πέντε μόναι αἱ αἰσθήσεις, πιστοῦται ὁ Ἀριστοτέλης; ἔκ τε τῆς ζωτικῆς ἐν ἡμῖν τελειότητος καὶ ἐκ τῶν αἰσθητηρίων μὴ ἐλλειπόντων. ἐλλείποι γὰρ ἄν τις αἴσθησις ἢ διὰ τὸ ἀμυδρὸν καὶ οἷον ἀπεψυγμένον τῆς ζωῆς, ἀδυνατούσης κατὰ πάσας ἐνεργεῖν, ἢ διὰ τὸ τὰ ὄργανα ἐνδεῖν, ἅπερ ἐστὶ τὰ αἰσθητήρια. ἐὰν οὖν ἥ τε ζωὴ τελεία παρῇ καὶ μὴ ἐλλείπῃ τι τῶν αἰσθητηρίων, εὔλογόν τε καὶ ἀναγκαῖον τοῖς τοιούτοις πάσας ὑπάρχειν τὰς αἰσθήσεις. πῶς οὖν ἡ τελεία ἡμῖν ὁρισθήσεται ζωή, καὶ αὕτη ἡ ἐν θνητοῖς, περὶ ἧς ὁ λόγος; ἐπειδὴ κινήσεως ἔνδοθεν ἄρχει, πρώτη δὲ φύσει ἡ κατὰ τόπον, ἐν τοῖς οὕτως κινουμένοις τὸ τέλειον ζητητέον τῆς κινούσης ζωῆς, ὡς οὐκ ἐκ μέρους μόνου τινός, ὡς τὰ ὄστρεια, ἀλλὰ καὶ δι' ὅλων, καὶ οὐκ ἀορίστως, ὡς σκώληκες καὶ ψύλλαι, ἀλλ' ὡρισμένως, καὶ οὐκ ἀπεστενωμένον ἔχουσι τὸ ὡρισμένον, ὡς μύρμηκες καὶ μέλισσαι, ἀλλὰ καὶ τὸ ἐπινοητικὸν καὶ εὐμήχανον ἐμφαίνουσι, καὶ μάλιστα τοῖς κατακούειν λόγου δυναμένοις καὶ τάττεσθαι ὑπὸ λόγου καὶ συνεθίζεσθαι καὶ γνωρίζειν τὰ προσταττόμενα ὑπ' αὐτοῦ ἰσχύουσιν. οὐχ ἥκιστα δὲ τελεία ἡ αἰσθητικὴ ζωὴ ἡ καὶ τῇ κρείττονι πάντῃ ἱκανὴ ἑαυτῆς συμφύεσθαι τῇ λογικῇ· τοῦτο γὰρ ἀκρότητος τεκμήριον. εἰ τοίνυν αὕτη μὲν τελειοτάτη, κατὰ μόνα δὲ ἥδε πέντε εἴδη αἰσθήσεων ὁρίζεται, ἀναγκαῖον μηδὲν ἄλλο αἰσθήσεως ὑπάρχειν εἶδος. καὶ οὐ τοῦτό φημι, ὡς ἡ ἐν τοῖς λογικοῖς αἰσθητικὴ μόνη τελεία· ἐν βάθει γὰρ καὶ τὸ τέλειον, καὶ τελειοτάτη μὲν αὕτη· καὶ ἡ ἐν τοῖς ἀλόγοις δὲ κατακούουσα λόγου καὶ ἡ τὸ εὐμήχανον καὶ ἐπινοητικὸν καὶ μὴ ἀπεστενωμένον τὸ ὡρισμένον ἐμφαίνουσα. ἀτελὲς γὰρ ἤδη τὸ ἀπεστενωμένον καὶ τὸ ἀόριστον καὶ τὸ κατὰ τόπον ἀκίνητον, οὐχ ὡς τὸ παρὰ φύσιν, ἀλλ' ὡς κατὰ φύσιν τῶν εἰς ἔσχατον καὶ ἀμυδρῶς ζώντων ὁριστικόν· διὸ κατὰ φύσιν καὶ τὸ τοιοῦτον ἀτελὲς καὶ εἰδῶν ὅλων ὁριστικόν. ὅτι μὲν οὖν ὅσον ἐπὶ τῇ τελειότητι τῆς ζωῆς οὐκ ἂν ἐν τοῖς τελείοις ἐλλείποι αἴσθησις, ἀρκούντως διὰ [174] τούτων ὑπομεμνήσθω· λείπεται δὲ σκοπεῖν, μὴ ὄργανόν τι ἐλλεῖπον τὴν ἔνδειαν παρέχεται. ἀλλ' ἐπεὶ τὸ αἰσθητικὸν ὄργανον ἢ μικτὸν ἐκ πάντων τῶν στοιχείων εἶναι ἀνάγκη ἢ ἁπλοῦν, ζητητέον, ἐκ ποίων μὲν ἁπλῶν οἷόν τε εἶναι τὰ αἰσθητήρια, ποίαις δὲ αἰσθήσεσι τὰ ἁπλᾶ καὶ ποίαις τὸ μικτὸν ἀποδοτέον, καὶ εἰ πάντα, ὅσα οἷόν τε εἶναι αἰσθητήρια, ἐν τοῖς τελείοις ὑπάρχει ζῴοις, ἵνα ὅτι μηδὲ τῇ τῶν ὀργάνων ἐνδείᾳ ἐλλείπει τις αἴσθησις γινώσκωμεν. ἐπεὶ τοίνυν διὰ μέσων τινῶν τὰ πρῶτα αἰσθητήρια (οὐ γὰρ ἀμέσως) ὑπὸ τῶν αἰσθητῶν κινεῖται, καλῶς ἀπὸ τῶν μεταξὺ τὴν τῶν αἰσθητηρίων τεκμαίρεται φύσιν. δεκτικά τε γὰρ ἄμφω τῆς τῶν αἰσθητῶν ἐνεργείας, καὶ οἷον συμφυῶς καὶ κατὰ συνέχειαν τὰ μεταξὺ τὴν ἐνέργειαν ἐπὶ τὰ αἰσθητήρια μεταβιβάζοντα τὴν ἑαυτῶν πρὸς ἐκεῖνα ὁμοφυῆ σημαίνει οὐσίαν. οἷον διαφανὲς εἶναι δεῖ τὸ δεκτικὸν τοῦ ὁρατοῦ· ἀμφοῖν οὖν τοῦτο ὑπάρξει, καὶ τῷ μεταξὺ καὶ τῷ αἰσθητηρίῳ. ἀλλὰ καὶ κατ' οἰκειότητα ἡ ἀπὸ θατέρου ἀβιάστως καὶ αὐτοφυῶς γινομένη μετάδοσις· διὸ ὡς κατὰ συνέχειαν καὶ σύμφυσιν. ὥστε τὸ μέσον ὅμοιον τῷ αἰσθητηρίῳ. τίνα οὖν τὰ μέσα; τὰ μὲν ἐν ἡμῖν, ὡς ἐπὶ ἁφῆς καὶ γεύσεως, τὰ δὲ ἔξωθεν, ὡς ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. τῶν δὲ ἐν ἡμῖν τὰ περὶ τὴν ἐπιφάνειαν, ἃ καὶ μεταξὺ γίνεται, μικτὰ πάντως, ὅτι ἡ τῶν θνητῶν ζῴων φύσις στερεοῦ μὲν καὶ ἀντιτύπου δεῖται περιβλήματος διὰ τὸ δυσπαθές, οὐ μὴν παντελῶς ἀκινήτου· διὸ οὐχ ἁπλοῦν ἀλλὰ μικτόν. τῶν δὲ ἔξωθεν δύο ἁπλᾶ διαβιβαστικὰ τῆς τῶν αἰσθητῶν ἐνεργείας, ὕδωρ τε καὶ ἀήρ, ἢ εἰ καὶ μικτά, θατέρου πάντως τούτων ἐπικρατοῦντος ἐν τῇ μίξει. οὔτε γὰρ ἐκ γῆς διὰ τὸ ἀκίνητον καὶ δυσπαθὲς καὶ δυσμετάληπτον τῶν ἀπὸ τῶν ἄλλων ἐντελεχειῶν, οὔτε ἐκ πυρὸς διὰ τὸ δραστήριον αὐτοῦ, κινητικοῦ τῶν ἄλλων ὄντος καὶ μεταδοτικοῦ τοῖς ἄλλοις μᾶλλον τῶν ἰδίων ἢ κινουμένου ὑπὸ τῶν ἄλλων ‹καὶ› μεταληπτικοῦ τῶν ἐν ἐκείνοις. πῶς οὖν μικτὸν τὸ ἐν ἡμῖν καὶ ἐπικρατοῦντος τοῦ γηίνου προσεχῶς ἀναδέχεται τὰς τῶν ἁπτῶν τε καὶ γευστῶν ἐνεργείας αἰσθητάς; ἢ ὅτι ζωτικὸν καὶ οἷον κουφιζόμενον ὑπὸ τῆς ἐν ἡμῖν ζωῆς. πῶς δὲ τὸ ὑπέκκαυμα διαφανές τέ ἐστι καὶ διηχές; ἢ ὅτι πῦρ ἐκεῖνο τὸ στοιχειῶδες, ἔοικε δὲ πῦρ νῦν τὸ καυστικὸν καὶ ὑπερζέον ἀποδιοπομπεῖσθαι ὡς μὴ ὂν καθ' αὑτὸ αἰσθητήριον, ἵνα τὸ ὑπέκκαυμα ἐν τῷ ἀέρι ὂν συνειλημμένον ἢ κοινὸν ᾖ πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν, τὸ δὲ καυστικὸν οὐδενός. ἐπεὶ οὖν δύο τὰ μεταξὺ ἐκ τῶν ἁπλῶν, ὕδωρ τε καὶ ἀὴρ (ἔστω γὰρ καὶ τὸ στοιχειῶδες ἐν τῷ ἀέρι) ἢ κοινόν, ἐκ δὲ τῶν παραπλησίων καὶ τὰ αἰσθητήρια, ἔχομεν δὲ ἄμφω, ὅσα τέλεια ζῷα, ἐν τοῖς τελείοις ἄρα ζῴοις οὐ μόνον ἡ τελεία ὑπάρχει ζωή, ἀλλὰ καὶ τῶν ὀργάνων οὐδὲν ἐλλείπει. εἴη ἂν οὖν μηδὲ αἴσθησις ἐλλείπουσα· εἰ δὲ τοῦτο, μόναι ἂν αἱ πέντε εἶεν αἰσθήσεις. ἀλλ' ὁ μέγας Ἰάμβλιχος πολλὰ τὰ ἀφανῆ ἡμῖν εἶναι βούλεται ζῷα δαιμόνιά τε καὶ κρείττω, καὶ μὴ δεῖν ἐκ τῆς ἐπαγωγῆς διϊσχυρίζεσθαι τὸ ποσὸν τῶν αἰσθήσεων, ὀρθῶς λέγων. οὐ μὴν ὁ Ἀριστοτέλης τῇ ἐπαγωγῇ ἐπερείδεται, ἀλλὰ τῇ [175] τελειότητι τῆς ζωῆς, καὶ τῷ μὴ ἐνδεῖν τι ἡμῖν αἰσθητήριον. ἀλλ' εἶναι κρείττονα λέγει τὴν τῶν οὐρανίων αἴσθησιν, ἀπαθῆ ὑπάρχουσαν καὶ ἔνδοθεν ὅλην ἐγειρομένην καὶ οὐδὲν τῶν ἔξωθεν κινούντων προσδεομένην, αὐτὴν δὲ ἀφ' ἑαυτῆς καὶ πρὸς ὑπόστασιν καὶ πρὸς γνῶσιν τῶν αἰσθητῶν ἐξαρκοῦσαν. ἆρα οὖν πλείους τῶν πέντε καὶ διὰ τὴν τῶν οὐρανίων θετέον; ἢ μάλιστα μὲν οὐ συναριθμητέον ταύταις ἐκείνην ὡς αἰτίαν αἰτιαταῖς καὶ ὡς ἑνιαίων τούτων πασῶν περιληπτικήν, ὅπου γε οὐδὲ τὴν κοινὴν ἐν ἡμῖν αἴσθησιν ὡς ἕκτην ταῖς πέντε συναριθμοῦμεν, καίτοι γε ἀχωρίστως αὐταῖς ἐγκατατεταγμένην, διὰ τὸ κοινῇ περιληπτικόν· μειζόνως οὖν τὸ ἐξῃρημένον πασῶν καὶ χωριστῶς καὶ αἰτιωδῶς περιεκτικὸν οὐ συναριθμητέον. ἔπειτα δὲ οὐδὲ ἑτέρα ἁπλῶς τῶν πέντε ἡ τῶν οὐρανίων. ἡ γὰρ ἑτερότης ἐν τοῖς λόγοις κατὰ τὸ τῶν λόγων διάφορόν τε καὶ ἐν τοῖς αἰσθητοῖς· ἡ δὲ οὐρανία οὐ ταύτῃ ἑτέρα, ἀλλὰ τῷ τρόπῳ, ἐπεὶ οὐ πλείω τὰ αἰσθητὰ τῶν καὶ ἡμῖν καταληπτῶν. ἡ μὲν οὖν ὅλη τοῦ προκειμένου ἀπόδειξις τοιάδε τις εἶναί μοι δοκεῖ, τῇ τῆς ζωῆς ἐπερειδομένη τελειότητι ἐν τοῖς μὴ πηρώμασι τῶν ζῴων μηδὲ παρὰ φύσιν ἔχουσι, καὶ τῷ ἀνενδεεῖ τῶν ὀργάνων, ὃ καὶ αὐτὸ οὐ δι' ἐπαγωγῆς ἀλλὰ διὰ τῆς φύσεως τῶν αἰσθητικῶν ὀργάνων ἐπιστώσατο, δύο μὲν ἁπλῶν ὄντων ἐπὶ τῶν τὰ πόρρω γνωριζουσῶν αἰσθήσεων, τοῦ δὲ μικτοῦ ἐπὶ τῆς ἁφῆς, ἐπειδὴ καὶ μικτὸν τὸ τοῦ θνητοῦ ζῴου σῶμα, ὡς τὸ ὅλον φάναι. λοιπὸν δὲ ἀναγκαῖον καὶ κατὰ μέρος τὴν ταῦτα δηλοῦσαν ἑρμηνεῦσαι λέξιν.
Αὕτη μέν, γεωμετρικῶς φάναι, ἡ τοῦ προβλήματος πρότασις· ἄρχεται δὲ τῆς κατασκευῆς τοῦ λόγου ἐντεῦθεν.
Ἐπειδὴ τέσσαρες μόναι αἱ πρῶται παθητικαὶ ποιότητες, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, ἐξ ὧν αἱ ἄλλαι, ὡς ἐν τῇ Περὶ γενέσεως εἴρηται, ὧν ἁπασῶν ἡ ἁφὴ ἀντιληπτική, ἐπειδὴ καὶ τῶν πρώτων πασῶν, τὰ δὲ ἁπτὰ ἅπαντα ὡς ἁπτὰ ταῖς παθητικαῖς χαρακτηρίζεται ποιότησιν, ὡς καὶ τοῦτο ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ὑπέμνησται ἀκροάσεως, δῆλον ὡς ἀληθῶς εἴληπται πάντα τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ γνωρίζεσθαι. εἰ δὲ ἡ ἁφή, καίτοι ἐσχάτη οὖσα, οὐδὲν ἀφίησι τῶν ἁπτῶν ἄγνωστον, πάντως που καὶ ἑκάστη τῶν λοιπῶν οὐδενὸς τῶν οἰκείων ἀπολειφθήσεται αἰσθητῶν. τοῦτο γὰρ ἕπεται μὲν τῷ ὑποθετικῶς προειρημένῳ, τῷ εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφή· οὐ μὴν ἀποδέδοται ὑπὸ Ἀριστοτέλους, [176] ἀλλὰ καὶ ἄλλα τινὰ προηγούμενα, τὸ εἰπεῖν εἰ ἐκλείπει τις αἴσθησις, ἀναγκαῖον εἶναι καὶ αἰσθητήριον ἐκλείπειν, ἔτι τρίτον, ὅπερ καὶ ἐν μέσῳ κατασκευάζει, καὶ εἰ μηδὲν ἐλλείπει ἐν ἡμῖν αἰσθητήριον, κοινῇ διὰ μακρῶν ἀποδίδωσι πρὸς πάντα τὰ ἡγούμενα τὸ "πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν." εἰ γὰρ μὴ λείπει αἰσθητήριον, ὅπερ τὸ τρίτον τῶν ἡγουμένων ἀξιοῖ, διὰ τὸ ἢ ἀμέσως τῶν αἰσθητῶν ἢ διὰ μέσων ἀέρος καὶ ὕδατος ἀντιλαμβάνεσθαι, ἔχειν δὲ ἡμᾶς καὶ τὸ ἁπτικὸν καὶ ἑκάτερον τῶν μεταξύ, οὐδὲ αἴσθησις, ἐπειδὴ κεῖται, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν. καὶ ταύτῃ πρὸς τὸ δεύτερον τῶν ἡγουμένων ὑποθετικῶν, πρὸς τὸ ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν ἀποδίδοται τὸ "πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν." πρὸς δὲ τὸ πρῶτον τὸ εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, ἀποδέδοται τὸ αὐτό, τὸ "πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν", ἐπειδὴ οὕτω πᾶσαι, ὡς καὶ μηδ' ὁτιοῦν τῶν οἰκείων ἀπολείπουσαι αἰσθητῶν, διὰ τὸ καὶ τῇ ἁφῇ καὶ νῦν αἴσθησιν ἔχειν ἡμᾶς παντός, οὗ ἐστιν αἴσθησις ἁφή, τοῦ καὶ νῦν προσκειμένου δηλοῦντος τὸ καὶ πρὶν ἀποδειχθῆναι μόνας τὰς πέντε εἶναι αἰσθήσεις. τὴν γὰρ ἁφὴν τελείαν ὡς οὐδὲν τῶν ἁπτῶν ἄγνωστον ἀφιεῖσαν ἔχομεν, ὅπερ κατασκευάζει διὰ τοῦ πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν, εἴ γε, ὡς εἴρηται, καὶ τῶν ἁπλῶν τῶν πρώτων καὶ τῶν ἐξ αὐτῶν κατὰ μῖξιν συγκειμένων παθητικῶν ποιοτήτων πασῶν γνωριστικοὶ τῇ ἁφῇ ὑπάρχομεν. εἰ γοῦν ἡ ἁφὴ πάντα γνωρίζει τὰ ἁπτά, ἀναγκαῖον καὶ τῶν ἄλλων ἑκάστην πάντων εἶναι τῶν οἰκείων αἰσθητῶν ἀντιληπτικήν. καλῶς οὖν πᾶσαι λέγονται ἔχεσθαι αἱ αἰσθήσεις ἐν τοῖς τὰς πέντε ἔχουσι, καὶ ὡς μὴ οὐσῶν πλειόνων καὶ ὡς ἑκάστης οὐδὲν ἀπολειπούσης ἄγνωστον τῶν οἰκείων αἰσθητῶν.
Ἔστι μὲν δεύτερον, ὡς εἴρηται, συνημμένον τῶν ἡγουμένων· ὅπως δὲ ἀναγκαῖον λέγεται, ἐπιστάσεως ἄξιον. διὰ τί γάρ, εἰ ἡ ὁρατικὴ ἐλλείπει αἴσθησις μόνη, δυνατὸν δὲ εἶναι καὶ ἀέριον τὸ τῆς ὄψεως ὄργανον, μὴ πάρεστι τοῦτο τῷ ἔχοντι ἀκοήν, ὥστε τὸ μὲν αἰσθητήριον αὐτῷ παρεῖναι, τὴν δὲ ὅρασιν ἀποῦσαν μὴ ὡς ὁρατικῷ αὐτῷ χρῆσθαι; μήποτε οὖν διττὴ ἡ τοῦ αἰσθητηρίου ἔλλειψις, ἡ μὲν ὡς μηδ' ὅλως τοῦ ὑποκειμένου παρόντος σώματος, ὃ ἂν ᾖ πρὸς τὴν ἐλλείπουσαν χρήσιμον αἴσθησιν, ὡς εἰ μηδὲ ὅλως εἴη καθ' αὑτὸν ἔν τισι ζῴοις ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἀμιγῆ, ἡ δὲ ὡς ὄντος μέν, ἀλλ' οὐχ ὡς ὁρατικοῦ γε φέρε· οὐ γὰρ ἂν μάτην καὶ ὡς ὁρατικὸν ὑφίστατο ἐπὶ τοῦ μὴ πεφυκότος ὁρᾶν. μήποτε δὲ καὶ ἐπὶ τῶν τελείων [177] ζῴων ἀληθέστερον ἔχῃ ὁ λόγος. διὸ καὶ ἡμῖν, ἀλλ' οὐχ ἁπλῶς ἔφη, ἐὰν ἐκλείπῃ αἴσθησις, καὶ αἰσθητήριον ἐκλείπειν, ἀλλ' ἡμῖν τοῖς τὰς πέντε ἔχουσιν. ἐὰν γὰρ ᾖ τις ἄλλη, καὶ αἰσθητήριον ἄλλο τι ἕξει σῶμα ἢ τούτοις κατ' ἄλλο τι χρήσεται. ἀλλ' ἕτερον μὲν ὀργανικὸν εἶναι αἰσθητήριον ἀδύνατον, ἐπειδὴ μήτε ἐστὶν ἄλλο παρὰ τὰ τέσσαρα σῶμα φθαρτὸν μήτε τὸ οὐράνιον ὡς ὄργανον τῇ θείᾳ αὐτοῦ ὑπέστρωται ψυχῇ· οὐ γὰρ ὡς χρωμένῃ, ἀλλ' ὡς αὐτὸ ἐκείνης ὅλον ὄν. οὐ μὴν οὐδὲ ταῦτα ἔχει τὸ κατ' ἄλλο τι εἶναι αἰσθητικά· ἦν γὰρ ἄν τις ἐν τῇ τελείᾳ ζωῇ καὶ ἡ χρωμένη αὐτὴ δύναμις. διὸ ἀναγκαῖον, οἷς μὴ πάρεστιν αὕτη μὴ διὰ πήρωσιν ἢ ἀτέλειαν, μηδὲ τὸ ὄργανον ὑπάρχειν. ἐν γὰρ τῇ τελείᾳ πᾶσαι αἱ δυνάμεις, καὶ ἡ φύσις ἀκολούθως καὶ τὰ ὄργανα πάντα ἀποδίδωσιν, ἐὰν μὴ παρὰ φύσιν πηρωθῇ, ὅταν τὸ ἀνάπαλιν καὶ παρούσης τῆς δυνάμεως τὸ ὄργανον ἐκλείπῃ. διὸ οὐκ ἠξίωταί που τὸ ἐκλείποντος αἰσθητηρίου καὶ τὴν αἰσθητικὴν ἐκλείπειν οὐσίαν, ἀλλὰ τὸ ἀνάπαλιν μὴ ἐκλείποντος αἰσθητηρίου μηδὲ τὴν αἴσθησιν ἐκλείπειν, καὶ ἐν ἡμῖν τοῖς τὰς πέντε ἔχουσι καὶ οὖσι τελείοις, ὡς καὶ τὴν κατὰ τόπον ὡρισμένην κίνησιν κινουμένοις.
Τὸ τρίτον ἐστὶ τοῦτο τῶν ἡγουμένων, δι' οὗ καὶ κατασκευάζειν ἀξιοῖ μήτε αἰσθητήριον μήτε αἴσθησιν ἡμῖν ἐλλείπειν· ἐπειδὴ γὰρ ἀνάγκη ἢ ἁπτομένων ἡμῶν τῶν αἰσθητῶν γίνεσθαι τὴν αἴσθησιν ἢ διὰ τῶν μεταξύ. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις καὶ ἄλλως ἀδύνατον. ἐπειδὴ γὰρ γνωστικὴ μὲν ζωὴ ἡ αἴσθησις, σωμάτων δὲ καὶ τούτων ἔξω κειμένων, καὶ δι' αἰσθητηρίου σώματος ὄντος γινομένη τοῦ τῇ γνωστικῇ ταύτῃ χαρακτηριζομένου ζωῇ, ἀναγκαῖον τὸ αἰσθητήριον ἢ αὐτῶν ἐφάπτεσθαι τῶν αἰσθητῶν ἢ δι' ἑτέρων τινῶν μεταξὺ σωμάτων ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν (οὐ γὰρ διὰ κενοῦ), ἵνα καὶ διαβιβάζηται ἡ τοῦ αἰσθητοῦ ἐντελέχεια εἰς τὸ αἰσθητήριον. βούλεται μὲν γὰρ καὶ τὴν ἁφὴν ὁ Ἀριστοτέλης διὰ τοῦ μεταξὺ γίνεσθαι, ἀλλ' οὐκ ἔξω ὄντος τοῦ μεταξύ, ἐν ἡμῖν δέ, ὡς καὶ αὐτὸ ζῆν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἀλλ' ἕτερον ὅμως εἶναι τὸ προηγουμένως αἰσθητήριον. πρὸς μὲν οὖν τὸ πρώτως οὐκ ἄμεσος οὐδὲ ἡ ἁφή, πρὸς δὲ τὸ ἁπλῶς καὶ ὁπωσοῦν αἰσθητικὸν ἄμεσος. καὶ ἴσως καὶ ἡ καλουμένη συναίσθησις ἡμῖν γίνεται, ὅτε τῶν ἐν ἡμῖν τινος μορίου ψυχομένου ἢ θερμαινομένου αἰσθανόμεθα κατὰ τὴν ἁφήν, τοῦ προηγουμένου αἰσθητηρίου προσπίπτοντος τῷ πάσχοντι μορίῳ. τὴν μὲν οὖν ἁπτικὴν ζωὴν πάντα ἔχει τὰ ζῷα· τὴν δὲ διὰ τῶν μεταξύ, ὧν αἰσθητῶν μὴ αὐτῶν ἁπτόμενα αἰσθάνεται, οὔτε πάντα, καὶ ὅσα ἔχει, οὐ πάσης τῆς τῶν αἰσθητῶν ἀντιλαμβάνεται ἰδιότητος. οὐ γάρ, ἐπειδὴ ὀσφραντικά, ἤδη καὶ ἀκουστικά, οὐδὲ τὰ ἤχου γνωριστικὰ ἤδη καὶ χρώματος. πῶς οὖν ἀξιοῦται καὶ τοῖς ἁπλοῖς ἀποστήμασι καὶ τούτοις [178] ἀέρι καὶ ὕδατι τὰ διὰ τῶν μεταξὺ γνωρίζεσθαι, καὶ τῶν ὁποτερονοῦν αὐτοῖν ἐχόντων ζῴων ἕκαστον δύνασθαι ἀντιλαμβάνεσθαι τῶν δι' ἀμφοῖν τοῖν μεταξὺ αἰσθητῶν; λέγει δὲ οὕτως· ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι. ὅτι μὲν οὖν διὰ μόνων δύο τῶν μεταξὺ ἀέρος τε καὶ ὕδατος, μικρὸν προελθὼν δείξει. τὸ δὲ οἷον πρόσκειται ἐν τῷ λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, ἵνα, οἶμαι, ἐνδείξηται, ὡς οὐ μόνα τὰ δύο ταῦτα ἁπλᾶ ἐν τῷ μεταξὺ γινόμενα διαβιβάζει τὴν τῶν αἰσθητῶν εἰς τὸ αἰσθητήριον ἐνέργειαν, ἀλλὰ καὶ τὰ οἷα ταῦτα, ὥσπερ καὶ τὸ ὑπέκκαυμα, οἷον ἀὴρ ὄν, καὶ τὰ σύνθετα μὲν ἤδη, ἐπικρατοῦντος δὲ τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ὁποῖον ἔλαιον καὶ οἶνος καὶ ὁμίχλη.
Εἰ δι' ἑνὸς ἐκ τῶν δύο τῶν μεταξὺ ὁποιουοῦν πλείω αἰσθητὰ ἐνεργεῖν οἷά τε εἰς τὸ αἰσθητήριον, ἕτερά φησιν ὄντα ἀλλήλων τῷ γένει, ὡς διαφόροις αἰσθήσεσιν ὑποπίπτοντα. οὐ γὰρ ἑτερογενῆ πάντῃ τὸ θερμὸν καὶ ξηρὸν ἁπτὰ ἄμφω ὄντα, ἀλλὰ χρῶμα καὶ ἦχος, ὅτι τὸ μὲν ὁρατὸν ὁ δὲ ἀκουστός· ἄμφω δὲ ὅμως καὶ δι' ἀέρος ὡς καὶ δι' ὕδατός ἐστιν ἑκάτερον αἰσθητόν. ἀλλὰ καὶ τὸ ὀσμῶδες γένος δι' ἑκατέρου ἐνεργεῖ τῶν μέσων. ἀναγκαῖον δέ φησι τὸν ἔχοντα τοιοῦτον αἰσθητήριον, ὑδάτινον δηλαδὴ ἢ ἀέριον ἢ κατὰ τὴν ἑτέραν ἐπικράτειαν χαρακτηριζόμενον, ἀμφοῖν αἰσθητικὸν εἶναι, ὡς ἐπὶ δύο ἑτερογενῶν τὸν λόγον ποιούμενος καὶ διὰ τοῦτο ἀμφοῖν εἰπών. διὸ καὶ ἐπήγαγε δύο τινὰ λέγων καὶ ἔστιν ὁ ἀὴρ ψόφου καὶ χρόας. ἀλλὰ διὰ τί, ὅπερ ἐλέγομεν, οὐχὶ καὶ ὁρᾷ ἡ ἀσπάλαξ, ἔχουσα ἀέρα, ᾧ ἀκούει; διὰ τί δὲ οὐχὶ καὶ ἀκούει ἡ πορφύρα, ἔχουσα τὸ ᾧ ὀσφραίνεται, εἴτε ἀὴρ τοῦτο εἴτε ὕδωρ εἴη; διότι, ἐρῶ, οὔτε ἀξιοῦται ἁπλῶς οὔτε ἀληθεύει τὸ λεγόμενον, ἀλλ' ἐπὶ τῶν τελείων ζῴων (ὅθεν, ὡς εἴρηται, καὶ ἐπὶ ἡμῶν ἐποιεῖτο τὸν λόγον, "ἡμῖν" λέγων καὶ "ὅσων αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα")· τελείας γὰρ τῆς αἰσθητικῆς παρούσης ζωῆς, καὶ οὔτε τῶν πρὸς τὴν ἁφὴν δηλαδὴ ἐλλειπόντων ὀργάνων (οὐδὲ γὰρ ἂν ζῷον ἄνευ ταύτης εἴη) οὔτε τῶν πρὸς τὴν διὰ τῶν μεταξὺ ἀντιληπτικὴν ἐν τοῖς τελείοις ζῴοις, καὶ εἰ θάτερον μόνον εἴη τῶν μεταξύ· χρῷντο γὰρ ἂν αὐτῷ καὶ ἅπασαι αἱ διὰ τῶν μέσων γινόμεναι, ὥσπερ καὶ τῷ ἐκτὸς ὄντι ὕδατι καὶ ἀέρι. οὔπω δεδειχὼς ὅτι [οὐ] μόνα τὰ ἐν ἡμῖν ἁπλᾶ ὄργανα ταῖς διὰ τῶν μεταξὺ ἀντιληπτικαῖς αἰσθήσεσιν ὑπηρετικά, ἀλλὰ μόνον ἐκ τῆς ἐπαγωγῆς λαβὼν τὸ δύο εἶναι τὰ μεταξὺ ἀέρα τε καὶ ὕδωρ, νῦν αἰσθητήριον ποτὲ μὲν ἓν ὑποτίθεται μόνον, τὸ δι' οὗ τὰ πλείω καὶ ἑτερογενῆ αἰσθητὰ [179] γνωρίζεται (ἐν οἷς γράφει ὥστε εἰ μὲν δι' ἑνὸς πλείω αἰσθητὰ καὶ τὰ ἑξῆς), ποτὲ δὲ καὶ πλείω εἶναι τὰ τοιαῦτα μέσα, ὡς δι' ἑκατέρου τὰ αὐτὰ γνωρίζεσθαι, οἷον χρόαν καὶ δι' ἀέρος καὶ δι' ὕδατος. ὅπερ καὶ ὡς ἀληθέστερον ἐγκρίνει, τὴν αἰτίαν προστιθείς, ἄμφω γὰρ διαφανῆ φάσκων, ἐπεὶ οὐχ ᾗ ἀὴρ οὐδὲ ᾗ ὕδωρ διαβιβαστικὰ τῆς χρόας, ἀλλὰ κατὰ τὸ διαφανές. ἀξιοῖ δὲ καὶ ἐν τῇ προτέρᾳ ὑποθέσει τὸν ἐκεῖνο τὸ ἓν ἔχοντα τὸ τῶν πλειόνων καὶ ἑτερογενῶν διαβιβαστικὸν ἀμφοῖν τοῖν ἑτερογενοῖν εἶναι αἰσθητικόν, ὡς ἐπὶ δύο, καθάπερ εἴρηται, ποιούμενος τὸν λόγον, καὶ ἐπὶ τῆς δευτέρας τὸν ὁποτερονοῦν τῶν μέσων ἔχοντα αἰσθάνεσθαι τοῦ δι' ἑκατέρου ὄντος αἰσθητοῦ. τὸ γὰρ δι' ἀμφοῖν ἐν τῷ καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται τοῦ δι' ἀμφοῖν οὕτως ἀκουστέον, ὡς δι' ἑκατέρου ἰδίᾳ, ἀλλ' οὐχ ὡς ἅμα, οὐδὲ ὡς ἐκ τοῦ ἐξ ἀμφοῖν. τῇ γὰρ τελείᾳ ζωῇ καὶ ὁρατικῶς ἐνεργεῖν δυναμένῃ ὑπηρετοίη ἂν καὶ ὁποτερονοῦν τῶν διαφανῶν παρῇ.
Λαβὼν ἀνωτέρω τὰ μεταξὺ δύο μόνα εἶναι ἀέρα τε καὶ ὕδωρ, βούλεται καὶ τὰ αἰσθητήρια ἐκ δύο μόνων τούτων ἁπλῶν ὑφίστασθαι, ἐπειδὴ τὸ μὲν τῆς ἁφῆς σύνθετον (ἐκ τῶν τεσσάρων γὰρ καὶ ἐπικρατοῦντος τοῦ γηίνου στοιχείου), ἐν δὲ τῇ ἁφῇ συνείληπται καὶ ἡ γεῦσις· τῶν δὲ διά τινων μέσων ἀντιληπτικῶν ἡ μὲν κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις θατέρου τούτων· καὶ ἐκ τῆς ἐπαγωγῆς πιστούμενος τὸ δύο μόνα εἶναι ἐν ἡμῖν ἁπλᾶ αἰσθητήρια, καὶ διὰ τοῦ προλαβεῖν, ὡς τὰ μεταξὺ δύο τὰ αὐτά, ἐνδειξάμενος καὶ τὸ κατὰ λόγον δύο μόνα εἶναι τὰ ἁπλᾶ αἰσθητήρια. ὅσα γὰρ καὶ οἷα τὰ ἔξω διαβιβαστικὰ τῶν αἰσθητῶν, τοσαῦτα καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν δεκτικὰ τῆς τῶν αἰσθητῶν ἐκείνων ἐνεργείας.
Ἢ ὡς ἐν ἡμῖν μὲν ἀέρος ἐν ἰχθύσι δὲ ὕδατος ὄντος, ἡ ὡς τοῦ ἀμφοῖν μεταξὺ ἐν πᾶσι.
Οὐδενὸς μὲν τὸ καυστικόν, κοινὸν δὲ πάντων τὸ στοιχειῶδες. εἰ δὲ τοῦτο, καὶ τὰ ἁπλᾶ κατὰ τὸ ἐπικρατοῦν ἐλέγετο ἁπλᾶ. καὶ γὰρ τὸ ὅλον ζῷον ἐφ' ἑκάστου τῶν θνητῶν ἐκ τῶν τεσσάρων, καὶ πᾶν αὐτοῦ μόριον· ὥστε καὶ τὰ αἰσθητήρια. [180]
Οὐδενὸς μὲν ἡ ἁπλῆ, καὶ ἐν τοῖς συνθέτοις ἡ σφόδρα ἐπικρατοῦσα, ὡς ἐπὶ ὀστέων καὶ τριχῶν. ἐν δὲ τῇ ἁφῇ μάλιστα ἰδίως μέμικται, διότι καὶ ἐν ταῖς ἄλλαις μέν, ἀλλ' οὐκ ἐναργῶς. διαφαίνεται δὲ ὡς ἐπικρατοῦσα ἐν τῇ ἁφῇ, καὶ οὕτως ὡς καὶ τὰ ἄλλα ἐμφαίνεσθαι. τοῦτο γὰρ τῶν ἁπτικῶν αἰσθητηρίων ἴδιον.
Αὕτη ἡ λέξις φαίνεται μὲν ὡς ἀποδιδομένη πρὸς ἕτερα διὰ τὸν ἂν σύνδεσμον, οὐ μὴν [δὲ] πρὸς ἅπαντα τὰ προειρημένα· οὐ γὰρ καὶ πρὸς τὰ περὶ τῆς ἁφῆς, ἀλλὰ πρὸς τὴν ἐντεῦθεν ἀρχομένην λέξιν "ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι". καὶ γένοιτ' ἂν σαφεστέρα ἡ λέξις, εἰ ὥσπερ ὁ Πλούταρχος ἀξιοῖ, κατὰ κοινοῦ τὸν ὑποθετικὸν σύνδεσμον ἐπὶ πάντων τῶν ἡγουμένων ἐν τῇ λέξει τῇ ῥηθείσῃ προστιθείημεν, ἵνα καὶ ὧδε ἡ λέξις ἔχῃ· εἰ δὲ ὅσα διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, δύο μόνα τὰ ἁπλᾶ ἀποστήματα ἀήρ τε καὶ ὕδωρ, τοσαῦτα δὲ καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν εἶναι δεῖ ἁπλᾶ αἰσθητήρια, λείποιτ' ἂν μηδὲν εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ ἀέρος, ἁπλοῦν δηλαδή.
Ταῦτα λέγων τὰ δύο ἁπλᾶ ἢ ἀληθῶς ἢ οὕτως ἐπικρατοῦντα, ὡς μὴ φαίνεσθαι τὴν μῖξιν. ἔνια δὲ ἔφη ζῷα, διὰ τὰ καλούμενα ζῳόφυτα, ἐν οἷς οὐκ ἔστιν οὐδεμία τῶν διὰ τῶν μεταξὺ ἀντιληπτικὴ αἴσθησις. διὸ οὔτε ἀὴρ οὔτε ὕδωρ αἰσθητήρια ἁπλᾶ, ἐπεὶ ἐν πᾶσιν ἄμφω κατὰ τὴν μῖξιν.
Τοῦτό ἐστιν ὃ πρὸς πάντα τὰ προληφθέντα ἡγούμενα ἀποδέδοται. εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, καὶ εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείποι, καὶ εἰ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, καὶ εἰ τῶν ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἃ καὶ νῦν ἔχουσιν ἔνια ζῷα, πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων· τοῦ ἄρα συνδέσμου [181] ἢ ὡς παραπληρωματικοῦ νῦν κειμένου ἢ καὶ ὡς συλλογιστικοῦ, ὡς καὶ τῆς ἀποδόσεως ἅμα καὶ συμπερασματικῆς ὑπαρχούσης. προσθεὶς δὲ τὸ ὑπὸ τῶν μὴ ἀτελῶν ἐδήλωσεν ὡς πάντα τὸν λόγον ἐπὶ τῶν τελείων ζῴων πεποίηται. τέλεια δέ ἐστι τὰ τεταγμένως πορευτικά. ἀτελῆ οὖν τὰ μὴ πορευτικά, οὐχ ὡς τῆς ἐπιβαλλούσης τῷ εἴδει αὐτῶν ἐστερημένα ζωῆς (πάντα γὰρ τὰ ὁμοειδῆ τοιαῦτα), ἀλλ' ὡς τῆς τῷ γένει τῶν ζῴων ὡς ζῴων ὑπαρχούσης ζωῆς ἀπολειπόμενα. ὡς γὰρ ζῴῳ ἁπλῶς τὸ αἰσθητικὸν ὑπάρχει· ὅσοις οὖν μὴ πᾶν τὸ αἰσθητικὸν προσῇ, ταῦτα οὐχ ὡς τοιάδε ζῷα, ὡς δὲ ζῷα ἁπλῶς ἐστιν ἀτελῆ. πεπηρωμένα δέ ἐστιν, ὅσα ἄτομα καὶ τῆς τοῖς ὁμοειδέσι προσηκούσης ἀπολείπεται αἰσθήσεως, ἢ ἐν τῇ κυήσει βλαβέντα ἢ μετὰ ταῦτα ὀργάνου τινὸς στερηθέντα.
Καίτοι γε πορευτικὴ οὖσα οὐχ ὁρᾷ, διὰ τὸ μᾶλλον τοῦ εἶναι ἐπ' αὐτῆς φροντίσαι τὴν φύσιν ἢ τοῦ εὖ εἶναι, ὀρυττούσης τῷ προσώπῳ τὴν γῆν καὶ ἐντεῦθεν τρεφομένης. μήποτε δὲ οὐκ ἀκριβὴς ἡ αἰτία, ἐπακολουθοῦσαν ποιοῦσα τὴν πρόνοιαν ἡγουμένην καὶ τοῦ εἶναι καὶ τοῦ ἐπιβάλλοντος ἑκάστοις ἀγαθοῦ. διὰ δὲ τὴν πάντων ζῴων ὑπόστασιν οὐ μόνα φήσομεν εἶναι τὰ τέλεια, ἀλλὰ καὶ τὰ ἔσχατα καὶ τὰ μέσα, οὐδαμοῦ τοῦ κενοῦ παρεμπλεκομένου οὐδὲ ἀμέσου τῆς προόδου γινομένης. νοητέον οὖν, οἶμαι, ἐπὶ τῆς ἀσπάλακος οὐ παντελῆ στέρησιν τῆς ὁρατικῆς δυνάμεώς τε καὶ ἐνεργείας, ἀλλὰ τῆς ἐναργοῦς, μετέχειν δὲ τῆς ὡς διὰ χιτώνων, οἵαπερ καὶ ἡμῖν γίνεταί τις συναίσθησις φωτὸς διὰ τῶν βλεφάρων. οὐ γὰρ ἂν μάτην ὑπὸ τὸ δέρμα ἦσαν οἱ ὀφθαλμοὶ τῷ ζώῳ, εἰ μὴ καὶ ἐνεργεῖν ὑπὸ τὸ δέρμα ἠδύναντο· ἀλλ' ἀμυδρῶς καὶ ἐν σκότῳ δι' ἀσθένειαν, ὡς καὶ τὰ νυκτίνομα.
Ἔστι μὲν καὶ τὰ προκείμενα ῥητὰ τοῦ αὐτοῦ δεικτικά, τοῦ μόνας εἶναι τὰς πέντε αἰσθήσεις, καὶ τοῖς ταύτας ἔχουσιν μὴ ἐλλείπειν τινά. διὸ καὶ ὡς συμπέρασμα ἐπῆκται τῶν προρρηθέντων, ἐπειδὴ πρὸς ἕνα τείνει σκοπόν· τὸ γὰρ ὥστε συμπερασματικόν. δείκνυσι δὲ ἕτερον τρόπον τὸ ἐξ ἀρχῆς προτεθέν. τὰ μὲν γὰρ μέχρι τοῦδε κατεσκεύαζε τὸ πρόβλημα ἔκ τε τῆς τελείας αἰσθητικῆς ζωῆς καὶ ἐκ τῆς ἀνενδεοῦς τῶν ὀργάνων ἀποδόσεως· αὕτη δέ μοι δοκεῖ ἡ λέξις ἐκ τῶν αἰσθητῶν τὸ αὐτὸ ὑπομιμνήσκειν. εἰ γὰρ πέντε μόνα τὰ ἁπλᾶ σώματα ἐν τῇ Περὶ οὐρανοῦ ἀποδέδεικται, καὶ πᾶσαι αἱ αἰσθήσεις περὶ τὴν οὐσίαν αὐτῶν κατὰ ποιότητα ἢ ποσότητα ἢ κατά [182] τινα τῶν ἐννέα κατηγοριῶν προϊοῦσαν ἰδιότητα (ἡ γὰρ οὐσία λόγῳ καὶ νῷ ἀλλ' οὐκ αἰσθήσει καταληπτή), δῆλον ὡς οὐκ ἂν ἐλλείποι τις αἴσθησις. αἱ γὰρ πέντε σωμάτων τῶν πέντε κατὰ πάσας τὰς προϊούσας ἰδιότητάς εἰσι γνωριστικαί. εἰ οὖν μήτε σῶμά ἐστιν ἕτερον παρὰ τὰ πέντε, ὡς δέδεικται, μήτε πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων (πάθη μὲν λέγων τὰ μετὰ τὴν οὐσίαν καὶ περὶ αὐτὴν προϊόντα εἴδη, οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ χρόας καὶ ἤχους καὶ ὀσμάς, εἴδη ὄντα ἄλλων τῶν οὐσιωδῶν ἠρτημένα καὶ ἐν ἐκείνοις ὑφιστάμενα καὶ διὰ τοῦτο πάθη κεκλημένα, ἐνταῦθα δὲ σώματα οὐ τὰ ὑπὸ σελήνην, ἀλλὰ τὰ ἐν ὅλῳ τῷ κόσμῳ) εἰ τοίνυν ἀδύνατον ἢ σῶμα εἶναι ἄλλο ἢ πάθος ἄλλου σώματος, διὰ τὸ τούτων πάντα εἶναι τὰ αἰσθητά, ὡς ἂν βεβαιώσαιτο ὁ τὴν ἀκριβῆ τῆς οὐσίας αὐτῶν λαβὼν ἐπιστήμην, ἐξ ἧς ἂν καὶ τὰ ἐπακολουθοῦντα ὅσα καὶ οἷα γνοίη, οὐδεμία ἂν ἐλλείποι αἴσθησις.
Διώρισται ἡμῖν ἤδη, τίνων μὲν ἡ αἴσθησις γίνεται καθ' αὑτά, ὑφ' ὧν πάσχει τὸ αἰσθητήριον, τίνων δὲ κατὰ συμβεβηκός, τῶν συνυπαρχόντων μὲν τῷ αἰσθητῷ, οὐ μὴν τῇ αὐτῇ ὑποπιπτόντων αἰσθήσει· ὡς ἡ ὄψις καθ' αὑτὸ μὲν τὸ ξανθὸν τῆς χολῆς, κατὰ συμβεβηκὸς δὲ τὸ πικρόν, πάσχουσα μὲν ὑπὸ τοῦ ξανθοῦ, οὐ μὴν ὑπὸ τοῦ πικροῦ· ἀλλ' ὡς συνόντος ἐν τῇ χολῇ τῷ ξανθῷ λέγομεν καὶ αὐτοῦ ἀντιλαμβάνεσθαι, καὶ τοῦτο ὅταν καὶ τοῦ πικροῦ ἡ ἴδιος αὐτοῦ παρῇ ἡ προτέρα γεγονυῖα αἴσθησις, ὡς καὶ νῦν ἐν τῇ θέᾳ τοῦ ξανθοῦ συναναφέρειν τὸ πικρὸν τὴν ψυχήν. διώρισται δὲ ὡς καὶ τὸ καθ' αὑτὸ διττόν, ἢ προηγουμένως καὶ δι' ἑαυτὸ ὑποπίπτον τῇ αἰσθήσει, ἢ δευτέρως καὶ ὡς αἰτίῳ ἐπακολουθοῦν, δρῶν μὲν καὶ αὐτὸ εἰς τὸ αἰσθητήριον, ἀλλὰ σὺν ἄλλῳ πάντως προηγουμένῳ· ὡς τὸ μέγεθος καὶ τὸ σχῆμα τοῦ πράγματος ἡ ὄψις ὁρᾷ, διὰ τοῦ χρώματος πάσχουσά τι καὶ ὑπὸ τοῦ μεγέθους καὶ ὑπὸ τοῦ σχήματος, ἀλλὰ κεχρωσμένων καὶ σὺν τῷ χρώματι δρώντων. τὰ μὲν οὖν προηγουμένως καθ' αὑτὰ αἰσθητὰ τὰ ἑκάστης ἐστὶν ἴδια· τὰ δὲ καθ' αὑτὰ μέν, σὺν δὲ τοῖς ἰδίοις προηγουμένοις δευτέρως γνωριζόμενα τὰ κοινὰ λεγόμενα διὰ τὸ μὴ μιᾷ μόνῃ ὡς τὰ ἴδια, ἀλλὰ πλείοσιν ἢ πάσαις γινώσκεσθαι. δεικνὺς τοίνυν μή τινα ἡμῖν ἐλλείπειν αἴσθησιν, τῷ μηδὲ εἶναι ἑτέραν παρὰ τὰς πέντε, οἷον ἔνστασιν λύει τὴν ἀξιοῦσαν καὶ τοῖς κοινοῖς ἰδίαν τινὰ ἀπονέμειν αἴσθησιν, ὡς κατὰ συμβεβηκὸς αὐτὰ ἑκάστης τῶν πέντε γινωσκούσης. ὡς γὰρ τὸ πικρὸν τῆς ὄψεως ἐπὶ τῆς χολῆς κατὰ συμβεβηκὸς αἰσθανομένης ἑτέρα ἐστὶν ἡ καθ' αὑτὸ γνωρίζουσα αὐτὸ ἡ γεῦσις, ἀναγκαῖον καὶ τοῖς κοινοῖς ἐπιστῆσαι ἰδίαν αἴσθησιν, εἰ αἱ ἄλλαι κατὰ συμβεβηκὸς αὐτῶν ἀντιλαμβάνονται. τοῦτο δὲ τὸ κατὰ συμβεβηκὸς ἑκάστῃ τῶν πέντε τὰ κοινὰ γινώσκεσθαι φαῖεν μὲν ἂν οἱ τὴν [183] αἴσθησιν κρατύνοντες· διὸ καὶ οὕτως εἴρηκεν ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, ὡς ἐκείνων ἂν τοῦτο φαμένων· οὐ μὴν ἀληθὲς ὅτι κατὰ συμβεβηκός, ὡς εὐθὺς δείκνυσι, πρότερον ὑποδείξας τὰ κοινὰ ποῖα. ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα· τῷ τὸ μὲν αἰσθητήριον ἢ πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, οἷον διακρινόμενον ἢ συγκρινόμενον, ἢ καὶ ἄνευ πάθους κατ' ἐνέργειαν ἔξωθεν τὴν ἐνέργειαν τοῦ αἰσθητοῦ δεχόμενον, ὡς ὁ ἀὴρ τὸ φῶς, τὴν δὲ αἰσθητικὴν ψυχὴν κατὰ τὴν τοῦ αἰσθητηρίου ὡς εἴρηται πεῖσιν, καθ' ἣν ἡ ἔξωθεν ἐγγινομένη ἐντελέχεια καὶ αὐτὴ ἡ τῆς ψυχῆς γνωστικὴ προβολὴ διὰ τὸ ἔξωθεν ἐγείρεσθαι καὶ πρὸς τὸ ἔξω ἀποτείνεσθαι. ὑπὸ μὲν οὖν τῶν κοινῶν κινεῖται καὶ πάσχει ἑκάστη αἴσθησις, ὑπὸ δὲ τῶν κατὰ συμβεβηκὸς οὐδ' ὁτιοῦν, ὡς τὰ κοινῶς αἰσθητὰ μὴ εἶναι κατὰ συμβεβηκός, μηδὲ διὰ τοῦτο ἄλλην εὐλόγως ἀπαιτεῖν ἐπ' αὐτῶν αἴσθησιν. ἀλλὰ καὶ ἀναγκαίως οὐκ ἂν εἴη τις ἀφωρισμένη αὐτοῖς ἴδιος αἴσθησις, ἅτε πλειόνων αὐτὰ καθ' αὑτὰ γνωριζουσῶν κατὰ τὴν πρὸς ἀλλήλας κοινωνίαν. ἀντίκειται γὰρ τὸ ἴδιον τῷ κοινῷ, καὶ ἡ κοινὴ πλείοσιν ὑπάρχουσα δύναμις οὐκ ἂν αὐταῖς ἀντιδιαιροῖτο, ἵνα καὶ ἴδιος ᾖ. οἷον μέγεθος κινήσει. ὅτι γὰρ καὶ ὡς μέγεθος εἰς τὸ αἰσθητήριον δρᾷ τὸ αἰσθητόν, δηλοῖ ἡ ἀπὸ τῆς χιόνος ὡς λευκῆς τῇ ὄψει ἐγγινομένη βλάβη τῆς ἐπὶ πολὺ ἐκτεταμένης πεδίον, ἀλλὰ καὶ ὁ ἐκ τοῦ μεγάλου πεσόντος λίθου μᾶλλον πλήττων ἦχος.
Κατὰ γὰρ τὸ ὑποκείμενον ὡς ὕλῃ τῷ μεγέθει χρώμενον, ὡς καὶ τὸ βάθρον ξύλον λέγομεν, ἐπεὶ ὑπὸ τὸ ποιὸν πᾶν σχῆμα. πῶς οὖν κινήσει; οὐ τῷ τὰ αἰσθητὰ πάντως κινεῖσθαι, ἀλλὰ τῷ τὸ αἰσθανόμενον ὑπ' αὐτῶν. τὸ γοῦν μέγεθος καὶ τὸ σχῆμα εἰπὼν τῇ κινήσει γνωρίζεσθαι, τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαί φησιν, ἵνα σαφηνίσῃ, ὅπως εἴρηται τῇ κινήσει, ὅτι οὐχὶ τῷ αὐτὰ κινεῖσθαι. τὸ γοῦν ἠρεμοῦν οὐ κινούμενον ὅμως γνωρίζεται, ὡς αὐτὸ μὲν μὴ κινούμενον, κινοῦν δὲ καὶ αὐτὸ τὴν αἴσθησιν. οὐ γάρ, οἶμαι, τῇ στερήσει τῆς κινήσεως γνωρίζεσθαι λέγει τὸ ἠρεμοῦν, τῷ μὴ κινεῖν ὡς τὸ σκότος τὴν ὄψιν. προείρηται γὰρ ὡς πάντα κινήσει αἰσθανόμεθα, καὶ αὐτὴν τὴν στάσιν· καὶ ὅπως, νῦν λέγεται, ὅτι οὐχὶ τῷ αὐτὴ κινεῖσθαι, ἀλλὰ τῷ διατιθέναι πως τὸ αἰσθητήριον καὶ προκαλεῖσθαι εἰς ἐνέργειαν τὴν αἰσθητικὴν ζωήν. ἀλλ' οὐδὲ ὁ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς ὡς ἐν στερήσει εἴρηται. καὶ γὰρ καθ' αὑτὸν ὁ ἀριθμὸς αἰσθητός, ὡς καὶ τὸ ἕν, καὶ κινητικὸς τῆς αἰσθήσεως, ἀλλ' οὐχ ὡς τὸ σκότος τῷ μὴ κινεῖν τὴν ὄψιν ἐπιχειροῦσαν ὁρᾶν ἢ ὡς τὸ ἄηχον τῇ ἀκοῇ γνωρίζεται, ἀλλ' ἐπειδὴ ἀντίκειται μὲν τὸ ἓν τῷ πλήθει, οὕτω δέ, ὡς τὸ πλῆθος συνεισάγειν ἅμα τὸ ἓν τὸ συνεχὲς καθ' ἕκαστον τῶν ἐξ ὧν τὸ πλῆθος· ἐπειδὴ ἐν τοῖς αἰσθητοῖς τὸ ἓν ὡς συνεχές ἐστιν ἕν, οὐ μὴν ἐν τῇ πάντων συναγωγῇ τὸ συνεχὲς [184] ἀναφαίνεται ἕν. καίτοι εἷς ὢν καὶ ὁ ἀριθμὸς κατὰ τὴν διῃρημένην συναγωγὴν καὶ εἷς ἐστὶ καὶ γνωρίζεται, ἀλλ' οὐχ ὡς συνεχής. καὶ τοῦτο δηλοῖ ἡ τοῦ συνεχοῦς ἀπόφασις, τὸ μὴ ὡς μόνον ἕν (τοῦτο γὰρ πάντως συνεχὲς ἐπὶ τῶν αἰσθητῶν) ἀλλ' ὡς ἐν συναγωγῇ τῶν πολλῶν τοιούτων, τῆς συναγωγῆς ἀναινομένης τὴν συνέχειαν. τὸ δὲ καὶ τοῖς ἰδίοις οὔ μοι δοκεῖ πρὸς τὸν ἀριθμόν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον ἀποδεδόσθαι, ἵνα συνάψῃς πρὸς τὸ πάντα γὰρ ταῦτα κινήσει αἰσθανόμεθα τὸ καὶ τοῖς ἰδίοις· ἐπειδὴ καὶ αὐτὰ μὲν κινεῖ τὰ κοινὰ αἰσθητά, ἐπακολουθεῖ δὲ προηγουμένοις, ὡς εἴρηται, τοῖς ἰδίοις αἰσθητοῖς.
Προηγουμένως τὸ ἴδιον ἓν τῷ εἴδει ὑπάρχον, οἷον ὡς ἐν ὄψει· ἓν γὰρ τὸ χρῶμα ἢ τὸ φῶς· καὶ ἦχος ἐν ἀκοῇ, καὶ ἐν ἁφῇ δὲ ἓν τὸ κατὰ τὴν παθητικὴν ποιότητα ἢ ὁπωσοῦν ἄλλως ἀφοριζόμενον, εἰ καὶ κοινὸν οὐκ ἔχομεν ὄνομα.
Εἰ γὰρ ἦν τις ἴδιος τῶν κοινῶν, ἀντιδιῄρητο ἂν ταῖς λοιπαῖς, καὶ οὐδεμία τὴν ἐκείνης ἐνήργει καθ' αὑτήν. νῦν δὲ ἐνεργοῦσι καὶ κινοῦνται ὑπ' αὐτῶν· ὡς εἴ γε ἦν τις αὐτῶν ἴδιος, οὕτως ἂν αἱ ἄλλαι εἶχον πρὸς αὐτά,
Τουτέστι κατὰ συμβεβηκός, ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, διαφόρους δηλαδή, χρώματος μὲν τὴν ὄψιν οὖσαν, τοῦ δὲ γλυκέος τὴν γεῦσιν.
Ἀντὶ τοῦ καθ' ὅ, κατὰ τὸ δύο ἔχειν διαφόρους, ὅταν συνδράμωσι (τοῦτο γὰρ τὸ συμπέσωσιν), ὡς ἅμα τοῦ αὐτοῦ καὶ ὡς ξανθοῦ καὶ ὡς γλυκέος αἰσθάνεσθαι, γνωρίζομεν ὅτι τὸ ξανθὸν τοῦτο γλυκὺ τυγχάνει ὄν.
Εἰ μὴ κατὰ τὴν συνδρομὴν τῶν διαφόρων αἰσθήσεων, οὐ γίνεται ἡ ἀμφοῖν ἅμα γνῶσις εἰ μὴ κατὰ συμβεβηκός, ὡς ὅταν ξανθὸν ἰδόντες καὶ ὡς γλυκὺ ὂν τὸ αὐτὸ κρίνωμεν διὰ τὸ ἤδη κατὰ τὴν συνδρομὴν ἐπὶ τοῦ [185] αὐτοῦ ᾐσθῆσθαι. οὕτω γὰρ καὶ ὅτι Κλέωνος υἱὸς ὁ προσιὼν ἴσμεν, ὡς λευκὸν ἄγαν ὄντα ὁρῶντες, οὐ νῦν ὅτι Κλέωνος υἱός ἐστιν ἀκούοντες, ἀλλὰ προαισθόμενοι.
Ὡς ἐν τῷ ὁρᾶν τὸ ξανθὸν καὶ τὸ μέγεθος αὐτοῦ θεωρεῖν ἢ τὴν κίνησιν, καὶ ἐνεργεῖν τὴν ὄψιν κριτικῶς ἤδη καὶ πρὸς τὸ μέγεθος, ὅταν αὐτοῦ καὶ τὸ χρῶμα ὁρᾷ· τοῦτο γὰρ τὸ ἤδη δηλοῖ. κοινὴν δὲ λέγει τὴν τῶν κοινῶν αἴσθησιν οὐχ ὡς ἐν τῇ συναγωγῇ τῶν πλειόνων κατὰ τὴν συναίρεσιν ἐνεργοῦσαν, ἀλλ' ὡς καὶ ἑκάστῃ τῶν πλειόνων παροῦσαν κατὰ τὴν πρὸς ἀλλήλας αὐτῶν κοινωνίαν· οὐ γὰρ οὕτω διῄρηνται, ὡς καὶ μὴ κοινωνεῖν· διὸ καὶ τὸ ἴδιον ἑκάστῃ, καὶ τίνα ταῦτα γνωρίζουσιν. ἕτερον οὖν τρόπον κοινὴ λέγεται αἴσθησις ἡ ἐπὶ τῇ τῶν πλειόνων συνδρομῇ κρίνουσα τὸ αὐτὸ καὶ γλυκὺ εἶναι καὶ ξανθόν, ἅμα μὲν περὶ τὸ μέλι καὶ τῆς ὄψεως ὡς περὶ ξανθὸν ἐνεργούσης καὶ τῆς γεύσεως ὡς περὶ γλυκύ, οὐδετέρας δὲ περὶ τὸ συναμφότερον, ἀλλὰ τῆς εἰς ἓν τὰ δύο συναιρούσης, ἣν καὶ κοινὴν καλοῦμεν αἴσθησιν ἐν τῇ τῶν ἰδίων συνδρομῇ ἅμα τὰ πλείω κρίνουσαν. ἄλλως δὲ κοινὴ ἡ τῶν κοινῶν ἀντιληπτικὴ λέγεται, ὡς ἑκάστης πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν ἐχούσης, ὥσπερ κοινῇ ὑπάρχειν ἀνθρώποις λέγομεν τὸ δίπουν, διότι ἑκάστῳ. ἐκείνως δὲ κοινῇ τῶν δακτύλων τὴν πεντάδα κατηγοροῦμεν, ὡς ὁμοῦ πάντων κατὰ τὴν συναγωγήν. συμπεραίνεται τοίνυν ὡς οὐκ ἔστιν ἴδιός τις τῶν κοινῶν αἴσθησις. οὐδαμῶς γὰρ ἂν αὐτῶν ᾐσθανόμεθα ἀλλ' ἢ οὕτως ὥσπερ εἴρηται, ὡς τὸν Κλέωνος υἱόν, λευκὸν ἰδόντες, ἐνταῦθα οὐδὲ συναναφέροντες τῷ πρότερον ᾐσθῆσθαι· τῷ γὰρ μὴ ἔχειν τὴν ἴδιον αὐτῶν αἴσθησιν οὐδέποτε ἂν αὐτὰ καθ' αὑτὰ ἔγνωμεν. πῶς οὖν ὅλως κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις;
Εἰ καὶ σωματοειδεῖς ὡς ἀχώριστοι σωμάτων εἰσὶ ζωαί, ἀλλὰ φαίνεται καὶ ἐπ' αὐτῶν τὸ κοινὸν τῆς ἀσωμάτου οὐσίας τῷ συντρέχειν τῇ διακρίσει τὴν ἕνωσιν. καὶ γὰρ αὗται διῄρηνταί τε ἐναργῶς ἀλλήλων, ὡς δηλοῖ ἡ ἴδιος ἑκάστης περί τι ἀφωρισμένον ἐνέργεια, καὶ ἀμερίστως ἥνωνται, ὡς δηλοῖ πάλιν ἡ τὰ διάφορα καὶ διαφόροις αἰσθήσεσι καταληπτὰ ἅμα γινώσκουσα αἴσθησις. οὔτε γὰρ ἡ ὄψις ἀντιληπτικὴ τοῦ γλυκέος, οὔτε ἡ γεῦσις τοῦ ξανθοῦ, ἀλλ' ἔστι τις ὅμως ἡ ἄμφω ἅμα γνωρίζουσα μία καὶ ἡ αὐτὴ καὶ τήν τε διαφορὰν αὐτῶν καὶ τὴν ἐν τῷ αὐτῷ συνδρομὴν ἀμφοτέρων γνωρίζουσα, ἡ κοινὴ καλουμένη αἴσθησις, κατὰ τὴν πασῶν ἀμέριστον πρὸς ἀλλήλας ἱσταμένη ἕνωσιν. οὐ γὰρ ἄλλως ἢ σὺν ἑκάστῃ τὸ ἑκάστῃ γινώσκει ἴδιον. ᾗ μὲν οὖν διακέκρινται, τὸ ἴδιον γνωρίζει ἑκάστη, κατὰ δὲ τὴν ἀμέριστον [186] ἕνωσιν αὐτῶν, ὅτε μὴ μόνον πολλαὶ ἀλλὰ καὶ μία πᾶσαι, καὶ τὰ ἀλλήλων γνωρίζουσι, κατὰ συμβεβηκὸς μὲν ᾗ διῄρηνται, καθ' αὑτὰ δὲ ᾗ μία. ὧδε γάρ, οἶμαι, τὴν λέξιν ἀπευθυντέον· τὰ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις, οἷον ἡ ὄψις τὸ γλυκὺ καὶ ἡ γεῦσις τὸ λευκόν (τῷ γὰρ φάναι τὰ ἀλλήλων καὶ τὰ ἄλλων ἐδήλωσεν), οὐχ ᾗ αὐταί φησιν, τουτέστιν οὐχ ὅταν ἑκάστη αὐτὴ καθ' αὑτὴν ἐνεργῇ, ὅτε καὶ ὡς διῃρημέναι ἐνεργοῦσι (τότε γὰρ οὐδὲ κατὰ συμβεβηκός), ἀλλ' ᾗ μία τε καὶ ἡνωμένως, ἅμα τε περὶ τὸ ἴδιον ἑκάστη καὶ εἰς ἓν ἀμέριστον αἱ πλείους συναιρούμεναι. τότε γὰρ κατὰ συμβεβηκὸς τὰ ἀλλήλων γινώσκουσιν ἴδια ἐν τῷ ἑνίζεσθαι, τῆς μὲν μιᾶς καθ' αὑτὰ πάντα γινωσκούσης, αὐτῶν δὲ ὡς διῃρημένων κατὰ συμβεβηκός. ἑνίζονται δέ, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπὶ τοῦ αὐτοῦ, οἷον χολῆς ὅτι πικρὰ καὶ ξανθή. δεῖ γὰρ καὶ τὴν ὄψιν τοῦ ξανθοῦ καὶ τὴν γεῦσιν τοῦ πικροῦ τῆς χολῆς ἅμα αἰσθάνεσθαι, ἵνα τῆς κοινῆς ἄμφω καθ' αὑτὰ γινωσκούσης ἑκατέρα ἐκείνων κατὰ συμβεβηκὸς τὰ τῆς λοιπῆς γινώσκῃ. ὅτι γὰρ ἡ κοινὴ ἄμφω καθ' αὑτὰ τότε γνωρίζει, δηλοῖ ἐπάγων·
Ἄμφω τὸ ξανθόν τε καὶ πικρόν. ὅτι οὖν ἓν τὸ ἄμφω πεπονθὸς οὐκ ἄλλης εἰδέναι ἢ τῆς ἑκάτερον καθ' αὑτὸ γνωριζούσης. διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι, τότε δηλαδή, ὅτε μὴ ἄμφω ἅμα ἐνεργοῦσιν, ἀλλὰ μόνη ἡ ὄψις, διὰ τὴν προτέραν ἤδη γενομένην συνδρομὴν ἀμφοτέρων καὶ ἐν τῇ τῆς θατέρας ἐνεργείᾳ συναναφερούσης τὸ λοιπὸν τῆς κοινῆς, ἐνίοτε μὲν ἀληθῶς, ἐνίοτε δὲ καὶ ψευδῶς.
Προσυπακουστέον τῶν κοινῶν· καλῶς γὰρ ὁ φιλόσοφος ἐπέστησε Πλούταρχος, ὡς οὐχ ἁπλῶς ζητεῖ νῦν, διὰ τί μὴ μίαν μόνην ἔχομεν αἴσθησιν ἀλλὰ πλείους (τούτου γὰρ ἄλλαι αἰτίαι, τὸ διάφορον πλῆθος τῶν αἰσθητῶν, ἡ μεριστὴ τοῦ γενητοῦ σώματος πρὸς τὰς διαφόρους αἰσθήσεις ἐπιτηδειότης), ἀλλὰ διὰ τί τῶν κοινῶν πλείοσιν αἰσθήσεσιν ἀντιλαμβανόμεθα, καὶ οὐ μιᾷ μόνῃ. δηλοῖ δὲ καὶ ἡ ἀπόδοσις τῆς αἰτίας τὴν ζήτησιν·
Ὅτι γὰρ πᾶσι τοῖς αἰσθητοῖς ὡς αἰσθητοῖς ὑπάρχει καὶ ἡ κίνησις καὶ τῶν λοιπῶν ἕκαστον, γνωρίζομεν ἐκ τοῦ πάσας αὐτῶν ἀντιλαμβάνεσθαι τὰς αἰσθήσεις. ἐντεῦθεν γὰρ ἅμα τε ὅτι ἕτερον τῶν κοινῶν ἕκαστον παρὰ τὸ ἑκάστης ἴδιον, καὶ ὅτι οὕτως ἕτερον, ὡς κοινῇ πᾶσιν ἐπακολουθεῖν, ἐγνωρίσαμεν.
[187]
τοῦ μεγέθους γρωριστική, καὶ αὐτὴ λευκοῦ, ἀντὶ τοῦ χρώματος νῦν λέγων τὸ λευκόν, ὡς δηλοῖ ἐπιφέρων διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος. καὶ διὰ τοῦτο ἧττον ἂν ἐγνώριζε τὸ μέγεθος, ὡς οὐ καὶ τοῖς ἄλλοις συνυπάρχον αἰσθητοῖς· μόνῳ γὰρ ἂν ἐδόκει τῷ χρώματι (οὐδὲ γὰρ τότε τῷ λευκῷ, ὡς καὶ ἐν τῷ μέλανι φαινόμενον, ἀλλὰ τῷ χρώματι)· ᾧ ταὐτὸν ἂν ἐδόκει, οὐ τῷ λόγῳ δηλαδὴ ἀλλὰ τῷ ὑποκειμένῳ, διὰ τὸ ἀλλήλοις ἐπακολουθεῖν τὸ χρῶμά τε καὶ τὸ μέγεθος. ἀλλὰ διὰ τί καὶ νῦν ἐλάνθανεν ἂν μᾶλλον ἔφη, καὶ πρότερον "ἢ ὅπως ἂν ἧττον λανθάνῃ"; ὡς γὰρ καὶ νῦν λανθάνοντός πῃ. ἢ ὅτι καὶ νῦν τὴν ἀκριβῆ ἑτερότητα τῶν κοινῶν πρὸς τὰ ἴδια αἰσθητὰ ἐκ λογισμοῦ καὶ οὐ τῇ αἰσθήσει αἱροῦμεν. οὐ γὰρ διακρίνει ἡ αἴσθησις, εἰ μὴ ὡς γένος εἴη ἕτερον τὸ κοινὸν τῶν ἰδίων, ὡς τὸ χρῶμα ἔχει πρὸς τὸ λευκὸν καὶ μέλαν· ὅπερ ὁ λόγος ἐλέγχει διὰ τὸ τῶν κατηγοριῶν διάφορον.
Ὁ πᾶς, ὡς καὶ ἤδη εἴρηται, τῷ τρίτῳ βιβλίῳ σκοπὸς πρὸς τὴν ἀνθρωπίνην τέταται ψυχήν. διὸ καὶ ἐξ ἀρχῆς ὡς περὶ ἀνθρώπων ζητῶν, εἰς ἡμᾶς ἀναφέρων ποιεῖται τὸν λόγον, καὶ "νῦν ἔχομεν αἴσθησιν" φάκων, καὶ "τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστι", καὶ "εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες." καὶ διὰ τὸ τελείαν ἡμῶν καὶ τὴν αἰσθητικὴν ζωὴν ἐπιδεῖξαι κεκινηκέναι φαίνεται καὶ τὸν περὶ τοῦ μὴ πλείους εἶναι ἐν τοῖς τελείοις ζῴοις τῶν πέντε αἰσθήσεις λόγον, καὶ ὡς οὐδὲ τῶν κοινῶν ἴδιός τίς ἐστιν αἴσθησις, ἵνα ἀνενδεὴς κατὰ τὴν αἴσθησιν ἀποφανθῇ ὁ ἄνθρωπος. ἀλλὰ τούτου μὲν πολλοῖς καὶ τῶν ἄλλων μέτεστι ζῴοις· τὸ δὲ αἰσθάνεσθαι ὅτι αἰσθανόμεθα ἀνθρώπου μοι μόνον ἴδιον εἶναι δοκεῖ· λογικῆς γὰρ ζωῆς ἔργον τὸ πρὸς ἑαυτὴν ἐπιστρεπτικόν. καὶ δείκνυται διὰ τοῦδε καὶ μέχρι τῆς αἰσθήσεως ἡμῶν τὸ λογικὸν διῆκον, εἴ γε καὶ αἴσθησις ἡ ἀνθρωπεία ἑαυτῆς ἀντιληπτική. γινώσκει γάρ πως ἑαυτὸ τὸ αἰσθανόμενον, ὅτε αἰσθανόμενον ἑαυτὸ γνωρίζει· καὶ διὰ τοῦτο ἐπιστρέφον πρὸς ἑαυτὸ καὶ αὐτὸ ἑαυτοῦ ὄν, καὶ ἤδη μειζόνως τὸ χωριστὸν ἀπὸ σωμάτων ἐμφαῖνον, εἴ γε ἅπαν σῶμα ἄλλα ἀλλαχοῦ κείμενα ἔχον τὰ ἑαυτοῦ μόρια οὐκ ἄν ποτε εἰς ἑαυτὸ συννεύοι. εἰς ἀμερὲς γὰρ συνάγεται τὸ τοιοῦτον, πᾶν δὲ σῶμα μεριστόν. λογικὴ οὖν ἡμῶν ἡ αἴσθησις. καὶ γὰρ αὐτὸ τὸ σῶμα λογικῶς διωργάνωται, καὶ ἔστιν, ὅ φησιν ὁ Ἰάμβλιχος, ὁμώνυμος ἡ ἡμετέρα αἴσθησις τῇ ἀλόγῳ, τῇ ὅλῃ πρὸς σῶμα νευούσῃ ἡ καὶ εἰς ἑαυτὴν συναγομένη, οὐχ ὡς ὁ νοῦς μὲν [188] οὐδὲ ὡς ὁ λόγος· οὐ γὰρ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως γνωριστικὴ γίνεται, οὐδὲ ἀφ' ἑαυτῆς τὸ ὅλον ἐγειρομένη, ἀλλὰ μόνης τῆς ἐνεργείας, καὶ ὅτε ἐνεργεῖ· ἐνεργεῖ δὲ ὑπὸ τοῦ αἰσθητοῦ πως κινουμένη. λαβὼν δὲ ὁμολογούμενον ἐκ τῆς ἡμετέρας συναισθήσεως τὸ αἰσθάνεσθαι ἡμᾶς ὅτι ὁρῶμεν, καὶ ὁμοίως ὅτι ἀκούομεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἀποδείκνυσιν εὐθύς, ὅτι μὴ ἄλλῃ τινὶ αἰσθήσει, ἀλλ' αὐτῇ τῇ αἰσθήσει, ᾗ καὶ αἰσθανόμεθα, οἷον τῇ ὄψει ὅτι ὁρῶμεν. ἡ γὰρ αὐτὴ ἐν τοιαύτῃ συναισθήσει γίνεται τῆς τε ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, τουτέστι καὶ τουδὶ τοῦ χρώματος, ὅπερ νῦν τῇ ὄψει ὑπόκειται. ὅθεν ὅτι οὐδὲ ὁ λόγος ἐστὶν ὁ καθ' ἑαυτὸν τοῦτο γινώσκων δείκνυται, οὐδὲ ἄλλη τις αἴσθησις· οὔτε γὰρ ὁ λόγος τῶν ἀτόμων καθ' ἑαυτὸν γνωστικός, οὔτε ἄλλη αἴσθησις χρώματος ἢ φωτός, διότι ὄψεως τοῦτο ἴδιον αἰσθητόν· τὸ δὲ τὴν ὁρατικὴν τουδὶ χρώματος ὡς ὁρῶσαν αὐτὸ γνωρίζον, καὶ τὸ ὁρώμενον χρῶμα γνωρίζειν ἀναγκαῖον. μία μὲν οὖν αὕτη ἀπόδειξις, ἐκ τῆς οἰκείας φύσεως ἑκάστης αἰσθήσεως εἰλημμένη, ἥτις πρὸς τὸ ἴδιον αἰσθητὸν τέταται καὶ ἐν τούτῳ οὐσίωται· ἑτέρα δὲ ἐκ τῆς εἰς ἀδύνατον ἐπαγωγῆς. εἰ γὰρ ἄλλη αἴσθησις εἴη ἡ τὴν ὄψιν ὅτι ὁρᾷ γνωρίζουσα, ἑπόμενόν ἐστι κατὰ τὸ εὔλογον τὸ καὶ ἐκείνην γνωρίζεσθαι ἐνεργοῦσαν, ὅτι ἐνεργεῖ, εἰ καὶ ἑκάστη τῶν πέντε, μειζόνως ἐκείνη ἡ μὴ τῶν αἰσθητῶν μόνον ἀλλὰ καὶ αὐτῶν τῶν αἰσθήσεων ἀντιληπτική. γνωρισθήσεται οὖν ἢ ὑφ' ἑτέρας καὶ ἥδε, καὶ ἐκείνη ὑπ' ἄλλης, ὡς ἀπειρίας συμβαινούσης ἀναιρεῖσθαι τὴν τοιαύτην συναίσθησιν, μηδενὸς ὄντος τοῦ πρώτου, ἢ ἔσται τις αὐτὴ ἑαυτῆς γνωριστικὴ αἴσθησις. εἰ δὲ τοῦτο, καὶ τῇ ὄψει καὶ ἑκάστῃ τῶν πέντε τὸ αὐτὸ δοτέον, εἴ γε ὅλως αἴσθησίς τις οὖσα πέφυκεν ἑαυτῆς εἶναι ἀντιληπτική. εἰ γὰρ καὶ ὡς λογική, ἀλλὰ καὶ αἱ πρῶται λογικαί, πρὸς τῷ καὶ πλασματίαν εἶναι τὸν ἄλλας αἰσθήσεις ὑποτιθέμενον λόγον παρὰ τὰς πέντε, διά τε τὰ προειρημένα, δι' ὧν τὸ τέλειον ἐν ταύταις ἐδείκνυτο, καὶ διότι πᾶσα αἴσθησις προηγουμένως αἰσθητοῦ τινος ἀλλ' οὐκ αἰσθήσεώς ἐστι. καὶ γὰρ αἰσθήσεως οὖσα καὶ αἰσθητοῦ τυγχάνει οὖσα, οὗ ἡ αἴσθησις, ἴδιόν τε ἕξει τι αἰσθητόν, ὡς καὶ ἑκάστη τῶν πέντε. τί οὖν; ἆρα τῇ κοινῇ καλουμένῃ αἰσθήσει τοῦτο γέρας ἐξαίρετον δοτέον; ἢ οὐδ' ὁτιοῦν μόνη γνωρίζει ἡ κοινή, ἑκάστῃ δὲ συνεργοῦσα τῶν πέντε. καὶ τὴν ὄψιν οὖν γνωρίζουσα καὶ τὸ χρῶμα, περὶ ὃ ἡ ὄψις, σὺν αὐτῇ γνωριεῖ τῇ ὄψει· καὶ οὐ μόνης ἦν ἄρα τῆς κοινῆς, ἀλλὰ καὶ ἑκάστης τὸ ἑαυτῆς γνωριστικόν, εἰ καὶ καθαρώτερον τῆς κοινῆς, ἐπειδὴ καὶ ἐμφαίνει μᾶλλον τὸ χωριστόν.
Αὐτὴν ἑαυτῆς ἀντιληπτικὴν δεδειχὼς ἐν τῇ τοῦ ὁρᾶν ὅτε ὁρᾷ συναισθήσει, ἀπορεῖ πρὸς τὴν θέσιν· ἐπεὶ δὲ τὸ ὁρώμενον χρῶμα ἢ τὸ ἔχον [189] χρῶμα, πῶς οὐχὶ καὶ ἡ ὄψις ἢ χρῶμα ἔσται ἢ χρῶμα ἕξει, ἐὰν ὁρᾶται καὶ αὐτή; ὁρᾶται γάρ, εἴπερ ἑαυτῇ γνωστή. τὸ δὲ πρῶτον πρόσκειται ἐν τῷ καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον, ἵνα, φασί, τὸ κεχρωσμένον σῶμα δηλώσῃ πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῇ αἰσθήσει ἄνευ τῆς ὕλης ἐγγινομένου εἴδους. τὸ γὰρ ἐν τῇ αἰσθήσει ἀναλαμβανόμενον εἶδος τοῦ χρώματος οὐ πρῶτον, ἀλλὰ ἀπὸ τοῦ αἰσθητοῦ· πρῶτον οὖν τὸ ἐν τῷ αἰσθητῷ. οἶμαι δὲ ὅτι κάλλιον τὸ πρῶτον ἀντὶ τοῦ καθ' αὑτὸ ἀκούειν, ἐπειδὴ καὶ εἰ τὸ γευστὸν κέχρωσται, ἀλλ' οὐχ ὡς κεχρωσμένον ἐστὶ γευστόν, τὸ δὲ ὁρατόν ἐστι τὸ καθ' αὑτὸ χρῶμα ἔχον (καὶ γὰρ τὸ φῶς εἰλήφθω ὡς χρῶμα)· ἐπεὶ αὐτὸς λύων τὴν ἀπορίαν ἐρεῖ κεχρῶσθαί πως καὶ τὴν ὄψιν. διὸ οὐκ εὔλογον ἐν τῇ ἀπορίᾳ εἰλῆφθαι, ὃ ἐν τῇ λύσει προσίεται.
Διχῶς τὸ πρὸς τὸ ἑαυτῆς αἰσθάνεσθαι τὴν ὄψιν ἀπορηθὲν λύει· πρῶτον μέν, ὡς οὐκ ἐπειδὴ χρωμάτων ἀντιληπτικὴ ἡ ὄψις προηγουμένως, διὰ τοῦτο οὐχὶ καὶ ἕτερον τρόπον ἔνια γνωρίζει. αὐτῷ γοῦν τῷ μὴ ὁρᾶν ἡ ὄψις κρίνει, ὅταν πειρωμένῃ αὐτῇ μὴ ὑποπίπτῃ τὸ αἰσθητόν, ὥσπερ ὅταν σκότος ᾖ, ἔνθα καὶ ὅτι σκότος, καὶ ὅτι οὐχ ὁρῶμεν. εἰ οὖν ἐνταῦθα τῷ μὴ ὁρᾶν ὅτι οὐχ ὁρῶμεν κρίνομεν [ἐν] τῇ ὄψει, μειζόνως ἐν τῷ ὁρᾶν αὐτὸ δὴ τοῦτο ὅτι ὁρῶμεν κρινοῦμεν. καλῶς οὖν οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι· πρῶτον μὲν ὅτι οὐ μόνον τῶν πεφωτισμένων χρωμάτων, ἀλλὰ καὶ μόνου τοῦ φωτός (ὁρῶμεν γὰρ τὸν πεφωτισμένον ἀέρα), ἔπειτα ὅτι καὶ τοῦ σκότους ἄλλον τρόπον ἀντιλαμβάνεται ἡ ὄψις, καὶ πρὸς τούτοις ὡς καὶ ἑαυτῆς μὴ ὁρώσης τι καὶ ὁρώσης, ἐνεργούσης μὲν δηλαδή, ὅταν ὁρᾷ, καὶ ἅμα τῆς οἰκείας συναισθομένη ἐνεργείας, ἐν δὲ τῷ μὴ ὁρᾶν οὐ παντελῶς οὔσης ἀνενεργήτου (οὐ γὰρ ἂν συνῄσθετο, διότι ἐπ' ἐνεργείᾳ τινὶ ἡ συναίσθησις), ἀλλὰ πειρωμένης ὁρᾶν, καὶ τῷ πειρᾶσθαι ἐνεργούσης οὐ τὴν ὅρασιν ἀλλὰ τὴν πεῖραν, ὡς καὶ τὴν συναίσθησιν οὐχ ὁράσεως εἶναι, ἀλλὰ πείρας οἷον ἀποτυγχανούσης, διὸ καὶ ὅτι οὐχ ὁρᾷ κρίνει. ἐπάγει δὲ καὶ ἑτέραν λύσιν, ἐνδιδοὺς πρὸς τὸ χρωμάτων εἶναι γνωριστικὴν τὴν ὄψιν. καὶ γὰρ εἰ καὶ μὴ ἀεί, ἀλλ' ὅτε τῶν κεχρωσμένων αἰσθάνεται, ἀναλαμβάνουσα τὸ τοῦ αἰσθητοῦ εἶδος καὶ κατ' ἐκεῖνο ἑστῶσα, ὥσπερ καὶ πᾶσα γνῶσις τῷ τοῦ γνωστοῦ χαρακτηρίζεται εἴδει, κεχρωμάτισταί πως καὶ αὐτή, καὶ ὁρᾷ τοίνυν τότε ὡς κεχρωσμένην πως ἑαυτήν. ἔστι δὲ ὡς κεχρωμάτισται, διότι οὐ πάσχει ἀλλ' ἐνεργεῖ τὰ χρώματα οὐ ποιητικῶς ἡ ὄψις ἀλλὰ κριτικῶς. διὸ οὐδὲ ἔξωθεν ἐντιθέμενον αὐτῇ τὸ γνωστὸν δέχεται ἡ αἴσθησις, ἀλλ' αὐτὴ μὲν κατὰ προβολὴν τῶν λόγων ἵσταται, τὸν οἰκεῖον προχειρισαμένη τῷ γνωστῷ λόγον, προχειρίζεται δὲ παθόντος τοῦ αἰσθητηρίου πρότερον ὑπὸ τοῦ αἰσθητοῦ. διὸ καὶ τὸ δεκτικὸν οὐ τῆς αἰσθήσεως ἀλλὰ τοῦ αἰσθητηρίου κατηγορεῖ ὁ Ἀριστοτέλης, ἐπειδὴ τὸ ἐγγινόμενον αὐτῷ πάθος ὑπὸ [190] τοῦ αἰσθητοῦ ἐγγίνεται. ἐπεὶ δὲ πάσχει οὐχ ὡς τὰ ἄψυχα σώματα οὐδὲ ὡς τὰ μόνην τὴν φυτικὴν ζῶντα ζωήν, ἀλλ' ὡς γνωστικὴν ζωὴν ζῶν, ἐνεργητικῶς δέχεται τὸ πάθος, κατὰ μὲν τὴν τοῦ ὀργάνου ζωὴν παθητικῆς γινομένης τῆς ἐνεργείας, κατὰ δὲ τὴν τῷ ὀργάνῳ χρωμένην καθαρᾶς οὔσης καὶ κατὰ λόγων προβολὴν τῆς ἐνεργείας. ταῦτα μὲν οὖν καὶ ἤδη ἐπὶ πλέον εἴρηται. νῦν δὲ πῶς τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης δεκτικὸν γίνεται, ὑπομνηστέον· οὐ γὰρ τὸ λευκόν, ἀλλὰ τὴν τοῦ λευκοῦ δέχεται ἐνέργειαν. ἔστι μὲν οὖν καὶ ἡ ἐνέργεια οἰκεία τῷ τοῦ αἰσθητοῦ εἴδει, περὶ αὐτὴν δὲ οἰκείως ἡ ζωτικὴ ἐγειρομένη κρίσις κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ, ἄνευ ὕλης τοῦτο καὶ οὐχ ὡς τὸ ἐν τῷ αἰσθητῷ ὑφιστάμενον· τὸ μὲν γὰρ σὺν τῇ ὕλῃ, τὸ δὲ ἄνευ ὕλης, ἅτε ἐν ζωῇ κριτικῇ κατὰ τὴν γνωστικὴν ὑφεστὼς ἐνέργειαν. δεκτικὸν δὲ τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ εἴδους ἑκατέρωθεν αὐτὸ δεχόμενον, ἀπό τε τοῦ αἰσθητοῦ κινοῦντος πρῶτον τὸ αἰσθητήριον, καὶ ἀπὸ τῆς χρωμένης αὐτῷ αἰσθητικῆς ζωῆς, πρώτως αὐτῆς κατὰ τὴν τοῦ ἀύλου εἴδους κριτικὴν ἱσταμένης ἐνέργειαν καὶ τελειούσης καὶ τὸ αἰσθητήριον, ὡς καὶ αὐτὸ κατὰ τὴν ἐν αὐτῷ ζωήν, καθ' ἣν ὄργανόν ἐστι ζωτικόν, τελειούμενον ὑπὸ τῆς χρωμένης αὐτῷ ζωῆς δευτέρως τὸ ἄυλον τοῦ αἰσθητοῦ ἀπ' ἐκείνης δέχεσθαι εἶδος, τουτέστι τὴν γνωστικὴν αὐτοῦ ἐνέργειαν, οὐ συμπληρουμένην ἔτι ἐκ τῆς ἐγγενομένης ὑπὸ τοῦ αἰσθητοῦ ἐν τῷ ὀργάνῳ κινήσεως· τὸ γὰρ ὅλον τοῦτο παθητικὴ ἡ ἐνέργεια ἡ καὶ ἐκ ταύτης συμπληρουμένη, ἡ δὲ ἀπὸ τῆς χρωμένης αἰσθήσεως ἐφήκουσα ἀπαθὴς καὶ ἄυλος. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι ἐν τοῖς αἰσθητηρίοις. ὅταν γὰρ ἐναργεστέρα τινὸς γένηται αἴσθησις, ἐμμένει τις καὶ μετὰ τὴν ἀπόστασιν τοῦ αἰσθητοῦ καὶ μηκέτι κινοῦντος τὸ αἰσθητήριον αἰσθητικὴ ἐν αὐτῷ ἐνέργεια, μιμουμένη τὴν φαντασίαν τὴν καὶ μὴ παρόντων τῶν αἰσθητῶν τοὺς τύπους αὐτῶν προβάλλουσαν. διὸ καὶ συνέπλεξε ταῖς αἰσθήσεσι τὴν φαντασίαν, ὡς τῆς ἐμμενούσης αἰσθήσεως μετὰ τὴν ἀναχώρησιν τῶν αἰσθητῶν κατὰ τὴν πρὸς φαντασίαν γινομένης κοινωνίαν καὶ οὔσης φαντασιώδους. τοῦτο δὲ ἐπήγαγε πιστούμενος τὸ καὶ μέχρι τοῦ αἰσθητηρίου τὴν ἄυλον καὶ ‹οὐ› συμπληρουμένην ἐκ τοῦ σωματικοῦ κινήματος προϊέναι ἐνέργειαν. εἰ γὰρ καὶ μηκέτι ὄντος μένει, ἐναργὲς ὡς οὐκ ἦν αὐτῆς συμπληρωτικὸν τὸ κίνημα.
Δεκτικὸν θέμενος τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, καὶ ὅτι μὴ ἀεὶ κατ' ἐνέργειαν ἕστηκεν ἐνδειξάμενος ("καὶ γὰρ ὅταν μὴ ὁρῶμεν" φησὶ καὶ αὖθις "καὶ ἀπελθόντων τῶν αἰσθητῶν"· εἰκότως ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ ἐστὶ τὸ αἰσθητόν τε καὶ τὸ αἰσθητικόν· ἐν οἷς γὰρ τὸ μὴ ἀεὶ ἐνεργεῖν, καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ παρὰ μέρος [191] ἀναφαίνεται) ἐπεξεργάζεται εὐλόγως, πότε ἑκάτερον ἐπ' ἀμφοῖν, τοῦ τε αἰσθητοῦ ᾗ αἰσθητόν, καὶ τοῦ αἰσθητικοῦ ὡσαύτως· καὶ πῶς ἑκάτερον αἴτιον τοῦ ἐνεργείᾳ τό τε αἰσθητὸν καὶ ἡ αἴσθησις· καὶ ὅτι κατὰ λόγον καὶ ἅμα καὶ οὐκ ἔξω, ἀλλ' ἐν τῷ αἰσθανομένῳ ἡ ἀμφοῖν ἐνέργεια καὶ τελειότης. καὶ προσήκει μὲν καὶ τοῖς ἄλλοις ζῴοις τὸ κεφάλαιον· κεκίνηται δὲ ἐν τῷ τρίτῳ διὰ τὸ τὴν κατὰ λόγον ὑπόστασιν τῆς αἰσθήσεως ἐν τῷ λογικῷ ζῴῳ ἐμφαίνεσθαι, τὸν δὲ σκοπὸν εἶναι τῷ τρίτῳ περὶ τῆς λογικῆς ζωῆς. μίαν δέ φησιν εὐθὺς ἀρχόμενος τοῦ κεφαλαίου καὶ τὴν αὐτὴν εἶναι τῷ ὑποκειμένῳ τήν τε τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως ἐνέργειαν, τὸ δὲ εἶναι οὐ τὸ αὐτό. ἡ γὰρ ἑκατέρας ἰδιότης διάφορος. ἐνέργεια δὲ τῆς μὲν αἰσθήσεως, ὅταν αἰσθάνηται, τοῦ δὲ αἰσθητοῦ οὐχ ὅταν χρῶμα ἢ ὅταν ψόφος ᾖ, ἀλλ' ὅταν αἰσθητόν, ἵνα ὡς αἰσθητὸν ἐνεργείᾳ ᾖ. συντρέχει γὰρ πάντως τὸ κατ' ἐνέργειαν αἰσθητὸν τῇ κατ' ἐνέργειαν αἰσθήσει, ἐπειδὴ καὶ πρὸς ἄλληλα λέγεται, ὡς καὶ τὸ ἐνεργείᾳ διπλάσιον τῷ ἐνεργείᾳ ἡμίσει καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ πρός τι, καὶ ἐπειδὴ πᾶσα ἡ ἐνεργείᾳ γνῶσις κατὰ τὸν ὅρον ἵσταται τοῦ γνωστοῦ, ὡς τελειουμένη καὶ χαρακτηριζομένη κατ' αὐτό, οὐκ ἀπολλῦσα τὸ οἰκεῖον τὸ εἶναι γνῶσις, ἀλλὰ μένουσα καὶ μάλιστα οὖσα τελεία γνῶσις ὅλη δι' ὅλης γίνεται τὸ γνωστόν, ἑτέρου μὲν τοῦ γνωστικοῦ ὄντος ἰδιώματος παρὰ τὸ γνωστόν, ἐφιεμένου δὲ καὶ πρὸς αὐτὸ ἱεμένου καὶ ὅταν τύχῃ καταδραττομένου καὶ δι' ὅλου ἑαυτοῦ ἐγκολπιζομένου πρὸς αὐτό, ὡς εἶναι ἄμφω ἕν, διὰ μὲν τὸ διάφορον τῆς ἰδιότητος ἄμφω ὄντα καὶ δύο (ἑτέρα ἡ γνωστικὴ καὶ ἑτέρα ἡ τοῦ γνωστοῦ), διὰ δὲ τὴν ἕνωσιν ἕν.
Ἐνεργοῦντα ψόφον οὐχ ὡς ψόφον ἁπλῶς λέγων, ἀλλὰ τὸ ὅλον τοῦτο ὡς αἰσθητὸν ψόφον· οὗτος γὰρ εἰς ταὐτὸν εἶσι τῇ κατ' ἐνέργειαν ἀκοῇ, ἐπεὶ ἐνδέχεται καὶ ψόφον εἶναι καὶ μὴ ἀκούεσθαι. ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν φησί.
Ἔχον ψόφον εἰπὼν τὸ ἤδη ἠχοῦν, ὡς ὁ πληττόμενος χαλκός, ψοφεῖν δὲ λέγων, ὅταν ὡς ἀκουστὸς ἐνεργῇ. διὸ καὶ ἐπάγει·
Τὴν μὲν δύναμιν τοῦ ψοφεῖν ἀποδιδοὺς καὶ τῷ μήπῳ πληττομένῳ χαλκῷ καὶ τῷ πληττομένῳ μὲν οὐκ ἐξακουομένῳ δέ, ψοφεῖν δὲ αὐτὸν καὶ [192] ἐνεργητικὸν φέρων ῥῆμα ἐπὶ τοῦ ἐξακούεσθαι. δι' ὧν τὴν μὲν δυνάμει αἴσθησιν καὶ τὸ δυνάμει αἰσθητὸν κεχωρισμένα καὶ οὐχ ἅμα ὄντα ἔδειξεν, τὰ δὲ ἐνεργοῦντα ὡς αἴσθησιν καὶ αἰσθητὸν ἅμα.
Ἄκουσιν μὲν τὴν ἀκουστικὴν ἐνέργειαν, ψόφησιν δὲ τὴν ἀκουστὴν ᾗ ἀκουστή. ἵνα δὲ σαφέστερον τοῖς ἑξῆς παρακολουθήσωμεν, ὑπομνηστέον, ὡς εἰ τὸ κατ' ἐνέργειαν τελειότερον τοῦ κατὰ δύναμιν, δῆλον ὡς καὶ ἡ ἐνεργοῦσα αἴσθησις τῆς μὴ ἐνεργούσης, καὶ ἔτι σαφέστερον τὸ ἐνεργείᾳ αἰσθητὸν τοῦ δυνάμει. τὸ γὰρ ἐνεργείᾳ ζωτικὸν καὶ κατὰ ζωὴν γνωστικὴν ὑφιστάμενον, εἰς ταὐτὸν ἰὸν τῇ αἰσθήσει, ζωῇ οὔσῃ γνωστικῇ, καὶ οὐ δήπου τὸ ἄζων τοῦ ζωτικοῦ ἢ τὸ ἀτελὲς τοῦ τελείου αἴτιον. οὐδὲ ἄρα τὸ κατὰ δύναμιν αἰσθητὸν τοῦ κατ' ἐνέργειαν. ἀλλὰ δῆλον ὡς καὶ τὸ αἰσθητὸν τελειοῦται καὶ εἰς ἐνέργειαν καθίσταται ὑπὸ τῆς αἰσθητικῆς ψυχῆς, αὐτῆς καὶ τὸ τοῦ αἰσθητοῦ προβαλλούσης εἶδος ἀφ' ἑαυτῆς μέν, ἀλλὰ πρὸς τὴν προβολὴν ἐγειρομένης ἐκ τῆς ἐγγενομένης τῷ αἰσθητηρίῳ κινήσεως ὑπὸ τοῦ αἰσθητοῦ, διὰ τὸ μήτε παντελῶς εἶναι χωριστὴν σωμάτων τὴν αἰσθητικὴν ζωήν, μήτε πρὸς τὸ αἰσθητὸν ἀμέσως, ἀλλὰ πρὸς τὸ ἐν τῷ αἰσθητηρίῳ ζωτικὸν πάθος ἢ παθητικὸν ἐνέργημα τὸν οἰκεῖον προβάλλειν λόγον, συμμέτρως πρὸς αὐτὸ συναρμοζομένην καὶ συμμέτρως ἐξ αὐτοῦ εἰς τὴν τῶν λόγων προβολὴν ἐγειρομένην· πόρρω γὰρ τὸ ἔξω κείμενον.
Ποιητικὸν μὲν λέγει τὸ δυνάμει αἰσθητόν, κινούμενον δὲ καὶ πάσχον καὶ ποιούμενον τὸ δυνάμει αἰσθητικόν· ἐν ᾧ καὶ τὸ κατ' ἐνέργειαν αἰσθητὸν καὶ τὴν κατ' ἐνέργειαν ὑπάρχειν αἴσθησιν. μὴ γὰρ ἐν τῷ ποιοῦντι ἢ ἐν τῷ κινοῦντι εἶναι τὴν ποίησιν ἢ τὴν κίνησιν, ἀλλ' ἐν τῷ πάσχοντι καὶ κινουμένῳ, ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως παραδέδοται· διὸ τὸ κινοῦν μὴ πάντως κινεῖσθαι, ὡς οὐκ ἐν αὐτῷ τῆς ἀπ' αὐτοῦ οὔσης κινήσεως. οὕτως οὖν καὶ ὁ ψόφος, ὡς αἰσθητὸς δηλαδή, καὶ ἡ κατ' ἐνέργειαν ἀκοὴ ἐν τῇ κατὰ δύναμιν ἔσται αἰσθήσει, ἐν τῇ τέως δηλαδὴ κατὰ δύναμιν οὔσῃ, ἐπειδὰν δὲ δέξηται, ἐνεργείᾳ γινομένῃ. τίς οὖν ἡ ποίησις καὶ ἡ κίνησις, ἧς τὸ αἰσθητὸν ποιητικόν; οὐ δήπου ἡ κατ' ἐνέργειαν γνῶσις, οὐδὲ ἡ κατ' ἐνέργειαν αἴσθησις. ἡ γὰρ ποίησις ἡ αὐτὴ τῇ πάθῃ· οὔτε δὲ πάθη οὔτε κίνησις, ἀλλ' εἴδη καὶ ἐνέργειαι καὶ τελειότητες, οὔτε τὸ ἄζων τῶν ζωτικῶν ὑποστατικόν. ἀλλ' ἐπειδὴ παθεῖν τι δεῖ τὸ αἰσθητήριον σωματικὸν [193] πάθος καὶ κινηθῆναι ὑπὸ τοῦ αἰσθητοῦ, ἐφ' ᾧ ἡ αἰσθητικὴ ἐγείρεται ψυχὴ εἰς προβολὴν τῶν οἰκείων τῷ ἐγγινομένῳ πάθει λόγων, καθ' οὓς καὶ ἡ κατ' ἐνέργειαν αἴσθησις καὶ τὸ κατ' ἐνέργειαν αἰσθητόν ἐστιν, ποιητικὸν μὲν τὸ δυνάμει αἰσθητὸν τῆς ἐν τῷ ὀργάνῳ σωματικῆς πείσεως, παθητικὴ δὲ ἡ κατὰ δύναμιν αἴσθησις κατὰ τὸ ὄργανον καὶ τὴν τούτου ἔξωθεν σωματικὴν κίνησιν, ἐπεὶ ἡ ἐπὶ τῇ κινήσει καὶ τῇ πείσει ἐνέργειά τε κριτικὴ καὶ ἡ τοῦ γνωστοῦ τελειότης καὶ τὸ ἄνευ ὕλης τοῦ γνωστοῦ ἐν τῇ ζωῇ εἶδος ἔνδοθεν, καὶ ἀφ' ἑαυτῆς ἡ ψυχὴ ἐνεργεῖ δεομένη πρὸς τὴν ἐνέργειαν τῆς τοῦ ὀργάνου ὑπὸ τοῦ αἰσθητοῦ πείσεως· ἐπειδὴ σωματικὴ μὲν ἔξωθεν αὐτῷ ἡ ἐγγινομένη κίνησις, αὐτὸ δὲ τὸ αἰσθητήριον, ἅτε αἰσθητικῶς ζῶν, οὐ πάσχει ὡς τὰ ἄψυχα, ἀλλ' ἐνεργητικῶς πάσχει καὶ ταύτῃ προκαλεῖται τὴν καθαρὰν τῆς αἰσθητικῆς ψυχῆς ἐνέργειαν, προσεχῶς καὶ προσφυῶς προσαρμοζομένην τῇ ζωτικῇ κινήσει.
Διὰ τὸ ἐφ' ἑκάτερα δυνάμει τε καὶ ἐνεργείᾳ· ἀλλ' ἡ μὲν ἀκοὴ καὶ ἡ δυνάμει καὶ ἡ ἐνεργείᾳ ἐν τῷ αἰσθητικῷ, ὁ δὲ ψόφος ὁ μὲν κατ' ἐνέργειαν ἐν τῷ αἰσθητικῷ καὶ αὐτός· ὡς γὰρ αἰσθητὸς κατ' ἐνέργειαν ἐν τούτῳ· ᾗ δὲ κατὰ δύναμιν, ἔξωθεν.
Ἄκουσις μὲν ἡ κατ' ἐνέργειαν ἀκοή, ψόφησις δὲ ὁ κατ' ἐνέργειαν αἰσθητὸς ψόφος. ἐπὶ δὲ τοῦ κατ' ἐνέργειαν ὁρατοῦ καὶ τοῦ γευστοῦ ἐκλείπει τὸ ὄνομα, θάτερον δὲ ἡ κατ' ἐνέργειαν γνῶσις ὠνόμασται καὶ ἐπὶ τούτων, ὅρασις καὶ γεῦσις. καλῶς δὲ καὶ ἐναργῶς κἀκεῖνο συμπεραίνεται τὸ ἅμα ὑφίστασθαι καὶ διαμένειν ὄντα καὶ φθείρεσθαι τὰ κατ' ἐνέργειαν αἰσθητά τε καὶ αἰσθητικά, ἐπειδή, εἰ καὶ τῇ ἰδιότητι ἕτερα τὸ αἰσθητόν τε καὶ αἰσθητικόν, ἀλλ' αἱ ἀμφοῖν ἐνέργειαι τῷ ὑποκειμένῳ μία. ὑπὸ δὲ τῶν περὶ Δημόκριτον καὶ τὸ δυνάμει αἰσθητόν, οἷον αὐτὸ τὸ χρῶμα καὶ ὁ ψόφος, ἠξιοῦτο ἐν τῷ αἰσθητικῷ ὑφίστασθαι καὶ ἄνευ τῆς ἐνεργούσης αἰσθήσεως μὴ εἶναι. οὐκ ὀρθῶς τοῦτό γε· ἐπὶ γὰρ τῶν κατ' ἐνέργειαν ἀληθὲς μόνων.
Καλῶς μοι δοκεῖ ὁ Πλούταρχος ἐπιστῆσαι, ὡς τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ ἦτα οὐκ ἔστιν ἄρθρον, ἀλλὰ συνδέσμου μέρος, ἵνα μὴ τρία ἀλλὰ δύο μέρη λόγου ᾖ τὸ εἰ δή, καὶ ἵνα ἡ τὶς φωνὴ ὑποκείμενον ᾖ, κατηγορουμένης τῆς συμφωνίας, καὶ ὁ λόγος ἀπὸ τοῦ κατηγορουμένου ἄρχηται. καὶ τοῦ προκειμένου συλλογισμοῦ ἐκ τριῶν συγκειμένου προτάσεων οὕτως· [194] ἡ κατ' ἐνέργειαν ἀκοὴ ἡ κατ' ἐνέργειάν ἐστι φωνή· ἡ κατ' ἐνέργειαν φωνὴ συμφωνία ὑπάρχει· πᾶσα συμφωνία λόγος ἐστίν· ἡ κατ' ἐνέργειαν ἄρα ἀκοὴ λόγος ἐστί· πρώτη ἔκκειται τῶν τριῶν ἡ μέση, ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένη. ὅτι μὲν οὖν ἡ κατ' ἐνέργειαν ἀκοὴ ἡ κατ' ἐνέργειαν φωνή ἐστιν ὡς μία καὶ ἡ αὐτή, διότι τῷ ὑποκειμένῳ, ἔστι δὲ οὐχ ὡς αἱ αὐταὶ ἕτεραι οὖσαι κατ' ἰδιότητα, ἐκ τῶν ἄρτι προειρημένων γνώριμον. καὶ ἀληθὴς ἄρα ἡ ἀξιοῦσα πρότασις, τρόπον τινὰ τὴν αὐτὴν εἶναι τὴν κατ' ἐνέργειαν φωνήν τε καὶ ἀκοήν. ὅτι δὲ καὶ τὴν συμφωνίαν καλῶς κατηγορεῖ τῆς τινὸς φωνῆς, τουτέστι τῆς κατ' ἐνέργειαν, γνοίημεν ἂν ἐκ τοῦ ἐπιτεινομένων τοῦ ὀξέος καὶ βαρέος ἀπόλλυσθαι τὴν κατ' ἐνέργειαν φωνήν· μὴ γὰρ γίνεσθαι ἀκουστὴν ἢ τὴν ἄγαν βαρεῖαν ἢ τὴν ἄγαν ὀξεῖαν, τῆς ἄγαν ὀξείας καὶ φθειρούσης τὴν ἀκοήν, ὡς τὴν ὄψιν τῆς ἄγαν λαμπρότητος, ἐπὶ δὲ τῶν λοιπῶν αἰσθήσεων καὶ τῆς ὅλης τοῦ ζῴου φθειρομένης συστάσεως, ἐναργῶς μὲν ὑπὸ τῶν ἐπιτεταμένων ἁπτῶν καὶ τῶν πληκτικῶν χυμῶν, ἤδη δὲ καὶ ὀσμῶν τινων, ὁποῖαι ἐν τοῖς Χαρωνείοις. καθ' ἑκάστην οὖν τὸ κατ' ἐνέργειαν αἰσθητὸν ἐν συμφωνίᾳ τινὶ εἶναι βούλεται τῶν ἄκρων, ὥστε μὴ ἐλλείπειν μήτε ὑπερβάλλειν, ἔχειν δὲ μέσως πως· τοῦτο γὰρ ἡ συμφωνία, οἷον κρᾶσίς τις οὖσα τῶν ἄκρων, ὀξέος μὲν καὶ βαρέος ἐν ἀκοῇ, λαμπρότητος δὲ καὶ ἀμυδρότητος ἐν ὄψει, καὶ ἐν ἑκάστῃ τοῦ καθ' ἑκάστην πληκτικοῦ καὶ τῆς οἰκείας στερήσεως. εἰκότως ἄρα καὶ τῆς κατ' ἐνέργειαν φωνῆς, ὥσπερ καὶ παντὸς τοῦ κατ' ἐνέργειαν αἰσθητοῦ, τὴν συμφωνίαν κατηγορεῖ. ἡ δὲ μεγίστη τῶν τριῶν προτάσεων λόγον εἶναι τὴν συμφωνίαν ἀξιοῖ, ὡς κατά τινα λόγον ἐπιτελουμένην ἔκ τινων διαφερομένων εἰς ἑνός τινος ἀποπλήρωσιν. προηγεῖσθαι γὰρ ἀνάγκη ὁριστικήν τινα αἰτίαν, εἰ ἕν τι ἐκ πλειόνων ἀποτελεῖσθαι μέλλοι, εἴτε φυσικὸν εἴτε τεχνικόν. ἐν ὅρῳ γὰρ πάντως τὸ ἓν καὶ ἐν τελειότητι τὸ κυρίως ἕν· ἀλλὰ τὸ μὲν σωματικὸν ἓν ὡς τέλειον καὶ ὡρισμένον, οἷον ἡ τῶν χορδῶν συμφωνία ἢ ἡ λίθων τε καὶ πλίνθων καὶ ξύλων εἰς οἴκου κατασκευὴν εὐάρμοστος σύνθεσις, κατὰ τὸν τεχνικὸν ὁριζομένη λόγον, ὡς ἡ ἐκ τῶν τεττάρων στοιχείων τῆς σαρκὸς γένεσις κατὰ τὸν φυσικόν· ἡ δέ γε αἰσθητὴ κατ' ἐνέργειαν συμφωνία, τὸ ἄνευ ὕλης οὖσα τοῦ αἰσθητοῦ εἶδος καὶ εἰς τὸ ἀμερὲς συναιρουμένη, οὐδὲ κατὰ λόγον ἔτι, ἀλλὰ καὶ ὅρος καὶ λόγος καὶ τελειότης. οὐκοῦν καὶ ἡ κατ' ἐνέργειαν ἀκοὴ καὶ πᾶσα αἴσθησις, ἡ αὐτὴ τῷ ὑποκειμένῳ οὖσα τῷ αἰσθητῷ, λόγος ἔσται καὶ ὅρος κριτικός· οὐ γὰρ ἂν εἰς ταὐτὸν ἴοι τὸ ὁριζόμενον τῷ ὅρῳ οὐδὲ ἔτι μᾶλλον τὸ ἀόριστον, ἀλλὰ λόγος λόγῳ καὶ ὅρος ὅρῳ. πᾶσα ἄρα αἴσθησις λόγος, ἐνεργητικὸς μὲν ἡ κατ' ἐνέργειαν, ἡ δὲ ταύτης προβλητικὴ ὁ οὐσιώδης λόγος ὡς τὸ ἄνευ ὕλης εἶδος καὶ ὡς εἰς τὸ ἀμέριστον συναιρουμένη καὶ κυριώτερον εὐφημουμένη λόγος ἀλλ' οὐκ εἶδος· ἐπειδὴ ψυχή τις καὶ ἡ αἰσθητικὴ οὐσία, μετὰ δὲ τὰ εἴδη ἡ ψυχὴ καὶ ἀνελιττομένη ἐστὶν οὐσία, πρὸ τῶν μεριστῶν μέν, οὐ παντελῶς δὲ ἀμέριστος καὶ δευτέρως οὖσα αἰτία. καὶ τὶς λόγος, ἀλλ' οὐχ ἁπλῶς· ἁπλῶς γὰρ μᾶλλον ἡ διανοητική, ἡ δὲ αἰσθητικὴ τὶς διὰ τὴν ὕφεσιν καὶ τὴν σὺν [195] τῷ σώματι ἐνέργειαν. δῆλον δὲ ὡς καὶ εἷς ἐστι καὶ πολὺς ἑκάστη αἴσθησις λόγος, τοσοῦτος ὤν, ὅσων τὸ αἰσθητὸν αὐτῆς περιεκτικὸν εἰδῶν. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, εἰς τὸ αἰσθητήριον δρῶν καὶ ἀνεπιτήδειον ἐργαζόμενον πρὸς τὴν τοῦ λόγου ὑποδοχήν. τῇ γὰρ τοιᾷδε τῶν στοιχείων κράσει συμμέτρως ἑκάστη ζωὴ ἐγγίνεται, ἥ τε ὡς ζωτικὸν αὐτὸ εἰδοποιοῦσα ὄργανον καὶ ἡ ὡς ὀργάνῳ χρωμένη. ἡ δὲ τοῦ αἰσθητοῦ ὑπερβολὴ φθείρει τὴν σύμμετρον τοῦ ὀργάνου κρᾶσιν καὶ διὰ τοῦτο κωλύει καὶ τὴν τῆς αἰσθήσεως δι' αὐτοῦ ἐνέργειαν, ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως, οὐ σχέσεως καὶ οἷον ἁρμονίας τῶν κιρναμένων στοιχείων (δέδεικται γὰρ ὅτι ἀδύνατον ἁρμονίαν εἶναι τὴν ψυχήν), ἀλλ' οὐσίας κατὰ λόγον οὐσιωμένης κριτικὸν τῶν αἰσθητῶν καὶ χρωμένης οἰκείως ἑαυτῇ κατεσκευασμένῳ ὀργάνῳ.
Ὅταν πρότερα ἄμικτα ὄντα ἄγηται κατά τινα πρὸς ἄλληλα ἁρμονίαν εἰς τὴν τοῦ ἑνὸς λόγου οἰκειότητα. εἰπὼν δὲ καθόλου τὴν αἰσθητὴν συμφωνίαν ἐν μίξει εἶναι, καὶ οὐχὶ ἐν ἀκοῇ τὸ ὀξὺ ἢ τὸ βαρὺ ἄμικτα οὐδὲ ἐν τῇ ἁφῇ τὸ θερμὸν ἢ τὸ ψυχρόν, τὰ ἄκρα δηλαδή, ἀλλὰ ἐν τῇ τούτων μίξει, ἀντὶ δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ θερμαντὸν καὶ ψυκτὸν εἶπε, τὰς ὕλας σημαίνων τὰς ἄκρως τῷ θερμῷ ἢ τῷ ψυχρῷ χαρακτηριζομένας. ταῦτα δὲ εἰπὼν ἐπιφέρει·
Τουτέστιν ἡ κριτικὴ ἀμέριστος ἐνέργεια καὶ οὐσία τῆς τοιαύτης ἐνεργείας σὺν τῷ ὀργάνῳ οὔσης προβλητική.
Τὰ αἰσθητὰ δηλαδή, λυποῦντα μὲν ἐν τῇ κατὰ βραχὺ παρεκβάσει, φθείροντα δὲ ἐν τῇ ἐπιτεταμένῃ.
Βούλεται μὲν ἐπὶ τὴν κοινὴν καλουμένην ἀναβῆναι αἴσθησιν, μίαν οὖσαν πάντων τῶν αἰσθητῶν καὶ ταύτῃ τὸ ἐξαίρετον ἔχουσαν, ὅπερ σαφέστερον εἰσόμεθα ἐκ παραθέσεως τῶν πέντε, ἑκάστης ἰδίᾳ θεωρουμένης περὶ ἕν τι ὑποκείμενον γένος καὶ οὐ περὶ πάντα. διὸ καὶ αὐτὸ τοῦτο [196] προϋπέμνησεν, ἵνα τὸ διάφορον πρὸς αὐτὰς τῆς κοινῆς εὐεπίγνωστον ᾖ, οὐχ οὕτως ἐχούσης τὸ διάφορον, ὡς ἰδίου τινὸς ὑποκειμένου παρὰ τὰς πέντε γνωριστικῆς, ἀλλ' ὡς κατὰ τὴν κοινωνίαν πασῶν ἑστώσης καὶ κατὰ τὸ κοινὸν πασῶν κριτικὸν πέρας. διὸ οὐδὲ δύο αἱ χρώματος αἰσθήσεις, ἀλλὰ μία ἡ ὄψις· ἡ γὰρ κοινὴ κατὰ τὴν ὄψιν, ὡς τοῦ χυμοῦ κατὰ τὴν γεῦσιν, ἀμφοῖν δὲ ὁμοῦ, μᾶλλον δὲ πάντων κατὰ τὴν εἰς ἓν πασῶν ἀποπεράτωσιν. τὸ δὲ ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον ἑκάστῃ μὲν τῶν πέντε τὸ ἀχώριστον ἀποδίδωσιν, ἀλλ' οὐ σωμάτων ἁπλῶς, ὡς δὲ αἰσθητηρίων τῶν ἤδη καὶ ζώντων καὶ τοιαύτην ζώντων ζωήν, ὡς τῇ αἰσθήσει ὀργάνου τρόπον ὑπηρετεῖν. διὸ καὶ οὕτως ἐν τῷ αἰσθητηρίῳ ἑκάστη ὡς χρωμένη· αὕτη γὰρ ἡ κυρίως αἴσθησις, ἐπεὶ ἥ γε τὸ αἰσθητήριον εἰδοποιοῦσα ἐν σώματι ὑπάρχουσα αὐτὸ δὴ τοῦτο αἰσθητήριον αὐτὸ ἐργάζεται καὶ συμπάσχει τῷ σώματι καὶ ἀπολείπεται τῆς καθαρᾶς ἐνεργείας, ἡ μέντοι χρωμένη, ὡς ὀργάνῳ τῷ αἰσθητηρίῳ χρωμένη, ἐνυπάρχειν αὐτῷ λέγεται.
Ἐνέργεια δὲ καθαρὰ ἡ κρίσις, καὶ αὐτῆς ψυχῆς ἀλλ' οὐ σώματος· διὸ καὶ εἰς εἶδος ἄυλον ἀποτελευτᾷ τὸ αἰσθητόν. καὶ ἔτι μᾶλλον τὸ ἐξῃρημένον τῆς αἰσθητικῆς ψυχῆς καὶ τὸ καθ' ἑαυτὴν ἄνευ σώματος ἐνεργητικὸν παρέστησεν προσθεὶς τὸ κρίνειν τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς· ὥστε μὴ μόνον τὴν ὄψιν τοῦ λευκοῦ καὶ μέλανος εἶναι κριτικήν, ἀλλὰ καὶ τῆς πρὸς ἄλληλα αὐτῶν διαφορᾶς, ἥ τις καὶ ἀδιαιρέτου ἐστὶν ἐνέργεια, ὡς ἐρεῖ, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀπαθής. πάσχειν γὰρ ἅμα τὰ ἐναντία ἀδύνατον, ἐνεργεῖν δὲ οὐδὲν κωλύεται. οὐκοῦν ἀχώριστος μὲν ἔσται τοῦ αἰσθητηρίου, ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι χρωμένη πρὸς τὴν εἰς τὸ ἐνεργεῖν ἔγερσιν, ἐγερθεῖσα δὲ καθ' αὑτὴν ἐνεργεῖ ὡς ἀσώματος, εἴ γε ἀδιαιρέτου ἡ τῶν ἀντικειμένων ἅμα κρίσις καὶ ὡς ἀδιαιρέτοις αὐτοῖς ἐπιβάλλουσα (εἴδη γὰρ ἄνευ ὕλης τὰ κατ' ἐνέργειαν αἰσθητά) καὶ ἐνέργεια ἐνεργοῦσα ἀμερίστως· ἐν γὰρ τῷ νῦν. μεριστὴ δὲ ἡ σωματική· διὸ κίνησις ἡ τοῦ σώματος ἐνέργεια. καὶ εἰ μὴ μόνη ἡ ὄψις ἀλλὰ καὶ αἱ λοιπαὶ τοιαῦται, μειζόνως ἡ κοινή, ὡς καὶ τὰς πασῶν ἐναντιότητας γνωρίζουσα ἐξῃρημένως, καὶ καθ' ἑαυτὴν ἕξει τὴν κριτικὴν ἐνέργειαν, τὸ οἷον κέντρον οὖσα πασῶν, καὶ τὸ ἑνοειδὲς αὐτῶν συναιρετικὸν πέρας.
Ἑκάστην τῶν πέντε ὑπομνήσας ἄλλην ἄλλου εἶναι ὑποκειμένου αἰσθητοῦ ἰδίου, ὅτι μία τις καὶ κοινὴ πάντων ἐστὶν αἴσθησις δείκνυσιν ἐκ τοῦ [197] εἶναί τι ἐν ἡμῖν τὸ παραβάλλον καὶ ἕκαστον κρῖνον οὐ μόνον ὅτι τόδε τί ἐστιν, ἀλλὰ καὶ ὅτι διαφέρει τῶν ἄλλων καὶ τῶν ταῖς ἄλλαις ὑποκειμένων αἰσθήσεσιν, οἷον τὸ λευκὸν τοῦ γλυκέος. οὐδὲ γὰρ ἄλλη τις τῆς ψυχῆς δύναμις ἡ τὸ διάφορον τουδὶ τοῦ λευκοῦ καὶ τὸ διάφορον τουδὶ τοῦ γλυκέος γνωρίζουσα, ἀλλ' αἰσθητική. τῶν γὰρ αἰσθητῶν ἀτόμων ἡ αἴσθησις ἀντιληπτική, ἐπεὶ καὶ ἡ δόξα μετ' αἰσθήσεως, ὅταν ὡς ἄτομα λέγῃ, ἢ δι' αἰσθήσεως, ἐὰν ἀπὸ τούτων ἐπὶ τὸ καθόλου ἀναδράμῃ, ἢ ὅταν καὶ τὰ ἄτομα λέγῃ, μετὰ φαντασίας ἐνεργοῦσα.
Οὐ περὶ τοῦ ἁπτικοῦ αἰσθητηρίου ὁ λόγος αὐτῷ νῦν, ὡς οὐκ ἔστι τὸ πρῶτον ἁπτικὸν ἡ σάρξ, ἀλλὰ φέρε τὸ περικάρδιον πνεῦμα ἢ τὸ ὁποιονοῦν. καὶ γὰρ εἰ μὴ αὐτόθεν ἅπτεται τοῦ αἰσθητοῦ ἐκείνου ὡς ἡ σάρξ, ἀλλὰ σῶμα ὂν οὐκ ἂν κατὰ τὸ αὐτὸ μόριον τὰ διάφορα καὶ ἐναντία τῶν αἰσθητῶν ἀναδέχοιτο πάθη· οὔτε οὖν σὰρξ οὔτε ἄλλο τι. ἰδίως οὖν ἐπὶ τῆς σαρκὸς διὰ τί ἠξίωται; φαίνεται τοίνυν τὴν σάρκα μὲν ἀντὶ παντὸς εἰπὼν σώματος, ἔσχατον δὲ αἰσθητήριον οὐ τὸ ὄργανον ἀλλ' αὐτὴν καλῶν τὴν αἰσθητικὴν ψυχήν, εἰς ἣν ἀποτελευτᾷ τὸ αἰσθητόν, ἥ τις καὶ τὸ κρῖνον. ἐπεὶ οὖν τὸ δύο τινῶν καὶ πλειόνων τὸ διάφορον γνωρίζον τὰ δύο ἢ καὶ πάντα ἅμα τε γινώσκει καὶ οὐκ ἄλλῳ καὶ ἄλλῳ μέρει, ἀλλὰ ἀδιαιρέτῳ ἑνί, δῆλον ὅτι σῶμα οὐκ ἔστι τὸ ἔσχατον κρῖνον. τὸ γὰρ σῶμα ἁπτόμενον κρίνει, τουτέστιν ἑκάστῳ αἰσθητῷ κατὰ διάφορα προσπῖπτον μέρη, ὡς τὰ ἁπτόμενα τῶν ὧν ἅπτεται κρίνει κατὰ τὴν ἑκάστου μέρους προσβολὴν ἐκεῖνο μόνον· διὸ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο.
Τουτέστι διαφόροις· δεῖ γὰρ ἑνί τινι καὶ τῷ αὐτῷ ἄμφω δῆλα εἶναι, εἰ μέλλοι τῆς πρὸς ἄλληλα αὐτῶν συναισθάνεσθαι ἑτερότητος, διότι σχέσις τις ἡ ἑτερότης, ἡ δὲ σχέσις καὶ ἔστι καὶ γνωρίζεται σὺν τοῖς πεπονθόσι τὴν σχέσιν. οὐ γὰρ ἂν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ λέγοι, εἰ μὴ ἑκάτερον εἰδείη. δῆλον γὰρ ὡς ὁ λέγων, εἷς καὶ ὁ αὐτὸς ὤν, πρὸ τοῦ λέγειν καὶ γινώσκει εἴτε αἰσθητικῶς εἴτε νοερῶς.
Ὡς γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ ἄμφω λέγων τὰ ἀλλήλων ἕτερα, οὕτω καὶ ὅτε θάτερον, καὶ τὸ λοιπὸν λέγει, εἴτε ἐν μεριστῷ τινι χρόνῳ τὸ ἕτερον γνωρίζει, ἐν παντὶ αὐτῷ καὶ θάτερον γινώσκων, εἰ ὡς ἕτερα ἀλλήλων ἐν [198] ὅλῳ αὐτῷ εἰδείη, εἴτε ἐν τῷ νῦν, ὅπερ οὐ χρόνος μὲν ἁπλῶς, τὸ δὲ ὅλον τοῦτο ἀδιαίρετος χρόνος ὡς πέρας ὂν τοῦ χρόνου. αἰνίττεται δὲ ἴσως ὅτι αἱ ψυχικαὶ καθαραὶ καὶ τέλειοι ἐνέργειαι, καθ' ὅρους ἀεὶ μεταβαίνουσαι, καὶ ἐν χρόνῳ εἰσὶ τῷ ἐκ τῶν νῦν ὡς ἐκ μονάδων ἀριθμουμένῳ, ἀλλ' οὐχ οἷος ὁ φυσικὸς χρόνος ἐν συνεχείᾳ (ἐπὶ πλέον δὲ ἡμῖν περὶ τούτου ἐν τοῖς εἰς τὴν Φυσικὴν ἀκρόασιν εἴρηται)· οὐ γὰρ μεριστὴ ἡ κρίσις, ἀλλὰ τελεία ἐνέργεια, ἀλλ' ἐν τῷ νῦν ὅλη ἅμα.
Ἕτερον δηλονότι τὸ καθ' αὑτὸ τοῦ κατὰ συμβεβηκὸς καὶ ἐπὶ ὄντων καὶ ἐπὶ αἰτίων, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. καὶ τὸ νῦν τοίνυν τῆς μὲν καὶ νῦν γιγνομένης ναυμαχίας καὶ νῦν λεγομένης κατ' ἄμφω καθ' αὑτὸ κατηγορεῖται· ἐὰν δὲ πρότερον γινόμενον νῦν λέγηται, καθ' αὑτὸ μὲν ὡς λεγομένης τὸ νῦν κατηγορεῖται, τῆς δὲ ναυμαχίας αὐτῆς κατὰ συμβεβηκός· οὐ γὰρ ὡς γινομένης νῦν, ἀλλ' ὡς λεγομένης νῦν. ἀλλ' ἥ γε αἴσθησις οὐ τῶν προτέρων ἢ τῶν ἐσομένων, τῶν δὲ ἀεὶ παρόντων οὖσα γνωριστική, ὅτε λέγει τὴν ἑτερότητα τῶν αἰσθητῶν, τουτέστιν ὅτε κρίνει, ὡς καὶ νῦν οὖσαν κρίνει· ὡς μὴ κατὰ συμβεβηκὸς τῆς τῶν αἰσθητῶν πρὸς ἀλλήλας ἑτερότητος τὸ νῦν κατηγορεῖσθαι, ἐπειδὴ νῦν κρίνεται, ἀλλὰ καὶ αὐτῆς καθ' αὑτό· ἐπὶ γὰρ τῆς μνήμης τὸ κατὰ συμβεβηκός.
Εἰ δύο τινῶν αἰσθητῶν ἑτερότητα κρίνοι τὸ αἰσθητικόν, τὸ αὐτὸ ἀμφοῖν ἀντιλήψεται οὐ κατὰ διάφορα μόρια, ἀλλ' ἑνὶ καὶ ἀμερίστῳ ἀμφοῖν. καὶ τοῦτο τὸ ἀχώριστον καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ καὶ ἔστιν ἡ ἑτερότης. ἔστι δὲ ἐν τῷ νῦν, ἐπειδὴ καὶ τῶν νῦν ὄντων ἡ αἴσθησις. ἀλλὰ διὰ τί μὴ ἅμα μέν, ἐν μεριστῷ δὲ χρόνῳ; ἢ πάντως μὲν καὶ οὕτως, ὅτι θάτερον καὶ θάτερον, καὶ ὅτε ἐστὶν ἡ ἑτερότης, τότε καὶ γινώσκεται. πλὴν ἀμέριστος οὖσα ἐνέργεια ἡ κρίσις καὶ οὐ μεριστὴ οἵα κίνησις, οὕτως ἂν εἴη ἀχώριστος ὡς ἀδιαίρετος, καὶ οὕτως ἐν ἀχωρίστῳ χρόνῳ ὡς ἐν τῷ νῦν.
Δείξας ὡς ἓν τὸ κρῖνον τὰ πλείω οὐ κατ' ἄλλο καὶ ἄλλο μόριον, ἀλλ' ὡς ἀδιαίρετον καὶ ἅμα, ὅταν τὴν πρὸς ἄλληλα αὐτῶν διακρίνῃ ἑτερότητα, διὰ τούτων ἑπομένως τοῖς δεδειγμένοις ὅτι μὴ πάθος μηδὲ κίνησίς ἐστιν ἡ αἰσθητικὴ κρίσις δεικνύει, ἀλλ' ἐνέργεια καὶ τελειότης ἔνδοθεν ἐγειρομένη. πάσχειν μὲν γὰρ τὰ ἐναντία πάθη ἢ μεταβάλλειν εἰς τὰ ἀντικείμενα ἅμα [199] ἀδύνατον, ὅτι ἡ μαχητικὴ καὶ ἐμποδιστικὴ καὶ ἀναιρετικὴ ἐναντίωσις ἐν τοῖς πάθεσι καὶ ἐν ταῖς μεταβολαῖς· ἐνεργεῖν δὲ ἅμα ἀφ' ἑαυτοῦ κατὰ τοὺς διαφόρους λόγους ἐν ἑαυτῷ τὰ ἐναντία οὐκ ἀδύνατον, ὅτι οὐκ ἔστι μαχητικὴ ἡ τοιαύτη ἐναντίωσις, ὅταν περὶ διάφορα τὰ δεχόμενα τὰς ἐναντίας ἐνεργείας γίνηται, ὡς τὸ πῦρ ἅμα σκληρύνει μὲν τὸν πηλόν, μαλάττει δὲ τὸν κηρόν, καὶ ἡ αἴσθησις ἡ αὐτὴ ἅμα τὸ λευκὸν τοῦ χάρτου καὶ τὸ μέλαν κρίνει τῶν γραμμάτων. διὸ αὕτη ἡ κρίσις ἡ αἰσθητικὴ οὐδὲ κίνησις ἡ αὐτὴ ἢ πάθη ἢ ἔξωθεν εἰσδοχή· οὐ γὰρ ἂν ἅμα τῶν ἐναντίων ἐγίνετο, ἐπειδὴ τρέπεσθαι ἀντικειμένως καὶ διατίθεσθαι ἀδύνατον. ὑπὸ δὲ τοῦ γλυκέος καὶ τοῦ πικροῦ ἀντικειμένως κινεῖται ἡ γλῶσσα· διὸ οὐκ ἂν ἅμα κατὰ τὸ αὐτὸ μόριον ὑπὸ τῶν ἐναντίων κινηθείη· κατὰ διάφορα δὲ μόρια ὑπ' αὐτῶν ταύτης πασχούσης, ἡ γευστικὴ αἴσθησις, διὰ τὴν ἀμέριστον ἑαυτῆς οὐσίαν τοῖς διαφόροις τῆς γλώσσης μορίοις ἡ αὐτὴ ὅλη παροῦσα, ἐνεργεῖ τὴν περὶ ἄμφω κρίσιν καθ' αὑτήν.
Ἀξιώσας τὸ αὐτὸ μένον ἀδιαίρετον μὴ ἄν ποτε κινηθῆναι τὰς κινήσεις ἢ παθεῖν τὰ ἀντικείμενα πάθη, προσιέμενος τὸ ἀξίωμα ἀπορεῖ ὅμως, μήποτε οὐ πάντῃ ᾖ ἀδιαίρετον τὸ ὑπομένον τὰ ἐναντία. τῷ μὲν γὰρ ἀριθμῷ καὶ ἅμα ἔστω ἀδιαίρετον, ὡς καὶ ἐν τῷ αὐτῷ χρόνῳ καθ' ὅλον ἑαυτὸ τὰ ἐναντία δεχόμενον, τῷ εἶναι δέ, τουτέστι τῷ λόγῳ, διῃρημένον καὶ κεχωρισμένον, ἐπειδὴ διάφοροι αἱ δεκτικαὶ τῶν ἐναντίων ἐν αὐτῷ δυνάμεις· ὥστε ᾗ διαιρετὸν πείσεται τὰ ἐναντία. κἂν οὖν πάθος ἡ κίνησις καὶ ἡ κρίσις ᾖ, οὐ κωλυθήσεται τὸ κρῖνον ἅμα τὰ ἐναντία κρίνειν, ἐπειδὴ τῷ λόγῳ ἦν διαιρετὸν κατὰ διαφόρους κρῖνον λόγους, τόπῳ μὲν καὶ ἀριθμῷ ἀδιαίρετον ὄν, ὡς ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον καθ' ὅλον ἑαυτὸ ἀμφότερα καὶ τὰ πλείω πάσχον, τοῦ μὲν ἀριθμοῦ τὸ ἓν δηλοῦντος, τοῦ δὲ τόπου τὸ μηδὲ κατὰ τὰ διάφορα μέρη, τῷ δὲ εἶναι διαιρετόν, τουτέστι τῷ λόγῳ, διότι κατὰ τὰ εἴδη καὶ τοὺς λόγους ἡ ἑκάστων ὁρίζεται οὐσία.
Ἀδύνατόν φησι τὸ τῷ ἀριθμῷ ἓν καὶ τὸ αὐτό, κἂν τῷ εἶναι ᾖ διαιρετόν, τὰ ἐναντία ἅμα πάσχειν ἐνεργείᾳ· μόνον γὰρ δυνάμει ἅμα πρὸς τὰ ἀντικείμενα τὸ αὐτὸ πεφυκέναι δυνατόν, ἀλλ' οὐχὶ καὶ ἐνεργείᾳ ἅμα δέχεσθαι, ὅπερ τῷ εἶναι ἔφη. διὸ τῷ εἶναι ἐνεργείᾳ αὐτὴν ἐξηγούμενος ὅπως νῦν χρῆται, ἐπήγαγεν οὐ τῷ ἐνεργεῖσθαι φήσας, ἵνα τὸ πάθος [200] καὶ τὴν κίνησιν δηλώσῃ. καὶ τοῦτο σαφέστερον καὶ διὰ τοῦ παραδείγματος σημαίνει· τὸ γὰρ λευκὸν καὶ μέλαν παθητικαί εἰσι ποιότητες. καὶ ἔτι ἐναργέστερον συμπεραινόμενος τῷ πάσχειν αὐτῷ κέχρηται.
Οὐ γὰρ αὐτὰ τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη τῶν αἰσθητῶν ἀναδέχεται ἡ αἴσθησις καὶ ἡ νόησις. οὔτε οὖν τὰ εἴδη τοῦ λευκοῦ καὶ μέλανος ἅμα πείσεται ἡ αἴσθησις ἢ ἡ νόησις, εἰ τοιοῦτόν, φησιν, οἷον πάσχειν καὶ ἔξωθεν εἰσδέχεσθαι, καὶ τῷ ἐνεργεῖσθαι, ὡς αὐτὸς εἶπεν. ἐνεργείᾳ γὰρ ἅμα πάσχειν τὰ ἀντικείμενα, ὥστε ἢ ἅμα ἐπ' ἄμφω μεταβάλλειν ἢ ἅμα κατ' αὐτὰ διακεῖσθαι, ἀδύνατον.
Διὰ τοῦ κατὰ τὴν στιγμὴν παραδείγματος ἱκανῶς ἐνδείκνυται τό τε ἀπαθὲς καὶ τὸ ἐνεργητικὸν τῆς αἰσθητικῆς κρίσεως, καὶ πρός γε τὸ ἀμέριστον καὶ ἐν ἀμερεῖ τῷ νῦν. τῶν γὰρ ἀμερίστων καὶ αἱ ἐνέργειαι ἀμέριστοι, ἐν μερισμῷ δὲ πᾶσα κίνησις καὶ πάθος ἅπαν· ἐν τροπῇ γάρ. διὸ τοῦ συναμφοτέρου καὶ τὰ πάθη καὶ αἱ λοιπαὶ μεταβολαί· μόνη δὲ ἡ κύκλῳ φορὰ εἰ καὶ μὴ τοῦ ἐνύλου, ἀλλὰ καὶ ἥδε τοῦ εἰδοπεποιημένου· διὸ μεριστοῦ, σώματος γάρ· τὸ δὲ ἀμέριστον ἅπαν καθ' αὑτὸ ἀμέριστον ἔχει καὶ τὴν ἐνέργειαν, ἵνα, ὡς ἔστι, καὶ ἐνεργῇ. ἡ στιγμὴ δὲ ἀμέριστος ἡ καὶ θέσιν ἔχουσα, γραμμῆς οὖσα πέρας καὶ τῇ τε πεπερασμένῃ συμπεριλαμβανομένη γραμμῇ, τῇ πηχυαίᾳ φέρε ἢ ὁποσῃοῦν, καὶ καθ' αὑτὴν ἴδιόν τι εἰσάγουσα τὸ πέρας εἶναι καὶ ἀρχή, ποτὲ μὲν ἄλλης οὖσα πέρας ἄλλης δὲ ἀρχή, πολλάκις δὲ δύο ἢ καὶ πλειόνων οὖσα ἀρχή τε καὶ πέρας, ὡς τὸ τοῦ κύκλου κέντρον πασῶν τῶν πρὸς τὴν περιφέρειαν ἐξ αὐτοῦ γραφομένων. στιγμῇ τοίνυν ἡ αἰσθητικὴ ἀπείκασται ψυχὴ ὡς ἀσώματος μὲν καὶ ἀμέριστος οὐσία, χρωμένη δὲ μεριστῷ ὄντι τῷ αἰσθητηρίῳ καὶ σὺν ἐκείνῳ πάσχοντί τε καὶ κινουμένῳ ὑπὸ τῶν αἰσθητῶν ἐνεργοῦσα, διαφόροις τοῦ ὑποκειμένου σώματος μορίοις τῶν διαφόρων προσπιπτόντων παθῶν, καὶ αὐτὴ καθ' αὑτὴν ἐν τῇ ἐνεργείᾳ τῇ κριτικῇ, οὐκ οὔσῃ πάντῃ σωμάτων χωριστῇ, ἐπειδὴ καὶ εἰς ταύτην διὰ τῆς τοῦ ὀργάνου πείσεως τελευτᾷ, οὐ πάθην οὖσαν οὐδὲ κίνησιν οὐδὲ τῶν ἔξωθεν εἰσδοχήν, ἀλλ' ἐνέργειαν ἀμέριστον ἔνδοθεν προϊοῦσαν, οὐ ποιητικὴν ἀλλὰ γνωριστικὴν τῶν αἰσθητῶν κατὰ τοὺς προειλημμένους αὐτῶν ἐν ἑαυτῇ λόγους, ποτὲ μὲν καθ' ἕνα τινὰ ποτὲ δὲ κατὰ πλείους, ὅτε καὶ τὴν πρὸς ἄλληλα αὐτῶν γνωρίζει ἑτερότητα. δῆλον γὰρ ὡς οἱ λόγοι τῶν αἰσθητῶν ἐν αὐτῇ, εἴ γε ἀφ' ἑαυτῆς ἐνεργοῦσα κατὰ τὰ [201] ἄνευ ὕλης τῶν αἰσθητῶν ἵσταται εἴδη. ἐπεὶ οὖν πάσχειν μὲν καὶ κινεῖσθαι ἀντικειμένως καὶ εἰσδέχεσθαι τὰ ἐναντία ἅμα ἐντελεχείᾳ ἀμήχανον, ἐνεργεῖν δὲ δυνατόν, ὁ τὸ ὑποκείμενον πρᾶγμά πῃ ἓν καὶ δύο ποιῶν καὶ ἀδιαίρετον καὶ διαιρετὸν πρὸς μὲν τὸ ἅμα πάσχειν τὰ ἐναντία καὶ ἐνεργεῖσθαι οὐδὲν συντελεῖ, πρὸς δὲ τὸ ἐνεργεῖν. καὶ γὰρ ἡ στιγμὴ ὅταν τῆς μὲν ᾖ γραμμῆς ἀρχὴ τῆς δὲ πέρας, μία τε καὶ ἀδιαίρετος ὡς ἡ αὐτὴ ἄμφω ἐνεργοῦσα, καὶ αὖ δύο καὶ διαιρετὴ κατὰ τοὺς διαφόρους τῆς ἀρχῆς καὶ τοῦ πέρατος λόγους. οὕτω δὲ καὶ ἡ αἰσθητικὴ ψυχὴ ἡ τὰ δύο αἰσθητὰ ἅμα γνωρίζουσα μία μὲν καὶ ἀδιαίρετος, ἐπειδὴ καὶ ἓν τὸ κρῖνον ἄμφω καὶ ἅμα· ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα, ᾗ κατὰ λόγους ἐνεργεῖ διαφόρους ἐν τῷ νῦν καὶ ἅμα, διότι οὐκ ἀδύνατον καὶ τὰ ἀντικείμενα ἅμα ἐνεργεῖν.
Χρῆται μὲν τὸ κρῖνον, τὸ δὲ πέρας αὐτὴ ἡ αἰσθητικὴ ψυχή. καίτοι τὸ κρῖνον ἡ ψυχή, ἀλλ' ἐνεργοῦσα ἤδη, πέρας δὲ καὶ ὅρος καὶ ἀμέριστος φύσις κατὰ τὴν οὐσίαν. τῇ δὲ αὐτῇ καὶ δυσὶ χρῆται κατὰ δύο ἱσταμένη τῶν αἰσθητῶν εἴδη, ὅταν δύο ἅμα κρίνῃ, ἃ κεχώρισται τῷ ἰδιότητι ἀλλήλων, ὡς κεχωρισμένοις ταύτῃ τὰς τῶν διαφόρων πραγμάτων γίνεσθαι κρίσεις.
Ἧι ἓν τὸ κρῖνον τῷ ὑποκειμένῳ καὶ μία ἐστὶν οὐσία ἡ αἰσθητικὴ ψυχὴ ἡ κρίνουσα, ἑνί τε χρῆται πέρατι αὐτῇ τῇ αἰσθητικῇ ψυχῇ καὶ ἅμα ὡς ἐν ἀδιαιρέτῳ ἐνεργοῦσα τῷ νῦν. ἐφαρμόζει μὲν οὖν καὶ ἑκάστῃ τῶν πέντε αἰσθήσεων τὰ εἰρημένα· καὶ γὰρ ἑκάστη πλειόνων ἅμα ἀντιληπτικὴ καὶ ἐναντίων· μειζόνως δὲ τῇ κοινῇ ὡς καὶ πολλῷ πλειόνων τῶν καὶ πάσαις ὑποκειμένων γνωριστικῇ καὶ ἀρχοειδεστέρᾳ καὶ μᾶλλον τῶν αἰσθητηρίων ὑπερεχούσῃ· οὐ γὰρ ἐν συναγωγῇ τῶν πλειόνων ἐνταῦθα τὸ κοινόν, ἀλλ' ἐν προϋπαρχούσῃ μᾶλλον συναιρέσει. ἀρχὴ δὲ ἡ αἰσθητικὴ ψυχὴ καὶ ὡς εἶδος καὶ μειζόνως ὡς τὸ χρώμενον.
Ἐφ' ἑτέραν μετὰ τὴν αἴσθησιν τῆς ψυχῆς κριτικὴν δύναμιν μεταβαίνων καὶ εὐτάκτως ἐπὶ τὴν προσεχῆ τῇ αἰσθήσει τὴν φαντασίαν, πρῶτον μὲν [202] διορίζεται ὡς γνωστικὴ καὶ αὐτὴ τῆς ψυχῆς ἐστι δύναμις καὶ οὐκ ὀρεκτική, ἥ τις ἐν τῇ κατὰ τόπον αὐτῆς κινητικῇ συναναφαίνεται· ἔπειτα δὲ ὅτι μὴ ἡ αὐτὴ τῇ αἰσθήσει, εἴ γε αὕτη μὲν ἀεὶ πρὸς τὴν οἰκείαν ἐνέργειαν παρόντων δεῖται τῶν αἰσθητῶν καὶ κινούντων τὰ αἰσθητήρια, ἡ δὲ φαντασία καὶ μὴ παρόντων ἐνίοτε ἀφ' ἑαυτῆς ἐγειρομένη προβάλλει τὰ γνωστά, κοινωνοῦσά πως ταύτῃ ταῖς λογικαῖς ζωαῖς· ὃ νοερὸν τίθεται ἰδίωμα, τὴν ἀφ' ἑαυτῆς τῆς γνωστικῆς ζωῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν. διὸ καὶ τὴν φαντασίαν νοῦν καλεῖ, οὐκέτι τῷ νῷ καὶ τῆς αἰσθήσεως κατὰ τοῦτο κοινωνούσης, ἀλλὰ μόνον κατὰ τὸ κρῖνον. διὸ καὶ τῷ κατὰ τόπον κινητικῷ ὡς καὶ ὀρεκτικῷ τὸ κριτικὸν ἀντιτιθείς, ἐν τούτῳ τὸ αἰσθάνεσθαι καὶ τὸ νοεῖν συνείληφεν, ἀντὶ πάσης τῆς ἀφ' ἑαυτῆς ἐγειρομένης γνώσεως παραλαβὼν τὸ νοεῖν. ἐν δὲ τῇ λέξει πρὸς τὸν ἐπεὶ σύνδεσμον διὰ μακροῦ ἀποδέδωκεν, "ὅτι οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν φανερὸν" εἶναι γράφων, διὰ τὴν διὰ μακροῦ ἀπόδοσιν τὸν οὖν προσθεὶς σύνδεσμον.
Τὸ μὲν νοεῖν, ὡς εἴρηται, ἀντὶ πάσης παρείληπται αὐτῷ τῆς ἀφ' ἑαυτῆς προβαλλούσης τὴν ἐνέργειαν γνωστικῆς ζωῆς, ἡ δὲ φρόνησις ἀντὶ τῆς λογικῆς παρείληπται γνώσεως, τὸ διάφορον τῶν γνωστικῶν ἐνεργειῶν καὶ αὐτὴ δηλοῦσα, εἰ καὶ ἔνιοι οὐ τὴν νόησιν μόνην ἀλλὰ καὶ τὴν φρόνησιν εἰς τὴν πρὸς τὴν αἴσθησιν καθέλκουσι ταὐτότητα, πρὸς μόνον τὸ κριτικὸν καὶ γνωριστικόν, ὡς καὶ αὐτὸς ἐπιφέρει, ἀποβλέψαντες, ἐπειδὴ τοῦτο κοινὸν ταῖς γνωστικαῖς ζωαῖς. τὸ μὲν οὖν ἐνίους ἢ φυσικοὺς ἢ σοφιστικοὺς ἄνδρας οὕτως οἰηθῆναι οὐκ ἀπιστητέον· καὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Θεαίτητος εἰς ταὐτὸν ἄγει τῇ αἰσθήσει τὴν ἐπιστήμην. οὐ μὴν Ἐμπεδοκλέα ἢ Ὅμηρον ἐπὶ ταύτης θετέον τῆς δόξης, κἂν ὁ Ἀριστοτέλης τῷ παχυμερῶς λεγομένῳ ἐφιστάνων ἐλέγχῃ τὰ καὶ ἄλλως ἀκούεσθαι δυνάμενα. ἀκούσειε μὲν γὰρ ἄν τις αἰσθητὸν εἶναι τὸ παρόν· οὐ μὴν ἢ ὑπὸ Ἐμπεδοκλέους οὕτως εἴρηται, ἢ τὸ ἀληθὲς ὧδε ἔχει. ἡ γὰρ μῆτις οὐ τοῖς αἰσθητοῖς ἀλλὰ τοῖς νοητοῖς αὐτῇ παροῦσιν ἀεὶ εἰς τὴν ἑαυτῆς ἐπιδίδωσι τελειότητα, καὶ τὸ φρονεῖν ἐν τοῖς ὀνείροις ἀλλοῖα παρίσταται οὐ διὰ τὰ ἀπὸ τῶν αἰσθητῶν, ὡς ἄν τις εἴποι, ἐγκαταλείμματα (οὐ γὰρ φρονεῖν τὸ τοιόνδε), ἀλλ' ὅτε κατά τινα τοῦ λόγου ἀπολυομένου τῆς πρὸς τὸ σῶμα καταστάσεως κρείττων τις ἐν τοῖς ὕπνοις τῆς ἐν τῷ ἐγρηγορέναι γνῶσις τοῦ ἀγαθοῦ ἢ τοῦ ἀληθοῦς γίνεται. ὁ δὲ Ὅμηρος ταὐτὸν μέν, μεταβαλλόμενον δὲ ὑπὸ τῶν αἰσθητῶν λέγει οὐχ ἁπλῶς τὸν νοῦν, ἀλλὰ τὸν τῶν χθονίως ζώντων καὶ ἀκιδνῶς, ὡς αὐτὸς ἔφη, ἀνθρώπων.
[203]
Ἐν οἷς καὶ ἡμῖν διώρισται, ὅπῃ τε τῶν παλαιῶν ὁ λόγος ἀληθὴς τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκεσθαι ἀξιῶν, καὶ ὅπως ἀκουομένου ὀρθῶς Ἀριστοτέλης ἐπιλαμβάνεται.
Οὐ δοκεῖ μοι ὡς ἔλεγχον τὸν ἀπὸ τῆς ἀπάτης λόγον ἐπιφέρειν τοῖς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι φάσκουσιν, ἀλλ' ἐκείνοις μὲν ὡς μὴ διορίσασι περὶ τῆς ἀπάτης ἐφιστάνειν, αὐτὸς δὲ τὸ ἀκόλουθον τῇ ὑποθέσει ἐπιφέρειν. ἢ γὰρ οὐ διωρίσαντο περὶ ἀπάτης ὡς μηδὲ οὔσης κατὰ τοὺς τὸ φαινόμενον ἀληθὲς οἰομένους, ἢ τιθέμενοι καὶ ψευδῆ γίνεσθαι δόξαν, ἐν τῇ τοῦ ἀνομοίου αὐτὴν ἐροῦσι θίξει, τὰ ἐναντία τοῖς ἐναντίοις ἀπονέμοντες.
Τοῦτο οἱ ὑπομνηματισταὶ ὡς ἄτοπον ἐπιφέρεσθαί φασι τῇ ὑποθέσει. οὐ γὰρ μόνον τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαί φασιν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀλλὰ καὶ τὸ ἐναντίον· ὁμοίως δὲ καὶ ἀγνοεῖσθαι ἑκάτερον ἐν τῇ ἀπάτῃ, ἐπειδὴ ἓν τὸ γινῶσκον ἄμφω ἢ ἀγνοοῦν. ἀλλ' ἓν μὲν τῷ ὑποκειμένῳ, τῷ δὲ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, ἕτερον, κατὰ διαφόρους λόγους ἑκατέρου τῶν ἀντικειμένων θιγγάνον· τῷ ὁμοίῳ μὲν τοῦ ὁμοίου ἐπ' ἀμφοῖν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀνομοίως δὲ ἐφ' ἑκατέρου ἐν τῇ ἀπάτῃ. ἑνὶ μὲν οὖν ἐπιστῆσαι χρή, ὡς οὐ τὴν πρὸς αἴσθησιν ἀντικειμένην λέγει νῦν ἀπάτην, ἀλλὰ τὴν πρὸς φρόνησιν· ἀεὶ μὲν γὰρ ἀληθής, ὡς ἐρεῖ, ἡ τῶν ἰδίων αἰσθητῶν, ἐν δὲ τῷ ἀπατᾶσθαι πλείω, φησί, χρόνον διατελεῖ ἡ ψυχή· ἑτέρῳ δέ, ὅτι ἡ οἰκειότης οὐκ ἐν τῇ ψυχῇ ἀλλ' ἐν τῷ ζῴῳ εἴρηται, ὡς ἐν τῇ μετὰ σώματος ζωῇ τὸν πλείω χρόνον ἐν ἀγνοίᾳ γινομένης τῆς ψυχῆς, ἐπεὶ τῇ λογικῇ ζωῇ, ἐν ᾗ καὶ τὸ φρονεῖν, τὸ ἀληθεύειν οἰκειότατον· οὐκοῦν καὶ τῷ λογικῷ ζῴῳ. πῶς οὖν τὸ ἐναντίον αὐτῷ λέγει οἰκειότερον; διότι, ὡς αὐτὸς ἐπάγει, τὸν πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή. τοῦτο δέ, ἐπειδὴ γενητὸν καὶ φθαρτὸν ὂν τὸ ζῷον πολὺν μὲν διαμένει χρόνον ἄδεκτον τῶν ἐμφρόνων τῆς ψυχῆς ἐνεργειῶν, πολὺν δὲ τοῖς συμπίπτουσιν αὐτῷ κωλυόμενον πάθεσιν· ἔτι δὲ ταῖς πρὸς τὸν βίον χρείαις περισπῶν τὴν ψυχὴν καὶ τῆς περὶ τὴν ἀλήθειαν σχολῆς ἀπεῖργον. τὸ δὲ μέγιστον, αὐτὴ ἡ πρὸς τὸ σῶμα τῆς ψυχῆς σφοδρὰ ῥοπὴ καὶ τῆς γενέσεως περίπτυξις ἀφίστησι τῆς εἰς ἑαυτὴν στροφῆς, ἐν ᾗ τὸ φρονεῖν καὶ ἡ κατὰ λόγον ἀλήθεια.
[204]
Ἡ φρόνησις εἴτε κοινοτέρα καὶ ἐπὶ πάσης λέγοιτο τῆς κατὰ λόγον θεωρίας, εἴτε ἰδίως ἐπὶ τῆς τῶν πρακτῶν, πάντως ἐπὶ τῆς ὀρθῆς καὶ ἀληθοῦς καὶ τῆς μετ' αἰτίας λέγεται γινομένης. διὸ καὶ ὀλίγοις τῶν ζῴων αὐτῆς μέτεστιν· οὐδὲ γὰρ ἀνθρώποις πᾶσιν, ἀλλὰ καὶ τούτων ὀλίγοις. τό γε μὴν αἰσθάνεσθαι οὐ μόνοις ἀνθρώποις, ἀλλὰ καὶ ζῴοις ἅπασιν. οὕτω δὲ τὴν ὀρθὴν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως διακρίνας χωρίζει καὶ τὴν ὁποιανοῦν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως ἐπάγων·
Νοεῖν νῦν τὸ ἁπλῶς κατὰ λόγον ἐνεργεῖν προσαγορεύων, τὸ καὶ τοῦ ὀρθῶς καὶ τοῦ μὴ ὀρθῶς περιεκτικόν, ὡς σαφῶς αὐτὸς ἐξηγεῖται. τοῦ δὴ τοιούτου νοεῖν χωρίζει τὴν αἴσθησιν οὐχ ὡς ἀληθείας ἀμέτοχον (ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ἡ τῶν ἰδίων αἰσθητῶν ἀληθής), ἀλλ' ὡς πρῶτον μὲν αὐτὴ ἐν τῇ διὰ σώματος ἐνεργείᾳ περιγεγραμμένη, ἐκείνου πολὺ τὸ βάθος ἔχοντος καὶ χωριστὸν καὶ ἐν ταῖς ἀεὶ ἀληθευούσαις γνώσεσιν, ἐπιστήμῃ τε καὶ φρονήσει, καὶ ἐν ταῖς ποτέ, ὡς δόξῃ ἀληθεῖ· ἀλλ' ὡς καὶ τὸ ἀεὶ ἀληθεύειν ἐπὶ τῶν ἰδίων αἰσθητῶν δι' ἀποστένωσιν ἔχουσα τῷ ὀλίγων ἀντιλαμβάνεσθαι, καὶ οὐχ ὡς ἡ δόξα ψεύδεταί ποτε διὰ τὸ καὶ ἐφαπτομένη πῃ τοῦ πράγματος τῇ πολλῶν καὶ ἄλλων θεωρίᾳ ἐνίοτε καὶ τὰ μὴ προσήκοντα αὐτοῦ κατηγορεῖν· ἀλλὰ καὶ ὡς ἐσχάτη οὖσα γνωστικὴ ζωή, ὡς δηλοῖ καὶ τοῖς ἀτιμοτάτοις ὑπάρχουσα ζῴοις, ἐκείνου μόνοις ὑπάρχοντος τοῖς λογικοῖς.
Τὴν διεξοδικὴν τοῦ λόγου ἐνέργειαν διάνοιαν καλῶν, ἀληθεύουσαν μὲν πάντως, ὅταν τῶν αἰτίων ἐχομένη διεξοδεύῃ, ἄνευ δὲ τῶν αἰτίων ψευδομένην ἐνίοτε. διάνοια μὲν οὖν ἐστιν ἡ διεξοδικὴ τοῦ λόγου ἐνέργεια. ἐπεὶ δὲ καθ' ὅρους ἡ διέξοδος καὶ οὐχ οἵα ἡ φυσικὴ μετάβασις κατὰ συνέχειαν, ἥ τε καθ' ἕκαστον ὅρον συγκατάθεσις τῆς ψυχῆς καὶ ἡ ἐπὶ πᾶσιν ὡς ἑνὶ ὅρῳ ὑπόληψίς ἐστιν ἡ ὡς ἀληθεῖ αὐτῷ ὁμολογοῦσα· ὡς οὐ ταὐτὸν μὲν εἶναι διάνοιάν τε καὶ ὑπόληψιν, συναναφαίνεσθαι δέ· ἀεὶ γὰρ ἐν διεξόδῳ ἡ λογικὴ ἐνέργεια καὶ ἐν τῇ συγκαταθέσει τοῦ φαινομένου ἀληθοῦς. οὔτε δὲ διάνοια οὔτε ὑπόληψις ἡ αἴσθησις· τοῦτο μὲν ὡς οὐκ οὖσα λογική, εἴ γε καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις, τοῦτο δὲ ὡς οὔτε διεξοδεύουσα (οὐ γὰρ ἐξ ἄλλων ἄλλα συνάγει) οὔτε ἀληθεύουσα οὕτως, ὡς ἑαυτῆς ὅτι ἀληθεύει ἀντιλαμβανομένη. τὰ ἴδια μὲν γὰρ αἰσθητὰ ἀληθῶς γινώσκει, ὅτι λευκὸν [205] φέρε, ἡ ὅρασις, τοῦ δὲ ὅτι ἀληθῶς γινώσκει ἀναίσθητος. οὐ γὰρ ταὐτὸν ἡ τοῦ πράγματος γνῶσις καὶ ἡ τοῦ ὅτι ἀληθὴς ἡ γνῶσις ἀντίληψις, οἵα ἡ ὑπόληψις φαίνεται μετὰ τὴν τοῦ πράγματος σύνεσιν, εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα, καὶ τότε συντιθεμένη καὶ περιπτυσσομένη τὸ γνωσθέν. ἡ δὲ αἴσθησις μόνον γινώσκει τὸ προσπῖπτον, κἂν ψευδῶς προσπίπτῃ, ὡς ἐπὶ τῶν εἰκόνων, διακρίνειν οὐκ ἰσχύουσα· κἂν ἐπὶ τῶν ἰδίων οὖν ἀληθὴς ἀεί, ἀλλ' οὐχ ὅτι ἀληθὴς εἴσεται. ἡ δὲ διάνοια κἂν ἀληθῶς κἂν ψευδῶς προσβάλλῃ τοῖς γνωστοῖς, οὐκ ἀρκεῖται τῇ προσβολῇ οὐδὲ συγκατατίθεται, εἰ μὴ καὶ ὅτι ἀληθὴς ἡ σύνεσις ἐπικρίνῃ ἢ ὀρθῶς ἢ οὔ, ποτὲ καὶ περὶ τὴν ἐπίκρισιν ἁμαρτάνουσα. καὶ εἴ ποτε οὖν ψεύδεται ἡ διάνοια, οὐ διὰ τοῦτο χείρων τῆς ἀεὶ ἐπὶ τῶν ἰδίων αἰσθητῶν ἀληθοῦς. τὸ γὰρ ψεύδεσθαί ποτε ἐκείνην διὰ τὸ ἅμα πολλὰ ὁρᾶν, καὶ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι οὐ κατὰ μόνην τὴν πρώτην προσβολὴν καὶ σύνεσιν τοῦ πράγματος, ἀλλὰ κατὰ τὴν τῆς συνέσεως ἐπίκρισιν.
Ὁ γὰρ σύνδεσμος, αἰτιολογικὸς ὤν, νῦν εἴρηται διὰ τὸ μόνοις εἰρῆσθαι τοῖς λογικοῖς τὴν διάνοιαν ὑπάρχειν, ὡς εἰ ἐπῆγεν· οὐ γὰρ δὴ ἡ αὐτὴ τῇ διανοίᾳ ἡ φαντασία, ἐπειδὴ καὶ ἐν ἀλόγοις ζῴοις ἡ φαντασία, ὥσπερ οὐδὲ τῇ αἰσθήσει ἡ αὐτή. προστίθησι γὰρ καὶ τοῦτο, ἐπειδὴ καὶ περὶ φαντασίας αὐτῷ ὁ προκείμενός ἐστι λόγος. περὶ ἧς εἰπών, ὡς καὶ αἰσθήσεως καὶ διανοίας ἐστὶν ἑτέρα, δι' ὧν ἐπιφέρει, ἅμα μὲν τὸ αἴτιον λέγει τοῦ δοκεῖν τοῖς μὲν ἀδιάφορον εἶναι πρὸς αἴσθησιν, τοῖς δὲ πρὸς διάνοιαν ἤτοι ὑπόληψιν (διὰ γὰρ τὸ συνυπάρχειν ὁτὲ μὲν διάνοιαν ὁτὲ δὲ ὑπόληψιν καλεῖ τὴν λογικὴν ἐνέργειαν), ἅμα δὲ καὶ δι' αὐτῶν τούτων διακρίνειν ἀξιοῖ τὴν φαντασίαν ἑκατέρας, αἰσθήσεώς τε καὶ διανοίας. ἐπειδὴ γὰρ οὐκ ἄνευ αἰσθήσεως, προϋπαρξάσης δὲ πάντως, ἐπιγίνονται αἱ φαντασίαι, διότι ἐν διαστάσει μέν τινι καὶ μερισμῷ καὶ διαιρέσει καὶ σχήμασιν οἱ φανταστικοὶ τρόποι, αἰσθητὰ δὲ ταῦτα, τὰ δὲ αἰσθητὰ κατ' αἴσθησιν ἡμῖν [εἶναι] γνωστὰ τοῖς μὴ εἰς νοῦν ἀναδραμοῦσι καὶ ἱκανοῖς ἐξ αἰτίας καὶ τὰ ἔσχατα τῶν αἰτιατῶν γινώσκειν, εἰκότως ἔνιοι μὲν ἀπατῶνται οὐ διακρίνοντες τὸ ἐπιγινόμενον τοῦ οὗ οὐκ ἄνευ, οἱ δὲ διακρίνοντες καὶ ταύτην τὴν φαντασίαν ἀπὸ τῆς αἰσθήσεως γνωρίζουσιν. ὁμοίως δὲ καὶ ἀπὸ τῆς ὑπολήψεως· ταῖς γὰρ ἔξω ὅλαις ῥεψάσαις ψυχαῖς καὶ πάντῃ μὲν τῆς καθ' αὑτὰς ἀποστάσαις ἐνεργείας, πρὸς δὲ μόνα τεταγμέναις τὰ αἰσθητά, συνεργούσης καὶ τῆς γενέσεως πρὸς τὴν ἀποστροφὴν τῆς κατὰ λόγον ζωῆς, δεῖται καὶ ἡ διάνοια πρώτης μὲν αἰσθήσεως, ἔπειτα δὲ πείρας τε καὶ μνήμης, ἵνα τὸ καθόλου τέως τῶν κατὰ τὸ αὐτὸ εἶδος ὁριζομένων γνωρίσαι δυνηθῇ καὶ ἐντεῦθεν καὶ εἰς τὸ ὁριστικὸν αὐτῶν ἀναδραμεῖν εἶδος καὶ ὅλως εἰς τὰ αἴτια, ὧν διανοητικὴ καὶ νοερὰ ἡ γνῶσις· ὡς κἀνταῦθα τοῖς μὴ διακρίνουσι τὸ [206] μνημονικὸν τοῦ συναγωγοῦ τῶν καθόλου σύγχυσιν ἀμφοῖν ἕπεσθαι, καὶ τοῖς αὐτῷ τούτῳ ἐφιστάνουσι τεκμήριον τῆς ἑτερότητος γίνεσθαι ἱκανόν, ὅτι τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς οὗ οὐκ ἄνευ.
Ὑπόληψιν μὲν τὴν λογικήν, ὡς εἴρηται, γνῶσιν, νόησιν δὲ νῦν τὴν φαντασίαν καλῶν, ἣν καὶ πάθος προσαγορεύει, καὶ ἐν τῇ μνημονικῇ τίθεσθαι βούλεται δυνάμει. πῶς οὖν, κἂν ἄνευ ταύτης μὴ γίνηται ὑπόληψις, διακρίνει αὐτὴν ἀπὸ τῆς ὑπολήψεως; ὅτι τοῦτο τὸ πάθος ἐφ' ἡμῖν ἐστιν, ὅταν βουλώμεθα· οὐχ ὅτι πᾶσα φαντασία ἐφ' ἡμῖν (καὶ γὰρ ἀκούσιοι ἐγγίνονται), ἀλλ' ὅτι καὶ ἐφ' ἡμῖν ἔνιαι εἰς τὸ προχειρίσασθαι, οὐ μέντοι καὶ εἰς τὸ ἀναστεῖλαι ὁμοίως. πάθος μὲν οὖν ἡ φανταστικὴ ἐνέργεια διὰ τὸ μεριστὸν καὶ τυπωτικὸν αὐτῆς καὶ ἀχώριστον σωμάτων, ἐφ' ἡμῖν δὲ οὖσα, διότι οὐχὶ τοῖς πράγμασι πάντως ἑπομένως ἀναπλάττομεν τοὺς τύπους, οὐδὲ προβάλλομεν τὰς φαντασίας τῆς ἀληθείας φροντίζοντες πάντως. ὥσπερ γὰρ ἡ αἴσθησις οὐκ ἦν ὡς ἀληθοῦς ἀντιληπτική, ἀλλὰ μόνον τοῦ αἰσθητοῦ, ὡσαύτως οὐδὲ ἡ φαντασία, ἀλλὰ μόνον τῶν τύπων, τοσοῦτον προσλαβοῦσα παρὰ τὴν αἴσθησιν, τὸ μὴ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, οἷς ὅμοιοι οἱ τύποι, ἀλλὰ καὶ ἀφ' ἑαυτῆς τούτους προβάλλεσθαι, καὶ οὐδὲ πάντως ἀκολουθοῦσα τοῖς ἐξ ἀρχῆς ὀφθεῖσιν, ἀλλὰ καὶ προστιθεῖσα καὶ ἀφαιροῦσα καὶ μεταμορφοῦσα καὶ παντοίως ποικίλλουσα.
Τουτέστι προχειρίσασθαι τοὺς τύπους καὶ κατ' αὐτοὺς ἐνεργεῖν, ὥσπερ, φησίν, οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι, τουτέστι ἀναμιμνησκόμενοι, ἵν' ἀντὶ τῆς ἀναμνήσεως ἡ μνήμη λέγηται· οὕτω γὰρ ὁ Ἀλέξανδρος· ἢ μᾶλλον, ὥσπερ, ὅτε μεμνῆσθαι θέλομεν, πολλάκις ἐνεργοῦμεν κατὰ τὸν τύπον. τὸ δὲ καὶ εἰδωλοποιεῖν δηλοῖ τὸ μὴ πάντως τοῖς πράγμασιν ὁμοίαν ποιεῖσθαι τὴν τῶν τύπων προβολήν.
Ἐπὶ πλέον μὲν τῆς δόξης ἡ ὑπόληψις, εἴληπται δὲ ἀντὶ πάσης ὑπολήψεως ἡ δόξα. πάσης γὰρ κοινὸν τὸ ἢ ἀληθεύειν ἢ ψεύδεσθαι, ἐπειδὴ ἐν συγκαταθέσει πᾶσα ὑπόληψις. ἡ δὲ συγκατάθεσις οὐ κατὰ μόνην τὴν τῶν προσπιπτόντων σύνεσιν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ ἀληθοῦς ἢ ψεύδους διάκρισιν. ἐν δὲ τῇ πρὸς τὰ πράγματα συμφωνίᾳ καὶ διαφωνίᾳ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὰ πράγματα δὲ οὐκ ἐφ' ἡμῖν.
[207]
Τὴν ἐν τῇ ὑπολήψει συγκατάθεσιν τῆς ψυχῆς καὶ ἐκ τῶν ἑπομένων αὐτῇ πιστοῦται παθῶν· φοβεῖται γὰρ καὶ θαρρεῖ κατὰ τὴν οἴησιν, ἐπειδὴ ἐν πίστει ἡ οἴησις.
Ἀφομοιωματικὴ γὰρ ἡ φαντασία, καὶ ὡς τὰ ἐν τῇ γραφῇ ἑτέρων ἐστὶν ἀπεικάσματα, οὕτως ἔχει καὶ τὰ ἐν τῇ φαντασίᾳ· διὸ οὐχ ὡς ἀληθέσι συντίθεται ἡ ψυχή, ἵνα καὶ θαρρήσῃ ἢ φοβηθῇ. ἥδεταί γε μὴν ἢ λυπεῖται οὐχ ὡς ἐν αὐτοῖς γινομένη τοῖς πράγμασιν, ὡς δὲ ἐν τῇ ἐκείνων μνήμῃ.
Ἐπειδὴ τῆς μὲν ὑπολήψεως προέθετο διακρῖναι τὴν φαντασίαν, τὴν δὲ δόξαν ἀντὶ πάσης παρέλαβεν ἐν μέσῳ τῆς ὑπολήψεως (κοινὰ γὰρ πάσῃ ὑπάρχει καὶ οὐ μόνῃ δόξῃ ἥ τε πίστις καὶ τὸ μὴ ἐφ' ἡμῖν ἀλλ' ἐπὶ τοῖς πράγμασιν εἶναι τὴν περὶ τούτων ἀλήθειαν καὶ τὰ ἐπὶ τοῖς ὡς ἀληθέσιν ὑπολαμβανομένοις ἐγειρόμενα πάθη, θάρρη τε καὶ φόβοι), διαιρεῖ τὰ τῆς ὑπολήψεως εἴδη, ἵνα ὅτι κοινὰ ἐπὶ πάσης τὰ εἰρημένα ἐκ τῶν εἰδῶν ἐπιόντες γνωρίσωμεν. ἡ μὲν οὖν φρόνησις πρακτική ἐστι μετ' αἰτίας γνῶσις, θεωρητικὴ δὲ ἡ ἐπιστήμη, ἐπαμφοτερίζει δὲ ἡ ἀληθὴς δόξα, τῆς αἰτίας ἑκατέρωθι ἀμοιροῦσα. δεῖ γὰρ νῦν τὴν ἀληθῆ ἀκούειν δόξαν, ἐπειδὴ συντάττεταί τε ἐπιστήμῃ καὶ φρονήσει, καὶ ἵνα ἐν τοῖς ἐναντίοις ὡς τὴν ἀνεπιστημοσύνην καὶ τὴν ἀφροσύνην ἔχομεν, οὕτω καὶ τὴν ψευδοδοξίαν.
Ἐν γὰρ τοῖς Ἠθικοῖς ἃς νῦν εἶπε τῆς ὑπολήψεως διαφορὰς διακρίνει σαφέστερον.
Ἐπ' αὐτῆς τῆς ψυχῆς καὶ τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι ἀκουστέον. οὐ γὰρ τὸ κρεῖττον ἢ κατὰ ψυχὴν νοεῖν φαντασία ἐστὶν ἢ ὑπόληψις, ἀλλὰ δεῖ ἀκοῦσαι τοῦ λεγομένου ὡς οὕτως εἰρημένου περὶ δὲ τοῦ νοεῖν τῆς ψυχῆς.
[208]
Ὡς τῇ αἰσθήσει τὸ αἰσθητὸν καὶ τῇ ἐπιστήμῃ τὸ ἐπιστητόν, οὕτω καὶ τῇ φαντασίᾳ τὸ φάντασμα σύστοιχόν ἐστι γνωστόν· καὶ ὡς τῶν αἰσθήσεων ἑκάστην ἀπὸ τῶν οἰκείων διωρίζετο αἰσθητῶν, οὕτω καὶ νῦν ὑπογράφει τὴν φαντασίαν, καθ' ἣν τὰ φαντάσματα ἡμῖν γίνεται, διακρίνων αὐτὴν ἀπὸ τῆς κατὰ μεταφορὰν ἐκ ταύτης λεγομένης, ὅτε ἐπὶ τοῦ φαινομένου τῇ φαντασίᾳ χρώμεθα καὶ ἐπὶ αἰσθήσεως καὶ ἐπὶ δόξης.
Διαφόρων οὐσῶν τῆς ψυχῆς δυνάμεων, οἷον θρεπτικῆς, κινητικῆς κατὰ τόπον, γνωστικῆς, ὀρεκτικῆς, ἡ φαντασία γνωστική τίς ἐστι δύναμις, κριτικὴ οὖσα, τουτέστιν ἀντιληπτικὴ καὶ γνωστικὴ τοῦ φαντάσματος. ἀληθεύει γὰρ ἢ ψεύδεται, ὅμοιον μὲν τὸ φάντασμα ἀναζωγραφοῦσα τῷ πράγματι, οὗπερ τὸ φάντασμα, ἀληθεύουσα, ἀνόμοιον δὲ ψευδομένη, εἴτε ἀκουσίως τοῦτο πάσχουσα διὰ λήθην φέρε, εἴτε καὶ κατ' ἰδίαν ὁρμὴν προστιθεῖσά τι ἢ ἀφαιροῦσα ἢ ὁπωσοῦν ποικίλλουσα. δι' ὧν πιστοῦται τὸ κριτικὴν εἶναι δύναμιν τὴν φαντασίαν· τῆς γὰρ γνωστικῆς τὸ ἀληθεύειν ἴδιον πάσης, ἐπί τινος δὲ καὶ τὸ ψεύδεσθαι. δύναμιν δὲ ἢ ἕξιν, δύναμιν μὲν τὸν οὐσιώδη προσαγορεύων χαρακτῆρα, καθ' ὃν πάντα ἄνθρωπον λογικόν φαμεν, ἕξιν δὲ τὴν προβεβλημένην διάθεσιν. καὶ ἡ φαντασία δὲ οὐσιώδης τέ ἐστι δύναμις καὶ προβαλλομένη διάθεσις, καθ' ἣν ὡρισμένως ἢ ἀορίστως τὰ φαντάσματα τυποῦμεν, καὶ ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐμμεθόδως ἢ ἀτάκτως. ἐφ' οἷς καταριθμεῖται τὰς γνωστικὰς δυνάμεις, αἴσθησιν δόξαν, ἐπιστήμην νοῦν, ὧν διαφέρουσαν δεῖξαι τὴν φαντασίαν προτίθεται· αἴσθησιν μὲν τὴν δι' ὀργάνου δεχομένου πρότερον τὴν ἀπὸ τοῦ αἰσθητοῦ ἐνέργειαν ἐγειρομένην γνῶσιν, αὐτῶν μὲν τῶν αἰσθητῶν ὑπάρχουσαν, συναρμοζομένην δὲ προσεχῶς τοῖς ἐν τοῖς αἰσθητηρίοις ἐγγινομένοις τῶν αἰσθητῶν εἴδεσιν, δόξαν δὲ τὴν περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ὑπόληψιν καὶ περὶ τὰ ἀναγκαῖα ἄνευ τῆς αἰτίας πίστιν, ἐπιστήμην δὲ τὴν μετ' αἰτίας καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων λογικὴν ἀνέλιξιν, νοῦν δὲ τὴν ἀθρόαν καὶ ἀμέριστον τῶν ὅρων θεωρίαν.
Πρῶτον διορίζει λόγῳ τὴν φαντασίαν τῆς αἰσθήσεως τοιῷδε· ἡ αἴσθησις ἥ τε ἐνέργεια λέγεται ἡ αἰσθητική, ὡς ἡ ὅρασις, καὶ ἡ δύναμις, ὅτε μὴ ἐνεργεῖ, ὡς ἡ ὄψις. [209]
Οὐ τῷ ζῴῳ μήτε τῆς ἐνεργείας μήτε τῆς δυνάμει ὑπαρχούσης αἰσθήσεως· τοῦτο γὰρ ἀδύνατον· ἀλλὰ ταῖς φαντασίαις μηδετέρας ἐνυπαρχούσης. φαίνεται γάρ τι, τουτέστι φάντασμα γίνεται, ὡς τὰ ἐν ὕπνοις ὀνειρατικὰ φαντάσματα, οὔτε τῆς ὡς ἐνεργείας αἰσθήσεως τῆς αὐτῆς τούτοις οὔσης (οὐ γὰρ ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ αἴσθησις) οὔτε τῆς δυνάμεως μέν, μὴ ἐνεργούσης δέ, ἐπειδὴ κατ' ἐνέργειαν πάρεστι τὰ φαντάσματα· ὡς τὴν μὲν φαντασίαν ἐνεργεῖν, οὐχὶ δὲ τὴν αἴσθησιν, διὸ οὐχ αἱ αὐταί.
Εὐθὺς γὰρ τικτομένοις τοῖς ζῴοις ἡ αἰσθητικὴ δύναται παρεῖναι ἐνέργεια, οὐ μὴν ἡ φανταστική· προσγεγενῆσθαι γὰρ δεῖ τὴν αἴσθησιν, καὶ πλεονάκις ἴσως. ὑστέρα οὖν καὶ οὐκ ἀεὶ διὰ τοῦτο, εἴ γε μετὰ τὴν αἴσθησιν καὶ ὑπὸ τῆς αἰσθήσεως κινεῖται. δεύτερος οὖν οὗτός ἐστι χωρίζων αὐτὰς λόγος. καὶ τρίτος ὅδε·
Ὁ τρίτος οὗτος λόγος ἀπὸ τῶν κατ' ἐνέργειαν αἰσθήσεών τε καὶ φαντασιῶν, καὶ τὰς δυνάμεις τε καὶ οὐσίας αὐτῶν διορίζεται, τρισὶν ἐφεξῆς ἀπὸ τῶν ἐνεργειῶν χρώμενος ἐπιχειρήμασιν. ἑνὶ μὲν τῷ μὴ ἐπὶ πάντων τῶν ζῴων καὶ τύπον ἑκάστου αἰσθητοῦ ἐγγίνεσθαι, ὥσπερ κυνὶ ὁμολογουμένως, καὶ ἵππῳ δὲ γνωρίζοντι τὸν ἱπποκόμον καὶ πολλοῖς καὶ ἄλλοις, μύρμηκι δὲ καὶ μελίσσῃ καὶ ἐναργεστέρως σκώληκι οὐχὶ ἑκάστου ὡρισμένους, ἀλλὰ κοινότερον τροφῆς, ἢ εἰ καὶ τῆς ἐν τῷδε τῷ ἄλσει, ὡς ἐπὶ μελισσῶν, ἀλλ' οὐχὶ καὶ τῆς ἀπὸ τοῦ ἀτόμου τουδὶ τοῦ ἄνθους. οὕτω γὰρ ἀκουστέον μὴ ἐν πᾶσιν ὑπάρχειν τὴν φαντασίαν, ἀλλ' οὐχ ὡς μηδ' ὅλως ὑπάρχουσαν. ἐν πᾶσι γάρ, κἂν μὴ ὡρισμένη· ἡ δὲ αἴσθησις τοῦ ἀτόμου ἀεὶ κατ' ἐνέργειαν. ὥστε οὐκ ἂν ἡ φανταστικὴ ἐνέργεια ἡ αὐτὴ εἴη τῇ αἰσθητικῇ. δευτέρῳ δὲ ἀπὸ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, εἴ γε αἱ μὲν αἰσθητικαὶ ἐνέργειαι ὡς ἐπὶ πλεῖστον ἀληθεῖς, ἐὰν μὴ τὸ διάστημα ἤ τι ἔξωθεν παρεμποδίζῃ, αἱ δὲ φανταστικαὶ αἱ πλεῖσται ψευδεῖς. συμβαίνει δὲ ταῖς μὲν τὸ ἀληθεύειν διὰ τὸ ἀπεστενωμένον, ταῖς δὲ τὸ ψεῦδος διὰ τὸ καὶ καθ' ὁρμὴν ἀορισταίνουσαν ἐγείρεσθαι. τρίτῳ δὲ τῷ ἀπὸ τοῦ ἐναργοῦς καὶ ἀμυδροῦ τῆς τῶν αἰσθητῶν γνώσεως τρόπου. ἀκριβέστερα μὲν γὰρ τὰ φανταστὰ τῶν αἰσθητῶν, οἷον εὐθεῖα, ἐπίπεδον, σχήματα, ἀλλ' ἡ περὶ αὐτὰ τὰ αἰσθητὰ ἐνέργεια τῆς μὲν αἰσθήσεως ἐναργής, τῆς δὲ φαντασίας πόρρωθεν καὶ ἀμυδρά. διὸ καὶ τοῦ [210] αἰσθάνεσθαι κατὰ μεταφορὰν κατηγοροῦμεν τὸ φαίνεσθαι καὶ τὸ φαντάζεσθαι τοῦ μὴ ἐναργοῦς, ὅτε συμβαίνει μὴ πάντως ἀληθεύειν, ἐνίοτε δὲ καὶ ψεύδεσθαι τὴν αἴσθησιν. τὰ δὲ ὁράματα καὶ μύουσι φαίνεσθαι εἶπεν ὡς ἐν τοῖς ὕπνοις· ὁράματα γὰρ τὰ φαντάσματα ἔφη τῶν ὁρατῶν.
Οὔτε γὰρ ἐπιστήμη οὔτε φρόνησις οὔτε ἔτι μᾶλλον νοῦς ἐστιν ἡ φαντασία. τὸ γὰρ ἀεὶ ἀληθεύειν νῷ τε καὶ ταῖς κατὰ λόγον πάρεστιν γνώσεσιν, ὅσαι τῶν αἰτίων ἔχονται· πᾶσα δὲ αἰτία οὐσία, καὶ ἥ γε κυρίως αἰτία καὶ πρώτη οὐσία· πόρρω δὲ αἰτίας καὶ πάσης οὐσίας ἡ φαντασία.
Ἡ πρὸς τὴν δόξαν τῆς φαντασίας διαφορὰ ἡ αὐτή μοι δοκεῖ τῇ προειρημένῃ ἡ νῦν λεγομένη. ἐκεῖ τε γὰρ τὸ δοξάζειν οὐκ ἐφ' ἡμῖν ἐλέγετο εἶναι, διὰ τὸ ἐξ ἀνάγκης ψεύδεσθαι ἢ ἀληθεύειν, καὶ ἐν τούτοις δόξῃ πίστιν ἕπεσθαι πάντως. πίστις δέ ἐστιν ἡ ὡς ἀληθεῖ τῷ γνωσθέντι συγκατάθεσις, διὸ καὶ ἀλόγοις οὐχ ὑπάρχει· ἡ γὰρ ὡς ἀληθοῦς τοῦ πράγματος κρίσις μετὰ τὴν σύνεσιν λογική. οἶδε μὲν γὰρ καὶ ὁ νοῦς ὅτι ἀληθές, ἀλλὰ ἀμερίστως καὶ ἑνοειδῶς ἄμφω· ἡ δὲ λογικὴ γνῶσις καὶ εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα οὕτω συγκατατίθεται, λόγῳ πάντως ἐπερειδομένη ἢ ἀναγκαίῳ ἢ πιθανῷ, ἢ τῷ λέγοντι ὡς ἀξιοπίστῳ προσώπῳ, καὶ τοῦτο κατά τινα κρίνουσα λόγον. οἷον καὶ ἐπὶ τῶν αἰσθητῶν διττὴ ἐγγίνεται γνῶσις, ἡ μὲν ὅτι ἄνθρωπος τὸ ὁρώμενον, ἡ δὲ ὅτι ἀληθὴς ἡ γνῶσις, ἐκείνη μὲν αἰσθητική, αὕτη δὲ λογική. διαφαίνεται δὲ τὸ διττὸν ἐν τοῖς πόρρωθεν ὁρωμένοις· οὐ γὰρ συντίθεμαι ὅτι ἄνθρωπος, εἰ μὴ ὅτι κινούμενον καὶ δίπουν καὶ ὄρθιον λογίσομαι· ἐπὶ δὲ τῶν ἐγγὺς λανθάνει, διὰ τὸ εὐθὺς ἐπακολουθεῖν τῇ τοῦ ὁρωμένου γνώσει τὴν τοῦ ὅτι καὶ ἀληθῶς γινώσκομεν. οὐ γὰρ ταὐτὸν ἡ περὶ ὁτουοῦν σύνεσις καὶ ἡ περὶ τοῦ ὅτι καὶ ἀληθὴς ἡ σύνεσις, ᾗ ἕπεται ἡ συγκατάθεσις, παραδοχὴ οὖσα τοῦ ἀληθοῦς. φιλαλήθης γὰρ ἡ ψυχή, οὐδέποτε κατὰ τὸ ψεῦδος ἀνεχομένη διατίθεσθαι, ἀλλὰ κατὰ τὸ φανὲν ἀληθὲς πάντως καὶ εὐθύς. διακέκριται μὲν οὖν ἐπὶ πάσης ὑπολήψεως τὸ διττὸν τῆς γνώσεως, ἀλλὰ τῇ μὲν ἐπιστημονικῇ τῶν ὄντων γνώσει ἀκριβεῖ οὔσῃ εὐθὺς καὶ ἡ ὅτι ἀληθὴς ἡ γνῶσις συνακολουθεῖ, ὡς καὶ τῇ ἐγγὺς γινομένῃ ὁράσει, ἐπὶ τῆς δοξαστικῆς δὲ γνώσεως κατὰ τὸ δοκοῦν καὶ ἐπιπόλαιον καὶ οἷον πόρρωθεν, διὰ τὸ μὴ εἰς βάθος χωρεῖν μηδὲ τῶν πρώτων ἔχεσθαι αἰτιῶν, διαφαίνεται τὸ διάφορον. καὶ ὀρθῶς δὲ ἔφη ἕπεσθαι τῇ δόξῃ τὴν πίστιν, ἐπειδὴ συστατικὸν τῆς δόξης ὂν ἐπὶ πλέον αὐτῆς ἐστιν, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ ἐπιστήμῃ τε καὶ νῷ ὑπάρχει καὶ φρονήσει καὶ αὐτῇ τῇ δόξῃ. ἐν ἀμφοῖν γὰρ τὸ εἶναι τῇ δόξῃ, ἔν τε τῇ ἐπιπολαιοτέρᾳ [211] τῶν πραγμάτων συνέσει καὶ ἐν τῇ ὡς ἀληθεῖ συγκαταθέσει. ἡ δὲ πίστις πάσῃ λογικῇ τε καὶ νοερᾷ ἑπομένη γνώσει οὐδενὶ ὑπάρχει τῶν θηρίων, ἐπειδὴ οὐδὲ ὡς ἀληθοῦς ἀντιληπτικὴ ἡ ἄλογος γνῶσις, ἀλλὰ μόνου τοῦ πράγματος, οὗπερ καὶ ἔστι γνωστική, ἀληθὴς μὲν ὑπάρχουσα, οὐκ αὐτὸ δὲ τοῦτο κρίνουσα ὅτι ἀληθής. ἐπιστρεπτικῆς γὰρ εἰς ἑαυτὴν γνώσεως τῆς ὅτι αὐτὸ τοῦτο γινώσκει ὅλως ἢ ὅτι ἀληθῶς ἢ ψευδῶς ἀντιληψομένης· αὐτὴ γὰρ ἑαυτὴν γνώσεται. πρὸς δὲ μόνον τὸ ἔξω πᾶσα ἡ ἄλογος τέταται ζωή, ἐπεὶ καὶ ὀρέγεται μόνων τῶν ἐκτὸς καὶ γινώσκει μόνα ταῦτα· καὶ οὔτε ἡ ὄρεξις αὐτῶν ὡς ἀγαθῶν γίνεται τῶν ἐκτός, ἀλλ' ὡς ἡδέων μόνον, οὔτε ἡ γνῶσις ὡς ἀληθῶν, ἀλλ' ὡς αἰσθητῶν μόνων. ἐν μὲν γὰρ τῇ ὡς ἀγαθοῦ ἢ ὡς ἀληθοῦς συναισθήσει συναναφέρειν ἀνάγκη καὶ τὸ ὠφελούμενον ἢ τὸ ἀληθεῦον ἑαυτό· οὔτε δὲ ἐν τῇ τοῦ ἔξω γνωστοῦ κρίσει τὸ γινῶσκον πάντως, οὔτε ἐν τῇ τοῦ ἡστοῦ συναισθήσει τὸ ἡδόμενον. τοὐναντίον γὰρ καὶ τὴν ἡμετέραν ψυχὴν ἡ σφοδρὰ περὶ τὰ ἐκτὸς ἡδονὴ ὡς καὶ ἡ σύντονος αὐτῶν αἴσθησις ἐξίστησιν ἑαυτῆς.
Ἀπὸ μὲν τῆς αὐτῆς ὥρμηται ἐννοίας καὶ τὸ νῦν ἐπιχείρημα· οὐ μὴν ἀπαραλλάκτως ἐστὶ ταὐτὸν τῷ προειρημένῳ. ἐκεῖνο μὲν γὰρ ἐκ τοῦ τέλους, τοῦτο δὲ ἀπὸ τῆς ἐπὶ τὸ τέλος πορείας ὥρμηται, διότι τέλος μὲν ἡ πίστις, ὁδὸς δὲ ἐπὶ ταύτην τὸ πείθεσθαι. καὶ ἡ μὲν ἰσχὺς ἐκείνῳ ἐκ τοῦ ὅρου τῆς πίστεως, συγκαταθέσεως οὔσης ὡς ἐπὶ ἀληθεῖ, τούτῳ δὲ ἐκ τῆς περὶ πειθοῦς ἐννοίας, ἣν προηγεῖσθαι δεῖ τῆς πίστεως ὡς τέλους ἐπιγινομένης τῇ πειθοῖ. ἔστι γὰρ ἡ πειθὼ ἡ διὰ λόγου ἐγγινομένη συγκατάθεσις, ὡς ἡ πίστις ἡ ἤδη οὖσα συγκατάθεσις. καὶ γὰρ ἐν τῇ πειθοῖ ἐξέτασίς τις ἐγγίνεται τῆς τῶν πραγμάτων συνέσεως καὶ ὡς ἀληθῶν γινομένη ἀποδοχή. ἐνίοις δὲ θηρίοις ὑπάρχειν λέγει φαντασίαν, τὴν ὡρισμένην καὶ τοῦδέ τινος καλῶν φαντασίαν.
Τοῦ Πλάτωνος ἔν τε τῷ Σοφιστῇ καὶ ἐν τῷ Φιλήβῳ τὴν φαντασίαν ἐν μίξει δόξης τε καὶ αἰσθήσεως τιθεμένου, ἐνίστασθαι μὲν πρὸς τὴν θέσιν διὰ τούτων δοκεῖ. τὸ δὲ ἀληθὲς ὅπως χρὴ τῆς μίξεως ἀκούειν, ἐνδείκνυται διὰ τῆς τῶν παρακειμένων ὑπονοιῶν ἀναιρέσεως. οὔτε γὰρ οὕτως ὡς [212] προηγουμένης μὲν τῆς αἰσθήσεως, ἑπομένης δὲ τῆς δόξης, καὶ ἐν τῇ τοιαύτῃ ἀμφοῖν ἐνεργείᾳ τῆς φαντασίας τὸ εἶναι ἐχούσης (ἥντινα ὑπόνοιαν ἐδήλωσε διὰ τοῦ οὔτε δι' αἰσθήσεως), οὔτε ὡς ἅμα ἀμφοτέρων γινομένων, οὔτε ὡς συντρεχουσῶν μέν, ἑκατέρας δὲ ἁπλῆν τὴν ἴδιον ἀποδιδούσης ἐνέργειαν πρὸς τὴν λοιπὴν ἄμικτον (ὅπερ νοητέον λέγειν αὐτὸν οὔτε δόξα μετ' αἰσθήσεως φάσκοντα), ἢ ὡς καὶ συντρεχουσῶν καὶ συμπλεκομένων ἀλλήλαις οὐ διακεκρινομένως ἔτι, ἀλλὰ μιᾶς κοινῆς τῆς ἐξ ἀμφοῖν γινομένης ἐνεργείας οὐ κατὰ σύγκρισιν ἐν παραφθορᾷ τινι ἑκατέρας, ὡς ἐπὶ τοῦ οἰνομέλιτος (οὐ γὰρ ἐπὶ τῶν ἀσωμάτων τοῦτο οἷόν τε ὑποτίθεσθαι), ἀλλὰ σωζομένων μὲν εἰλικρινῶν, ὅσον δὲ ὅλης ἑκατέρας δι' ὅλης διαβαινούσης τῆς λοιπῆς. οὐ δὴ ἡ ὁπωσοῦν αἰσθήσεως καὶ δόξης τοιάδε μῖξις φαντασία ἐστί. διά τε ταῦτά φησι, τὰ εἰρημένα λέγων, ὅσα καὶ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἑκατέρας ἴδια διέκρινε τὴν φαντασίαν· οἷον εἰ ἐν τοῖς φαντάσμασι τοῖς ὀνειρατικοῖς μήτε ἡ κατὰ δύναμιν μήτε ἡ κατ' ἐνέργειαν ὑπάρχει αἴσθησις, καὶ εἰ παρόντων μὲν ἡ αἴσθησις, ἡ δὲ φαντασία καὶ ἀπόντων γίνεται τῶν αἰσθητῶν, καὶ εἰ ἡ μὲν δόξα οὐκ ἐφ' ἡμῖν καὶ μετὰ τῆς ὡς πρὸς ἀληθὲς συγκαταθέσεως καὶ διὰ πειθοῦς καὶ λόγων ἐγγινομένη, ἡ δὲ φαντασία καὶ ἐφ' ἡμῖν καὶ ἄνευ πίστεως καὶ λόγου, οὐκ ἂν οὐδὲ ἐν τῇ ἀμφοῖν ἐκείνων ἐνεργείᾳ ἢ ὁμοῦ συνδραμουσῶν ἢ τῆς μὲν ἡγουμένης τῆς δὲ ἑπομένης ἡ φαντασία εἴη. διά τε ταῦτα καὶ δι' ὃ νῦν ἐπιφέρει ἐπιχείρημα. τίνα οὖν αὐτῶν λέγει μῖξιν ὁ Πλάτων; τὴν ἐν τοῖς μέσοις, ἁπλοῖς καὶ αὐτοῖς οὖσι, διὰ τὴν πρὸς ἄμφω τὰ ἄκρα κοινωνίαν λεγομένην ἐκ τῶν ἄκρων σύνθεσίν τε καὶ μῖξιν. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐκ λευκοῦ καὶ μέλανος τὰ μεταξὺ εἶναι λέγει χρώματα καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας διὰ μόνην τὴν πρὸς τὰ ἄκρα τῶν μέσων κατὰ τὴν ἁπλότητα κοινωνίαν. μέση γὰρ καὶ ἡ φαντασία αἰσθήσεώς τε καὶ δόξης.
Ἐναργὲς τὸ ἀξιούμενον μὴ ἐκ τῆς περὶ ἄλλου μὲν αἰσθήσεως περὶ ἑτέρου δὲ δόξης τὴν ἐξ ἀμφοῖν συντίθεσθαι φαντασίαν, ἀλλ' ἐκ τῆς περὶ τοῦ αὐτοῦ· καὶ οὐ κατὰ συμβεβηκὸς ἐκ τῆς περὶ τοῦ αὐτοῦ, οἷον περὶ Σωκράτους οὐ τῆς μὲν ὅτι λευκός, τῆς δὲ ὅτι ἀγαθός (κατὰ συμβεβηκὸς γὰρ οὕτω περὶ τοῦ αὐτοῦ, ἐπειδὴ ἀμφοῖν καὶ τῷ λευκῷ καὶ τῷ ἀγαθῷ ὁ Σωκράτης ὑπόκειται), ἀλλ' ἵνα καθ' αὑτὸ περὶ τὸ αὐτὸ ὦσιν ἀμφότεραι, ὅτι καὶ λευκὸς καὶ ἀγαθὸς Σωκράτης, εἰ μέλλοι καὶ μία ἐξ ἀμφοῖν φαντασία γίνεσθαι.
[213]
Ἐναργὲς οἶμαι καὶ τοῦτο ὡς οὐ μόνον δεῖ ἀμφοτέρας καθ' αὑτὸ περὶ τοῦ αὐτοῦ εἶναι, ἀλλὰ καὶ μὴ διαστασιάζειν πρὸς ἀλλήλας. στάσις δὲ ἐν ταῖς γνώσεσιν ἡ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ὅταν οὖν ὡς ἐπὶ τοῦ ἡλίου ἡ μὲν αἴσθησις ᾖ ψευδής, ἡ δὲ δόξα ἀληθής, συμβήσεται τὴν ἐξ ἀμφοῖν κατὰ συμπλοκὴν συστᾶσαν φαντασίαν τὴν αὐτὴν ἅμα τε ἀληθῆ καὶ ψευδῆ γίνεσθαι, εἰ μὴ ἄρα μεταπίπτειν τις καὶ γίνεσθαι ψευδῆ θεῖτο καὶ τὴν δόξαν· ὅτι γὰρ ἡ αἴσθησις οὐ μετατίθεται εἰς τὸ ἀληθὲς ἡ περὶ τοῦ ἡλίου, φανερόν. ἀλλ' οὐδὲ ἡ δόξα ἐπὶ τὸ ψεῦδος, μήτε ἡμῶν μεταδοξασάντων μήτε τοῦ ἡλίου ἄλλως νῦν ἢ πρότερον ἔχοντος. διχῶς γὰρ οὕτως, ὡς καὶ ἐν Κατηγορίαις λέγεται, συμβαίνει τὸν πρότερον ἀληθῶς ὑπολαμβάνοντα περί τινος ψευδῶς ὕστερον δοξάσαι, ἢ αὐτὸν μεταπεισθέντα ἢ ἐπιλανθανόμενον, ἢ τοῦ πράγματος ἀδήλως αὐτῷ μεταπεσόντος. οὐκοῦν μία οὖσα ἡ φαντασία καὶ περὶ πράγματος ἑνὸς ἔσται καὶ ψευδὴς διὰ τὴν αἴσθησιν (τοῦτο γὰρ δηλοῖ τὸ φαίνεται καὶ ψευδῆ) καὶ ἀληθὴς διὰ τὴν ὑπόληψιν. οὐκοῦν καὶ ἐπὶ τοῦ φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος ἐπὶ τοῦ φαντάζεσθαι τοῦ φαίνεσθαι ἀκουσόμεθα διὰ τὴν αἴσθησιν, τοῦ αὐτοῦ φαντάσματος καὶ ἀληθοῦς γινομένου διὰ τὴν περὶ τοῦ ἡλίου ὡς μείζονος ὄντος τῆς γῆς πίστιν.
Διὰ τῶν προειρημένων ὅτι διώρισται τῶν ἄλλων γνωστικῶν δυνάμεων ἡ φαντασία ἐπιδείξας, ἐφεξῆς τίς ποτέ ἐστιν αὕτη παραδίδωσιν, ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς τὴν οὐσίαν τεκμαιρόμενος. κινεῖται μὲν οὖν προσεχῶς ὑπὸ τῶν αἰσθητῶν τὸ αἰσθητήριον, οὐ πάσχον μόνον ἀλλὰ καὶ ἐνεργοῦν διὰ τὸ ζωτικόν, ἐγειρομένης δὲ ἐπὶ τῷ ἐνεργητικῷ τούτῳ πάθει τῆς αἰσθητικῆς καθαρᾶς ἐνεργείας καὶ κρίσεως, κατὰ τὸ τοῦ αἰσθητοῦ ἑστώσης εἶδος, οὐκ ἔξωθεν οὐδὲ κατὰ πάθος, ἀλλ' ἔνδοθεν τῆς αἰσθητικῆς οὐσίας κατὰ τοὺς οἰκείους λόγους αὐτὸ προβαλλούσης συμφώνως τῇ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένῃ παθητικῇ ἐνεργείᾳ· ὡς κίνησιν μὲν εἶναι τὴν ἐν τῷ αἰσθητηρίῳ ὑπὸ τοῦ αἰσθητοῦ γεγονυῖαν πάθην, τὴν δὲ τοῦ λόγου προβολὴν καὶ τὴν καθαρὰν τῆς αἰσθητικῆς ζωῆς κρίσιν καὶ τὸν κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ὅρον οὐ κίνησιν, ἀλλ' ἀμέριστον ἐνέργειαν. ἐφ' ᾗ προσεχῶς αὐτῇ συνημμένη ἡ φανταστικὴ ἐγείρεται ζωή, ὀργάνῳ μὲν τῷ αὐτῷ χρωμένη, ἀλλ' οὐχ ὡς αἰσθητικῷ καὶ ἔξωθέν τι παθαινομένῳ, ὡς δὲ φανταστικῷ καὶ ὑπὸ τῆς φανταστικῆς ζωῆς τυπουμένῳ καὶ μορφουμένῳ. καὶ οὐ θαυμαστὸν εἰ τὸ αὐτὸ ὄχημα ταῖς διαφόροις ἡμῶν ὑπέστρωται ζωαῖς, ὅπου γε καὶ τῇ λογικῇ ἡμῶν [214] ζωῇ· συνδιατίθεται γοῦν ταῖς λογικαῖς ἡμῶν ἐνεργείαις οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ στερεὸν τοῦτο ὄργανον. προηγουμένως δ' οὖν ὡς αἰσθητικὸν παθὸν τὸ πνεῦμα, καὶ τῆς αἰσθήσεως εἰς τὴν κατὰ τὸ εἶδος στάσης ἐνέργειαν, καὶ τὸ πνεῦμα ἐπιτήδειον γίνεται πρὸς τὴν τῶν φανταστῶν τύπων ὑποδοχήν, καὶ αὐτὴ ἡ φαντασία ἐγείρεται πρὸς τὴν κατ' οἰκείους λόγους τῶν φανταστικῶν τύπων προβολὴν οἰκείως τοῖς αἰσθητικοῖς εἴδεσιν, οὐχ ἅπαξ ἢ δὶς ἐνίοτε μόνον τῶν αἰσθητικῶν δεηθεῖσα τύπων ἀλλὰ καὶ πλεονάκις πρὸς τὴν τῶν ὁμοίων προβολήν. ἐγερθεῖσα δ' οὖν καὶ ἀφ' ἑαυτῆς προβάλλει τὰ φαντάσματα καὶ τυποῖ καὶ διαμορφοῖ τὸ σχῆμα ἀφ' ἑαυτῆς ἢ ὁμοίως τοῖς εἴδεσι τῶν αἰσθητῶν ἢ καὶ τὸ ἀκριβὲς προστιθεῖσα, ὡς καὶ τὴν ἀπλατῆ προτείνουσα εὐθεῖαν καὶ σχήματα τὰ ἀκριβέστατα, καὶ ἀορισταίνουσα δὲ ἐνίοτε καὶ ποικίλλουσα πολυτρόπως τοὺς τύπους. καὶ τὸ μὲν τῆς αἰσθήσεως δεῖσθαι πρὸς τὴν ἐξ ἀρχῆς ἔγερσιν κοινὸν ἔχουσα καὶ ταῖς λογικαῖς ἡμῶν ζωαῖς (καὶ γὰρ αὗται διὰ τὴν ὅλην ἔξω τῆς ψυχῆς στροφὴν τῆς ὑπὸ τῶν ἔξωθεν οἷον πληγῆς τοῦ αἰσθητηρίου τὴν ἀρχὴν ἐδεήθησαν πρὸς τὴν τῶν οἰκείων γνωστῶν ἀντίληψιν), ἀλλὰ τούτων μεταβαινουσῶν ἐπὶ τὸ ἀσώματον καὶ ἀτύπωτον καὶ ἀμέριστον γνωστὸν ἡ φαντασία ἐν τῷ σωματοειδεῖ καὶ τυπωτικῷ καὶ μεριστῷ κατέχεται. καὶ γὰρ εἰ καὶ τὰς λογικὰς ἡμῶν, ὡς ὁ Ἰάμβλιχος βούλεται, ἀποτυποῦται ἐνεργείας πάσας, ὅμως κατὰ τὰ αἰσθητὰ ἀπεικονίζεται εἴδη μορφωτικῶς καὶ μεριστῶς. διὸ καὶ προσεχής ἐστι τῇ αἰσθήσει, ὑπερέχουσα ὅμως τῷ μετὰ τὴν ἐξ ἀρχῆς ἔγερσιν καὶ ἀφ' ἑαυτῆς ἐνεργεῖν καὶ οὐκ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, καὶ τῷ τὴν ἀκρίβειαν προστιθέναι, ὅπερ ἴσως οὐ πᾶσα ἀλλ' ἡ τῶν λογικῶν ἕξει φαντασία. ἅπασα δὲ τὸ ἡγεμονικὸν καὶ κινητικὸν τῶν ζῴων, τῶν μὲν ἄλλων ὡς πρώτη ἐν αὐτοῖς οὖσα γνωστικὴ ζωή, ἐν δὲ τοῖς ἀνθρώποις, ὅταν δι' ἥντινά ποτε αἰτίαν ἐπικαλύπτηται ὁ λόγος. νῦν δὴ οὖν καὶ τοῖς τοῦ Ἀριστοτέλους συνακολουθῶμεν ῥήμασιν.
Ὡς ὑπὸ τοῦ μοχλοῦ ὁ λίθος κινηθέντος ὑπὸ τῆς χειρός. δεῖ δὴ κατὰ κοινοῦ τὸν ἐπειδὴ παρασυναπτικὸν σύνδεσμον τοῖς ἐφεξῆς προστιθέναι, ἕως οὗ τὴν ἀπόδοσιν ποιήσηται· οἷον καὶ ἐπειδὴ ἡ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ' αἰσθανομένοις καὶ ὧν ἐστιν αἴσθησις, καὶ ἐπειδή ἐστι γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ ἐπειδὴ ταύτην ἀνάγκη ὁμοίαν εἶναι τῇ αἰσθήσει· καὶ λοιπὸν ἀποδίδωσι διὰ τοῦ εἴη ἂν αὕτη ἡ κίνησις καὶ ἐφεξῆς. ἀλλὰ πῶς ἐνέργεια οὖσα γνωστικὴ καὶ ἔνδοθεν ἐγειρομένη ἡ φαντασία κίνησίς ἐστιν; ἢ δοκεῖ ἔφη. δοκεῖ δὲ ὅλως, ἐπειδὴ μετὰ σώματος τοῦτο ὃ πάσχει πως καὶ κινεῖται, ὡς μὲν αἰσθητικὸν ἔξωθεν, ὡς δὲ φανταστικὸν ὑπὸ τῆς φανταστικῆς τυπούμενον ζωῆς. τὸ μὲν οὖν μὴ ἄνευ [215] αἰσθήσεως γίνεσθαι ἀλλ' αἰσθανομένοις, τὴν ἀρχὴν δηλαδή, κοινὸν αὐτῇ, ὡς εἴρηται, καὶ πρὸς τὰς λογικὰς ἡμῶν ζωάς· ἐκεῖνο δὲ ἴδιον αὐτῆς τὸ καὶ ὧν ἡ αἴσθησίς ἐστιν. οὐ γὰρ ἐπὶ τὸ ἀσώματον αὐτὴ μεταβαίνει, ἀλλ' ἐμμένει τοῖς σωματοειδέσι τύποις καὶ ταῖς διαστάσεσι καὶ μορφαῖς. τὸ μὲν οὖν γίνεσθαι ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθητικῆς κίνησιν ἤτοι ἐνέργειαν ἄλλην οὐκ ἐπὶ τῆς φαντασίας μόνης, ἀλλὰ καὶ ἐπὶ τῶν λογικῶν ἡμῶν γνώσεων ἀληθές τε καὶ ἐναργές, ἀλλὰ τῷ γε προσεχῆ καὶ διὰ τὴν σωματοειδῆ πάθην ἐξ ἀνάγκης ὁμοία γίνεται ἡ φαντασία τῇ αἰσθήσει. συμπεραίνεται οὖν εἰκότως, ὡς κίνησις οὖσα διὰ τὴν ὡς εἴρηται σωματικὴν διαμόρφωσιν οὔτε ἄνευ αἰσθήσεως ἐγγίνεται· μερικοὶ γὰρ πάντως καὶ σωματοειδεῖς οἵ τε τύποι καὶ αἱ μορφαί, τὰ δὲ μερικὰ καὶ σωματοειδῆ δι' αἰσθήσεώς ἐστι πρώτως γνωστά, ὅτε οὐδὲ εἰς τὰ καθόλου ἡμῖν ἄνευ αἰσθήσεως ἡ ἀναφορά.
Οὔτε γὰρ φυτοῖς ἢ τοῖς μηδ' ὅλως ζῶσιν οὔτε τοῖς ὑπὲρ αἴσθησιν, ὅσα κατὰ νοῦν ἢ λόγον οὐσίωται νοερόν· ἐπειδὴ μετὰ διαστάσεως καὶ μορφῆς αἱ φανταστικαὶ ἐνέργειαι, αἱ δὲ τοῦ καθαροῦ λόγου καὶ ἔτι μᾶλλον αἱ τοῦ νοῦ τοῦ διαστατικοῦ καὶ μορφωτικοῦ ὑπερέχουσι μερισμοῦ. ἆρα οὖν οὐχὶ καὶ τοῖς οὐρανίοις δοτέον φαντασίαν; ἢ εἴπερ καὶ αἴσθησιν, καὶ οὕτως ὡς καὶ αἴσθησιν, ἔνδοθεν ὅλην ἐγειρομένην καὶ ἀφ' ἑαυτῆς, καὶ ὑποστατικὴν καὶ γνωστικὴν τῶν τε αἰσθητῶν πάντων καὶ πρό γε τῶν ἔξω τῆς ἐν αὐτοῖς τοῖς θείοις αὐτῶν ὀχήμασιν ὡρισμένης τῶν αἰσθητῶν κατὰ λόγους σωματοειδεῖς προλήψεως, οὐ μορφωτικοὺς οὐδὲ ἄλλοτε ἄλλους, προσεχῶς δὲ τῶν μορφωτικῶν καὶ τῆς ἀπειρίας τῶν ἄλλοτε ἄλλων γινομένων ἐξῃρημένως περιεκτικούς.
Πάσχειν μὲν ὡς ὑπὸ τῶν αἰσθήσεων κινουμένην, ποιεῖν δὲ διὰ τὸ κινηθεῖσαν ἤδη καὶ ἀφ' ἑαυτῆς ἐγείρεσθαι καὶ τῇ μνήμῃ τὰ ζῷα κινεῖν. τὸ γὰρ κατ' αὐτὴν οὐχ ὡς ὁριστικὴν μόνον, ἀλλὰ καὶ ὡς κινητικὴν ἀντὶ τοῦ ὑπ' αὐτῆς ἀκουστέον, εἴ γε καὶ ἡ φανταστικὴ ψυχὴ χρῆται ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. καὶ γὰρ ἡ φαντασία τῶν γνωστικῶν ἐστιν ἐν ἡμῖν δυνάμεων· πάσῃ δὲ γνώσει τέλος τὸ ἀληθές· ἀλλ' ἐπεὶ οὐκ ἔστι τῶν ἀεὶ ἀληθευουσῶν ὡς νοῦς καὶ ἐπιστήμη, εἰκότως ἢ ἀληθής ἐστιν ἢ ψευδής. ἐνίοτε μὲν οὖν καὶ οἷον ἑκοῦσα ψεύδεται· ἐφ' ἡμῖν γὰρ καὶ τὰ μὴ ὄντα, ὡς εἴρηται, ἀναπλάττειν φαντάσματα· ἀλλὰ τοῦτο ἡ λογικὴ πάσχοι ἂν ἴσως φαντασία ποικίλλουσα διὰ τὴν ἐπὶ πολλὰ καὶ ἐπὶ τὰ ἀντικείμενα τοῦ λόγου μετάστασιν, ἡ δέ γε τῶν ἀλόγων οὐκέτι διὰ [216] τὸ ἀπεστενωμένον. ἀλλὰ τὸ πάσῃ φαντασίᾳ ἑπόμενον ἀληθὲς καὶ ψεῦδος κατὰ τὴν πρὸς τὰς αἰσθήσεις ἀκολουθίαν ὑπογράφει, τὴν μὲν τοῖς ἰδίοις συγκινουμένην αἰσθητοῖς ἀληθῆ λέγων ὡς ἐπὶ τὸ πλεῖστον, ὅταν μὴ διὰ τὸ πόρρω ἢ ἄλλο τι παρεμπῖπτον καὶ αὐτὴ ἡ αἴσθησις ἁμαρτάνῃ· ἐπεὶ ἀληθευούσῃ τῇ αἰσθήσει συναληθεύει καὶ ἡ ἄρτι κινουμένη φαντασία, ὡς ἥ γε μετὰ χρόνον ἐγειρομένη καὶ ἡ τῶν ἰδίων αἰσθητῶν φαντασία ψεύδεται πολλάκις. διὸ καὶ προείρηται ἀληθεῖς μὲν εἶναι ἀεὶ τὰς τῶν ἰδίων αἰσθήσεις, ψευδεῖς δὲ τὰς πολλὰς φαντασίας, οὐχ ὅταν ἔτι παρῶσιν αἱ αἰσθήσεις, ἀλλ' ἤδη γεγονυιῶν καὶ μετὰ χρόνον. περὶ μέντοι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ παρόντα γίνονται φαντασίαι ψευδεῖς, οἷον ὅτι Κλέωνος υἱὸς ὁ λευκός, ἐπειδὴ καὶ αἱ αἰσθήσεις αἱ περὶ ταῦτα. ὁμοίως δὲ ἔχουσι καὶ αἱ περὶ τὰ κοινὰ αἰσθητὰ αἰσθήσεις τε καὶ φαντασίαι, καὶ περὶ παρόντα ψευδόμεναι ἐνίοτε διὰ τό, εἰ καὶ μὴ κατὰ συμβεβηκὸς τούτων ἀντιλαμβάνονται αἱ αἰσθήσεις, ἀλλ' [ἐπειδὴ] οὐ πρώτως· τῶν γὰρ ἰδίων πρώτως. ὑπάρχει δὲ τὰ κοινὰ ὥσπερ καὶ τὰ ἴδια συμβεβηκότα ὄντα ἄμφω τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς, ἅπερ αἱ ὑποκείμεναι οὐσίαι. τὸ δὲ περὶ ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι περὶ ἀμφοτέρων ἀκουστέον τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν κοινῶν αἰσθητῶν.
Ἐγείρεται γὰρ καὶ παρούσης εὐθὺς ἡ φαντασία, κἂν ἐνίοτε λανθάνῃ διὰ τὸ πληκτικὸν τῆς αἰσθήσεως ἐπισπωμένης τὴν ἐπίστασιν, καὶ μάλιστα ὅταν πόρρω τὸ αἰσθητικόν, ὅτε συμβαίνει καὶ τῶν ἰδίων αἰσθητῶν διαψεύδεσθαι οὐ τὴν φαντασίαν μόνην, ἀλλὰ καὶ τὴν αἴσθησιν. ἐφ' οἷς συνάγει μηδενὶ ἄλλῳ τὰ λεχθέντα προσήκειν ἢ τῇ φαντασίᾳ· ἦν δὲ τὰ λεχθέντα τὸ κίνησιν ὑπὸ τῆς κατ' ἐνέργειαν αἰσθήσεως ἐγγινομένην εἶναι (σωμάτων δὲ ἡ κίνησις), καὶ διὰ τὸ τυποῦσθαι καὶ μορφοῦσθαι τὸ πνεῦμα ἐγειρομένης τῆς φαντασίας, τῆς κινήσεως αὐτῆς κατηγορουμένης· τὸ ὁμοίαν εἶναι αὐτὴν τῇ αἰσθήσει διὰ τὸ ἀχώριστον τῶν σωμάτων, συντυπουμένου ἀεὶ τῇ φανταστικῇ ἐνεργείᾳ τοῦ πνεύματος· καὶ τὸ τοῖς μὴ αἰσθανομένοις μὴ ὑπάρχειν καὶ ἄνευ αἰσθήσεως μὴ ἐγγίνεσθαι, ἐπειδὴ ἡ προβολὴ πᾶσα τῆς ψυχῆς τῆς ὅλης ἔξω γινομένης διὰ τῶν αἰσθητῶν ἐγείρεται, ἡ δὲ φαντασία καὶ ἐμμένει τοῖς αἰσθητοῖς τύποις· καὶ τὸ πολλὰ κατ' αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον (καὶ γὰρ ὁρμᾷ, ὅπερ ἐστὶ ποιεῖν, καὶ ἐρυθριᾷ καὶ ὠχριᾷ, ὅπερ ὑπὸ τὸ πάσχειν)· καὶ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, διὰ τὸ τῶν γνωστικῶν ὑπάρχειν δυνάμεων, καὶ τούτων οὐ τῶν ἀεὶ ἀληθευουσῶν. καὶ τὸ ὄνομα δὲ ἐτυμολογεῖ τῆς φαντασίας κατὰ τὴν πρὸς τὰς αἰσθήσεις κοινωνίαν ἀπὸ τῆς ἀρίστης ἐν αὐταῖς τῆς ὄψεως, ἧς ἡ ἐνέργεια μετὰ φωτός, ἀφ' οὗ ὠνομάσθαι τὴν φαντασίαν. καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι πολλὰ κατ' αὐτὰς πράττει τὰ ζῷα. πᾶσα γὰρ πρᾶξις [217] περὶ τὰ αἰσθητά, ὡς καὶ ἐν ταῖς πράξεσι τοῖς αἰσθητοῖς χρῆσθαι καὶ ἐν ταῖς πρὸς αὐτὰς ὁρμαῖς τῇ τῶν αἰσθητῶν μνήμῃ, ἥτις μόνιμός ἐστιν ὁμοία ταῖς αἰσθήσεσιν ἐνέργεια. ἀλλ' ἐν μὲν τοῖς ἄλλοις ζῴοις καὶ τὸ κατάρχον καὶ ἡγεμονοῦν τῶν πράξεων ἡ φαντασία ἐστίν, ἐπειδὴ μὴ ἔχει τι κρεῖττον· ἐν δὲ τοῖς ἀνθρώποις τὸ μὲν ἄρχον τῶν πράξεων ὁ πρακτικός ἐστι νοῦς, ὅταν κατὰ λόγον ἐνεργῶμεν (οὐκ ἄνευ δὲ φαντασίας· καὶ γὰρ αὐτὸς χρῆται ταῖς φαντασίαις, διὰ τὸ περὶ τὰ αἰσθητὰ εἶναι τὰς πράξεις καὶ τὴν ἐπ' αὐτὰς ὁρμὴν σὺν τῇ τῶν αἰσθητῶν γίνεσθαι μνήμῃ)· διὰ δὲ τὸ ἐνίοτε ἐπικαλύπτεσθαι τὸν πρακτικὸν νοῦν καὶ ἡμεῖς κατὰ φαντασίας ἡγουμένας τότε κινούμεθα, ἐναργέστατα ἐν τοῖς ὕπνοις τῆς φαντασίας ἄνευ λόγου τῇδε κακεῖσε ἀορίστως ᾀττούσης καὶ τὸ ζῷον ἐνίοτε κινούσης, ἀλλὰ καὶ ἐν τοῖς πάθεσιν ὡς ἐν ταῖς ἀμέτροις ἐπιθυμίαις καὶ ὀργαῖς ἡδοναῖς τε καὶ λύπαις καὶ φόβοις οὐ χρωμένης τῷ λόγῳ τῆς ψυχῆς, καὶ ἐν νόσοις δέ τισιν ὡς ἐν ταῖς παραφροσύναις. αἰτία δὲ τοῦ ἐπικαλύπτεσθαι καὶ ἡ παιδικὴ ἡλικία.
Καὶ γὰρ ὡρίσατο αὐτήν (τοῦ δὲ τί ἐστι δηλωτικὸς ὁ ὅρος) ἄλλα ‹τε› καὶ ὅτι γνωστικὴ δύναμις, ποτὲ μὲν ἀληθεύουσα ποτὲ δὲ ψευδομένη, καὶ τὰς αἰτίας δὲ αὐτῆς, ὧν τὸ διὰ τί ἐστι δηλωτικόν, παραδέδωκε, τὴν μὲν ὡς ποιητικὴν τὴν κατ' ἐνέργειαν αἴσθησιν, τὴν δὲ ὡς τελικήν, ἵνα κατ' αὐτὴν πολλὰ ποιῇ τε καὶ πάσχῃ τὰ ζῷα.
Τί μὲν καὶ ποῖος ὁ χωριστὸς τῶν ψυχῶν νοῦς, ὅτι ἡ πρώτη οὐσία καὶ ἀμέριστος καὶ ἡ ἀρίστη ζωὴ καὶ ἡ ἀκροτάτη ἐνέργεια, καὶ ὁ αὐτὸς νοητόν τε καὶ νόησις καὶ νοῦς, καὶ ἀιδιότης καὶ τελειότης καὶ μονὴ καὶ ὅρος καὶ αἰτία πάντων, εὐκαιρότερον ἡμῖν καὶ τελειότερον ἐν τοῖς εἰς τὸ λάβδα τῆς Μετὰ τὰ φυσικὰ γεγραμμένοις ἑπομένως ταῖς Ἰαμβλίχου περὶ αὐτοῦ κατὰ τὸν Ἀριστοτέλους σκοπὸν θεωρίαις πεφιλοσόφηται. μᾶλλον δὲ νῦν ποῖός τις ὁ ὑπὸ τῆς ἡμετέρας ψυχῆς μετεχόμενος νοῦς ῥητέον. ἔστι γάρ τις καὶ ἴδιος ὑφ' ἑκάστης λογικῆς ψυχῆς μετεχόμενος νοῦς, ᾧ ὁρίζεται ἑκάστη ψυχὴ ὑποβᾶσα εἰς τὸ ὁριζόμενον καὶ εἰς λόγον ἀντὶ εἴδους. ἀμέριστον γὰρ ἅπαν εἶδος, ἐπειδὴ καὶ ὅρος καὶ τελειότης· ἡ δὲ ψυχὴ οὐκ ἀμέριστος, ὡς ἡ ἀνελιττομένη αὐτῆς δηλοῖ ἐνέργεια, ἐν διαιρέσει ἅμα καὶ συναγωγῇ προϊοῦσα. ὑποβᾶσα οὖν εἰς τὸ ὁριζόμενόν τε καὶ εἰδοποιούμενον μετέχει καὶ οὐσιωδῶς ἐξῆπται ὅρου καὶ εἴδους, καὶ ἰδίου ἑκάστη, εἴ γε καὶ ἐπὶ τῶν συνθέτων τὸ ἀτομωθὲν ὑπάρχει εἶδος, καθ' ὃ ἰδίως παρὰ τοῖς ἐκ τῆς Στοᾶς λέγεται ποιόν, ὃ καὶ ἀθρόως ἐπιγίνεται καὶ αὖ ἀπογίνεται [218] καὶ τὸ αὐτὸ ἐν παντὶ τῷ τοῦ συνθέτου βίῳ διαμένει, καίτοι τῶν μορίων ἄλλων ἄλλοτε γινομένων τε καὶ φθειρομένων. εἰ δ' οὖν καὶ τῶν συνθέτων ἕκαστον οἰκείῳ ὁρίζεται εἴδει, μειζόνως ἡ ψυχή, ἅτε καὶ προσεχῶς ἐχομένη τῶν εἰδῶν· καὶ διοίσει δηλαδὴ τὸ μετεχόμενον τοῦτο εἶδος καὶ τῶν πρώτων καὶ ἀμεθέκτων εἰδῶν ὡς μετεχόμενον καὶ οὐ πάντῃ μεῖναν ἐν ἑαυτῷ οὐδὲ ὅρος ὢν χωριστός, ἀλλ' ἑτέρου ὑπάρχων τῆς ψυχῆς, αὐτὸ δὲ τοῦτο ὅρος τῆς εἰς τὸ ὁριζόμενον ὑποβάσης. καὶ αὐτῆς οὖν διοίσει τῆς ψυχῆς ὡς κρείττων οὐσία· ὡς γὰρ ὅρῳ ὁριζομένης καὶ ὡς τελειότητι τελειουμένης· καὶ ἐπειδὴ ἡ ψυχὴ ἡ κατὰ λόγον ἐστὶ γνωστικὴ οὐσία, τὸ ταύτην ὁρίζον ἀμέριστος ἔσται γνωστικὴ οὐσία. τοῦτο δὲ ὁ νοῦς, ἀλλὰ μεθεκτὸς νοῦς καὶ τὸ ὅλον τοῦτο ψυχῆς νοῦς. ἆρα οὖν περὶ τοῦδε νῦν τῷ Ἀριστοτέλει ὁ λόγος; ἀλλ' οὔτι γε μόριον οὗτος τῆς ψυχῆς, αἰτία δὲ αὐτῆς εἰδητικὴ καὶ κρείττων οὐσία, πρὸς τῷ καὶ ἄτοπον αὐτῷ γίνεσθαι τὴν ἄμεσον ἀπὸ τῆς φαντασίας ἐπ' ἐκεῖνον μετάβασιν, ὑπερβάντι τὴν λογικὴν οὐσίαν, καίτοι ἀπὸ τῆς θρεπτικῆς διὰ τῶν μέσων ἀεὶ ἀναβαίνοντι· ὁπότε καὶ σαφῶς διορίζεται γράφων "λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή". καὶ ἑλεῖν μὲν δεῖ καὶ τὸν ὅρον τῆς ψυχῆς, ἵνα ἐπιστημονικῶς αὐτὴν γνωρίζωμεν μᾶλλον, ὡς καὶ ἐπὶ τῶν ἄλλων, οἷον ζῷον λογικὸν θνητὸν γνόντες τὸν ἄνθρωπον ἐν τῇ ζωῇ τῇ κατὰ λόγον οὐσιωμένῃ πεπερασμένα κατὰ χρόνον μέτρα ἐχούσῃ τὸ εἶδος νοοῦμεν τὸ ἀνθρώπειον. οὕτω δὴ καὶ τὴν ψυχὴν ἐν οὐσίᾳ καὶ ζωῇ ἀνελισσομένῃ πρακτικῇ τε καὶ θεωρητικῇ θεωρήσαντες, καὶ ποτὲ μὲν πρὸς τὰ αἰσθητὰ ποτὲ δὲ πρὸς τὰ νοητὰ στρεφομένην, καὶ τὸ εἰδητικὸν αὐτῆς αἴτιον θησόμεθα ἐν ἀμερίστῳ καὶ νοερᾷ οὐσίᾳ τε καὶ ζωῇ, οὐ πρακτικῇ μὲν οὐδὲ ἀνειλιγμένως θεωρητικῇ, ὁριστικῇ δὲ ταύτης αἰτίᾳ καὶ ἐνδοτικῇ πράξεώς τε καὶ τῆς τοιᾶσδε θεωρίας ἐνεργείᾳ. λέγω δὲ εἰδητικὴν τῆς ψυχῆς αἰτίαν τὴν καθ' ἣν παροῦσαν αὐτῇ ἀχωρίστως ὁρίζεται ἤδη εἰς τὸ ὁριζόμενον ὑποβᾶσα, ὥσπερ καὶ πᾶν τὸ ὁριζόμενον κατά τινα αὐτῷ παρόντα ὁρίζεται ὅρον κοινῇ τε πᾶσι τοῖς ὁμοειδέσι καὶ τὸν ἑκάστου ἴδιον, ἐφ' ὧν πολλὰ τὰ ὁμοειδῆ. ἔστι τοίνυν ὁ προκείμενος σκοπὸς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ περὶ τῆς λογικῆς οὐσίας· ἐπειδὴ καὶ περὶ ψυχῆς ἡ πραγματεία, μόριον δὲ καὶ ὁ λόγος τῆς ἀνθρωπίνης ψυχῆς, ὅτι μία ἦν ἡ ὅλη· εἴρηται δὲ ὅτι νῦν γίνεται μία συμπλεκομένου τοῦ λόγου ἐν τῇ πρὸς τὸ σῶμα ῥοπῇ ταῖς δευτέραις καὶ σωματοειδέσι ζωαῖς. εἰπὼν δὲ ᾧ γινώσκει ἡ ψυχή, ἐπειδὴ γνῶσις καὶ ἡ αἰσθητική τε καὶ φανταστική, ἵνα τὴν λογικὴν δηλώσῃ, προσέθηκε τὸ καὶ φρονεῖ· ὅπερ ἴδιον τοῦ λόγου βάθος ἔχοντος καὶ τοῦ μὲν οὐδὲ χρωμένου ταῖς δευτέραις ζωαῖς, ἀλλὰ καθ' ἑαυτὸν ἐνεργοῦντος καὶ οὐ πάσχοντος ἀλλ' ἐνεργοῦντος τὰ γνωστά, διὰ τὸ μὴ ἔξωθεν ἀλλ' ἀφ' ἑαυτοῦ προβάλλειν, τοῦ δὲ εἰς τὸ ἔξω ἀποτεινομένου καὶ συμπλεκομένου ταῖς σωματοειδέσι γνώσεσι, καὶ τούτου ἢ ἀτελοῦς ἢ τελείου μέν, ὑπὸ δὲ τοῦ πρώτου τελειουμένου καὶ πληρουμένου τῶν εἰδῶν. ὡς εἶναι διττὸν τὴν πρώτην τὸν τῆς ψυχῆς λόγον, τὸν μὲν χωριστὸν καὶ [219] πλήρη ἀφ' ἑαυτοῦ τῶν οἰκείων γνωστῶν, καθ' ὃν ἡ εἰς ἑαυτὴν τῆς ψυχῆς ἐπιστροφὴ καὶ πρὸς τὰ κρείττω συναφή, τὸν δὲ καθ' ὃν ἐξισταμένη τῆς ἐν αὑτῇ μονῆς ὅλη πρὸς τὰ δεύτερα ἀποτείνεται, ἢ παντελῶς τῶν αἰτίων ἀφισταμένη διά τε τὴν ἀφ' ἑαυτοῦ καὶ τὴν ἀπὸ τῶν ὑπερτέρων πολλὴν τοῦ λόγου ἀπόστασιν, δυνάμει μόνον καὶ ἀτελῶς ἔχοντος τὰ εἴδη, ἢ τελειουμένη καὶ ἐν τῇ προβεβλημένῃ ζωῇ κατὰ τὸν οὐ μείναντα μὲν ἐν ἑαυτῷ λόγον οὐδὲ ἐν αὐτοῖς τοῖς κατ' οὐσίαν αὐτῷ ἐνυπάρχουσι γνωστοῖς, ἀλλ' οὐ πάντῃ ὅμως ἀφιστάμενον, ὑποβάντα δὲ εἰς τὴν κατὰ προβολὴν ζωὴν καὶ τὴν κατὰ ἀπόστασιν τῶν οὐσιωδῶν λόγων, καὶ ἐν ταῖς περὶ τὴν οὐσίαν ἕξεσιν ὑποδεχόμενον τὰ γνωστὰ προϊόντα ἀπὸ τῶν οὐσιωδῶν, ὥσπερ ὁ ἐπιστήμων. ἔσται οὖν ὁ μὲν ὑλικὸς καὶ δυνάμει καὶ παθητικός, ὁ ἔξω ῥέπων καὶ συμπεφυρμένος ταῖς δευτέραις γνώσεσιν, ὁ ἀτελὴς καὶ ὅλος ἔξω· ὁ δὲ ἐν προβολῇ μὲν ἀλλὰ πληρούμενος καὶ τὸ τέλειον ἔχων, ὅμως δὲ περὶ τὴν οὐσίαν καὶ οὐ κατ' αὐτὴν τὴν οὐσιώδη ἐνέργειαν, παθητικὸς ὢν καὶ αὐτὸς διὰ τὸ ὑπὸ τῶν οὐσιωδῶν καὶ πρώτων γνωστῶν καὶ γνώσεων κατὰ δεύτερα τελειοῦσθαι μέτρα, καὶ δυνάμει οὖν, ἀλλ' οὐ κατὰ τὸ ἀτελὲς πάντῃ, κατὰ δὲ τὸ δεύτερον δυνάμει τὸ ἤδη μὲν κατὰ τὴν ἕξιν τέλειον οὐκ ἐνεργοῦν δέ. ὡς γὰρ τὸ ζωτικὸν ὄργανον δυνάμει ζωὴν ἔχειν λέγεται, καίτοι ζῶν διὰ τὸ ἑτέρωθεν ἐπικτήτως ζῆν, οὕτω καὶ τὸ κατὰ προβολὴν νοοῦν ὡς μὲν τοῖς μένουσιν εἴδεσι καὶ ταῖς συμφυέσιν αὐτοῖς νοήσεσιν ἐπικτήτως τελειούμενον δυνάμει νοεῖν λέγεται, κἂν ἤδη νοῇ. ὁ δέ ἐστιν ὁ πρῶτος οὐσιώδης λόγος, αὐτὸς ὢν τό τε πρῶτον ἐν τῇ ψυχῇ γνωστὸν καὶ ἡ πρώτη γνῶσις, καὶ ὡς λόγῳ ψυχικῷ δυνατόν, τῇ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν πρὸς νοῦν συναφήν. ὡς γὰρ ὁ ὑλικὸς καὶ ἀτελὴς ὅμοιος τῷ αἰσθητικῷ, διὰ τὴν πρὸς αὐτὸ ῥοπὴν ὅλως καὶ αὐτός, ὡς οἷόν τε τῷ λόγῳ, τοῦ ἔξω γινόμενος, οὕτως ὁ τοῦ ἔξω παντελῶς ἀφιστάμενος καὶ ἑαυτῷ ἀμερίστως ἑνούμενος, ὡς δυνατόν, ἀφομοιοῦται τῷ νῷ, ὃς πρῶτός ἐστι τῇ οὐσίᾳ ἐνέργεια. οὕτως ἔμοιγε δοκεῖ διττὸς καὶ τριττὸς ὁ τῆς ψυχῆς εἶναι λόγος, τοῦ δευτέρου ὁτὲ μὲν ἀτελοῦς ὁτὲ δὲ τελείου γινομένου, καὶ ταύτῃ διχῇ διαιρουμένου· οὐ γινομένης τῆς εἰς δύο ἢ τρία διαιρέσεως ὡς πάντῃ κεχωρισμένων τῶν λόγων ἀλλήλων, ἀλλ' ὡς περὶ ἕνα τὸν πρῶτον τῶν δύο καὶ ἀπ' αὐτοῦ προϊόντων καὶ περὶ μίαν οὐσίαν τὴν πρώτην τῆς δευτέρας καὶ τρίτης οὐσιουμένης. αὐτὴ γὰρ ἡ πρώτη ἀφ' ἑαυτῆς προϊοῦσα τὰς δευτέρας καὶ τρίτας προβάλλεται ἐν ἑαυτῇ ζωάς, οὐκ ἐνεργείας ἀνουσίους οὔσας, ἀλλ' αὐτὸ δὴ τοῦτο ζωάς· πᾶσα δὲ ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, εἴ γε καὶ τὸ κατ' αὐτὴν ὁριζόμενον ζῷον καὶ εἴ γε τῶν ἐναντίων δεκτικὴ ἡ γενεσιουργὸς ζωή. ἀλλ' οὐχ οὕτως ἡ πρώτη εἰς τὸ ἔξω πρόεισιν, ὡς μὴ καὶ μένειν ἐν ἑαυτῇ· ἐν γὰρ τῷ μένειν καὶ αὐτῇ τὸ εἶναι καὶ ταῖς ἄλλαις διὰ τὸ ὁπωσοῦν μένειν παρέχεται· ἀλλ' ὅταν εἰλικρινῶς μένει. εἷς οὖν ὁ μένων τε εἰλικρινῶς πρότερον καὶ αὖθις χαλῶν τὸ μόνιμον τῇ εἰς τὸ ἔξω ἀφ' ἑαυτοῦ προβολῇ καὶ προόδῳ καὶ ἀτελὴς [220] κατὰ ταύτην ἢ τέλειος γινόμενος, καὶ πάλιν τῶν δευτέρων προβολῶν χωριζόμενος καὶ εἰς ἑαυτὸν ἀνατρέχων, ὅτε καὶ ἔστιν ὅπερ ἐστίν. ἐν γὰρ τῇ προβολῇ ἀφίσταταί πως ἑαυτοῦ καὶ οὔτε μένει ἐν ἑαυτῷ παντελῶς οὔτε ἔστιν εἰλικρινῶς ὅπερ ἐστί, παραθραυόμενός πως καὶ κατ' οὐσίαν· οὐχ ὡς πάντῃ ἀπολλύμενος οὐδὲ ὡς μὴ καὶ μένων πῃ ἔξω ἰών, ἀλλὰ πρεπόντως τῇ ψυχικῇ μεσότητι, ὡς τοῦ μεριστοῦ καὶ ἀμερίστου τυγχάνει ὢν μέσος, οὕτω καὶ τοῦ ἀεί τε μένοντος ἐν ἑαυτῷ καὶ τοῦ ποτὲ παντελῶς ἀφισταμένου ἑαυτοῦ καὶ τοῦ ἀγενήτου τε καὶ γενητοῦ καὶ ἀθανάτου τε καὶ θνητοῦ μέσος ἂν εἴη, τῶν μὲν κατὰ προβολὴν ζωῶν ποτὲ προχειριζομένων καὶ αὖθις συναιρουμένων εἰς τὴν ἐν ἑαυτῇ μένουσαν, ταύτης δὲ παραθραυούσης ποτὲ τὴν ἀκραιφνῆ ἐν ἑαυτῇ τε μονὴν καὶ τὴν τῆς ὑπάρξεως ἑαυτῆς ἀκρότητα κατὰ τὴν εἰς ἑαυτὴν στροφὴν οὐσιωμένην. ὡς μήτε μένειν ἀεὶ ὡσαύτως, ὡς τῷ Πλάτωνι δοκεῖ, μήτε μὴν οὕτως ἔνδοθεν προϊέναι ὡς παντελῶς ἑαυτῆς ἐξίστασθαι (οὔτε γὰρ ἂν προΐοι ἔτι οὔτ' ἂν ὅλως μένοι), ἐπειδὴ ἐν τῇ εἰς ἑαυτὴν οὐσίωται στροφῇ. ἔστι τοίνυν ὁ πᾶς λόγος τῷ Ἀριστοτέλει ἐν τούτοις περὶ τῆς λογικῆς ψυχῆς, ἀλλ' οὐ περὶ τοῦ μετεχομένου ὑπ' αὐτῆς νοῦ πρώτως. δυνατὸν γάρ, ὡς ἔφαμεν, καὶ εἰς ἐκεῖνον ἀπὸ τούτου μεταβαίνειν, οὐ πάσχοντα ἅπερ ἡ ψυχή, ἀλλ' ὁριστικῶς ἐνεργοῦντα ταῦτα, ἅπερ ἡ ὁριζομένη ὑπ' αὐτοῦ ψυχὴ ἔστι τε καὶ ζῇ. αὕτη τοίνυν ἡ καὶ μεταβαλλομένη καὶ μένουσα, προϊοῦσά τε εἰς τὰ δεύτερα καὶ αὖθις εἰς τὴν ἀκραιφνῆ καὶ χωριστὴν ἀποκαθισταμένη οὐσίαν· ὁ δὲ μετεχόμενος ὑπ' αὐτῆς νοῦς, μένων ἀεὶ ὡσαύτως ὅπερ ἐστίν, ὁρίζει τὰς παντοίας τῆς ψυχῆς καταστάσεις, ὡς καὶ τὸ φυσικὸν καὶ τὸ τῶν γενητῶν ὁριστικὸν εἶδος, ἀμέριστον ὂν καὶ μένον ὅπερ ἐστί, τῶν μεριστῶν καὶ παντοίως μεταβαλλομένων ὁριστικόν. ἀλλὰ νοῦς, φασίν, ἡ κρείττων ἐστὶ τῆς ψυχῆς οὐσία, περὶ δὲ νοῦ ποιεῖται τὸν λόγον ὁ Ἀριστοτέλης καὶ οὐ περὶ τῆς λογικῆς οὐσίας. καὶ πῶς, εἴ γε περὶ ψυχῆς ἡ πραγματεία, ἡ ἀρίστη τῆς ψυχῆς παρεῖται ζωὴ ἡ λογική; πῶς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενος τῆς θρεπτικῆς καὶ διὰ τῶν προσεχῶν ἀνιὼν διὰ τῆς αἰσθητικῆς καὶ φαντασίας οὐχὶ τῶν λογικῶν ἔχεται γνώσεων, εὐτάκτως ἀνιών, ὥσπερ καὶ φαίνεται πρῶτον μὲν τὴν κατὰ τὸ πρῶτον δυνάμει ἀτελῆ παραδιδούς, ἔπειτα τὴν καθ' ἕξιν τελείαν, καὶ οὕτω τὴν κατὰ τὴν τῇ οὐσίᾳ σύνδρομον ἑστῶσαν ἐνέργειαν, ἀλλ' ὑπερβὰς πᾶσαν τὴν λογικὴν περὶ τοῦ ἐξῃρημένου τῆς ψυχῆς φιλοσοφεῖ νοῦ, περὶ οὗ μηδὲ προὔκειτο λέγειν; πῶς δὲ οὐ σαφῶς μόριον εἴρηται τῆς ψυχῆς τὸ νῦν εἰς θεωρίαν προκείμενον, ᾧ καὶ φρονεῖν εἴρηται; λογικὴ δὲ γνῶσις ἀλλ' οὐ τοῦ ὑπὲρ ψυχὴν νοῦ ἡ φρόνησις. καὶ πάλιν ἐπάγει "λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή"· ὑπόληψις δὲ καὶ διάνοια λογικαὶ γνώσεις. ἀλλὰ νοῦν καλεῖ καὶ τὸν λόγον· διατείνει δὲ τὸ ὄνομα τοῦ νοῦ καὶ μέχρι τῆς φαντασίας. τὴν γοῦν δόξαν ἀπὸ τῆς φαντασίας διακρίνων γράφει "ὅτι δὲ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις φανερόν· τοῦτο μὲν γὰρ τὸ πάθος ἐφ' ἡμῖν ἐστι", τὸ νοεῖν λέγων ἐκεῖνο τὸ φανταστικὸν [221] τὸ πρὸ ὀμμάτων τιθέμενον, ὅταν βουλώμεθα, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες· καὶ φαντασίαν αὐτὸ σαφῶς ὀνομάζει λέγων "κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἂν εἰ θεώμενοι ἐν ταῖς γραφαῖς τὰ δεινὰ ἢ θαρραλέα"· ἐν τούτοις μὲν μόνην τὴν φαντασίαν νόησιν εἰπών, ὑπόληψιν δὲ τὴν λογικὴν γνῶσιν, κοινῇ δὲ ἀμφοῖν τὸ νοεῖν κατηγορῶν ἐφεξῆς· "περὶ δὲ τοῦ νοεῖν ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις"· τούτου λέγων τοῦ νοεῖν καὶ οὐχὶ τοῦ αἰσθάνεσθαι, ὡς δηλοῖ τὴν πρὸς τὴν αἴσθησιν τῆς φαντασίας ἐπάγων διαφοράν. ἀλλὰ καὶ μόνον τὸν λόγον καλεῖ νοῦν, ἀντιδιαιρῶν αὐτὸν πρὸς τὴν φαντασίαν, πολλὰ φάσκων κατὰ τὰς φαντασίας πράττειν τὰ ζῷα, "τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν ἐνίοτε πάθεσιν ἢ νόσοις ἢ ὕπνῳ, οἷον οἱ ἄνθρωποι." καὶ γὰρ ἔοικε καὶ πᾶν τὸ καὶ ἀφ' ἑαυτοῦ εἰς ἐνέργειαν ἐγειρόμενον γνωστικὸν νοῦν προσαγορεύειν, ὅτε καὶ μέχρι φαντασίας αὐτὸν διατείνει, καὶ ἰδίως τὸν ψυχικὸν λόγον ὡς προσεχῶς κατὰ τὸν νοῦν ὁριζόμενον, καὶ οὐχ ἥκιστα ὅτε μὴ περὶ τὰ αἰσθητὰ στρέφεται ὁ λόγος καθὸ αἰσθητά, ἀλλ' ἢ τὰ τούτων κατ' οὐσίαν γνωριστικὰ εἴδη ἢ τὰ ἐν αὐτῇ τῇ λογικῇ οὐσίᾳ θεωρεῖ ἢ καὶ δι' αὐτῶν πρὸς τὰ κρείττω ἀνατείνεται. τότε γὰρ ἐνεργείᾳ γίνεται νοῦς ὡς τὰ νοητὰ γινώσκων, οὐ τὰ αἰσθητὰ ὡς αἰσθητά, ὧν καὶ ἡ αἴσθησις ἀντιληπτική· τότε γὰρ δυνάμει μόνον ἐστὶ νοῦς. ὁ μὲν οὖν Πλάτων καὶ ἐπὶ πάντων εἴωθεν ὁμωνύμως τά τε εἴδη καὶ τὰ κατ' αὐτὰ εἰδοποιούμενα προσαγορεύειν· ὁ δὲ Ἀριστοτέλης, ὅταν μὲν μεριστὸν τὸ εἰδοποιούμενον ᾖ, φυλάττεται τὴν ὁμωνυμίαν διὰ τὴν πολλὴν τοῦ μεριστοῦ πρὸς τὸ εἶδος ἀμέριστον ὂν ἀπόστασιν, τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν. μεταξὺ γὰρ ὡς τοῦ ἀμερίστου καὶ μεριστοῦ ἄμφω πως οὖσα, οὕτω καὶ τοῦ ὅρου καὶ τοῦ ὁριζομένου ἀμφότερον ἐμφαίνουσα, τὸ μὲν ὡς ἀνελιττομένη, τὸ δὲ διὰ τὴν ἀεὶ κατὰ ὅρους μετάβασιν καὶ διὰ τὴν τῶν ἀνειλιγμένων πάντων εἰς ἓν συναγωγὴν ὡς παρισουμένη τῷ ὁρίζοντι νῷ. καὶ διὰ τοῦτο καὶ ἐν τῷ Εὐδήμῳ τῷ περὶ ψυχῆς αὐτῷ γεγραμμένῳ διαλόγῳ εἶδός τι ἀποφαίνεται τὴν ψυχήν, καὶ ἐν τούτοις ἐπαινεῖ τοὺς τῶν εἰδῶν δεκτικὴν λέγοντας τὴν ψυχήν, οὐχ ὅλην ἀλλὰ τὴν νοητικὴν ὡς τῶν ἀληθῶν δευτέρως εἰδῶν γνωριστικήν· τῷ γὰρ τῆς ψυχῆς κρείττονι νῷ τὰ ἀληθῆ εἴδη σύστοιχα. τούτων προδιωρισμένων τὴν Ἀριστοτελικὴν ἀναλαβόντες λέξιν σκοπώμεθα εἰ συμφωνεῖ αὐτῇ τὰ προδιωρισμένα ἡμῖν.
Τὸν σκοπὸν τῶν προκειμένων ἀφορίζεται λόγων, ὅτι τε περὶ τῆς >[222] λογικῆς ἐν ἡμῖν ψυχῆς· αὕτη γὰρ μόριον τῆς ὡς μιᾶς σὺν τῇ αἰσθητικῇ καὶ ὀρεκτικῇ καὶ θρεπτικῇ λαμβανομένης, καὶ οὐχὶ τέως κινητικῆς τῶν σωμάτων, ἀλλ' ὡς γνωστικῆς τε καὶ πρακτικῆς. τὸ γὰρ φρονεῖν τῷ γινώσκειν προσθεὶς οὐ μόνον ὁποῖον τὸ γινώσκειν εἶπεν ἡρμήνευσεν, ἀλλὰ καὶ τὴν πρακτικὴν αὐτῆς ἐδήλωσεν ἀρετήν· οὐ γὰρ μόνον λογικὴ ἀλλὰ καὶ πρακτικὴ ζωὴ ἡ φρονοῦσα. ἀλλὰ καὶ τὴν πρέπουσαν τῇ λογικῇ ψυχῇ ληπτέον γνῶσιν, ἢ τοὺς οἰκείους ἀνελίττουσαν λόγους ἢ πρὸς τὰ κρείττω ἀνατεινομένην ἢ καὶ τῶν ὑφειμένων τὰ εἴδη καὶ ὅλως τὰς οὐσίας θεωροῦσαν, ἀλλ' οὐ τὰ συμβεβηκότα· τούτων γὰρ καὶ ἡ αἴσθησις. τὸ δὲ εἴτε χωριστοῦ ὄντος εἴτε μὴ οὐ πρὸς τὸ σῶμα ἀκουστέον, εἴ γε καὶ πρότερον ἀνεφαίνετο, ὡς ὁ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, καὶ εἴ γε καὶ νῦν εὐθὺς ἐπιφέρεται μηδὲ μεμῖχθαι αὐτὸν τῷ σώματι μηδὲ ὄργανόν τι αὐτῷ εἶναι ὡς τῷ αἰσθητικῷ, ἀλλὰ πρὸς τὰ εἰρημένα ἤδη τῆς ψυχῆς μόρια, τὸ θρεπτικόν, τὸ φανταστικόν. ἢ μᾶλλον, ἐπειδὴ τριχῶς, ὡς εἴρηται, αὐτὸ τὸ λογικῶς γινῶσκον παραδώσει, προτίθεται αὐτὸ καθ' αὑτὸ τὸ φρονοῦν σκοπεῖν, εἴτε χωριστόν ἐστι κατὰ μέγεθος ἑαυτοῦ εἴτε μή, ἀλλὰ κατὰ λόγον· ὡς εἶναι τὴν ζήτησιν, πότερον τρεῖς εἰσιν ἐν ἡμῖν νοῖ ὡς καὶ χωριζόμεναι ἀλλήλων οὐσίαι ἢ εἷς μὲν ὁ νοῦς καὶ μία οὐσία, τῷ λόγῳ δὲ διαφορουμένη, ποτὲ μὲν εἰς ἑαυτὴν ὅλη ἐστραμμένη, ποτὲ δὲ ἔξω ῥέπουσα, καὶ αὕτη ἢ ἀτελὴς ἢ τελεία· ὡς εἰ καὶ διάφοροι αἱ οὐσίαι, ἀλλ' οὐ χωριζόμεναι τῷ ὑποκειμένῳ, περὶ δὲ μίαν αἱ τρεῖς τὴν πρώτην συνιστάμεναι, διαφορούμεναι δὲ τῇ τοῦ ἑνὸς κατὰ διαφόρους λόγους ζωῇ. τὸ γὰρ σκεπτέον τίνα ἔχει διαφορὰν ὡμολογημένως οὐ πρὸς τὰς προειρημένας ἀναπέμπει ἡμᾶς ζωάς (ἤδη γὰρ ὑπέμνησται ὡς ἐκείνων ἡ ὑπόληψις διενήνοχεν), ἀλλὰ μᾶλλον πρὸς τὰς ἐν αὐτῷ τῷ φρονεῖν διαφοράς, ὅπερ καὶ ὕστερον ποιήσει. ἐπεὶ δὲ οὐκ ἀεὶ τελείαν τὴν νόησιν ἡ ἡμετέρα ἔχει ψυχή, σκεπτέον καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. διὸ ἀναγκαίως αὐτῷ πρότερον ὁ δυνάμει καὶ ἀτελὴς παρείληπται νοῦς· ἀπὸ γὰρ τοῦ ἀτελοῦς ἅπασα ἄρχεται γένεσις, καὶ διὰ μέσου τοῦ καθ' ἕξιν τελείου ἐπὶ τὴν κατ' ἐνέργειαν ἱσταμένην ἀποτελευτᾷ τελειότητα.
Οὐ περὶ παντὸς τοῦ νοεῖν λέγων τοιοῦτον αὐτὸ εἶναι οἷον τὸ αἰσθάνεσθαι. οὔτε γὰρ τὸ κατὰ τὴν ἕξιν τέλειον, ὅταν δύνηται ἐνεργεῖν δι' αὑτοῦ, καὶ αὐτὸς τότε ἑαυτὸν δυνάμενος νοεῖν, ἐπειδὴ μήτε γνωστικὴ ἑαυτῆς ἡ αἴσθησις καὶ οὐδέποτε δι' αὑτῆς ἄνευ τῆς τῶν αἰσθητῶν παρουσίας ἐγείρεται, οὔτε ἔτι μᾶλλον τὸ ἐν τῷ πάντα ποιεῖν ἐν τῷ πάντα γινομένῳ καὶ ἀναλογοῦν τῇ τέχνῃ, ὅπερ καὶ ἀπαθὲς σαφῶς λέγεται καὶ χωριστὸν καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργεια, τοῦτο δὲ δυνάμει καὶ ὑλικὸν καὶ πάσχον ὑπὸ τοῦ νοητοῦ. οὐ δὴ οὖν περὶ παντός, ὡς ἀκούσαντες ἔνιοι κατηγοροῦσι τοῦ [223] Ἀριστοτέλους ἐναντιολογίαν πρὸς ἑαυτόν, καὶ ἵνα δὴ μὴ δοκῇ τοῦτο πάσχειν, ταῦτα ἐπὶ τῆς ψυχῆς ἀκούοντες ἢ ἐπὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ, τὸν δὲ ἀνάλογον τῇ τέχνῃ νοῦν τὸν ἀμέθεκτον καὶ ἐξῃρημένον φάσκοντες εἰρῆσθαι. καὶ γὰρ πᾶν τὸ ἐν τῇ πραγματείᾳ ταύτῃ προτεινόμενον εἰς σκέψιν γινώσκειν τε καὶ φρονεῖν σαφῶς μόριον εἴρηται τῆς ψυχῆς, καὶ νοῦς εἶναι ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή, καὶ περὶ τοῦ κατὰ τὴν ἕξιν τελείου, ὅτι ποτὲ γίνεται ὡς ὁ ἐπιστήμων καὶ ποτὲ δύναται δι' ἑαυτοῦ ἐνεργεῖν καὶ μανθάνειν τε καὶ εὑρίσκειν· ἅπερ ἅπαντα μόνῃ τῇ ἀνθρωπείᾳ προσήκει ψυχῇ. ἀλλὰ καὶ οὐ τὸν πάσχοντα μόνον, καὶ τὸν ποιοῦντα δὲ νοῦν ἐν τῇ ψυχῇ τίθεται· ἀνάγκη γάρ, φησι, καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. διὸ καὶ ἕξει καὶ φωτὶ τὸν ἐν τῇ ψυχῇ ποιοῦντα ἀφομοιοῖ, ἵνα μᾶλλον κατὰ τὸν φωτίζοντα ὁ ὑπὲρ τὴν ψυχὴν ἑστήκῃ νοῦς. πρόκειται μὲν οὖν ἡ πᾶσα αὐτῷ πραγματεία, ὡς καὶ ἤδη εἴρηται, περὶ τῆς λογικῆς τοῦ ἀνθρώπου ἐν τούτοις εἰπεῖν οὐσίας, ἣν δὴ νοῦν καλεῖ. τριχῶς δὲ τὸ νοεῖν αὐτῆς θεωρῶν ἀπὸ τοῦ ἐσχάτου ἄρχεται ὡς καὶ μάλιστα τοῖς ἀκούουσι γνωρίμου, καὶ ὡς αὐτὸ τοῦτο προτείνας εἰς ζήτησιν, ὅπως γίνεται τὸ νοεῖν· ἐκ δὲ τοῦ ἀτελοῦς πᾶσα γένεσις. ἔσχατος δὲ ὁ ὑλικὸς καὶ τῷ πάντα πάσχειν καλούμενος, ὡς αὐτὸς ἐρεῖ, καὶ ἑτέρωθεν τελειούμενος, τῷ μήπω εἶναι τὰ νοητά, ἀλλὰ τῷ δέχεσθαι αὐτὰ τελειούμενος ὡς ἡ αἴσθησις τῷ δέχεσθαι τὰ αἰσθητά· διὸ καὶ ἀπεικάζεται τῇ αἰσθήσει. καὶ διὰ τοῦτο ἄρα καὶ ὑποθετικῶς προήνεγκε τὸν λόγον τῷ συναπτικῷ χρησάμενος συνδέσμῳ εἰ ὡς τὸ αἰσθάνεσθαί ἐστι τὸ νοεῖν, τουτέστιν εἰ ἐκεῖνο τὸ νοεῖν θεωρηθείη, ὃ ὡς τὸ αἰσθάνεσθαι τυγχάνει ὄν, οἷον τὸ τῆς ἐν αὑτῷ μονῆς καὶ πρὸς ἑαυτὸ ἐπιστροφῆς ἀφιστάμενον, ἔξω δὲ ῥέπον καὶ ἑαυτοῦ καὶ τῶν αὑτοῦ εἰδῶν, οὐ παντελῶς, ὡς μὴ καὶ μενόντων πῃ αὐτοῦ τε τοῦ νοεῖν καὶ τῶν ἐν αὐτῷ εἰδῶν, ἀλλοτριωθὲν ‹δὲ› διὰ τὴν ἔξω ῥοπὴν ἑαυτοῦ τε καὶ τῶν ἐν αὐτῷ εἰδῶν ὡς ἄλλο τὸ προϊὸν ὑπ' ἄλλων τῶν μενόντων τελειοῦταί τε καὶ πληροῦται. μία γὰρ οὖσα ἡ ψυχὴ ἡ ἡμετέρα, ἡ λογική φημι, ἅμα τε μένει μία καὶ πληθύνεται ἐν τῇ πρὸς σῶμα ῥοπῇ, οὔτε μένουσα καθαρῶς οὔτε ἐξισταμένη παντελῶς, ἀλλὰ καὶ μένουσά πῃ καὶ προϊοῦσα ἀφ' ἑαυτῆς καὶ τῷ ἑτεροιοῦσθαι πρὸς ἑαυτὴν ἀμυδροῦσα τὴν πρὸς ἑαυτὴν ταὐτότητα, καὶ τὴν ἐπιστροφὴν τὴν πρὸς ἑαυτὴν χαλῶσα τῇ πρὸς τὰ δεύτερα ῥοῇ, οὐχ οὕτω ῥεύσασα ὡς μὴ καὶ ἐπιστρέφειν πως· μετ' ἐπιστροφῆς γὰρ πᾶσα ἡ λογικὴ συγκατάθεσις, ὡς καὶ ἤδη εἴρηται. ὁ δὲ κατὰ τὴν ἔξω ῥοὴν τῆς ψυχῆς νοῦς νοεῖ οὐ καθ' ἑαυτὸν οὐδὲ ὑφ' ἑαυτοῦ οὐδὲ δι' αὑτοῦ, ἀλλ' ὡς ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ, οὕτως αὐτὸς ὑπὸ τοῦ νοητοῦ καὶ τοῦ συστοίχου ἐκείνῳ νοῦ διεγειρόμενός τε καὶ πληρούμενος ὡς ἄλλος ὑπ' ἄλλου διὰ τὴν τοῦ ῥεύσαντος πρὸς τὸν μείναντα ἑτερότητα. καὶ ταύτῃ πάσχειν τι ἂν εἴη τὸ κατὰ τὸν ῥεύσαντα νοεῖν ὡς ὑφ' ἑτέρου πληρούμενον· τὸ μὲν γὰρ τὶ πρόσκειται τῷ πάσχειν, ἵνα μὴ φθαρτικὸν τὸ [224] πάσχειν ἀκούσωμεν. τὸ δὲ ἤ τι τοιοῦτον ἕτερον ὡς καὶ τοῦ αἰσθητικοῦ διαφέρον πάθος. κυριώτερον γὰρ ἐκεῖ διὰ τὴν τοῦ ὀργάνου κίνησιν καὶ διὰ τὴν τῶν αἰσθητῶν παντελῆ πρὸς τὴν αἴσθησιν ἑτερότητα καὶ τὴν ἔξω ὕπαρξιν. ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντῃ τὸ νοητὸν οὔτε ἔξω ἀλλ' εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ μηδὲ ὡς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ' ἑτέρου πλήρωσιν ἡ πάθη. ᾗ δὲ καὶ ὑφ' ἑαυτοῦ πως διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν, τοιοῦτόν τι ἕτερον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν καὶ ὑφ' ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα. ἐπεὶ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἐναργεστέρων οὐσῶν εἰς τὰς οὐσίας ἡμῖν ἡ ἀναφορά, εἰκότως ἀπὸ τοῦ νοεῖν εἰς τὴν περὶ τῆς τοῦ οὕτω νοοῦντος ἡμᾶς προσβιβάζει θεωρίαν. οὐ μὴν ὡς ἐπὶ τοῦ αἰσθάνεσθαι τὰ αἰσθητὰ καὶ πρὸ τῆς αἰσθητικῆς ἐνεργείας, οὕτω καὶ τὰ νοητὰ πρὸ τοῦ ἐνεργεῖν προλαμβάνει, διότι τὸ νοητὸν κρυφιώτερον τοῦ κατὰ τὸν προϊόντα νοῦν νοεῖν ὡς οὐσιωδέστερον, ὡς μονιμώτερον, ὡς ὅλως πρῶτον καὶ ἀκρότατον τῆς ψυχῆς.
Ἐπειδὴ πάσχειν ἔφη τὸ δέχεσθαι καὶ ἑτέρωθεν ἔχειν τὰ γνωστά, εἰκότως ἀπαθὲς λέγει τὸ δεκτικὸν μὲν μήπω δὲ ἔχον. ὁρᾷ γὰρ τὴν προελθοῦσαν καὶ ἀφισταμένην ἑαυτῆς, καὶ ταύτην ἔτι ἀτελῆ λογικὴν ἡμῶν ζωήν, οἵα ἡ τῶν ἀνεπιστημόνων καὶ οὐδαμῇ τὰς τῶν πραγμάτων οὐσίας γινώσκειν ἰσχυόντων· ἐπεὶ γινώσκει γε καὶ τότε ἡ ψυχή, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἐπακολουθοῦντα τῇ οὐσίᾳ, οὐχ ὡς ἡ αἴσθησις καὶ ἡ φαντασία τὰ ἄτομα, ἀλλὰ τὰ κοινά, λογικῶς περὶ αὐτὰ ἐνεργοῦσα καὶ τὸ πρὸς ἄλληλα αὐτῶν ἀκόλουθον ἢ ἀντίθετον, τὸ προηγούμενόν τε καὶ ἑπόμενον θεωροῦσα, ὡς πᾶσαι αἱ περὶ τὰ ἔνυλα τέχναι, ἤδη δὲ καὶ αἱ μαθηματικαὶ λεγόμεναι ἐπιστῆμαι· οὐδὲ γὰρ αὗται οὐσίας, ἀλλὰ σχήματα καὶ μεγέθη καὶ πάθας καὶ κινήσεις καὶ πρὸς ἄλληλα συμφωνίας ἐπισκοποῦσιν, οὐ τοὺς οὐσιώδεις αὐτῶν λόγους (ἀδιάστατοι γὰρ καὶ ἡνωμένοι οὗτοι), ἀλλὰ τὰς ἐκβεβηκότως ἀπ' αὐτῶν καὶ δι' ἑτερότητος προελθούσας διαστάσεις καὶ μερισμούς. ἀλλ' εἰ καὶ ταῦτα ἀπὸ τῶν εἰδῶν ἥκει, πῶς οὐχὶ καὶ ταῦτα ὁ ἔξω προελθὼν γνώσεται νοῦς κατά τινα τῶν εἰδῶν μέθεξιν, ἵνα καὶ μὴ μάτην ὑπάρχῃ τὰ νοητὰ ἐν τῇ ψυχῇ εἴδη, οὐδὲν εἰς τὸν νοῦν ἐνεργοῦντα; ἢ ἐνεργήσει μὲν καὶ τότε, ἀλλ' οὐχ ὡς νοητὰ οὐδὲ ὡς εἴδη. οὐσίαι γὰρ ἀμέριστοι καὶ ὅροι τὰ νοητὰ καὶ πᾶν εἶδος· μεταλαμβάνει δὲ ἐν τῇ ἀτελεῖ ἔξω ῥοπῇ τῶν νοητῶν εἰδῶν οὐχ ὡς οὐσιῶν οὐδὲ ὡς ἀμερίστων γνωστῶν, ἀλλ' ὡς ἀποτελευτώντων εἰς μερισμὸν καὶ πάθη καὶ ὅλως τὴν ταῖς οὐσίαις ἐπακολουθοῦσαν φύσιν. εἰκότως ἄρα τὸ ἀπαθὲς αὐτοῦ ἑρμηνεύων ὡς μήπω μὲν ἔχον δεκτικὸν δέ, οὐχ ἁπλῶς ἔφη τοῦ γνωστοῦ ἀλλὰ τοῦ εἴδους, ὅπερ ἀμέριστός ἐστι καὶ οὐσιώδης ὅρος καὶ νοητός. νοῦς γὰρ ᾧ τοὺς ὅρους γινώσκομεν.
[225]
Οὐ γάρ, ἐπειδὴ μὴ ἤδη τέλειος ὁ ἔξω ῥέψας τῆς ψυχῆς νοῦς, καὶ πέφυκεν εἶναι ἀεὶ ἀτελής, ἀλλὰ καὶ τελειοῦσθαι δύναται, ὅτε, καίτοι μένων ἐν τῇ ἔξω ῥοπῇ, ὡς ὁ ἐπιστήμων κατὰ τὴν ἕξιν τελειοῦται, προβολὴν τῆς οὐσίας καὶ αὐτὴν ὑπάρχουσαν· διὸ καὶ αὐτὴ ἐν ἀποστάσει τῆς οὐσίας καὶ ἔξω. ταύτῃ μὲν οὖν δυνάμει, καὶ ὡς ἑτέρωθεν ὑποδεχόμενος καὶ ὡς ἔτι ἀτελὴς καὶ οὔπω δεδεγμένος. ἐπεὶ δὲ δευτέρως ἐστὶ νοῦς ὁ προελθὼν τοῦ κατ' αὐτὴν τὴν πρώτην οὐσίαν, οὐδὲ τὸ ἐκείνῳ τῷ νῷ σύστοιχον ἀλλ' ὑφειμένον καὶ τοιοῦτον, ἀλλ' οὐκ αὐτό. ὀρθῶς ἄρα δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο εἴρηται.
Τοῦτο δηλαδὴ τὸ νοοῦν τὸ περὶ οὗ λόγος, ὅπερ καὶ πρόκειται σκοπεῖν καὶ προείρηται "εἰ δὴ ἔστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι", καὶ ἀφ' οὗ γίνεται τὸ νοεῖν· ᾧ εὐλόγως ἐπάξει καὶ τὸν ἤδη γενόμενον οὕτως ἕκαστα, ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατ' ἐνέργειαν. ὁ δὴ μήπω γεγονὼς ὁμοίως ἔχει πρὸς τὰ νοητά, ὡς τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, αἰσθητικὸν καλῶν τὸ δυνάμενον μὲν αἰσθάνεσθαι, οὔπω δὲ αἰσθανόμενον· ὡς καὶ κατὰ τὸ ἑτέρωθεν τελειοῦσθαι καὶ κατὰ τὸ δυνάμει ὡμοιῶσθαι, καὶ πρός γε κατὰ τὸ μὴ αὐτὰ ἀλλὰ τοιαῦτα οἷα τὰ πρωτότυπα εἶναι τὰ ἐγγινόμενα. οὔτε γὰρ τὰ αἰσθητὰ αὐτὰ ἐν τῷ αἰσθητικῷ, ἀλλὰ τὰ τούτων εἴδη, συμβεβηκότων ὄντα εἴδη, οὔτε τὰ νοητὰ αὐτὰ ἐν τῷ νῷ τούτῳ, ἀλλὰ τοιαῦτα· πλὴν ὅτι τὰ μὲν αἰσθητικὰ κρείττω τῶν αἰσθητῶν ὡς ζωτικὰ καὶ εἰς τὸ ἀμερὲς συναιρούμενα, τὰ δὲ νοητικὰ ὑφεῖται τῶν νοητῶν ὡς εἴσω μενόντων προϊόντα εἰς τὰ ἔξω· καὶ ὅτι τὰ μὲν αἰσθητὰ πάντῃ ἕτερα τῶν αἰσθητικῶν, τὰ δὲ νοητὰ ἅμα ἕτερα καὶ ταὐτά (οὐ γὰρ ἕτερος μόνον ἀλλὰ καὶ ὁ αὐτὸς ὁ ῥυεὶς τῷ μένοντι νῷ)· καὶ ὅτι τὰ μὲν αἰσθητὰ διὰ μέσου τοῦ αἰσθητηρίου ἐγείρει τὸ αἰσθητικόν, εἰς τὸ αἰσθητήριον ποιοῦντα (ἡ γὰρ αἰσθητικὴ ψυχὴ τῇ προβολῇ τῶν οἰκείων λόγων κατὰ τὸ εἶδος ἵσταται τῶν αἰσθητῶν), τὰ δὲ νοητὰ ἀμέσως αὐτὸν τελειοῖ τὸν νοῦν, αὐτενεργήτως καὶ τοῦτον ἐκεῖθεν πληρούμενον.
Δῆλον ὅτι καὶ ταῦτα περὶ τοῦ νῦν προκειμένου λέγεται νοῦ τοῦ καὶ προελθόντος καὶ ἔτι ἀτελοῦς. καὶ οὗτος οὐδέν ἐστι τῶν νοητῶν, ἀλλὰ πρὸς πάντα ὑπάρχει ἀμιγής, ἵνα πάντα κατὰ μέθεξιν νοῇ καὶ οὐ δι' αὑτοῦ, ἀλλὰ διὰ τὴν ἑτέρωθεν τελειότητα· ἐπεὶ ὅ γε ὡς ὁ ἐπιστήμων ἕκαστα [226] γινόμενος δι' ἑαυτοῦ καὶ οὐκέτι ἀμιγής, ἀλλὰ ὢν ἕκαστα, καὶ μειζόνως ὁ κατὰ τὴν πρώτην τῆς ψυχῆς ἑστὼς οὐσίαν, καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια. ἀλλ' ὁ κατὰ μετάληψιν ἑτέρων πάντα νοῶν ἀμιγής ἐστι πρὸς πάντα πρὶν νοεῖν· ὡς γὰρ ὕλη ὑπόκειται τοῖς οἷς νοεῖ, ἀνείδεον δὲ πάντῃ τὸ καθαρῶς ὑλικόν. διὸ οὐδὲ ἐπὶ τῶν σωμάτων συγχωροῦμεν ἕν τι τῶν στοιχείων ἢ ὅλως τι εἰδοπεποιημένον εἶναι τὴν πρώτην ὕλην. ἔστι γάρ τις πρὸς ἄλληλα τοῖς εἴδεσιν ἀντίθεσις, δι' ἣν τὸ καθ' ὁτιοῦν αὐτῶν οὐσιωμένον παραποδισθήσεται πρὸς τὴν τῶν λοιπῶν ὑποδοχήν, ἀντιφράττοντος ἢ ἀντιφράξοντος τοῦ ἐνυπάρχοντος πᾶσιν αὐτοῖς. ἵνα οὖν κατακρατῇ καὶ εἰλικρινῶς ἕκαστα γνωρίζῃ ὁ τοιοῦτος νοῦς, ἀμιγὴς ἔστω πρὸς πάντα, ὥσπερ Ἀναξαγόρας φυλάττει ἀμιγῆ πρὸς τὰς ὁμοιομερείας τὸν νοῦν, ἵνα αὐτῶν πασῶν κρατῇ, οὗτος μὲν πάντα δημιουργῶν καὶ νοῶν ἐξῃρημένως, ὁ δὲ τῆς ψυχῆς ὑλικὸς οὗτος νοῦς ὑφειμένως, ἵνα ἀκωλύτως μετέχῃ πάντων.
Τὸ ὥστε μηδ' αὐτοῦ οὐχὶ καὶ ὡς τῆς ὕλης ἀκουστέον. ἐκείνη μὲν γὰρ ἀνείδεος, κατ' αὐτὸ μόνον τὸ δεκτικὸν τῶν σωματικῶν εἰδῶν οὐσιωμένη, ὁ δὲ νοῦς οὗτος κατὰ τὴν λογικὴν οὐσίωται καὶ αὐτὸς ψυχὴν καὶ γινώσκει τὰ αἰσθητά, ὡς εἴρηται. ἀλλ' οὐχὶ καὶ ὡς τῆς αἰσθήσεως μηδεμίαν ἐχούσης φύσιν νοητέον ἐπὶ τοῦ μηδὲ αὐτοῦ· καὶ γὰρ καὶ αὐτὸς καὶ ἡ αἴσθησις ἰδίας ἔχουσί τινας φύσεις. ἀλλὰ τὸ μὲν ῥητὸν καταστῆσαι χρὴ μεταθέντας τὸ αὐτοῦ ὧδέ πως· ὥστε μηδὲ εἶναι φύσιν αὐτοῦ μηδεμίαν, ἵνα μὴ καὶ ἄλλο τι αὐτῷ ὡς ὅμοιον συμπαραλαμβάνειν ἀναγκαζώμεθα. τὸ δὲ μηδεμίαν αὐτοῦ εἶναι φύσιν ἀληθές, εἰ φύσιν ἀκούοιμεν τὴν νοητήν τε καὶ νοεράν. οὔτε γὰρ νοεῖ οὔτε νοεῖται κατ' ἐνέργειαν, ἀλλὰ μόνον ἐστὶ πρὸς ἄμφω δυνάμει πρὶν νοεῖν, ἕως ἂν ἀτελὴς ᾖ. κἂν γὰρ τὰ αἰσθητὰ γινώσκῃ, ἀλλ' οὐ τὰ νοητά, ἅ εἰσιν οὐσιώδεις ὅροι. οὐδὲ νοῦς οὖν ἐστιν, ἐπειδὴ νοητῶν γνῶσις ὁ νοῦς, νοητὰ δὲ ὅσων μὴ αἴσθησις γνωριστική· ἐπεὶ καὶ διαιρεῖν εἰς δύο τὰ ὄντα εἰώθαμεν, εἰς νοητά τε καὶ αἰσθητά. εἰκότως ἄρα καὶ καλεῖσθαι λέγει τὸν τοιοῦτον τῆς ψυχῆς νοῦν, ὡς μήπω ὄντα διὰ τὸ μὴ ἐνεργείᾳ εἶναι, καλούμενον δὲ ὅμως διὰ τὸ δυνάμει εἶναι νοῦν μόνον καὶ μηδὲν εἶναι τῶν νοητῶν εἰδῶν, ἅπερ ὄντα λέγει ὡς κυρίως ὄντα ἐνεργείᾳ, πρὶν νοεῖν· νοῶν γὰρ κατά τι πάντως ὁρίζεται τῶν νοητῶν καὶ ἔστιν οἷον τὸ νοούμενον.
Ἐν γὰρ ταῖς διεξοδικαῖς τοῦ λόγου μεταβάσεσιν, ἃς ἀπὸ τοῦ διανύειν γνωστικῶς ἡ διάνοια δηλοῖ, καὶ ἐν τῇ κατά τινα ἀπόστασιν θεωρίᾳ, ἣν ἡ [227] ὑπόληψις σημαίνει, τό τε ἀτελὲς ἐπισυμβαίνει ποτέ, ὡς μηδὲν νοεῖν, καὶ τὸ καθ' ἕξιν τέλειον, ὅτε δύναται καὶ τἆλλα δι' ἑαυτοῦ καὶ αὑτὸν νοεῖν.
Ἐπειδὴ δυνάμει μόνον εἶπε τὸν εἰρημένον νοῦν καὶ μηδὲν εἶναι ἐνεργείᾳ τῶν ὄντων καὶ μηδεμίαν εἶναι φύσιν αὐτοῦ ἀλλ' ἢ μόνον ὅτι δυνατός, εὐλαβήθη οὐχὶ μὴ ἀνούσιον ἢ ἄζων αὐτὸν ὑποπτεύσωμεν (ζωὴ γὰρ πάντως καὶ οὐσία ἡ γινώσκειν τε καὶ φρονεῖν δυναμένη καὶ τῶν νοητῶν γνωστικῶς μεταλαγχάνειν εἰδῶν) οὐ τοῦτο οὖν εὐλαβήθη, ἀλλὰ μὴ σωματοειδής τις ὑπονοηθῇ εἶναι ζωὴ καὶ οὐσία, διότι ἐν σώμασι μάλιστα τὸ δυνάμει καὶ ἀτελὲς καὶ αἱ μεταβολαί, δείκνυσιν αὐτὸν πάσης ἀχωρίστου σωμάτων ζωῆς ἐξῃρημένον. διττὴ δὲ ἡ ἀχώριστος, ἥ τε αὐτὸ εἰδοποιοῦσα τὸ ζωτικὸν ὄργανον, καθ' ἣν ζῶν ἐστιν, καὶ ἡ ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι σώματι χρωμένη ὡς ὁ πλωτὴρ τῇ νηί, καθ' ὅσον χρῆται, ἀχώριστος οὖσα· οὐδετέρα πρὸς τὰ νοητὰ δυναμένη συναρμόζεσθαι, ὅτε ἡ τοῦ ὀργάνου ζωὴ καὶ μεμιγμένη τῷ σώματι καὶ συμπεφυρμένη ταῖς ἐν αὐτῷ ποιότησι. τό τε γὰρ σῶμα καὶ τῶν φυσικῶν ὑφεῖται εἰδῶν καὶ μειζόνως τῶν νοητῶν, αἵ τε παθητικαὶ ποιότητες πάσης ἐκβεβηκυῖαι οὐσίας πόρρω τῶν νοητῶν ἀποπεπτώκασιν· ὥστε καὶ ἡ ταύταις συμπεφυρμένη ζωὴ καὶ τῷ σώματι μεμιγμένη οὐκ ἄν ποτε τοῖς νοητοῖς συναρμοσθείη. τὸ γὰρ ὅλον τοῦ σώματος γινομένη, ὅπερ ἡ μῖξις δηλοῖ, καὶ τοῦ κοινῇ ὁριστικοῦ τῶν γενητῶν εἴδους ἀπολείπεται, οὔπω λέγω τῶν ἐξῃρημένων· ἀπολείπεται δὲ καὶ τῆς πρὸς αὑτὴν ἐπιστροφῆς, ὡς μὴ δύνασθαι ἑαυτὴν νοεῖν. καὶ ἔτι μᾶλλον ἡ τῶν ποιοτήτων ἀνάπλησις τὸ ἀνεπιτήδειον αὐτῆς πρὸς νοερὰν ἐνέργειαν καὶ τὸ πρὸς νοητὰ εἴδη ἀνάρμοστον ἐπιδείκνυσι. τὸν γὰρ οὐσιῶν εἰδητικῶν ἀντιληψόμενον λόγον καθαρεύειν δεῖ τῶν συμβεβηκότων καὶ μάλιστα τῶν ἐσχάτων, οἷαι αἱ παθητικαὶ ποιότητες, καὶ ἀμιγῆ πρὸς σῶμα εἶναι, ἵνα καὶ νοῇ τὰ ἀμέριστα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν ἰσχύῃ. ἀλλὰ πόθεν, ὅτι οὐδέν ἐστιν αὐτῷ ὄργανον, ὥστε παντελῶς εἶναι χωριστὸν σωμάτων; ἢ τοῦτο ὕστερον ἐναργῶς ἐπιδείξει μικρὸν προελθών, ὅταν τὸ διάφορον τῆς ἀπαθείας τοῦ νοῦ καὶ τοῦ αἰσθητικοῦ ἐμφαίνῃ.
Ἐπαινεῖ τοὺς τόπον εἰδῶν τὴν ψυχὴν ἀποφηναμένους, καὶ ἅμα μὲν δηλῶν, ὡς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ ψυχῆς νοῦ ἦν ὁ λόγος αὐτῷ (ἐκεῖνος γὰρ οὐ ψυχὴ ἀλλὰ κρείττων οὐσία), ἅμα δέ, ὅτι εἴδη οὐ τὰ συμβεβηκότα καλεῖ (τούτων γὰρ καὶ ἡ αἰσθητικὴ δεκτική), ἀλλὰ τὰς καθ' αὑτὰς [228] οὐσίας ἢ πάντῃ ἑαυτῶν οὔσας, ᾗ καθ' αὑτὰ ὁριζόμενα οὐσιοῦται. τόπος δὲ ὡς δεκτικὴ ἐπικτήτως καὶ ἔξωθέν πως, ἵνα σώζηται ἡ πρὸς τὸν σωματικὸν τόπον ἀναλογία. εἰ δὲ τοῦτο, οὐδὲ ἡ νοητικὴ ὅλη ἔσται τόπος, ἀλλ' ἡ εἰρημένη καὶ ὅλως ἡ ἔξω ῥυεῖσα, ἐπεὶ ἥ γε μένουσα ἔστι τὰ σύστοιχα αὐτῇ εἴδη ἀλλ' οὐ δέχεται, καὶ δυνάμει ἀλλ' οὐκ ἐντελεχείᾳ ἡ ἀποστᾶσά πως ἑαυτῆς, ἡ δὲ εἰς ἑαυτὴν ὅλη στραφεῖσα καὶ κατὰ τὴν ἑαυτῆς στᾶσα οὐσίαν οὐ δυνάμει ἔτι ἀλλ' ἐνεργείᾳ, μᾶλλον δὲ ἡ ἐνέργεια αὐτή.
Βούλεται μὲν διὰ τούτων ἐπιδεῖξαι τὸ προειρημένον, ὅτι οὐδέν ἐστιν ὄργανον ἐν τῇ τῶν νοητῶν εἰδῶν θεωρίᾳ· δείκνυσι δὲ ἐκ τῆς πρὸς τὴν αἴσθησιν τοῦ νοῦ παραβολῆς, ἵνα διὰ τῆς αἰσθήσεως γνόντες, τί πάσχει πᾶν τὸ δι' ὀργάνου τι γινῶσκον, ἀπηλλαγμένον δὲ τοῦ πάθους ὁρῶντες τὸ νοητικόν, καὶ τῆς δι' ὀργάνου θεωρίας ἐξῃρημένον αὐτὸ θώμεθα. ἀπάθειαν δὲ καλεῖ τὴν ἐν τῷ δεκτικῷ τινος οὔπω γεγονυῖαν ὑποδοχήν. εἰ τοίνυν μὴ ὁμοία ἡ ἔν τε τῷ αἰσθητικῷ καὶ τῷ νοητικῷ ἀπάθεια, οὔτε τὸ δεκτικὸν ἐν ἀμφοτέροις ὅμοιον οὔτε ἡ ὑποδοχή. τίς οὖν ἡ ἀνομοιότης; ὅτι ἡ μὲν τοῦ αἰσθητικοῦ ὑποδοχὴ μετὰ τροπῆς τινος καὶ μεταβολῆς καὶ σωματικῆς ἐγγίνεται πείσεως (παθεῖν γάρ τι δεῖ τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν, εἰ ἐνεργεῖν μέλλοι ἡ αἴσθησις), ἡ δὲ τοῦ νοητικοῦ ἄτρεπτος καὶ κατ' οἰκείαν ἐνέργειαν ἡ μετάληψις. τῷ τοῦτο δῆλον; ὅτι ἡ μὲν αἴσθησις σφοδροῦ τινος ἀντιλαμβανομένη ἰδίου αἰσθητοῦ, οἷον λαμπροῦ χρώματος ἡ ὄψις, ἀδυνατεῖ παραυτίκα τῶν ἀμυδροτέρων ἀντιλαμβάνεσθαι, ὁ δὲ νοῦς οἷός τε ἐκ τῆς τῶν σφόδρα νοητῶν θεωρίας (τοιαῦτα δὲ ὅσα εἰδικώτερα καὶ οἱ ἐπαναβεβηκότες ὅροι καὶ κρείττους τελειότητες καὶ οὐσίαι καθαρώτεραι) καὶ τὰ ἐλάττω νοητὰ νοεῖν, καὶ μᾶλλον οἷός τε ἢ πρὶν νοῆσαι τὰ μείζω· ἐπιρρώννυται γὰρ ἡ νόησις ἐκ τῆς τῶν κρειττόνων θεωρίας πρὸς τὴν τῶν δευτέρων γνῶσιν, ὅθεν ἀρίστη ἡ ἐκ τῶν ἀρχῶν καὶ αἰτίων γνῶσις τῶν ἀρχομένων τε καὶ αἰτιατῶν. τί οὖν τὸ τῆς διαφορᾶς αἴτιον; ὅτι τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος ἐνεργεῖ καὶ δέχεται τὰ εἴδη, ἐν τῇ ὑποδοχῇ διακρινομένου ἢ συγκρινομένου καὶ ὅλως σωματικὴν ὑπομένοντος πάθην τοῦ ὀργάνου, καὶ ἐναργέστατα πληττομένου ἐν ταῖς τῶν σφόδρα αἰσθητῶν μεταλήψεσι· μειζόνως οὖν φέρε διακεκριμένον τὸ αἰσθητήριον ὑπὸ τοῦ ἔλαττον διακρίνοντος ἀπαθὲς μένον οὐ κινεῖ τὴν περὶ αὐτὸ τῆς αἰσθητικῆς ζωῆς ἐνέργειαν· ὁ δὲ νοῦς χωριστὸς ὢν παντὸς σώματος οὐδὲν δεῖται τροπῆς ἢ σωματοειδοῦς πείσεως· διὸ οὐδὲ παραποδίζεται πρὸς τὴν τῶν ὑφειμένων θεωρίαν, κατὰ καθαρὰν ἴδιον ἐνέργειαν καὶ τὰ ἀπὸ τῶν κρειττόνων ἥκοντα ὑποδεχόμενος, καὶ οὐ πάσχων τὸ σῶμα ἀλλ' ἐνεργῶν τὰ διάφορα πάσχειν λεγόμενος.
[229]
Ὁ ἀφιστάμενός πως ἑαυτοῦ καὶ εἰς τὸ ἔξω προϊὼν νοῦς ὁτὲ μὲν ὅλος περὶ τὰ αἰσθητὰ στραφεὶς καὶ οὐδαμῇ τῶν εἰδῶν οὔτε τῶν οὐσιῶν ἐπαΐων, ἅπερ λόγῳ καὶ τῷ κρείττονι νῷ ἐστι καταληπτά, τῇ δὲ αἰσθήσει οὔ (καὶ διὰ τοῦτο λέγεται νοητά, ἐπειδὴ καὶ τὸν λόγον νοῦν προσαγορεύει), δυνάμει ὢν νοῦς καὶ ἀτελὴς καὶ ὑλικός, ὡς ἐπιτήδειος μὲν πρὸς ὑποδοχὴν τῶν νοητῶν εἰδῶν καὶ τῆς τούτων νοήσεως, οὔπω δὲ δεξάμενος, ὁτὲ δὲ ἤδη τέλειος καὶ τῶν νοητῶν εἰδῶν πλήρης, ὡς οἷόν τε τῷ προελθόντι νῷ, οὐχ ὑπὸ τῶν αἰσθητῶν τελειούμενος, ἀλλὰ τούτοις μὲν ὡς ἐσχάτοις ἴχνεσι τῶν εἰδῶν ἐπιβαίνων, ἐντεῦθεν δὲ ἐπὶ τὴν αὐτῶν τῶν εἰδῶν ζήτησιν ἐγειρόμενος τῇ εἰς ἑαυτὸν συννεύσει, καὶ ταύτῃ τῇ μενούσῃ τῆς ψυχῆς καὶ πρωτίστῃ συναπτόμενος οὐσίᾳ, τελειοῦται ὑπὸ τῶν ἐν αὐτῇ μενόντων εἰδῶν καὶ ὑπὸ τῆς ἡνωμένης ἐκείνῃ γνώσεως, οὐ γινόμενος μὲν ὅπερ ἡ οὐσιώδης αὐτῆς νόησις οὐδὲ αὖ τὰ ἐν τῇ οὐσίᾳ αὐτῆς μένοντα εἴδη, κατὰ δὲ τὰ προσεχῶς αὐτῶν ἐξηρτημένα καὶ κατὰ τὴν συναπτομένην τῇ οὐσιώδει γνῶσιν πληρούμενός τε καὶ τελειούμενος, ἅμα τε ὡς ὑφ' ἑτέρων τῶν μενόντων, ᾗ προῆλθεν ἑτεροιωθείς, ἅμα δὲ ὑφ' ἑαυτοῦ, ἐπειδὴ εἷς πως καὶ ὁ αὐτὸς μένει τε καὶ πρόεισι. καὶ ἡ τελειότης τοίνυν ἐν τῷ προελθόντι οὐχ οἵα ἡ οὐσιώδης, ἀλλὰ κατὰ προβολὴν καὶ δευτέρα μετὰ τὴν οὐσιώδη καὶ κατὰ ἕξιν· περὶ γὰρ τὴν οὐσίαν ἀλλ' οὐκ οὐσία ἡ ἕξις. ἀπὸ οὖν τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἐν τῇ περὶ τῶν οἷον μερῶν τῆς ψυχῆς θεωρίᾳ διὰ τῶν προσεχῶν ἀνιὼν ὁ φιλόσοφος ἀπὸ τοῦ ὑλικοῦ καὶ ἀτελοῦς καὶ δυνάμει μέτεισιν ἐπὶ τὸν προϊόντα μὲν καὶ αὐτόν, τελειωθέντα δὲ τὴν κατὰ προβολὴν τελειότητα νοῦν, ὃς ἕκαστα λέγεται γίνεσθαι ὡς ὁ κατ' ἐνέργειαν ἐπιστήμων δηλαδὴ ἄνθρωπος. τοῦτο μὲν οὖν, ἵνα μηδὲ ἐπὶ τοῦ οὕτω τελείου νοῦ τὴν ἐνέργειαν ἢ τὴν αὐτὴν τῇ ἕξει ἢ ἀεὶ ἑπομένην τιθῶμεν· ἀλλ' ὡς ἔχει ὁ κατ' ἐνέργειαν ἐπιστήμων, τουτέστιν ὁ ἤδη τελείαν ἀπειληφὼς τὴν ἕξιν, οὐκ ἀεὶ δὲ κατ' αὐτὴν ἐνεργῶν, οὕτω καὶ τὸν προελθόντα τέλειον ὑποτιθώμεθα νοῦν, διὰ τὴν πρόοδον ὥσπερ αὐτὸς ἀπομερίζεται τῆς οὐσίας, οὕτω καὶ τὴν ἐνέργειαν μεριζομένην τῆς ἕξεως ἔχοντα, καὶ οὐδὲ ὡς ἑπομένην ἀεὶ ἀλλὰ ποτέ, διὰ τὸ ποτὲ καὶ αὐτὸς τελειοῦσθαι. οὐκοῦν καὶ τὸ ἕκαστα ὀρθῶς ἐπ' αὐτοῦ εἴρηται διὰ τὴν διῃρημένην ἐν αὐτῷ συναγωγὴν τῶν εἰδῶν, τὸ δὲ γίνεσθαι διά τε τὴν ἑτέρωθεν καὶ τὴν οὐκ ἀίδιον ἀλλὰ ποτὲ τελειότητα.
Τὸ δύνασθαι ἐνεργεῖν δι' αὑτοῦ ἴδιον τοῦ προελθόντος μὲν τελείου δὲ νοῦ. ὁ γὰρ ὑλικὸς νοῦς τελειοῦται μὲν καὶ ὑφ' ἑαυτοῦ, ᾗ εἷς καὶ ὁ αὐτός ἐστιν ὅ τε μένων καὶ ὁ προϊὼν τῆς ψυχῆς νοῦς, οὐ μὴν ἐνεργεῖν [230] δύναται καὶ γινώσκειν καθ' ἑαυτὸν τὰ νοητά, ἕως ἂν ᾖ ἀτελής, ἀλλὰ τελειωθείς, ὅς ἐστιν ὁ νῦν εἰς θεωρίαν προκείμενος. οὐ μὴν οὐδ' ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς δύναται δι' ἑαυτοῦ ἐνεργεῖν· οὐ γὰρ ἐν τῷ δυνάμει, ἀλλ' ἐν τῷ ἤδη ἐνεργεῖν αὐτῷ τὸ εἶναι. οὗτος δὲ ἐν δυνάμει διὰ τὸ μὴ ἀεὶ ἐνεργεῖν, διὸ καὶ αὐτὸς δυνάμει πως καὶ ὡς μὴ ἀεὶ ἐνεργῶν καὶ ὡς ἑτέρωθεν τελειωθείς, καθάπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ζωὴν ἔχειν λέγεται διὰ τὴν ἐπίκτητον τῆς ζωῆς μετάληψιν οὐ μόνον ἑτέρωθεν ἀλλὰ καὶ ποτὲ ἐνδιδομένην, ἀλλ' οὐχ ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν, οἷος ἦν ὁ ἀτελὴς νοῦς· ἐκεῖνος γὰρ καὶ πρὸς αὐτὴν τὴν τελείωσιν δυνάμει ἦν καὶ τὴν πρὸς τὸ τελειοῦν ἑτερότητα πλείονα καὶ ἐναργεστέραν διέστηκεν.
Οὐ κατὰ συμβεβηκὸς τῷ τὰ νοητὰ ἔχειν καὶ εἶναί πως ὁ αὐτὸς τοῖς νοουμένοις εἴδεσιν, ὡς προηγουμένως τὰ εἴδη ἀλλ' οὐχ ἑαυτὸν νοῶν, ὡς ὁ Ἀλέξανδρος βούλεται, καὶ ἑαυτὸν δὲ νοῶν προηγουμένως· ἐπεὶ πόθεν ἢ ὁ Ἀλέξανδρος ἢ ἡμεῖς περὶ αὐτοῦ τι γράφομεν, μὴ νοοῦντος ἑαυτόν, καὶ τὴν νόησιν καὶ τὴν ζωὴν καὶ τὴν οὐσίαν ἑαυτοῦ, ἵνα καὶ νοῦς ᾖ ἀλλὰ μὴ αἴσθησις, πρὸς ἄλλα ἀποτεινόμενος καὶ τῇ πρὸς αὐτὰ ἀποτάσει ἑαυτοῦ συναισθανόμενος; καὶ γὰρ οὐ μόνον ἐστὶ νοῦς ἀλλὰ καὶ νοητός, ὥσπερ τὰ ἄλλα νοητὰ εἴδη μεταλαγχάνων ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς, οὕτω καὶ νοῦς καὶ νοητός [τε] ὑπὸ τοῦ οὐσιώδους νοεροῦ τε καὶ νοουμένου γινόμενος. ἀλλ' οὐδέν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸ ὑφ' ἑαυτοῦ πάσχει· τὸ δὲ νοεῖν ἐν τῷ πάσχειν τὸν νοῦν ὑπὸ τοῦ νοητοῦ εἶναι ἐδόκει. οὐχ ἁπλῶς, ἀλλὰ τὸ τῷ αἰσθάνεσθαι ὅμοιον καὶ ὃ ἑτέρωθέν πως τελειοῦται, κἂν αὐτενεργήτως τὴν ἑτέρωθεν παραδέχηται τελειότητα. πάσχει οὖν καὶ ὁ ὑλικὸς νοῦς καὶ ὁ ἤδη κατὰ τὴν προβολὴν τελειωθείς, ᾗ ὑπὸ τοῦ οὐσιώδους τελειοῦται νοητοῦ, καὶ ὡς νοῦς καὶ ὡς νοητὸς γινόμενος· ἅπαξ δὲ τελειωθεὶς αὐτὸς ἑαυτὸν καὶ τὰ ἐν αὐτῷ εἴδη νοεῖ ἀπαθῶς κατ' ἐνέργειαν τελείαν. τὸ γὰρ πάθος ἦν ἐν τῇ ἑτέρωθεν μεταλήψει καὶ πληρώσει, ἀλλ' οὐκ ἐν τροπῇ τινι.
Ὁ σκοπὸς αὐτῷ ἐν τούτοις τοῦ προελθόντος μὲν ἀπὸ τῆς οὐσιώδους μονῆς, τελειωθέντος δὲ καθ' ἕξιν ὑπὸ τῆς οὐσιώδους ἐν τῇ ψυχῇ τελειότητος διαφόρους παραδοῦναι νοήσεις, τὴν μὲν τῶν συνθέτων καὶ μεριστῶν οὐσιῶν, τὴν δὲ τῶν ἁπλῶν καὶ ἀμερίστων, ἵνα καὶ ταύτῃ διακρίνῃ τὴν οὐσιώδη [231] τῆς ψυχῆς θεωρίαν, μένουσαν, ὡς οἷόν τε αὐτῇ, ἐν τοῖς ἁπλοῖς καὶ ἀμερίστοις, ὥσπερ ὁ κρείττων τῆς ψυχῆς νοῦς οὐ μεταβαίνων ἀπὸ τῶν εἰδῶν ἐπὶ τὰ εἰδοποιούμενα, ἵνα καὶ ταῦτα γνῷ, ἀλλ' ἐν αὐτῇ τῇ εἰδῶν νοήσει ὡς ἐξ αἰτίων καὶ τὰ εἰδοποιούμενα καὶ τὰ τούτοις ἐπισυμβαίνοντα καὶ ἁπλῶς εἰπεῖν καὶ τὰ αἰτιατὰ πάντα καὶ τὴν τῶν ἐσχάτων αὐτῶν δεκτικὴν ὕλην καὶ τὰ ὁπωσοῦν αὐτοῖς παρυφιστάμενα κατὰ τὴν αἰτιώδη γινώσκει νόησιν, ᾗ ἐν τοῖς εἴδεσιν αἰτιωδῶς προείληπται τὰ αἰτιατά. ὃν δὴ καὶ ἡ εἰς τὴν οὐσίαν ἑαυτῆς ἀναδραμοῦσα ψυχή, ὡς οἷόν τε αὐτῇ, μιμεῖται ἅτε συμφυῶς αὐτῷ συνημμένη, ἐν τοῖς ἀκροτάτοις ἑαυτῆς μένουσα λόγοις καὶ εἰς τὸ ἔξω οὐδαμῇ προϊοῦσα, συναπτομένη δὲ καὶ τοῖς ἐν τῷ νῷ εἴδεσι, καὶ ἐν τούτοις καὶ αὕτη τὰ αἰτιατὰ κατὰ τὴν αἰτιώδη θεωρεῖ ἁπλότητα. οὐ μὴν ἔτι ἡ ἀφ' ἑαυτῆς προϊοῦσα ψυχή, κἂν ἤδη τελείαν ἐνστήσηται τὴν θεωρίαν, μένει ἐν τῇ εἰδητικῇ ἁπλότητι, ἀλλὰ διὰ μὲν τὴν ἐκ τῆς οὐσίας ἐνδοθεῖσαν τελειότητα καὶ τὴν πρὸς αὐτὴν ὡς ἑτέρας πως πρὸς ἑτέραν συναφήν (οὐ γὰρ καθ' ἕνωσιν) ἐπιβάλλει τοῖς εἴδεσιν, εἰ καὶ πορρώτερον ᾖ ἡ ἐν αὑτῇ εἰλικρινῶς μείνασα, διὰ δὲ τὴν ἔξω πρόοδον οὐκ ἐκ μόνων τῶν αἰτίων ἀλλὰ καὶ συστοίχως αὐτοῖς ἐπιβάλλει τοῖς αἰτιατοῖς τοῖς προελθοῦσι προελθοῦσα· αἰσθήσει μὲν τὰ αἰσθητά, λογικῇ δὲ γνώσει τὰς συνθέτους καὶ ὅλως τὰς εἰδοπεποιημένας οὐσίας, καὶ ἑτέρᾳ οὔσῃ τῆς τῶν εἰδῶν ἀντιληπτικῆς καὶ τῇ αὐτῇ μὲν ἀλλ' οἷον καμφθείσῃ καὶ οὕτω τὰ ὁριζόμενα νοούσῃ. τοὺς γὰρ ὅρους ὀρθῶς καὶ ἀκαμπῶς· τελειότητες μὲν γὰρ οἱ ὅροι, καὶ ἡ νόησις αὐτῶν κατὰ τελειότητα ἵσταται, ἐπειδὴ καὶ πᾶσα γνῶσις κατὰ τὸ γνωστόν· τὰ δὲ εἰδοπεποιημένα τέλεια καὶ ὁ συστοίχως τούτοις ἐπιβάλλων νοῦς, ἀλλ' οὐ τελειότητες ἀλλὰ κατὰ μέθεξιν τῆς τελειότητος. ἡ δὲ κλάσις δηλοῖ τὴν μέθεξιν. καὶ γὰρ ὁ ἰατρὸς οἷον καμφθεῖσά ἐστιν ἰατρικὴ διὰ τὴν κατὰ ἰατρικὴν μὲν δευτέραν δὲ ὑπόστασιν καὶ ἐκβεβηκυῖαν, διὰ τὸ τὸ ἐν τῷ μετέχειν ὂν ὅπερ ἐστὶν ἕτερον εἶναι τοῦ μετεχομένου, καίτοι κατ' αὐτὸ ὄν. καὶ ἡ κλασθεῖσα δὲ εὐθεῖα, τουτέστιν ἡ καμφθεῖσα, ὡς γωνίαν ποιεῖν, ἀπὸ μὲν τῆς ἐκτεταμένης γέγονεν, ἐκβᾶσα δὲ τὸ ἁπλοῦν καὶ οἷον εἰς μερισμὸν ὑποβᾶσα. ταῦτα ἐν τούτοις περὶ τοῦ τελείου ἐν τῇ προόδῳ φιλοσοφεῖ νοῦ ὁ Ἀριστοτέλης, πρὸ πάντων ἡμᾶς ὑπομιμνήσκων αὐτὸ τοῦτο, ὅτι ἕτερον τὸ εἰδοπεποιημένον τοῦ εἴδους. τὸ μὲν οὖν μέγεθος καὶ ἡ σὰρξ καὶ τὸ ὕδωρ εἰδοπεποιημένα, τὸ δὲ εἶναι τούτων ἑκάστου τὸ ἑκάστου εἶδος· ἐν γὰρ τῷ τί ἦν εἶναι τὸ εἶδος εἴωθεν ὁρίζεσθαι, ἐπειδὴ κατ' αὐτὸ καὶ τοῖς εἰδοπεποιημένοις τὸ εἶναι. ἐφ' ὧν οὖν τὸ εἶδος οὐ μένει αὐτὸ καὶ ἑαυτοῦ ὄν, ἀλλ' ἑτέρου ἐστὶν ὁριστικόν, ἐπὶ τούτων ἕτερόν ἐστιν αὐτό, τουτέστι τὸ ὁριζόμενον, καὶ τὸ εἶναι αὐτῷ, ὅπερ ἐστὶν ὁ ὅρος καθ' ὃν ὁρίζεται. ἐφ' ὧν δὲ τὸ εἶδος ἄυλον καὶ καθ' ἑαυτὸ μένον καὶ οὐχ ἑτέρου ὅρος, ἐπὶ τούτων ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, οἷον σὰρξ καὶ τὸ σαρκὶ εἶναι, οὐκ ἀληθὲς παράδειγμα εἰληφώς (ἐπάγει γοῦν ὡς ἔνυλον ἡ σὰρξ καὶ ὡς τὸ σιμόν ἐστιν), ἀλλ' ὅτι οὕτως ἔχει τὸ ἄυλον ἐνδεικνύμενος. ἀλλὰ πῶς λέγεται τόδε ἐν τῷδε ἡ σὰρξ καὶ τὸ σιμὸν καὶ ἁπλῶς εἰπεῖν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, [232] εἴ γε τὸ μὲν τόδε τοῦ εἴδους, τὸ δὲ ἐν τῷδε ἢ τῆς ἐν ὕλῃ τοῦ εἴδους φύσεως ἢ καὶ τῆς ὁποιασοῦν εἰς ἕτερον ὡς εἰς ὁριζόμενον κατ' αὐτὸ σχέσεως; οὐ γὰρ ταὐτὸν τὸ εἰδοποιούμενον τῷ ἐν ἑτέρῳ εἴδει· τοῦτο μὲν γὰρ ὅρος, εἰ καὶ ἄλλου, ἐκεῖνο δὲ ὁριζόμενον, κἂν ᾖ ἄυλον ὡς τὸ οὐράνιον σῶμα. οὐ ταὐτὸν μὲν οὖν τὸ σιμὸν τῇ ἐν ῥινὶ κοιλότητι οὐδὲ τὸ ζῷον τῇ ἐν σώματι ζωῇ, ὡς οὐδὲ ὁ ἰατρὸς τῇ ἰατρικῇ τῇ ἐν ἀνθρώπῳ. ἐκ δὲ τῶν στοιχειωδῶν καὶ προσεχῶν ἐπιστημονικῶς γνωρίζεται αἰτίων· ἐκ γὰρ τοῦ ὁριστικοῦ αὐτοῦ εἴδους καὶ τῆς τούτου δεκτικῆς ὕλης. τὸ οὖν τόδε ἐν τῷδε οὐ τὸ σύνθετον ἀλλὰ τὰ αἴτια τοῦ συνθέτου δηλοῖ· ἡ γὰρ τοῦ εἴδους ἐν τῇ ὕλῃ θέσις τὸ σύνθετον ἀποτελεῖ.
Ἐπειδὴ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνειν ἔφη τό τε μέγεθος καὶ τὸ μεγέθει εἶναι, διακρίνει τίνα μὲν ἄλλῳ τίνα δὲ ἄλλως ἔχοντι. ὅσα μὲν γὰρ αἰσθητά, οἷον ποιότητες χρώματα σχήματα καὶ μεγέθη καὶ ὡς αὐτὸς ἔφη, ὧν λόγος τις ἡ σάρξ (τουτέστιν ὧν αἰτία ἡ προσεχὴς ἡ ὁριζομένη οὐσία· πολλαχοῦ γάρ, ὡς καὶ τῷ Πλάτωνι ἐν Γοργίᾳ καὶ ἐν Θεαιτήτῳ, οὕτω καὶ τῷ Ἀριστοτέλει ἀντὶ τῆς προσεχοῦς αἰτίας εἴληπται ὁ λόγος· προσεχὴς δὲ αἰτία τῶν συμβεβηκότων πάντων ἡ ὁριζομένη οὐσία, διότι ἐν αὐτῇ καὶ περὶ αὐτὴν καὶ ἐξ αὐτῆς ὑφίσταται· ἡ σὰρξ οὖν παρείληπται ἀντὶ πάσης τῆς ὁριζομένης οὐσίας) τὰ μὲν οὖν αἰσθητὰ τῇ αἰσθήσει κρίνει ὁ νοῦς· συμβεβηκότα γὰρ καὶ μερικὰ τὰ αἰσθητὰ πάντα, ὧν συστοίχως ἀντιληπτικὴ ἡ αἴσθησις· ὁ δὲ νοῦς τῶν οὐσιῶν, διὸ ἐπὶ τούτων ἄλλῳ κρίνει· τῇ γὰρ αἰσθήσει ἄλλῃ οὔσῃ παρὰ τὸν νοῦν. ὅ γε μὴν τῆς ὁριζομένης οὐσίας κριτικὸς νοῦς ὢν πάντως, ἐπειδὴ καὶ τὸν λόγον νοῦν αὐτῷ δέδοκται καλεῖν, ὡς προείρηται, οὐκ ἄλλῳ τοὺς ὅρους κρίνει, ἀλλ' ἑαυτῷ μὲν ἄλλως δὲ ἔχοντι κρίνει, ἕως ἂν τῷ προελθόντι καὶ τελεωθέντι ἐν ἡμῖν νῷ καὶ τὰ εἴδη θεωρῶμεν· ἐπεὶ ἀναδραμοῦσα εἰς τὴν ἑαυτῆς οὐσίαν ἡ ψυχὴ καὶ κατὰ τὴν τελείαν ἑστῶσα ἐνέργειαν καὶ τοῖς εἴδεσιν ἑνιζομένη καὶ χωριζομένη πάντῃ ἀπὸ τῆς τῶν δευτέρων προβολῆς ἑτέρα ἐστὶ τῆς ἔξω προϊούσης ζωῆς. διὸ ἐνταῦθα ὀρθῶς πρόσκειται τὸ ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει. ἄλλῳ μὲν γάρ, ὅταν χωριστῷ, τουτέστι τῇ χωριζομένῃ θεωρίᾳ ἀπὸ τῶν ἔξω προβαλλομένων καὶ εἰς ἕξεις καὶ δυνάμεις προϊουσῶν ἐνεργειῶν, κρίνει τὰ εἴδη· εἰ μὴ ἄρα καὶ τότε οὐκ ἄλλῳ ἀλλὰ τῷ αὐτῷ ἑτέρως ἔχοντι, διὰ τὸ μίαν εἶναι τὴν ὅλην ψυχήν, τήν τε μένουσαν καὶ προϊοῦσαν. ὡμολογημένως δὲ τῷ αὐτῷ μὲν ἄλλως δὲ ἔχοντι, ὅταν ὁ προελθὼν νοῦς καὶ τὰς ὁριζομένας γινώσκῃ οὐσίας καὶ τὰ εἴδη καθ' αὑτὸν ὁρίζηται, οὕτως ἔχοντι ἄλλως, ὡς ἔχει ἡ εὐθεῖα πρὸς τὴν κεκλασμένην. καὶ γὰρ ἡ κεκλασμένη, [233] ὡς ἤδη διωρίσαμεν, τὴν τῶν εἰδοπεποιημένων σύστοιχον δηλοῖ γνῶσιν, ἡ δὲ ἐκταθεῖσα ὡς ὀρθὴ καὶ ἀκαμπὴς τῆς τῶν ὅρων καὶ τελειοτήτων γνώσεως εἴληπται σύμβολον δι' ἃς ἀνωτέρω ἔφαμεν αἰτίας.
Ἐν ἀφαιρέσει ὄντα τὰ μαθηματικὰ εἴωθε δοξάζειν τε καὶ λέγειν, οὐχ ὡς οἱ Πυθαγόρειοι ζητῶν τοὺς προβλητικοὺς τῶν ἐν τῇ φαντασίᾳ μαθηματικῶν τύπων λόγους, οὐσιώδεις ὄντας ἐν τῇ σωματοειδεῖ τῆς ψυχῆς ζωῇ, ἀλλ' ἐν αὐτοῖς τοῖς φανταστικοῖς τύποις τὰ μαθήματα εἶναι λέγων, περὶ οὓς καὶ κατὰ ἀλήθειαν τὴν πᾶσαν ποιοῦνται πραγματείαν οἱ μαθηματικοί. οἱ μὲν οὖν Πυθαγόρειοι, εἰς τοὺς προβλητικοὺς τῶν τύπων ζωτικοὺς ἀποβλέποντες λόγους, οὐσίας ἐτίθεντο τὰ μαθήματα· ὁ δὲ Ἀριστοτέλης τῶν τύπων ἀποφάσκει τὴν οὐσίαν καὶ ἐξ ἀφαιρέσεως ἐγγίνεσθαι λέγει τοὺς τύπους, ὡς κατὰ τὴν πρὸς τὰ αἰσθητὰ μίμησιν προσδεχομένης αὐτοὺς τῆς ψυχῆς· οὐ διότι μὴ κατ' οἰκείαν ἐνέργειαν καὶ τούτους ἡ ψυχὴ προβάλλεται (δηλοῖ δὲ ἡ εἰς τὸ ἀληθὲς καὶ ἀκριβὲς περιαγωγή· οὔτε γὰρ ἀληθῶς κυβικὸν τὸ αἰσθητὸν σχῆμα οὔτε ἀπλατὴς ἀκριβῶς ἡ εὐθεῖα ἡ φυσική, ἀλλ' ἡ μαθηματική. ἔνδοθεν μὲν οὖν καὶ οἱ τύποι, ἀλλ' οὐκ ἄνευ τῆς τῶν αἰσθητῶν γνώσεως τὴν προβολὴν αὐτῶν τῆς ψυχῆς ποιουμένης, ὡς οὐδὲ τῶν κρειττόνων ἐπιστητῶν ἢ νοητῶν)· ἀλλὰ διὰ τὴν τῶν φανταστῶν πρὸς τὰ αἰσθητὰ πλείστην ὁμοιότητα τὸ τῆς ἀφαιρέσεως χώραν ἔσχεν ἰδίως ἐπὶ τῶν φανταστῶν, ὡς οἷον τῶν αὐτῶν ὄντων τοῖς αἰσθητοῖς χωρὶς τῆς φυσικῆς οὐσίας, ἐπεὶ καὶ ὁ ἐν φαντασίᾳ τύπος οὐχ ὡς τὸ εἶδος ἀλλ' ὡς τὸ εἰδοπεποιημένον· ἀμέριστον γὰρ καὶ ἀδιαίρετον πᾶν εἶδος, ἐν διαστάσει δὲ τὰ μεγέθη καὶ οἱ ἀριθμοὶ ἐν διαιρέσει. ὀρθῶς ἄρα καὶ τὸ εὐθὺ ὡς τὸ σιμὸν λέγεται διὰ τὴν συνέχειαν καὶ τὴν διάστασιν, τῷ μηδὲ εἶδος καὶ τὸ τί ἦν εἶναι, ὅπερ ἐστὶ τὸ εὐθεῖ εἶναι, ἄλλο παρὰ τὸ εὐθύ. ὁ δὲ φιλόσοφος ὑποθετικῶς εἰ ἔστιν ἕτερον ἔφη, ὅτι μὴ νῦν ἐπεξεργάζεσθαι ταῦτα προτίθεται, ἐπεὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐπεξειργάσατο καὶ ἀπεφήνατο. καὶ νῦν δὲ ὑπέμνησεν εἰπὼν ἔστω γὰρ δυάς, τὸ εὐθὺ δηλαδή. μονὰς μὲν γὰρ τὸ εὐθεῖ εἶναι διὰ τὸ ἀδιαιρέτως ἕν, δυὰς δὲ τὸ εὐθὺ οὐχ ὡς δύο (ἓν γὰρ καὶ αὐτό), ἀλλὰ συνεχὲς καὶ διαιρετὸν καὶ ταύτῃ δυαδικόν. καὶ τὰ μαθηματικὰ οὖν ἡ ψυχὴ ἑτέρῳ ἢ ἑτέρως ἔχοντι κρίνει, ὡς ἐπὶ τῶν ὁριζομένων ἑρμηνεύεται ἱκανῶς.
Οὐ περὶ πάντα νοῦν· οὔτε γὰρ περὶ τὸν ἐξῃρημένον τῆς ψυχῆς νοῦν [234] οὔτε περὶ τὸν ἐν τῇ ψυχῇ ἐκείνῳ συμφυῶς ἑνιζόμενον· οὐ γὰρ ἐξίστανται ἐκεῖνοι τῆς τῶν εἰδῶν γνώσεως· ἀλλὰ περὶ τὸν περὶ οὗ ὁ λόγος, τὸν ἐν τῇ προόδῳ τελειωθέντα συστοίχως τὰ πράγματα γινώσκοντα, ἵνα καὶ ὡς ὅρος διὰ τὴν τελειότητα τοῖς εἴδεσιν ἐπιβάλλῃ καὶ ὡς ὁριζόμενος διὰ τὴν ἔξω νεῦσιν τοῖς εἰδοποιουμένοις ὡς ἐκ τῶν εἰδῶν προελθοῦσι. νοεῖ δὲ ὁ τοιοῦτος νοῦς καὶ τὰ πάσης ὕλης χωριστά, ὡς τὴν ψυχικὴν οὐσίαν καὶ τὸν κρείττω νοῦν, καὶ τὰ πῇ χωριστά, ὡς τὰ μαθηματικὰ καὶ φυσικὰ εἴδη, οὐ πρὸς τὸ εἶναι ὑποκειμένου δεόμενα καὶ ταύτῃ ὄντα χωριστά, τῷ δὲ ἑτέρων εἶναι ὁριστικὰ ἀχώριστα αὐτῶν ὑπάρχοντα, καὶ πρός γε αὐτὰ τὰ εἰδοπεποιημένα, οὐκέτι ταῦτα τῆς ὕλης χωριστά· ἔοικε γὰρ ὕλην αὐτὴν νῦν καλεῖν τὴν ὁριζομένην οὐσίαν. ὡς οὖν ἔχει τὰ πράγματα κατὰ τὸ χωριστὸν ἢ ἀχώριστον τῆς ὕλης, οὕτω καὶ αἱ τοῦ νοῦ τούτου θεωρίαι (αὗται γὰρ περὶ τὸν νοῦν), ἢ τῶν πάντῃ χωριστῶν ἢ τῶν πῇ χωριστῶν ἢ τῶν ἀχωρίστων ἀντιλαμβανόμεναι. εἰ δὲ αἱ ἐνέργειαι αὐτοῦ τοιαῦται, δῆλον ὡς καὶ αὐτὸς οὔτε μόνον ἢ πάντῃ ἢ πῇ χωριστὸς οὔτε μόνον ἀχώριστος, ἀλλὰ καὶ πάντῃ χωριστὸς διὰ τὴν ἤδη πρὸς τὴν τῆς ψυχῆς οὐσίαν σύμφυσιν καὶ τὴν ἀπ' αὐτῆς τελειότητα, καὶ ἔτι πῇ τε χωριστὸς καὶ αὖ ἀχώριστος διὰ τὴν ἔξω τάσιν πρός τε τὰ ἄλλων ὁριστικὰ εἴδη, καὶ πρὸς τὰ ὁριζόμενα κατ' αὐτά.
Συμπληρώσας τὴν περὶ τοῦ προϊόντος διττοῦ νοῦ θεωρίαν ἢ δύο ὄντων, κατὰ τὸ ἀτελὲς καὶ τέλειον διακρινομένων καὶ κατὰ τὸ διττὸν δυνάμει καὶ κατὰ τὸ ἢ ὅλον ταῖς δευτέραις συμπλέκεσθαι ζωαῖς ἢ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν οὐσίαν ἀνανεύειν, ἀφ' ἧς τελειοῦται, καὶ μέλλων ἐπὶ τὸν οὐσιώδη τῆς ψυχῆς ἀνατρέχειν νοῦν, δύο περὶ τῶν προειρημένων νῶν ἐκτίθεται ἀπορίας, ὧν ἡ πρώτη μάλιστα τῷ ἀτελεῖ προσήκει, ἧττον δὲ τῷ ἤδη τελείῳ, ἡ δὲ δευτέρα ἀνάπαλιν. δι' ἀμφοῖν δὲ κοινωνίαν τινὰ τῶν εἰρημένων πρὸς τὸν ῥηθησόμενον παραδίδωσι, τοῦ μὲν πορρώτερον τοῦ δὲ πλησιαίτερον. καὶ γὰρ ὁ ἔσχατος καὶ ὑλικὸς κοινόν τι ἔχειν πρὸς τὸν ποιοῦντα ὡς πεφυκὼς τελειοῦσθαι δείκνυται, καὶ ὁ κατὰ τὴν ἕξιν τέλειος μειζόνως κοινωνεῖ πρὸς τὸν ἀφ' ἑαυτοῦ τέλειον τῷ καὶ αὐτὸς εἶναι νοητὸς καὶ ἄυλος, ἐπειδὴ ἐν τοῖς ἀύλοις τὸ νοητὸν νοεῖ. τίς οὖν ἡ πρώτη ἀπορία καὶ πόθεν ὡρμημένη; ἐκ τοῦ κατ' ἐνέργειαν καὶ ὑπὲρ ψυχὴν νοῦ. ἐκεῖνος γὰρ ἀπαθὴς ὡς ὑπ' οὐδενὸς πάσχων, καὶ ἀμιγὴς πρὸς τὰ δεύτερα, νοούμενα καὶ αὐτὰ κατὰ τὴν αἰτιώδη αὐτῶν πρόληψιν, ἀλλ' οὐ συστοίχως αὐτοῖς· διὸ οὐδὲ ἔχει τι κοινὸν κατὰ τὴν ὁμοταγῆ κοινωνίαν, ἐπεὶ κατὰ τὴν αἰτιώδη τῶν αἰτιατῶν πρόληψιν ἡ ἐξῃρημένη ἐν τοῖς πρώτοις πρὸς τὰ δεύτερα ὑπάρχει κοινωνία. [235] πῶς οὖν ἡμεῖς τὸ νοεῖν ἐν τῷ πάσχειν ἐτιθέμεθα καὶ ἐν τῇ κατὰ μῖξιν κοινωνίᾳ, ἵνα καὶ συστοίχως ᾖ πως ἡ κοινωνία ὡς ἐπὶ τῶν ποιούντων καὶ πασχόντων; τὰ γὰρ ἐξῃρημένα καὶ ὑπερφυῆ αἴτια ὑποστατικὰ μὲν πάντων, οὐ ποιητικὰ δὲ ὑπ' Ἀριστοτέλους λέγεται, ὅτι μὴ γενέσεως ἄρχει προσεχῶς. πρὸς γὰρ τὸ γινόμενον τὸ ποιοῦν, ἀλλ' οὐσίας καὶ τοῦ εἶναι πᾶσιν ἐκεῖνα αἴτια. ἡ τοίνυν ἀπορία, πῶς ἐν τῷ πάσχειν τὸ νοεῖν, ἀπαθοῦς ὄντος τοῦ νοῦ, ὡς καὶ τῷ Ἀναξαγόρᾳ δοκεῖ. πῶς δὲ οὐχ ἕξει τι κοινὸν πρὸς τὰ ποιοῦντα, εἰ πάσχει· κατὰ κοινὸν γάρ τι τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καίτοι ἀμιγοῦς ὄντος καὶ μηδενὶ μηδὲν ἔχοντος κοινὸν τοῦ νοῦ. τοιαύτη μὲν ἡ πρώτη ἀπορία. ἐπάγει δὲ καὶ ἑτέραν γράφων ὧδέ πῃ·
Αὕτη ἡ ἀπορία προσήκει μὲν καὶ τῷ ἀτελεῖ νῷ, ὡς δυναμένῳ καὶ αὐτῷ ἑαυτὸν νοεῖν κατὰ τὸ πρῶτον δυνάμει, ἐναργέστερον δὲ ἐπὶ τοῦ ἤδη τελειωθέντος, περὶ οὗ σαφῶς εἴρηται "καὶ αὐτὸς δὲ ἑαυτὸν τότε δύναται νοεῖν", κατὰ τὸ δεύτερον δυνάμει δηλαδή. τὸ δὲ νοεῖν ἑαυτὸ δυνάμενον δῆλον ὡς οὐ μόνον ἔσται νοοῦν ἀλλὰ καὶ νοούμενον, καὶ νοῦς ἅμα καὶ νοητόν. καὶ δῆλον ὡς καὶ τῷ οὐσιώδει τῆς ψυχῆς καὶ πρός γε τῷ κρείττονι ψυχῆς ἀφομοιοῦται ταύτῃ, ὡς εἰς τὸ ἄυλον περιαγόμενος διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν ἕνωσιν. διὸ καὶ ἡ ἀπορία κοινὴ πρὸς τὸ ἁπλοῦν καὶ ἀμιγὲς ἐνισταμένη τοῦ νοῦ. εἰ γὰρ τὸ μὲν νοητὸν καὶ τοῖς ἄλλοις ὑπάρχει τοῖς τε φυσικοῖς εἴδεσι καὶ ἁπλῶς ταῖς φυσικαῖς οὐσίαις, νοῦς δὲ οὐχ ὑπάρχει πάσαις, οὐ ταὐτὸν ἂν εἴη τῷ εἴδει τουτέστι τῷ λόγῳ νοῦς τε καὶ νοητόν, κἂν τῷ ὑποκειμένῳ συντρέχῃ ποτέ. ἐφ' ὧν οὖν συντρέχει, ἐπειδὴ οὐχ ᾗ νοῦς ἐστι νοητός, κατ' ἄλλο τι κοινὸν καὶ τοῖς ἄλλοις ἰδίωμα ἕξει τὸ νοητόν. οὔτε ἄρα ἁπλοῦς οὔτε ἀμιγὴς ἔσται πρὸς ἄλλα ὁ νοῦς· μεμιγμένον γάρ τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τὰ ἄλλα· τὸ μὲν μεμιγμένον διὰ τὴν τοῦ νοητοῦ πρόσθεσιν τῇ ἰδιότητι διαλλάττοντος τοῦ νοῦ, τὸ δὲ ὥσπερ τὰ ἄλλα πρόσκειται ἐπιτεῖνον τὴν ἀπορίαν διὰ τὴν πρὸς αὐτὰ τοῦ νοῦ κοινωνίαν, καίτοι μεριστὰ καὶ ἔνυλα ὄντα. τοιαῦτα γὰρ τὰ ἄλλα.
Ἀναλαμβάνει διὰ τούτων τὴν προτέραν ἀπορίαν, καὶ σώζων τὴν οἰκείαν ὑπόθεσιν, ‹τὸ› τῷ πάσχειν νοεῖν τὸν ἔξω ἀφ' ἑαυτοῦ προϊόντα νοῦν, καὶ κοινόν [236] τι πρὸς τὰ νοητὰ τοῦτον ἔχειν ὁμολογῶν· καὶ τὸν ἔτι ἀτελῆ οὐ παντελῶς ὅμως ἀπεσπάσθαι ἐνδείκνυται τοῦ κατ' ἐνέργειαν νοῦ αὐτῷ τε τῷ πεφυκέναι νοεῖν καὶ τῷ δεκτικῷ τῶν νοητῶν εἰδῶν, ἐκ τῶν ὑπερτέρων δηλαδὴ πληρούμενον εἰδῶν· ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος, ὡς αὐτὸς ἐρεῖ. εἰ δὲ καὶ αὐτενεργήτως ὑπὸ τοῦ κρείττονος τελειοῦται, ὡς αὐτὴ δηλοῖ ἡ νόησις καθαρὰ οὖσα ἐνέργεια, πῶς οὐχὶ μειζόνως τῷ καθαρῷ συμφύεται νῷ, καὶ ἔτι μειζόνως ὁ προϊὼν μὲν τελειωθεὶς δὲ καὶ ἤδη δυνάμενος δι' ἑαυτοῦ ἐνεργεῖν κατὰ τὸ δεύτερον δυνάμει. ὁ μὲν οὖν σκοπὸς πρώτην λεγομένων ἀπορίαν οὗτος· τὴν δὲ λέξιν σκεπτέον. τὸ πάσχειν, φησί, κατὰ κοινὸν διῄρηται πρότερον, διότι ἔστι τις τῷ πάσχοντι ὁπωσοῦν πρὸς τὸ ποιοῦν κοινωνία, ὅτι δυνάμει εἶναι ἀνάγκη, ὅπερ ἐνεργείᾳ τὸ ποιοῦν. διὸ καὶ δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς, οὗτος δηλαδὴ ὁ τῷ πάσχειν νοῶν καὶ ὁ ἔτι ἀτελής. καὶ οὗτος δὲ δυνάμει πως ἀλλ' οὐχ ἁπλῶς, ὡς ἡ ὕλη, διὰ τὴν αὐτενέργητον τοῦ νοῦ ὑπὸ τῶν νοητῶν τελειότητα καὶ διὰ τὸ μὴ δύο μόνον, ἀλλὰ καὶ ἕνα πως τόν τε μένοντα καὶ προϊόντα εἶναι νοῦν, καὶ ταύτῃ καὶ ἐνεργείᾳ πως ὄντα, ὡς δὲ προϊόντα καὶ ἀφιστάμενον ἑαυτοῦ καὶ ἔτι ἀτελῆ δυνάμει καὶ ἐντελεχείᾳ οὐδὲν πρὶν νοεῖν, πρὶν καὶ ἱκανὸν γενέσθαι δι' ἑαυτοῦ νοεῖν. καὶ οὗτος ὁ τῷ ἀγράφῳ ἀπεικαζόμενος γραμματείῳ· καὶ γὰρ τοῦτο, ἐπιτήδειον ὂν πρὸς τὸ ἐγγράφεσθαι, οὔπω ἐγγέγραπται. τοσοῦτον γὰρ ἀπὸ τῆς οἰκείας οὐσίας εἰς τὸ ἔξω ῥέουσα ἡμῶν ἡ ψυχή, ὡς εἰς ἀμαθίαν καὶ ἄγνοιαν ἑαυτῆς τε καὶ πάσης εἰδητικῆς οὐσίας ὑποφέρεσθαι, τῆς ὡς ὑφ' ἑτέρου δεῖται τελειώσεως· ὑφ' ἑαυτῆς μὲν γάρ, ἀλλ' ὡς ὑφ' ἑτέρας, διότι ἑαυτῆς καὶ τῆς οἰκείας ἐξέστη οὐσίας. τελειοῦται γοῦν ἐπιστραφεῖσα πρὸς τοὺς ἐν αὐτῇ οὐσιώδεις λόγους, κατ' αὐτοὺς ζητοῦσά τε καὶ εὑρίσκουσα τὴν τῶν ὄντων ἀλήθειαν, ἐγειρομένους εἰς θεωρίαν καὶ τελειοῦντας τὸ ἔξω προϊὸν ἑαυτῆς. διὸ καὶ τελειωθεὶς ὁ προελθὼν νοῦς κατὰ τὸ ἐγγεγράφθαι καὶ οἷον ἐπικτήτως καὶ ἑτέρωθεν· ὑπὸ γὰρ τῆς οὐσιώδους ἐνεργείας τετελείωται. ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ, τοῦ περὶ οὗ ὁ λόγος, τοῦ ῥυέντος δηλαδὴ καὶ ἢ ἔτι ἀτελοῦς ἢ καθ' ἕξιν καὶ προβολὴν τελειουμένου· μόνος γὰρ ὁ οὐσιώδης κατ' ἐνέργειαν καθαρὰν καὶ μένων ἐν ἑαυτῷ καὶ ἀφ' ἑαυτοῦ ἐστι τέλειος.
Τὴν δευτέραν ἐφεξῆς διακρίνει ἀπορίαν. αὐτὸ γὰρ τοῦτο νοῦ ἴδιόν ἐστι τὸ ἑαυτὸν νοεῖν ἢ δύνασθαι νοεῖν. διὸ νοητὸς καὶ ὁ ἔτι ἀτελὴς ὡς δυνάμει νοητὸς κατὰ τὸ πρῶτον δυνάμει, καὶ ὁ τελειωθεὶς κρειττόνως νοητὸς κατὰ τὸ δεύτερον δυνάμει, καὶ δι' ἑαυτοῦ νοεῖν ἑαυτὸν ἱκανός, καὶ ὡς ἤδη τέλειος καὶ ὡς παρισούμενος τῷ οὐσιώδει νῷ καὶ πλησιάζων αὐτῷ ἐνεργείᾳ ὄντι νῷ· εἰ γὰρ καὶ δυνάμει καὶ ὁ τελειωθεὶς νοῦς, ἀλλὰ κατὰ τὸ δεύτερον δυνάμει. ἀλλ' εἰ νοητὸς καὶ ὁ νοῦς ὥσπερ τὰ νοητά, νοητὰ δὲ καὶ τὰ [237] ἔνυλα ἤδη, ἕξει τέ τι κοινὸν πρὸς αὐτὰ καὶ οὐκ ἔσται ἀμιγὴς πρὸς αὐτά· καὶ οὐχ ἁπλοῦς ὑπάρξει, εἴ γε ἕτερον τὸ νοητὸν τῷ εἴδει τοῦ νοῦ, ὡς δηλοῖ τὸ νοητὸν μὲν ὑπάρχον τοῖς ἐνύλοις, οὐχὶ δὲ ὁ νοῦς· τὰ γὰρ καὶ τῷ λόγῳ ταὐτὰ συντρέχειν ἀεὶ ἀνάγκη. τὴν δὴ πρὸς ταῦτα τοῦ φιλοσόφου ὅρα ἀπάντησιν. ἐπὶ μὲν τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστί, φησι, τὸ νοοῦν καὶ τὸ νοούμενον, τῷ αἰτιολογικῷ συνδέσμῳ τῷ γὰρ χρησάμενος τὴν αἰτίαν ἀποδιδούς, δι' ἣν νοητός ἐστιν ὁ νοῦς· ἄυλος γὰρ ἅπας, καὶ εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, καὶ ἐπιστρέφων πρὸς ἑαυτόν, ὅπου γε καὶ τῇ δόξῃ, ἐσχάτῳ οὔσῃ τῆς ψυχῆς λόγῳ, πίστις ἕπεται πάντως, ἡ ὡς ἐπὶ ἀληθεῖ οὔσῃ συγκατάθεσις, κατὰ τὴν τῆς δόξης πρὸς ἑαυτὴν ἐπιτελουμένη ἐπιστροφήν, κρινούσης ὡς ἀληθῆ τὴν ἑαυτῆς περὶ τῶν πραγμάτων σύνεσιν. ἐπεὶ οὖν ὁ νοῦς ἄυλος, πάντως καὶ νοητὸς ὡς ἑαυτὸν νοῶν· ἐν δὲ τῷ κατ' ἐνέργειαν νῷ καὶ εἴδει τὸ αὐτὸ τὸ νοοῦν καὶ τὸ νοούμενον, διότι πᾶσα γνωστικὴ ἐνέργεια τῷ γνωστῷ ὁρίζεται καὶ ἔστιν ὅπερ τὸ γνωστόν, ἤδη μὲν καὶ ἡ αἴσθησις, μειζόνως δὲ ἡ ἐπιστήμη. καὶ γὰρ ὅσῳ κρείττων ἡ γνῶσις, τοσούτῳ κρείττων καὶ ἡ πρὸς τὸ γνωστὸν αὐτῆς ἕνωσις· ἐπεὶ καὶ ἡ μὲν αἴσθησις προηγουμένως τῶν ἐν ὕλῃ κειμένων ἐστὶ γνωριστικὴ κατὰ τὰ ἐν αὐτῇ ἐκείνων εἴδη, ἀλλ' οὐ τῶν ἐν ἑαυτῇ ἐστιν εἰδῶν, διὸ οὐκ ἔστι κυρίως τὰ αἰσθητά· ἡ δὲ ἐπιστήμη προηγουμένως τῶν ἐν αὐτῇ ἐστιν εἰδῶν τε καὶ λόγων θεωρητική, ἵνα καὶ τὰ αἰτιατὰ ἐκ τῶν αἰτίων θεωρῇ. κἂν οὖν μεταβαίνῃ καὶ ἐπὶ τὴν σύστοιχον τῶν αἰτιατῶν γνῶσιν, ἀλλὰ κατὰ τὴν προηγουμένην αὐτῶν ἀντίληψιν τὴν κατὰ τὰ αἴτια ἐν αὐτῇ ὄντα ἡ αὐτή ἐστι τοῖς ἐπιστητοῖς· τοῖς γὰρ ἐν αὐτῇ, ἃ καὶ κυρίως καὶ πρώτως ἐστὶν ἐπιστητά. ἡ τοίνυν ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητόν, ὡς ἤδη θεωρούμενον ἀλλὰ μὴ δυνάμει ὂν ἔτι, τὸ αὐτό ἐστι, διότι εἰς ἑαυτὸν ὁ ἐπιστημονικὸς ἐπιστραφεὶς λόγος καὶ ἐν ἑαυτῷ τὸ ἐπιστητὸν ἔχων καὶ κατ' αὐτὸ ἐν τῷ ἐνεργεῖν ὁριζόμενος καὶ κατὰ τὸν τοῦ γνωστοῦ ὅρον ἵστησι τὴν γνῶσιν· ὡς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τοῦ τε κατ' ἐνέργειαν ἐπιστητοῦ καὶ τῆς κατ' ἐνέργειαν ἐπιστήμης, τὸν τοῦ ἐπιστητοῦ ὅρον. εἰπὼν δὲ ἐπὶ τῶν ἄνευ ὕλης τὸ αὐτὸ εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον ἐπήγαγεν ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητὸν τὸ αὐτό ἐστιν, ὡς ὃν ἤδη παραδέδωκεν νοῦν, τοῦτον εἶναι τὴν ἐπιστήμην βουλόμενος, δυνάμει μὲν τὸν ἀτελῆ, ἐνεργείᾳ δὲ τὸν τέλειον καὶ ἤδη θεωροῦντα. οὐ γὰρ ὡς παραδείγματι τοῦ νοῦ τῇ ἐπιστήμῃ χρῆται, ἀλλ' ὡς διασαφεστέρου ὀνόματος τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ, τὴν πρὸς ἄλληλα αὐτῶν δεικνὺς ταὐτότητα.
Οὐ πάντως τὸ ἄυλον νοητὸν καὶ ἀεὶ νοεῖ, οὐδὲ τοῦτο ἠξίωται, ἀλλὰ μόνον ταὐτὸν εἶναι τῷ νῷ τὸ νοητὸν ἐπὶ τῶν ἀύλων, ὡς καὶ ἐνεργείᾳ ὂν [238] νοούμενον ἐνεργείᾳ εἶναι νοοῦν, καὶ ἕως ἂν δυνάμει ᾖ νοητόν, δυνάμει καὶ νοοῦν ὑπάρχειν. ἄξιον δὲ οὐδὲν ἧττον τὴν αἰτίαν ἐπιζητεῖν, δι' ἣν ἔνια τῶν ἀύλων νοητῶν οὐκ ἀεὶ νοεῖ, ὅτε οὐδὲ ἐνεργείᾳ ἐστὶν ἑαυτοῖς νοητά. καὶ αἰτία δὲ ἡ διὰ τῶν μέσων ἀεὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα πρόοδος, ἵνα μηδὲν ᾖ κενόν· ἐπεὶ καὶ μείζονα εἶναι τὰ μέσα τῶν ἐσχάτων ἀνάγκη ὡς κρείττω καὶ ὡς πλησιάζοντα μᾶλλον τοῖς πρώτως οὖσι. μέση τοίνυν ἡ ἀνθρωπεία οὖσα ψυχή, μᾶλλον δὲ ὁ τῆς τοιαύτης ψυχῆς λόγος, ὃν νῦν προσαγορεύει νοῦν, τῶν τε ἀμερίστων καὶ μεριστῶν, καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ τῶν πάντῃ μεταβαλλόντων, τῶν τε πάντῃ ἑαυτῶν ὄντων καὶ τῶν ἐν ἑτέρῳ ὑπαρχόντων, ὡς τούτων μὲν ἐξῃρημένος ἐκείνων δὲ ἀπολειπόμενος, ᾗ μὲν ὑπερῆρται τῶν ἐν ἄλλῳ, καὶ αὐτὸς ἄυλός ἐστιν, ᾗ δὲ ἀπολείπεται τῶν ἄκρων καὶ ἐν ἑαυτοῖς ἀεὶ μενόντων οὐκ ἀεὶ νοεῖ ἢ νοεῖται εἰλικρινῶς. ἀλλ' ἐναργέστατα μὲν ἡ τῆς οὐσιώδους ἀφισταμένη νοήσεως ζωὴ τοῦ λόγου εἰς τὸ ἀτελὲς καὶ δυνάμει ὑποφέρεται· καὶ αὐτὴ δέ μοι δοκεῖ ἡ οὐσιώδης νόησις αὐτοῦ παραθραύεσθαι ἐν τῇ τῆς ἔξω προϊούσης ζωῆς προβολῇ, ἵνα καθ' ὅλην ἑαυτὴν τὴν μεσότητα διασώζῃ καὶ ἵνα καὶ αὐτὸ τοῦτο προβάλληται τὸν ἔξω προϊόντα καὶ ἵνα καὶ χωρίζηται, ὅπερ φησὶν ὁ Ἀριστοτέλης "χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν", οὐκ ἔχοντος χώραν τοῦ "χωρισθεὶς" ἐπὶ τοῦ ἀεὶ κεχωρισμένου. πῶς δ' ἂν καὶ ἀεὶ ὡσαύτως διαμένων ποτὲ μὲν ἀτελῆ τὸν ἀφ' ἑαυτοῦ προϊόντα ἀφίει, ποτὲ δὲ ἐτελείου, ποτὲ δὲ καὶ εἰς ἑαυτὸν συνήγαγεν; ἀλλὰ δῆλον ὡς καὶ ὁ οὐσιώδης τῆς ἡμετέρας ψυχῆς νοῦς οὔτε μένει εἰλικρινῶς ἐν τῇ πρὸς ἑαυτὸν ἀεὶ στροφῇ οὔτε μὴν πάντῃ ἀφίσταται ὡς ὁ παθητικός, ὅς ἐστιν ὁ ἔξω προϊών, ἵνα μὴ καὶ αὐτὸς ἑτέρου τοῦ τελειοῦντος δέηται. τοσοῦτον γὰρ ἐχάλασεν ὁ οὐσιώδης τὴν νόησιν, ὡς μὴ ἀκραιφνῶς μὲν νοεῖν, ἑαυτῷ δὲ ἱκανὸν εἶναι πρὸς τελείωσιν τὴν ἑαυτοῦ, τέως μέν, ὥστε τὸν ἔξω προϊόντα τελειοῦν, ἀκρότατα δὲ ἐν τῇ ἀποστάσει μὲν ἐκείνου, εἰς ἑαυτὸν δὲ παντελεῖ ἀναχωρήσει, ὅτε καὶ χωρισθεὶς ἔστιν ὅπερ ἐστίν. ἡ μὲν οὖν μεσότης αἰτία τοῦ μηδὲ τὸν οὐσιώδη νοῦν εἰλικρινῶς μένειν. νῦν δὲ ὁ λόγος τῷ φιλοσόφῳ τέως περὶ τοῦ προελθόντος, ὃς οὐκ ἀεὶ νοεῖ ἢ διὰ τὴν πολλὴν ῥύσιν ἀφιστάμενος τῆς τελειούσης οὐσίας, ὅλος δὲ γινόμενος αἰσθήσεων καὶ φαντασιῶν καὶ ἁπλῶς τῆς σωματοειδοῦς ζωῆς καὶ διὰ τοῦτο μένων ἀτελής, ἢ διὰ τό, κἂν ἤδη τέλειος ᾖ ὁ προελθών, παραποδίζεσθαι πρὸς τὴν θεωρίαν· τοῦτο μὲν καὶ διὰ τὸ πρακτικῶς ἐνεργεῖν παρὰ μέρος διὰ τὸν μερισμὸν πολὺν ἐν τῷ προϊόντι φαινόμενον, τοῦτο δὲ διὰ τὸ σῶμα καὶ τὰς ἔξωθεν προσπιπτούσας τύχας πολλὰς ἀσχολίας παρέχοντα, ἔτι δὲ διὰ τὰς ἀορίστως ἐγειρομένας ἔτι φαντασίας. περὶ δὲ τοῦ ἀύλου νοητοῦ εἰπὼν ὡς ταὐτὸν τῷ νῷ, πρὶν περὶ τοῦ ἐνύλου νοητοῦ διορίσαι, ἐν μέσῳ περὶ τοῦ ἐπιστημονικοῦ ἐπέστησε λόγου διὰ τὸ ‹μὴ› ἀεὶ νοεῖν, ἵνα συμπληρώσας τὸν περὶ τῶν ἀύλων νοητῶν λόγον οὕτως ἐπὶ τὸν περὶ τῶν ἐνύλων νοητῶν μετίοι.
[239]
Οὐχ ὡς ἑαυτῷ δυνάμενον γενέσθαι νοητόν (τοῦτο γὰρ ἐπ' ἐνίων ἀύλων μόνων ἐστὶ νοητῶν), οὐδὲ διότι ποτὲ ἄλλῳ δύναται γενέσθαι νοητόν. κἂν γὰρ ἀεὶ ὑπ' ἄλλου νοῆται καὶ μηδέποτε ὑφ' ἑαυτοῦ, δυνάμει ἐστίν, ὥσπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ἔχειν ζωὴν εἴρηται ὡς μὴ καθ' ἑαυτὸ μηδὲ ὑφ' ἑαυτοῦ ἀλλ' ἐπικτήτως ζῶν. νοητὸν δὴ καὶ τὸ ἔνυλον ἑτέρῳ ὂν ἀτελῶς ἐστι νοητόν· οὐ γὰρ ἱκανὸν αὐτὸ καθ' αὑτὸ νοεῖσθαι, εἰ μὴ τὸ νοοῦν ἐστιν, ἕτερον αὐτοῦ ὄν. ἀτελῶς οὖν ἔσται νοητόν, ἑτέρου πρὸς τὸ νοεῖσθαι δεόμενον, τοῦ δὲ ἀτελοῦς τὸ δυνάμει· ὡς ὁμώνυμόν πως εἶναι, ἢ ὡς τὰ ἀφ' ἑνὸς ἔχει, τὸ ἐπὶ τῶν ἀύλων νοητῶν καὶ τὸ ἐπὶ τῶν ἐνύλων.
Τοῖς ἐνύλοις δηλαδὴ νοητοῖς, οἷον τοῖς τε εἴδεσιν αὐτῶν καὶ ταῖς συνθέτοις οὐσίαις. καὶ τὴν αἰτίαν προστίθησι δι' ἣν οὐχ ὑπάρξει·
Ἄυλον εἶναι πάντα νοῦν ἀποφαινόμενος καὶ διὰ τοῦτο τοῖς ἐνύλοις μὴ ὑπάρχειν, δύναμιν δὲ τῶν ἐνύλων τυγχάνειν ὄντα ὡς τὸ δυνάμει αὐτῶν τελειοῦντα. καὶ γὰρ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἐν τῷ πάσχοντι μόνον ἀλλὰ καὶ ἐν τῷ ποιοῦντι τίθεται τὸ δυνάμει καὶ ἐν παντὶ αἰτίῳ τῷ ὁπωσοῦν πρὸς αἰτιατὸν δυνάμει ἐπιπλεκομένῳ καὶ τοῦ δυνάμει ἀποτελεστικῷ ἢ τελειωτικῷ. εἰκότως οὖν καὶ ὁ νοῦς δύναμις τῶν ἐνύλων δυνάμει ὄντων νοητῶν, ὡς αὐτοῦ τὸ δυνάμει ἐκείνων εἰς ἐνέργειαν ἄγοντος ἐν ἑαυτῷ. ὡς γὰρ ὁ μετρῶν περὶ τὸ μετρούμενον ἐνεργῶν οὐκ εἰς αὐτό τι δρᾷ, ἀλλὰ τὴν τοῦ ὅσον ἐκεῖνο γνῶσιν ἀφ' ἑαυτοῦ ἴσχει, οὕτω καὶ τὰ ἔνυλα νοῶν περὶ αὐτὰ μὲν ἐνεργεῖ, οὐκ εἰς αὐτὰ δέ τι δρῶν οὐδὲ πάσχων τι ὑπ' ἐκείνων, ἀλλὰ κατὰ τὰς ἐν αὐτῷ προληπτικὰς ἐκείνων αἰτίας τὴν γνωριστικὴν αὐτῶν προβαλλόμενος ἐνέργειαν.
Τοῖς νοῖς, ἐπειδὴ ἄυλοι πάντες, οὐχ ἑτέρου δὲ ἀλλ' ἑαυτοῦ καὶ αὐτὸ πᾶν τὸ ἄυλον. ἑαυτοῦ οὖν καὶ ὁ νοῦς, τὸ δὲ οὗ ὁ νοῦς νοητόν· ὥστε πάντως τοῖς νοῖς τὸ νοητὸν ὑπάρξει. καὶ ἐνταῦθα συμπληρώσας τὸν περὶ τῶν προϊόντων λόγον νῶν ἐπὶ τὸν προβαλλόμενον αὐτοὺς καὶ τελειοῦντα μέτεισιν.
[240]
Δοκεῖ μοι οὐδὲ ταῦτα ἢ περὶ τοῦ μετεχομένου νοῦ ὑπὸ ψυχῆς ἢ περὶ τοῦ καὶ τούτου κρείττονος, ἀλλὰ περὶ αὐτῆς ἡμῶν τῆς λογικῆς λέγεσθαι ψυχῆς· τοῦτο μὲν ἐπειδὴ περὶ ψυχῆς ἡ πραγματεία πᾶσα, τοῦτο δὲ διότι σαφῶς καὶ αὐτὸς ἐπιφέρει καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. καὶ τὰ ἐφεξῆς πάντα ῥητὰ ὑπομνήσομεν οὐκ ἐκβαίνοντα τὴν περὶ αὐτῆς θεωρίαν. διὸ καὶ νῦν ἐχόμενος τῶν προειρημένων μετὰ τὸν ἤδη παραδεδομένον διττὸν νοῦν, ἀποστάντα μὲν τῆς προηγουμένης τῶν ψυχῶν οὐσίας καὶ διὰ τοῦτο καὶ τῆς συμφυοῦς αὐτῇ ἐνεργείας, προϊόντα δὲ εἰς δευτέρας ζωὰς καὶ θεωρίας ἢ ἀτελεῖς ἢ τελείας μὲν κατὰ προβολὴν δὲ καὶ ὡς ἑτέροις τοῖς μένουσιν ἐν τῇ πρώτῃ οὐσίᾳ εἴδεσι τελειουμένας, θεωρεῖ νῦν τὸν κατ' αὐτὴν ἱστάμενον τὴν οὐσιώδη ἐνέργειαν νοῦν καὶ τὰ εἴδη νοοῦντα, οὐ τὰ προϊόντα, ἀλλὰ τὰ ἐν αὐτῇ τῇ οὐσίᾳ τῆς ψυχῆς μένοντα. ἡ μὲν γὰρ ἔξω ῥοπὴ εἰς μερισμόν τινα ὑποφερομένη (αὐτὸ γὰρ τοῦτο τὸ ἔξω ὁποιοσοῦν μερισμός) καὶ εἰς δευτέραν πρόεισι ζωὴν ἐν τῇ ψυχῇ, οὐκ οὖσαν ὅπερ ἡ πρώτη, καὶ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζει, οὐ τῆς πρώτης μόνης ἀλλὰ καὶ τῆς προβεβλημένης ζωῆς, ὡς μηκέτι οὐσίαν εἶναι τὴν ἐνέργειαν, ἀλλὰ μόνον ἐξῆφθαι οὐσίας, ὥσπερ ἡ εἰς τὴν ἀκροτάτην ἑαυτῆς οὐσίαν ἀναδρομὴ τῆς ψυχῆς καὶ ἡ ἐν ταύτῃ μονὴ ἑνίζει καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ διὰ τὴν εἴσω ὅλην στροφήν· τὸ γὰρ εἴσω τῆς ἀμερίστου συναγωγῆς δηλωτικόν. ἀλλὰ καὶ ἡ ἀκρότης τῆς ψυχῆς ἀμέσως συμπέφυκε τῇ ὑπὲρ αὐτὴν νοερᾷ οὐσίᾳ καὶ τοῖς ἐν αὐτῇ εἴδεσιν. ἀμέριστος δὲ πᾶσα ἡ ὑπὲρ ψυχὴν νοερὰ οὐσία· ὅθεν καὶ ἡ ἐνέργεια ὅπερ οὐσία καὶ ἡ οὐσία ἐνέργεια, οὐ τῇ ἰδιότητι δηλαδή, ἀλλὰ τῇ εἰς ἓν ἀμφοῖν ἀμερίστῳ συναγωγῇ. συμφυομένη τοίνυν τῷ ὑπὲρ αὐτὴν νῷ ἡ τῆς ψυχῆς ἀκρότης πολὺ τὸ ἀμέριστον ἔχει· καὶ διὰ τοῦτο δευτέρως καὶ ἡ ἐνέργεια αὐτῆς τῇ οὐσίᾳ ἑνίζεται. ὡς οὖν ἐπὶ τοῦ προελθόντος καὶ ἀτελοῦς ἔτι νοῦ ἡ ἐνέργεια αὐτοῦ τῇ αἰσθητικῇ ἀπεικάζετο, οὐχ ὡς ἡ αὐτὴ παντελῶς (καὶ τὸ διάφορον γοῦν ἐπεφέρετο), ἀλλὰ δι' αὐτὴν τὴν ἑτέρωθεν ἐν ἀμφοῖν πεῖσιν, οὕτω καὶ τὴν τοῦ ἀκροτάτου καὶ οὐσιώδους αὐτῆς νοῦ ἐνέργειαν ἀφομοιοῖ τῷ ὑπὲρ αὐτὴν νῷ, οὐχ ὡς ἀπαραλλάκτως τὴν αὐτήν· εὐθὺς γοῦν ἐπάγει καὶ τὸ διάφορον, εἴ γε ποτὲ μὲν ἐνεργεῖ οὗτος ποτὲ δὲ οὐχί, καὶ εἴ γε χωρισθείς ἐστιν οὗτος ὅπερ ἐστίν, ἐκεῖνος δὲ καὶ ἀεὶ ἐνεργεῖ καὶ ἀεί ἐστι χωριστός. εἰ μὲν οὖν παντελῶς ἡ αὐτὴ μένοι ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία, ἡ ἐνέργεια οὐχ ἡ αὐτὴ μένουσα οὐκ ἂν εἴη ὅπερ ἡ οὐσία, εἴ γε ὁτὲ μὲν νοεῖ, ὁτὲ δὲ οὐ νοεῖ. εἰ δὲ καὶ αὐτὴ ἡ ἄκρα αὐτῆς οὐσία οὐ μένει ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ εἰλικρινής, ἵνα καὶ ταύτῃ ᾖ μέση, ὡς καὶ τῷ Ἰαμβλίχῳ ἐν τῇ ἰδίᾳ Περὶ ψυχῆς πραγματείᾳ δοκεῖ, οὐ μεριστῶν μόνον καὶ ἀμερίστων, ἀλλὰ καὶ γενητῶν καὶ ἀγενήτων καὶ φθαρτῶν καὶ ἀφθάρτων, καὶ ἵνα καὶ αὐτὸ τοῦτο ὁτὲ μὲν [241] νοῇ ὁτὲ δὲ μή (ἀφ' ἑαυτῆς γὰρ ἐνεργοῦσα ἡ αὐτὴ ἀπαράλλακτος μένουσα καὶ ἐνήργει ἂν ὡσαύτως ἀεί, ἀλλ' οὐδ' ἂν ποτὲ μὲν προβαλλομένη δευτέρας ζωὰς καὶ ταύταις συμπλεκομένη ἐν τῇ συμπλοκῇ ἔμενεν αὐτῶν ἀχώριστος, ποτὲ δὲ ἐχωρίζετο· ἴσως γὰρ καὶ αὐτὸ τοῦτο ἐστὶν ὁ χωρισμός, ἡ τῆς οὐσίας ἀδιάφθορος εἰλικρίνεια, ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐμφαίνει γράφων "χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν", ὡς τῆς ἔτι τῶν δευτέρων ἀχωρίστου ζωῆς οὐκ οὔσης ὅπερ ἐστίν), εὔλογον ἄρα μᾶλλον δὲ ἀναγκαῖον οὐ τὴν ἐνέργειαν μόνην, ἀλλὰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς καὶ αὐτὴν τὴν ἀκροτάτην, τῆς ἡμετέρας φημί, διαφορεῖσθαί πως καὶ χαλᾶσθαι καὶ οἷον ὑφιζάνειν ἐν τῇ πρὸς τὰ δεύτερα νεύσει, οὐ παντελῶς ἑαυτῆς ἐξισταμένην (οὐδὲ γὰρ ἂν ἔμενεν ἔτι ψυχή), ἀλλὰ τὸ ἀκραιφνὲς οὐκέτι σώζουσα, ὡς ἅμα τὴν αὐτήν τε καὶ οὐ τὴν αὐτὴν φυλάττεσθαι, οὔτε τῆς ἑτερότητος αὐτὴν ἐξαλλαττούσης παντελῶς οὔτε τῆς ταὐτότητος καθαρᾶς καὶ ἀνεξαλλάκτου μενούσης, καὶ οὕτω μερισθεῖσα ὁπωσοῦν τῇ ἐξαλλαγῇ καὶ οὐ μείνασα ὅπερ ἦν, ὑπομένει καὶ τὸν τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας μερισμόν, ὡς καὶ ποτὲ μὴ ἐνεργεῖν. εἰς δὲ τὴν ἑαυτῆς εἰλικρινῶς ἀναδραμοῦσα οὐσίαν, ἀφιεῖσα μὲν πᾶσαν τὴν ἔξω προβολήν, τῇ δὲ πρὸς ἑαυτὴν ῥωσθεῖσα στροφῇ καὶ ἀναλαβοῦσα τὸ προσῆκον αὐτῇ μέτρον ἔστι τε ὅπερ ἐστὶ καὶ τῇ ἄκρᾳ εἰς ἑαυτὴν στροφῇ ἀμερῶς συναιρουμένη καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ ἑνοῖ. καὶ αὕτη μὲν ἡ ἀκροτάτη τῆς ψυχῆς τελειότης ἐν τῷ παντελεῖ τῶν δευτέρων ζωῶν χωρισμῷ· ἐν δὲ τῇ ἀχωρίστῳ πρὸς αὐτὰς συμπλοκῇ τελειοῦται καὶ ἔστι τελεία δευτέρως, καὶ ἡ ἤδη τελειοῦν τὴν προβληθεῖσαν ζωὴν ἱκανὴ εἴτε πρακτικῶς εἴτε θεωρητικῶς οὐκ οὖσα δηλαδὴ ἀτελὴς αὐτὴ ἐτελείου ἄν, ἀλλ' οὔπω κατὰ ἄκρα μέτρα τελεία, ὡς καὶ ἑαυτῆς εἶναι μόνης· κατὰ δὲ τά [τε] τῶν ἄλλων τελειωτικά, καθ' ἅ ἐστι, προάγει ἑαυτὴν καὶ ἄνεισιν εἰς τὴν ἄκραν ἑαυτῆς τελειότητα. ἄγε δὴ οὖν ἐπὶ τὴν λέξιν ἴωμεν.
Οὐ κοινότερον νῦν ἀντὶ πάσης οὐσίας εἴληπται ἡ φύσις (οὐ γὰρ ἐν πάσῃ οὐσίᾳ τὸ ποιεῖν καὶ πάσχειν, ἵνα καὶ ἐν πᾶσιν ἀνάλογον ᾖ τι τῇ ὕλῃ καὶ τῷ ποιοῦντι), ἀλλ' ἡ ἰδίως κινήσεως καὶ ἠρεμίας ἀρχὴ ὁρισθεῖσα. ἐν γὰρ τοῖς κατ' αὐτὴν ὑφισταμένοις καὶ τοῖς εἰς ταῦτα ῥέπουσι τὸ ποιεῖν καὶ πάσχειν ἥ τε ὕλη καὶ τὸ ποιοῦν, κυρίως μὲν ἐπὶ τῶν ἐν γενέσει, κατὰ ἀναλογίαν δὲ καὶ ἐπὶ τῶν οὐρανίων καὶ ἐπὶ τῆς ἡμετέρας ψυχῆς, ὅταν εἰς τὴν φύσιν προΐῃ (περὶ ἧς καὶ τῷ φυσικῷ ὁ λόγος), ὡς ὅταν γε ἐν ἑαυτῇ [242] καθαρῶς μένῃ, αὐτή τε μένει ὑπερφυὴς οὔτε ποιοῦσα ἢ πάσχουσα οὔτε ἔχουσά τι ἀνάλογον τῇ ὕλῃ οὔτε τῷ φυσικῷ οὖσα θεωρητή, ἀλλὰ τῷ περὶ τὰ μετὰ τὰ φυσικὰ φιλοσοφοῦντι, ὡς αὐτὸς ἐν τῇ Περὶ τῶν ζῴων μορίων εἴρηκεν. καὶ ἐν προοιμίοις παρατέθειται ἡμῖν τὸ ταῦτα δηλοῦν ῥητόν. ὅτε τοίνυν εἰς τὴν φύσιν ῥέψασα ἡ ἡμετέρα ψυχὴ προβάλλεται ἐν ἑαυτῇ δευτέρας ζωὰς καὶ ἀφ' ἑαυτῆς, οὐ μείνασα ἔτι ἀκραιφνὴς οἵα περ ἦν, τὸ μέν τι ἕξει παθητικὸν τὴν προϊοῦσαν ἔξω ζωήν, τὸ δὲ ποιητικὸν τὴν προάγουσαν. καὶ ὕλη μὲν ἐκείνη οὐχ ἁπλῶς (οὐδὲ γὰρ οἵα ἡ σωματοειδής), ἀλλ' ὡς αὐτὸς ἔφη τῷ γένει, τουτέστι κατὰ ἀναλογίαν· αἰτία δὲ τῷ ποιεῖν ἡ προάγουσα, ὡς εἰς ἕτερόν τι καὶ τοῦτο δυνάμει καὶ γινόμενον τὴν ἑαυτῆς ἐκτείνουσα ἐνέργειαν. καὶ γὰρ ἡ μὲν τῷ πάντα γίνεσθαι ἡ δὲ τῷ πάντα ποιεῖν, ὅσα δηλαδὴ ἐν τῇ νοητικῇ ψυχῇ τῇ ἔξω προϊούσῃ ἐγγίνεται εἴδη· ταῦτα μὲν γὰρ αὐτὴ πάσχει, ποιεῖ δὲ ἡ προβάλλουσα. καὶ εὖ τε τῷ μὲν ποιοῦντι τὴν τέχνην τῷ δὲ πάσχοντι τὴν ὕλην ἀφομοιοῖ, ἐπειδὴ τέχνη κυρίως ἡ περὶ τὰ ἔνυλά ἐστι ποιητικὴ κατὰ λόγον τῆς ψυχῆς ἕξις.
Ὁ τοιοῦτος ὁ ὡς ὕλη· πρὸς γὰρ τὸ ἔσχατον ἀποδίδοται· καὶ ὅπως ὡς ὕλη, ἐδήλωσεν, ὅτι τῷ πάντα γίγνεσθαι. ὁ δὲ τῷ πάντα ποιεῖν ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. ἐπειδὴ καὶ ἡ προάγουσα τὰς δευτέρας ζωὰς οὐσία τῆς ψυχῆς οὐκ ἔξω που ἐκτίθεται, ἀλλ' ἐν ἑαυτῇ ταύτας ἀναδέχεται καὶ οὐ μένει πάντῃ αὐτῶν κεχωρισμένη, ἀλλὰ καὶ αὐτὴ συμπλέκεται αὐταῖς καὶ ἐκείνων πως γίνεται, καλῶς ἕξει καὶ φωτὶ ταύτῃ ἀπεικάζεται, ὥσπερ διὰ τὸ ἐξῃρημένον τῇ τέχνῃ πρότερον. ἐν γὰρ τῷ ῥέπειν εἰς τὰ δεύτερα καὶ μένει πως ἐν ἑαυτῇ καὶ πρόεισιν ἀφ' ἑαυτῆς, ὡς ἤδη εἴρηται. ἡ μὲν οὖν τέχνη πρὸς τοῦ μονίμου καὶ χωριστοῦ μᾶλλον, τὸ δὲ φῶς καὶ ἡ ἕξις πρὸς τοῦ ἀχωρίστου καὶ συμπλεκομένου τοῖς δευτέροις· ἀχώριστον γὰρ καὶ τὸ φῶς τῶν φωτιζομένων καὶ ἡ ἕξις τῶν ἐχόντων. ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ ποιοῦσα ζωὴν καὶ ἐξῃρημένη πως ἅμα καὶ συμφυομένη ταῖς προϊούσαις, ὀρθῶς ἅμα τε ὡς τέχνη καὶ αὖ ὡς ἕξις καὶ φῶς ποιεῖν παραδίδοται. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἕξει αὐτὴν ἀφομοιώσας κατὰ τὴν πρὸς τὰ δεύτερα συμπλοκὴν ἐπήγαγεν οἷον τὸ φῶς, καὶ περὶ τοῦ φωτὸς ποιεῖται τὸν λοιπὸν λόγον, ἀλλ' οὐ περὶ ἕξεως ἁπλῶς, ἐπειδὴ ἡ μὲν ἕξις ποιότης τις μᾶλλον οὐδὲν προσήκουσα τῇ δυναμένῃ χωρίζεσθαι οὐσίᾳ, τὸ δὲ φῶς εἰ καὶ πάρεστι τῷ φωτιζομένῳ, ἀλλ' ὡς ἐντελέχεια καὶ χωριζομένη τοῦ νῦν δεξαμένου· καὶ εἰ ἐν τῇ ῥοπῇ δὲ συμπλέκεται ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς τῷ προϊόντι, ἀλλὰ χωρίζεταί ποτε καὶ καθ' ἑαυτὸν ὑφίσταται, ὡς καὶ αὐτὸς εὐθὺς ἐπάγει. ἀλλὰ τέως ὅπως φωτὶ ἀπεικάζεται τὸ ποιητικὸν τῆς ψυχῆς ἑρμηνεύει. τῷ [243] γὰρ τὰ χρώματα ἐνεργείᾳ μὲν ὄντα χρώματα δυνάμει δὲ ὁρατὰ παρὸν καὶ ἐνεργείᾳ αὐτὰ ὁρατὰ ἀπεργάζεσθαι ὁμοιότητα ἐμφαίνει πρὸς τὸν ἐνεργείᾳ τὰ ἐν τῷ παθητικῷ νῷ δυνάμει γνωστὰ ἀποτελοῦντα εἴδη, ἐνδεικνύμενος ἅμα καὶ ὅτι οὐδὲ ἐν τῷ παθητικῷ οὕτως ἦν δυνάμει ὡς πάντα ἀνύπαρκτα, ἀλλ' ὡς ὄντα μὲν ἄγνωστα δέ, καθάπερ καὶ τὰ τέως ἀφώτιστα χρώματα.
Τὸ χωριστὸν ἐπὶ τοῦ προκειμένου νῦν εἰς θεωρίαν νοῦ οὐ τὸ ἀεὶ κεχωρισμένον ἀκουστέον (ἐπάξει γοῦν περὶ αὐτοῦ "χωρισθεὶς δέ ἐστιν μόνον τοῦτο ὅπερ ἐστίν", ὡς ποτὲ χωριζομένου), ἀλλ' ὡς ποτὲ μὲν ἤδη κεχωρισμένου πάσης τῆς ἔξω τεινομένης ζωῆς ἢ παρεσκευασμένου πρὸς χωρισμόν· ἑκατέρως γὰρ καὶ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς καὶ τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ ὡς ἤδη πρὸς τὰ εἰλικρινῆ τοιαῦτα ἐπειγόμενός πως ἢ κατ' αὐτὰ ἑστώς. ἀλλὰ χωριστὸς μὲν οὐ πρὸς σῶμα μόνον οὐδὲ πρὸς μόνας τὰς σωματοειδεῖς λέγεται ζωάς, ἀλλὰ καὶ πρὸς τὰς λογικὰς τάς τε πρακτικὰς καὶ τὰς κατὰ προβολὴν θεωρητικὰς ἐν τῇ τούτων ἀποστάσει. ἀπαθὴς δὲ ὡς οὐχ ὑφ' ἑτέρου οὐδὲ δι' ἑτερότητος οὐδὲ κατὰ μέθεξιν, ἀλλ' αὐτὸς ὑφ' ἑαυτοῦ κατ' ἐνέργειαν ἢ τελειούμενος ἢ ἤδη ὢν τέλειος· καὶ γὰρ εἰ καὶ ὑπὸ τοῦ κρείττονος νοῦ, ἀλλ' οὐκ ἀποσπασθείς, συμφυεὶς δὲ αὐτῷ καὶ ἑνωθεὶς κατὰ τὴν ἄκραν ἑαυτοῦ οὐσίαν, ἵνα καὶ ἄριστα τῷ τελειοῦντι ἑνῶται καὶ ὅπερ τὸ τελειοῦν γινόμενος ἱκανὸς καὶ ἑαυτὸν ᾖ τελειοῦν. χωριστὸς μὲν οὖν ἔσται κατ' οὐσίαν τῶν ὧν μὴ δεῖται πρὸς τὸ εἶναι ἢ ἐνεργεῖν, κἂν ἔτι συναναφύρηταί πως αὐτοῖς, ὡς ῥοπῇ τινι αὐτὰ ὑφιστῶν. ἀμιγὴς δὲ ὁ μηδὲ ὁπωσοῦν συμπλεκόμενος ἢ ὁ πεφυκὼς καὶ σπεύδων πρὸς τοῦτο. τῇ δὲ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν στροφήν, οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀφιεῖσαν, ἵνα καὶ ἡ οὐσία ᾖ ἐνέργεια καὶ ἡ ἐνέργεια οὐσία. εἰ γὰρ καὶ ὁ προϊὼν νοῦς, ὅταν ἑαυτὸν νοῇ, ὁ αὐτός ἐστι τῷ νοητῷ, τουτέστιν ἑαυτῷ, καὶ τῇ οὐσίᾳ ἡ ἐνέργεια (ἡ γὰρ οὐσία ἦν νοητή, τὸ δὲ νοεῖν ἐνέργεια), πόσῳ μειζόνως ὁ μένων ὅλος ἐν ἑαυτῷ καὶ μηδὲ ἀφ' ἑαυτοῦ μηδὲ τῶν ὑπερτέρων ἐξιστάμενος. ὅθεν καὶ ποιητικόν ἐστι διὰ τὴν πρὸς τὰ ἄριστα ἕνωσιν τοῦ δι' ἑτερότητα προϊόντος καὶ ὡς ὑφ' ἑτέρου τελειουμένου καὶ διὰ τοῦτο πάσχοντος, καὶ ἀρχὴ ὡς αἰτία τελειωτικὴ τοῦ δυνάμει, ὅπερ ἡ ὕλη, τιμιωτέρα οὖσα δηλαδὴ ὡς κρείττων καὶ κρείττω διὰ τοῦτο ἴσχουσα καὶ τὴν ἕνωσιν. καὶ τί ἄν τις διαφέρειν εἴποι τοῦ ἀληθοῦς νοῦ, εἰ πρὸς τοῖς ἄλλοις εἴη καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια ὁ ψυχικὸς νοῦς; ἢ ὥσπερ ὁ παθητικὸς νοῦς ὁ ἔτι ἀτελὴς κατὰ τὴν ἀπάθειαν [244] καὶ τὴν δύναμιν παρεβάλλετο μὲν τῷ αἰσθητικῷ, ᾗ δὲ διέφερε διωρίζετο ὕστερον, οὕτω καὶ ἐπὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς νοῦ παραβαλλομένου μὲν πρὸς τὸν ὑπέρτερον κατηγορεῖ τὰ εἰρημένα, ὅσα πρώτως τῷ θειοτέρῳ προσήκει νῷ, διὰ δὲ τὴν πρὸς αὐτὸν σύμφυσιν καὶ τῷ οὐσιώδει τῆς ψυχῆς δευτέρως, τὸ δὲ διάφορον ἐφεξῆς ἐπιφέρεται. ἀλλὰ τέως ἐκείνοις ἐπιστήσωμεν· ἑνὶ μέν, τίνι διοίσει ὁ χωριστὸς οὗτος τῆς ψυχῆς νοῦς ὑμνούμενος, εἴπερ καὶ αὐτὸς πρόεισι, τοῦ προϊόντος· διὰ τί γὰρ μὴ εἷς ὁ καὶ μένων καὶ προϊών; ἑτέρῳ δέ, τί δή ποτε ὁ προελθὼν νοῦς οὐχὶ καὶ νοητός ἐστιν ὥσπερ νοῦς, εἴ γε τὸ νοητὸν τῷ νῷ πάντως ὑπάρχει, κἂν μὴ τῷ νοητῷ πάντως ὁ νοῦς. πῶς οὖν νοῦν μὲν αὐτὸν προσαγορεύει, οὐχὶ δὲ νοητὸν τίθεται, ἐπειδὴ καὶ ἐγγίνεσθαι αὐτῷ τὰ εἴδη βούλεται, ἅπερ ἐστὶ τὰ νοούμενα, ὡς νοῦν μὲν εἶναι καθ' αὑτόν, νοητὸν δὲ ἐπικτήτως; ἢ πρὸς μὲν τοῦτο ῥητέον καὶ ἤδη εἴρηται, ὡς ὁ προϊὼν ἔτι μὲν ἀτελὴς ὢν οὔτε νοῦς ἦν ἐνεργείᾳ οὔτε νοητός, ἑκάτερον δὲ δυνάμει καὶ πρὸς ἄμφω τελειούμενος ἑτέρωθεν ἐκ τοῦ οὐσιώδους· ὁ δὲ τελειωθεὶς καὶ νοῦς ἦν καὶ νοητὸς κατὰ τὸ δεύτερον δυνάμει, ὡς καὶ ἐνεργεῖν ποτε καὶ νοεῖν αὑτὸν δι' ἑαυτοῦ δυνατός, ἀλλὰ παθητικὸς ὢν διὰ τὴν ὑφ' ἑτέρου τελείωσιν. συμπρόεισιν οὖν τῷ νῷ καὶ τὸ σύστοιχον αὐτῷ νοητὸν καὶ ὁμοῦ τελειοῦται. ἀλλ' ὁ φιλόσοφος προκρίνων τῇ ἰδιότητι τὸ νοητὸν τοῦ νοῦ, εἴ γε τὸ μὲν οὐσίας ἐμφαντικόν, ὁ δὲ μᾶλλον ἐνεργείας, καὶ εἴ γε τὸ μὲν ἐφετόν ἐστι τῷ νῷ, ὁ δὲ ὡς πρὸς τέλος αὐτὸ ἵεται, εἰ καὶ τὸ τοῦ νοῦ ἐπὶ τοῦ ἀτελοῦς προσίεται ὄνομα, ἀλλ' οὔτε γε τὸ τοῦ νοητοῦ· τοῦτο δὲ μᾶλλον τοῖς μένουσι καὶ τελειοῦσιν ἀποδίδωσιν εἴδεσι καὶ τοῖς ἐν τῷ προελθόντι τελειωθεῖσιν, ἃ καὶ ἐγγράφεσθαι λέγει, οὐ τὰ ἀτελῆ καὶ δυνάμει, ἀλλὰ τὰ τέλεια καὶ ἐνεργείᾳ ἤδη. τὸ δὲ πρότερον τῶν εἰς ἐπίστασιν ἡμῖν ἤδη προτεθέντων ἱκανῶς, οἶμαι, καὶ πρότερον διήρθρωται. ἡ οὐσία ἡ ψυχικὴ μένει μὲν ἀκραιφνὴς ἐν τῇ καθαρᾷ πρὸς ἑαυτήν τε καὶ πρὸς τὰ ἄκρα ἑνώσει, ποτὲ δὲ ἐκλύουσα τὴν ἕνωσιν καὶ ἐξισταμένη ἑαυτῆς τῇ πρὸς τὰ δεύτερα ῥοπῇ μένει μέν, ἵνα καὶ ᾖ, οὐκέτι δὲ ἀκραιφνής, ὡς ἤδη καὶ δευτέρας ἀφ' ἑαυτῆς προβαλλομένη ζωάς, αὐτῇ τε τῇ τούτων προβολῇ μείνασα ἥτις ἦν καὶ ἔτι μᾶλλον τῇ πρὸς αὐτὰς ἐπικλίσει. οὐσία δὲ καὶ ἡ δευτέρα ζωή, ἐπεὶ καὶ ἡ ἐσχάτη· ἀλλ' ἐκείνη καὶ λογικὴ καὶ νοερὰ δυνάμει, δευτέρα δὲ ὅμως τῆς προαγούσης, ᾗ τὸ αἰτιατὸν τοῦ αἰτίου ὑφεῖται καὶ ᾗ τοῦ πῇ μένοντος τὸ προελθὸν ὅλον καὶ ᾗ τὸ κατὰ δύναμιν τελειούμενον καὶ ἑτέρωθεν τοῦ κατ' ἐνέργειαν καὶ ὑφ' ἑαυτοῦ. διὸ καὶ τοῦτο μὲν οὐδέποτε εἰς ἐσχάτην ἐκπίπτει ἀτέλειαν, ἀλλ' εἰς κεχαλασμένην τελειότητα· τὸ δὲ προϊὸν καὶ πάντῃ ποτὲ γίνεται ἀτελές. καλῶς ἄρα διττὸς ἡμῖν ὁ τῆς ψυχῆς παραδέδοται νοῦς, ὅ τε μένων καὶ ὁ προϊών, καὶ οὗτος ἢ ἀτελὴς ἢ τέλειος, καὶ ὁ μένων δὲ ἢ παντελῶς μένων ἢ πῇ. ἐπεὶ δὲ ταῦτα διήρθρωται, νῦν ὅπως τὸ διάφορον τοῦ κατὰ τὸ ἀκρότατον τῆς ψυχῆς οὐσιωμένου νοῦ πρὸς τὸν κρείττονα τόν τε μετεχόμενον καὶ τὸν ἀμέθεκτον παραδίδωσιν ὁ φιλόσοφος, ἐπειδὴ τὴν κοινωνίαν [245] ἐθεώρησε κατὰ τὸ χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγὲς καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν, ἐπακούσωμεν.
Ἐν οἷς πρώτην ἐνδείκνυται διαφορὰν τὸ μὴ μόνον εἶναι νοῦν τὴν ψυχικὴν ἀκρότητα, ἀλλὰ καὶ λόγον· λογικὴ γὰρ γνῶσις ἡ ἐπιστήμη. καλεῖ δὲ ἐπιστήμην νῦν, ὃν ἐκάλει νοῦν, τῇ οὐσίᾳ ὄντα ἐνέργειαν, καὶ τὴν κατ' ἐνέργειαν ἐπιστήμην τὴν αὐτὴν δεικνὺς τῷ ἐπιστητῷ, ὅπερ τὸ πρᾶγμα, ἀλλ' οὐχ ὥσπερ τὸ ἐν αἰσθήσει εἶδος ἄλλο παρὰ τὸ αἰσθητόν. καὶ πάλιν ὁ τοῦ Πλάτωνος ἄριστος ἐξηγητὴς σαφηνίζει ἡμῖν καὶ ὅπως εἴρηται παρ' ἐκείνου τὸ ὂν ἀεὶ "νοήσει μετὰ λόγου περιληπτόν", ὡς ἅμα τε νοήσεως καὶ ἐπιστήμης τῆς ἀκροτάτης οὔσης ψυχικῆς γνώσεως. νοῦς δὲ ἁπλῶς ὁ ὑπέρτερος. αὕτη μὲν οὖν πρώτη διαφορὰ διὰ τὴν τοῦ λόγου πρὸς νοῦν ὕφεσιν καὶ τὴν τῆς γνώσεως πρὸς τὸ γνωστόν. καὶ ὥσπερ τὸ γενητόν, ὅταν ᾖ, ἀπολείπεται τοῦ ἀγενήτως ὄντος τῇ πρὸς τὴν δύναμιν τοῦ μὴ εἶναι συμπλοκῇ, οὕτω καὶ τὸ ποτὲ μὲν νοοῦν ποτὲ δὲ οὐ νοοῦν, καὶ ὅταν νοῇ, ἔχει τὴν τοῦ ποτὲ μὴ νοεῖν δύναμιν καὶ οὔτε τὴν νόησιν ἔχει οἵαν τὸ ‹ἀεὶ› νοοῦν οὔτε τὴν πρὸς τὸ νοητὸν ἕνωσιν· τῆς γὰρ ἀκριβεστέρας νοήσεως καὶ ἕνωσις μείζων. ἔσται μὲν οὖν τῇ οὐσίᾳ ἐνέργεια καὶ ὁ ψυχικὸς νοῦς χωρισθείς, ἀλλ' οὐχ ὡσαύτως τῷ ἀεὶ χωριστῷ. μήπω γὰρ χωρισθεὶς ὁ ἡμέτερος αὐτῇ τῇ ἀχωρίστῳ πρὸς δευτέραν γνώσει οὐδὲ τὴν ἐνέργειαν πρὸς τὴν οὐσίαν ἑνίζει τελέως καὶ ὅσον πέφυκεν, ἀλλ' ἔτι ἀτελέστερον, ὅπερ δυνάμει ἔφη, ἐπειδὴ καὶ πέφυκε τελειοῦσθαι. προτέραν δὲ εἶναι χρόνῳ τὴν κατὰ δύναμιν ἐν τῷ ἑνί. τοῦτο δὲ ἐπὶ μὲν τῶν γενητῶν ἀληθέστατον· ἐκ γὰρ τοῦ ἀτελοῦς ἐπὶ τὸ τελειότερον πᾶσα γένεσις· διὸ τὸ ἀτελὲς πρότερον τῷ χρόνῳ, ὅπερ ἐστὶ τὸ δυνάμει ἐν τῷ ἑνὶ αὐτῷ τῷ γινομένῳ, ἐπεὶ ἐν τῷ προσεχεῖ αἰτίῳ τὸ ἐνεργείᾳ ἀνάγκη προϋπάρχειν τοῦ ἐν τῷ γινομένῳ ὑπ' αὐτοῦ δυνάμει. καλῶς οὖν τὸ ἐν τῷ ἑνὶ πρόσκειται. ἐπὶ δὲ τῶν ἀιδίων μέν, ποτὲ δὲ νοούντων καὶ αὖ ποτὲ μὴ νοούντων οὐδὲ ἐν τῷ ἑνὶ χρόνῳ πρότερον τὸ δυνάμει. τί γὰρ τοῦτο μᾶλλον ἢ τὸ ἐνεργείᾳ, διαδεχομένων ἀεὶ ἄλληλα; διὸ καὶ αὐτὸς ἐπὶ τῆς ψυχῆς οὐκ ἀξιοῖ χρόνῳ προτέραν εἶναι τὴν δύναμιν, ἀλλ' ἐκεῖνο ἀληθῶς ὑπάρχειν τὸ ποτὲ μὲν νοεῖν αὐτήν, ποτὲ δὲ μὴ νοεῖν. καὶ γὰρ εἰ ἐν τῷ συνθέτῳ ἀνθρώπῳ ἡ δύναμις πρότερον, ἀλλ' ὁ νοῦς οὗτος ἡ ψυχικὴ οὐσία χωριστὴ οὖσα, ὡς αὐτίκα ἐπάγει, ἅμα καὶ τρίτην διαφορὰν τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω παραδιδοὺς καὶ τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος· χωρισθεὶς γάρ φησιν, ‹οὐκ› ἀεὶ χωριστός. ἀεὶ δὲ χωριστὸς ὡμολογημένως μὲν ὁ ἀμέθεκτος ὑπὸ ψυχῆς, [246] πάντως δὲ καὶ ὁ μεθεκτός· οὐ γὰρ ἐκεῖνος τῆς ψυχῆς, ἀλλ' αὕτη ἐστὶν ἐκείνου. ἐκεῖνος δὲ μένων ἐν ἑαυτῷ ἀρρεπῶς ἑαυτοῦ ἐξάπτει τὴν ψυχήν· αὕτη δὲ ἥ γε ἡμετέρα ἡ τῇ ῥοπῇ καὶ κλίσει δευτέρας προάγουσα ζωὰς καὶ συμπλεκομένη πρὸς αὐτὰς καὶ οὐ κατὰ τὴν μένουσαν μόνην, ἀλλὰ καὶ κατὰ τὴν ἀφισταμένην καὶ προϊοῦσαν αὐτῆς ζῶσα ζωήν, καὶ αὖθις χωριζομένη, ὅτε καὶ κατὰ μόνον τὸ ἑαυτῆς ἕστηκε μόνιμον, τοῦτο οὖσα, ὡς αὐτὸς ἔφη, μόνον ὅπερ ἐστίν, οὐχὶ δὲ καὶ ἄλλο τι, ὁποῖον ἦν τὸ ἐν τῇ προβολῇ γινόμενον νοοῦν, ὃ ἐν τῇ ἀχωρίστῳ ἦν ζωῇ. οὐκοῦν καὶ χωρισθεῖσα, καθ' ὅσον καὶ ἀχωρίστως ποτὲ πέφυκε ζῆν, οὐδὲ τότε τὸ χωριστὸν ἕξει οἷον τὸ ἀεὶ χωριστόν. ᾗ οὖν τῷ χωριστῷ καὶ ἀύλῳ ἕπεται τὸ ἑαυτὸ νοεῖν, ἡ δὲ ἑαυτοῦ νόησις τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, ᾗ τὸ χωριστὸν τοῦ ψυχικοῦ νοῦ ὑφεῖται τοῦ ἐν τῷ κρείττονι χωριστοῦ, ταύτῃ καὶ ἡ πρὸς τὴν οὐσίαν τῆς ἐνεργείας ἀπολειφθήσεται ἕνωσις.
Ἐπιστῆσαι ἄξιον τῷ παντὶ λόγῳ, ‹ᾧ› θαρρῶν τὸν οὐσιώδη τῆς ψυχῆς νοῦν ἀθάνατον καὶ ἀίδιον ἀποφαίνεται, ἵνα καὶ ταύτῃ τὴν πρὸς Πλάτωνα αὐτοῦ συμφωνίαν ἅμα θαυμάσωμεν καὶ τὴν τῶν κατὰ μέρος ἐπὶ πλέον ἐπεξεργασίαν, ὅσα ἐκεῖνος ὁλικώτερον καὶ συνοπτικώτερον ἀρχαιοπρεπῶς παρέδωκε. μὴ γὰρ ὅτι ἐπὶ μόνης τῆς συνεχοῦς καὶ μεριστῆς ἐντελεχείας τῷ τῆς κινήσεως χρώμενος ὀνόματι οὐκ ἀνέχεται αὐτὸ προσάπτειν ὡς οὐ μεριστῇ οὔσῃ τῇ ψυχῇ, ἐπεὶ μεταθέντι σοι τὸ ὄνομα τὸ αὐτοκίνητον ἐπὶ τὸ αὐτοζῶν καὶ αὐτοτελὲς καὶ αὐτοποιοῦν καὶ πάσχον ὁ πᾶς ἐντεῦθεν ὁρμώμενος φανήσεται λόγος. καὶ γὰρ καὶ παρ' ἐκείνῳ διπλόην τινὰ τῆς ψυχῆς ἐμφαίνει τὸ αὐτοκίνητον· τοῦ μὲν μονίμου καὶ εἰδητικοῦ καὶ ποιητικοῦ αὐτῆς τὸ αὐτό, ᾧ καὶ ἐπὶ τῶν ἀκροτάτων εἴωθε χρῆσθαι εἰδῶν, τοῦ δὲ κινητοῦ τὸ παθητικὸν καὶ προϊὸν καὶ τελειούμενον καὶ ὁριζόμενον. ἐντεῦθεν οὖν καὶ ὁ Ἀριστοτέλης ὁρμώμενος τὸ ἐν τῇ ψυχῇ ποιητικόν, ὃ αὐτὸς ἐκεῖνος ἔφη χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγές, δείκνυσιν ὡς ἀρχὴν καὶ αἰτιώδη καὶ τιμιωτέραν τῆς ὕλης καὶ παντὸς τοῦ γινομένου φύσιν (ἀντὶ γὰρ τοῦ γινομένου παντὸς ἡ ὕλη αὐτῷ εἴληπται), καὶ ἔτι ὡς τῇ οὐσίᾳ ὂν ἐνέργειαν διὰ τὴν εἰς εἶδος ἀμέριστον συναίρεσιν. ὅθεν ὅτι ἄυλον λαβὼν (μεριστὸν γὰρ πᾶν τὸ ἔνυλον) καὶ αὐτὸ πρὸς ἑαυτὸ ἐνεργοῦν, δείκνυσι τὸ ἄυλον πᾶν ἑαυτὸ νοοῦν. καὶ ἅμα νοοῦν τε καὶ νοητὸν ἐπιδείξας καὶ ἁπλοῦν, ὡς οὐ κατὰ μέρος νοοῦν καὶ νοούμενον ἀλλ' ὅλον ἄμφω, ὅτι καὶ ἀθάνατον καὶ ἀίδιον ἀπεφήνατο. τὸ γὰρ χωριστὸν καὶ ἁπλοῦν καὶ ἑαυτοῦ ὂν καὶ ἑαυτὸ ζωοῦν καὶ τελειοῦν, ὡς καὶ ἐν τῇ ἔξω ῥοπῇ δευτέρας ὑπερβλύζειν ζωάς τε καὶ οὐσίας, οὐ μόνον ἄδεκτον θανάτου τε καὶ φθορᾶς, ἀλλὰ καὶ [247] προηγουμένως δείκνυται ζωῆς τε καὶ οὐσίας οἰστικὸν καὶ διὰ τοῦτο καὶ ἀθάνατον. ὥστε εἶναι τὸν πάντα συλλογισμὸν ὡς συντόμως συνθεῖναι τοιόνδε, δῆλον ὡς περὶ τῆς ἡμετέρας ἠρωτημένον ψυχῆς· ἐν τῇ ἡμετέρᾳ ψυχῇ οὐ τὸ πάσχον ἐστὶ μόνον ἀλλὰ καὶ τὸ ποιοῦν, ἀρχὴ καὶ αἴτιον τῶν γιγνομένων· ἔτι τὸ ποιοῦν ἐν τῇ ψυχῇ ἑαυτὸ νοεῖν δύναται καὶ τὴν ἐνέργειαν ἑνίζει τῇ οὐσίᾳ ἀμερίστως· τὸ ἄρχον καὶ αἴτιον τῶν γινομένων καὶ τὸ τῇ οὐσίᾳ ὂν ἐνέργεια χωριστόν ἐστι καὶ ἁπλοῦν· τὸ χωριστὸν καὶ ἁπλοῦν ἑαυτοῦ ἐστι καὶ οὐκ ἐν ἑτέρῳ· τὸ τοιοῦτον ἄδεκτον τοῦ ἐναντίου, ἀζωίας τε καὶ ἀνουσιότητος (οὔτε γὰρ ἐν ἑαυτῷ τὸ ἀντικείμενόν ποτέ τι δέξεται οὔτε ἐν ἑτέρῳ τὸ ἑαυτοῦ μόνως ὄν)· τὸ ποιοῦν ἄρα ἐν τῇ ψυχῇ θανάτου καὶ φθορᾶς ὂν ἄδεκτον ἀθάνατον ἀναγκαίως καὶ ἀίδιον τυγχάνει ὄν, οὐ διὰ τὸ ἄδεκτον προηγουμένως, ἀλλὰ διὰ τό, ὡς εἴρηται, καὶ ἐν τῇ ἔξω ῥοπῇ πηγάζειν οὐσίας τε καὶ ζωὰς δευτέρας. ἃ δὴ πάντῃ, ὡς ἔφαμεν, συμφώνως τῇ Πλάτωνος ἐκ τῆς αὐτοκινησίας περὶ ψυχῆς ἀποδείξει τῷ Ἀριστοτέλει φιλοσοφεῖται. ὅτι γὰρ περὶ ψυχῆς, ἀλλ' οὐ περὶ τοῦ μετεχομένου ὑπ' αὐτῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ καὶ περὶ ψυχῆς τῆς ἡμετέρας, καὶ ἤδη ὑπέμνησται ἡμῖν καὶ ἔτι ἐκ πλειόνων ἄν τις ἐπιστήσειεν. πῶς γὰρ τὸ δυνάμει ἢ τὸ ποτὲ μὴ νοεῖν, ἢ τὸ ποτὲ χωρίζεσθαι τοῖς ὑπὲρ τὴν μερικὴν ἐπιπρέψει ψυχήν; ἀλλ' οὐδὲ τὸ ἄυλον ἢ τὸ νοοῦν ἅμα καὶ νοούμενον ἢ τὸ χωριστὸν ὅλως ταῖς σωματοειδέσιν ἡμῶν προσήκει τι ζωαῖς καὶ ἔτι μᾶλλον ταῖς τῶν ἄλλων ζῴων ἢ φυτῶν ψυχαῖς. τοῦτο μὲν οὖν ἐναργῶς, οἶμαι, καὶ ἀναγκαίως συνῆκται, τὸ ὅσον ποιοῦν ἐν τῇ ψυχῇ ἀθάνατόν τε ὂν καὶ ἀίδιον. καλῶς γὰρ καὶ τὸ ἀίδιον προστέθεικεν, ὡς ὁ Πλάτων τὸ ἀνώλεθρον ἐν τῷ Φαίδωνι, ἵνα μὴ ὡς ὁ Βοηθὸς οἰηθῶμεν τὴν ψυχὴν ὥσπερ τὴν ἐμψυχίαν ἀθάνατον μὲν εἶναι ὡς αὐτὴν μὴ ὑπομένουσαν τὸν θάνατον ἐπιόντα, ἐξισταμένην δὲ ἐπιόντος ἐκείνου τῷ ζῶντι ἀπόλλυσθαι. διὰ τί δὲ τοῦτο μόνον ἀίδιον; ἢ ὅτι, ὡς σαφῶς ἐπάγει, ὁ παθητικὸς νοῦς φθαρτός. ἀλλὰ ἀπορήσειεν ἄν τις, πῶς νοῦς ὢν καὶ ἐκεῖνος φθείρεται, εἴ γε ἄυλος καὶ ἐκεῖνος· πᾶς γὰρ νοῦς ἄνευ ὕλης εἶναι ἠξίωται, καὶ διὰ τοῦτο πᾶς μὲν νοῦς εἶναι νοητός, οὐκέτι δὲ τὸ ἄυλον εἶδος νοητὸν ὂν καὶ νοῦν εἶναι. ἢ ὁ παθητικὸς νοῦς ὑλικὸς ἦν καὶ δυνάμει καὶ αὐτὸ τοῦτο παθητικὸς καὶ ἀτελὴς νοῦς τὸ ὅλον τοῦτο, ἕως ἂν παθητικὸς ᾖ· καὶ διὰ τοῦτο καὶ φθαρτὸς ᾗ παθητικός. ἄυλος δὲ γίνεται καὶ ἐνεργείᾳ νοῦς τε καὶ νοητὸς ἐν τῇ πρὸς τὸ ποιοῦν συναφῇ, τελείως δὲ ἄυλος καὶ νοῦς τέλειος ἐν τῇ εἰς τὸν ποιοῦντα ἀναδρομῇ. ὡς εἶναι τὴν φθορὰν τοῦ παθητικοῦ νοῦ οὐκ εἰς τὸ μὴ ὂν ἔκστασιν, ἀλλ' εἰς τὸ κρειττόνως ὂν συναίρεσιν τῆς χωρισθείσης ψυχικῆς οὐσίας, εἰς ἑαυτὴν καὶ τὴν προελθοῦσαν ἀναστελλούσης ζωήν, οὐ προϊοῦσαν ἔτι ἀλλ' ἐν τῷ μένειν ὡς ἐν αἰτίῳ ὑπάρχουσαν. ὁ δ' οὖν παθητικὸς ὡς παθητικὸς φθαρτός. οἷον δὲ ἀντιτιθεὶς πρὸς τὸ ἀίδιον ἀποδειχθὲν τῆς ψυχῆς, πῶς οὐ μεμνήμεθα τῶν πρὸ τῆς γεννήσεως, εἰ ἀιδίως προϋπῆρχεν; ᾧ καὶ δῆλον πάλιν, ὅτι περὶ ψυχῆς [248] αὐτῷ ὁ λόγος, ἀλλ' οὐ περὶ τοῦ κρείττονος νοῦ. ποίαν γὰρ ἔσχεν ἀπορίαν, διὰ τί ἡμεῖς οὐ μεμνήμεθα, τῶν κρειττόνων ἡμῶν ὄντων ἀιδίων; καὶ ἡ τῆς ἀντιθέσεως λύσις οἰκεία τῇ ψυχῇ, ὅτι ὁ μὲν ποιῶν νοῦς ἀπαθὴς καὶ διὰ τοῦτο ἀθάνατος, ὁ δὲ παθητικὸς φθαρτὸς ὡς παθητικός, καθάπερ ἔφην, καὶ ὡς εἰς τὸ μόνιμον συναιρούμενος, ἄνευ δὲ τοῦ παθητικοῦ ὡς παθητικοῦ καὶ προϊόντος μέχρι τῶν σωματοειδῶν ζωῶν οὐδὲν νοεῖ ὁ ἀπαθὴς τῶν ὅσα δηλαδὴ μνημονευτά, περὶ ὧν ὁ λόγος· ἅπερ, ὡς ἐν ἄλλοις αὐτὸς ἡμᾶς διδάσκει, πάντως ἐστὶ φανταστά. διὸ ἐν τῇ περὶ τῶν μνημονευτῶν νοήσει δεόμεθα πάντως τοῦ μέχρι φαντασίας προϊόντος λόγου, καὶ ἄνευ τούτου οὐδὲ ὁ ἀπαθὴς τῶν μνημονευτῶν τι νοήσει. οὐ γὰρ δὴ ἁπλῶς ἀκουστέον τὸ οὐδὲν ὡς μηδὲν τοῦ ἀπαθοῦς ἄνευ τοῦ παθητικοῦ νοοῦντος. πῶς γὰρ ἔτι χωριστός, πῶς ἀμιγής, πῶς τῇ οὐσίᾳ ἔσται ἐνέργεια; ἐπεὶ καὶ τὸ σῶμα τοῦτο ἔτι ζωοῦσα ἡ ψυχὴ χωριστῶς ποτε ζῇ καὶ νοεῖ. 'ὃ γὰρ ὁ θεός', φησιν, 'ἀεί' ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, 'τοῦτο ἡμεῖς ποτέ', κατὰ δύναμιν δηλαδὴ τὴν ἡμετέραν. χωριστὸς δὲ ὁ θεὸς ἀεί· καὶ ἡμεῖς οὖν, εἰ καὶ ποτέ. ἡμεῖς δὲ οἱ ἔτι τὸν φυσικὸν τοῦτον διαζῶντες βίον, ὅταν ἡ ψυχὴ ἀσχέτως πρὸς τὸ σῶμα καὶ τὰς δευτέρας ζωὰς κἂν ἐπὶ βραχὺ διατεθῇ.
Ὅτε μὲν περὶ τῶν ἄλλων ψυχικῶν δυνάμεων τὴν διδασκαλίαν ἐποιεῖτο, τῶν τε φυτικῶν καὶ τῶν αἰσθητικῶν, τά τε ὑποκείμενα αὐταῖς παρεδίδου, καὶ πρὸ τῶν οὐσιῶν τὰς ἐνεργείας ἐθεώρει, ἐκ τῶν σαφεστέρων ἡμῖν πρὸς τὰ ἀφανέστερα προχωρῶν· ἐν δὲ τῇ περὶ τῆς νοερᾶς τὸν νοῦν, ὅστις ποτέ ἐστι καὶ ὁποῖος, πρὸ τῶν νοητῶν θεωρεῖ, ὡς εὐγνωστότερον ὄντα, εἶτα τὰ νοητά, ἵνα ἐξ ἀμφοῖν τὴν τοῦ νοῦ πρὸς τὰ νοητὰ ἕλωμεν ἐνέργειαν καὶ τὴν τοῦ νοῦ πλήρωσιν ὑπὸ τῶν νοητῶν. ὥσπερ οὖν ἐπὶ τοῦ παθητικοῦ νοῦ προπαραδοὺς τὴν οὐσίαν ἐπήγαγε τὰ γνωστὰ αὐτῷ διττὰ ὄντα, τά τε εἰδοποιούμενα καὶ τὰ ὁριστικὰ αὐτῶν εἴδη, καὶ τὴν ἐκείνου διάφορον περὶ αὐτὰ ἐξηγεῖτο ἐνέργειαν, οὕτω καὶ τὴν τοῦ ποιοῦντος νοῦ προθεωρήσας οὐσίαν καὶ τελειότητα καὶ ἀιδιότητα, τίνα τὰ νοητὰ αὐτῷ καὶ τίς ἡ περὶ αὐτὰ τοῦ νοῦ τούτου ἐνέργεια, διὰ τούτων ἀναδιδάσκει. νοῦν δὲ ἅμα καὶ λόγον αἰτιώδη καὶ ἁπλῶς ἐπιστημονικὸν θέμενος τὸν ποιοῦντα νοῦν, καὶ τὰ νοητὰ αὐτῷ ἀκολούθως διττὰ προτίθησι, τὰ μὲν ἀδιαίρετα καὶ ἀμέριστα ὄντα εἴδη ὡς νῷ, τὰ δὲ ἀνειλιγμένα καὶ μετά τινος συνθέσεως καὶ διαιρέσεως τῆς ἑνώσεως μετέχοντα ὡς ἐπιστητά, ὅτε τῆς αἰτίας ἔχεται. καὶ ἐνέργειαν μὲν ἀμέριστον καὶ μόνως ἀληθῆ, οὐδέποτε δὲ ψευδῆ· τὴν δὲ ὑποφερομένην εἴς τινα μερισμὸν τὸν κατὰ σύνθεσιν καὶ διαίρεσιν, περὶ ἥν ποτε [249] τὸ ἀληθὲς καὶ ψεῦδος, οὐκ οὖσαν ἐπιστημονικήν (ἀεὶ γὰρ ἐκείνη ἀληθής), ἀλλ' ὅλως περὶ σύνθεσιν καὶ διαίρεσιν τὴν ἀφισταμένην μὲν τῶν αἰτίων, δοξαστικὴν δὲ καὶ ἐπιπόλαιον καὶ τοῦ βάθους οὐκ ἐφαπτομένην τῶν πραγμάτων. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος. διὰ βραχυτάτων δὲ ὁ Ἀριστοτέλης εὐθὺς ἀρχόμενος καὶ τίνα τὰ νοητὰ καὶ ὁποία ἡ νόησις, ὅτι τὰ μὲν τὰ εἴδη ἡ δὲ μόνως ἀληθής, ἐδήλωσεν εἰπὼν τὴν τῶν ἀδιαιρέτων νόησιν περὶ ταῦτα εἶναι, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος. πολλαχῶς μὲν οὖν τὸ ἀδιαίρετον, ὡς καὶ αὐτὸς ἐκθήσεται. καὶ γὰρ καὶ τὸ μῆκος ἐνεργείᾳ ὂν ἀδιαίρετον, κἂν δυνάμει ᾖ διαιρετόν, καὶ ὡς τὸ σημεῖον καὶ τὸ πέρας τῆς διαστάσεως, χεῖρον τοῦτο τῆς διαστάσεως καὶ ἀποπῖπτον εἰς τὸ μὴ αὐτή, ἀλλὰ τὸ ἔσχατον αὐτῆς εἶναι. νῦν γε μὴν ἀδιαίρετον τὸ εἶδος εἴρηται, ὅπερ, ὡς ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως διήρθρωται, καὶ ἐπὶ πλέον ἐν τῇ Μετὰ τὰ φυσικά, περὶ μὲν τοῦ φυσικοῦ ἐν τῷ Ζ καὶ Η, περὶ δὲ τοῦ ὑπερφυοῦς ἐν τῷ Λ, οὐσία ἐστὶν ἡ πρώτη καὶ καθ' αὑτὴν καὶ τελειότης καὶ ἐνέργεια καὶ ὅρος ἀμέριστος ἑνοειδῶς πάντας τούς τε περὶ αὐτὸν ἀνελιττομένους λόγους καὶ τὰς καθ' ἃς τὰ μεριστὰ ὑφίσταται ἰδιότητας προειληφώς, ἁπλοῦς μέν, ἀλλ' οὐ κατὰ ἀπεστενωμένην ἱστάμενος ἁπλότητα, κατὰ δὲ τὴν πάντων οἰστικὴν τῶν περὶ αὐτὸν μεριζομένων πῃ ἰδίων λόγων, ὁ μὲν φυσικὸς τῶν φυσικῶν, ὁ δὲ ψυχικὸς τῶν ψυχικῶν, ὁ δὲ καθ' ἑαυτὸν καὶ ἑαυτοῦ καὶ ὅπερ αὐτός, ὡς καὶ τῶν εἰρημένων ὑποστατικὸς ὅρων καὶ ἑνοειδῶς καὶ τούτους προειληφώς. ὁ δὴ τῆς ψυχῆς ὅρος πρώτιστος μετεχόμενος κοινῇ τε ὑπὸ πασῶν τῶν ἀνθρωπείων ψυχῶν ἐστι νοῦς καὶ ὁ ἑκάστης ἴδιος. ἐπεὶ δὲ κρειττόνως τῶν φυσικῶν καὶ αὐτῆς τῆς φύσεως ἡ ψυχικὴ οὐσία συνῆπται τῷ οἰκείῳ ὅρῳ τε καὶ εἴδει, οὗπερ διὰ τὸ ἀμέριστον καὶ πᾶσιν ἀμερίστως τοῖς ἄλλοις ἥνωται εἴδεσι, καὶ αὐτὴ πάντων δευτέρως πεπλήρωται τῶν εἰδῶν, οὐ μεινάντων οἷά περ ἦν καθαρῶν εἰδῶν, ἀλλὰ πρὸς τὴν ἀρίστην τῶν οὐσιωδῶν λόγων ἀνέλιξιν συμμιγῶν. διὸ καὶ νοήσει μετὰ λόγου περιληπτά, καί, ὥς φησιν Ἀριστοτέλης, νοητά τε καὶ ἐπιστητά, δι' ὧν τῇ ψυχῇ καὶ ἡ πρὸς τὰ ἡγούμενα εἴδη συναφή. θεωρεῖ γὰρ καὶ ἐκεῖνα τελειωθεῖσα διὰ μέσων τῶν ἐν αὐτῇ, ἀλλὰ προσεχῶς τὰ οἰκεῖα. καὶ τοιαῦτα τὰ νοητὰ τῷ οὐσιώδει τῆς ψυχῆς νῷ, τά τε προσεχῆ καὶ τὰ κρείττω. ἡ δὲ οὐσιώδης αὐτοῦ ἐνέργεια τοιαύτη, οἷος καὶ αὐτὸς ἦν ὁ τοιοῦτος. ἦν δὲ νοῦς πρὸς τὸν ἄριστον συμμιγὴς λόγον. καὶ ἡ ἐνέργεια ἄρα αὐτοῦ ὡσαύτως ἕξει ‹ἡ› νόησις, οἷα καὶ λογικὴ οὖσα ἀκρότης. καὶ ὡς μὲν νόησις ἀμέριστος καὶ ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ τῶν ἀδιαιρέτων οὖσα, τουτέστι τῶν εἰδῶν, καὶ μόνως καὶ καθ' ἑαυτὴν οὖσα ἀληθής, τὴν ἀναντίθετον πρὸς ψεῦδος ἔχουσα ἀλήθειαν. ἐν γὰρ τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ καὶ ἐν μεριστοῖς γινωσκομένοις πᾶν ψεῦδος, ἵνα καὶ πῇ μὲν αὐτοῦ ἐφάπτηται τὸ γινῶσκον, πῇ δὲ οὔ· ἐπεὶ οὔτε τὸ μηδ' ὅλως ἐφαπτόμενον ψεύδεται ἔτι περὶ αὐτοῦ, περὶ οὗ μήτε δοξάζει ὅλως μήτε λέγει τι, οὔτε τὸ [250] τοῦ ὅλου καταδραττόμενον· ἀληθεύειν γὰρ τὸ τοιοῦτον ἀνάγκη. ἐν οὖν τοῖς πῇ ἐφαπτομένοις τό τε ψεῦδος καὶ ἡ πρὸς τὸ ψεῦδος ἀντίθετος ἀλήθεια· ἡ δὲ ἀμέριστος τῶν ἀδιαιρέτων νόησις, οὐκ ἔχουσα τὸ πῇ διὰ τὸ ἀμέριστον, ἢ οἷον ὅλου ἐφάπτεται ἢ οὐδαμῶς, ὥστε ἀναμάρτητος κατὰ τὸν Πλωτῖνον, καὶ μόνον ἀληθὴς κατὰ τὸν Ἀριστοτέλην, ψευδὴς δὲ οὐδέποτε. ὡς μὲν οὖν νόησις τοιαύτη· ὡς δὲ λογικὴ ἀκρότης καὶ ἐπιστήμη, οὐχ ἡ κατὰ προβολὴν ἀλλ' ἡ οὐσιώδης, ἡ αὐτὴ μὲν καὶ ἥδε τῷ πράγματι, ἵνα καὶ ἐπιστήμη καὶ οὐσιώδης γνῶσις ᾖ, ἀλλὰ δευτέρως· καὶ ἡ ταὐτότης μετὰ ἑτερότητος καί τινος διαστάσεως, ὡς δηλοῖ καὶ ἡ κατὰ προβολὴν λογικὴ ἡμῶν γνῶσις, ἐν διαιρέσει ὑπάρχουσα καὶ συναγωγῇ ἀεί, διά τε τὸ αὐτὴ μὴ ἵστασθαι καθ' ἕνα ὅρον ἁπλοῦν ἀλλὰ ἀνελίττεσθαι, καὶ διὰ τὸ καὶ τὰ οἰκεῖα καὶ σύστοιχα αὐτῇ γνωστὰ λόγους εἶναι ἀλλ' οὐκ εἴδη, καὶ αὐτὰ οὐχ ἁπλῶς ἀλλὰ μετά τινος τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τούτοις οὐσιώδεσι διαστάσεως ἡνωμένα. αὕτη τε οὖν ἡ λογικὴ γνῶσις πρὸς ἑαυτὴν οὐκ ἄνευ διαιρέσεως, καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ὁμοίως ἔχει· ἥ τε ἀμφοτέρων τοῦ τε γνωστικοῦ καὶ τοῦ γνωστοῦ πρὸς ἄλληλα ἐνακόλουθος καὶ ὁμοία. καὶ ἀεὶ μὲν ἀληθὴς καὶ ‹ἡ› ἐπιστημονικὴ γνῶσις, ἀλλ' οὐχ ὡς λογικὴ ἁπλῶς, ὡς δὲ ἐπιστημονικὴ καὶ ἐξ αἰτίων καὶ ὅλων δι' ὅλων ἐχομένη τῶν πραγμάτων. τὸ οὖν ψεῦδος καὶ τὸ ἀντίθετον αὐτῷ ἀληθὲς οὐκ ἐν τούτοις, ἀλλ' ἐν οἷς σύνθεσις ἤδη· ἐν γὰρ λογικῇ γνώσει καὶ ταύτῃ προελθούσῃ. εἰπὼν δὲ τῶν νοημάτων τὴν σύνθεσιν, ἵνα μὴ νοητῶν τῶν εἰδῶν ἀκούσωμεν ἀλλὰ τῶν μετὰ τὸ εἶδος μερικωτέρων λογικῶν ἰδιωμάτων, ἐπάγει· καθάπερ Ἐμπεδοκλῆς ἔφη "ᾗ πολλῶν μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν", ἔπειτα συντεθεῖσαι τῇ φιλίᾳ· οὕτω καὶ ταῦτα κεχωρισμένα συντίθεται, οἷον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος ἢ τὸ σύμμετρον καὶ ἡ διάμετρος. τὸ μὲν γὰρ οἷον εἶδος τοῦ τετραγώνου ὁμοῦ τὸ πᾶν ἀδιαιρέτως περιείληφε, καὶ τὰς πλευρὰς καὶ τὴν διάμετρον καὶ τὸ ἀσύμμετρον αὐτῶν καὶ τὸ ἰσογώνιον καὶ τὸ ἰσόπλευρον· ἕκαστον δὲ τούτων ἰδίᾳ μερικωτέρων ἐστὶ λόγων ἰδίωμα, ἐξ ὧν ἡ λογικὴ σύνθεσις.
Ἐπὶ γὰρ τῶν ἀιδίων ἡ συμπλοκὴ μόνων τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ τοῦ χρόνου δεῖ, ὡς οὐκ ἀεὶ ἀλλὰ ποτὲ ὄντων καὶ μὴ ὄντων. καὶ δεῖ ἀναγνόντας ἐὰν δὲ γενομένων, δηλονότι ποιῆταί τις σύνθεσιν, καὶ ὑποστίξαντας οὕτως ἐπαγαγεῖν τὸν χρόνον προσεννοῶν καὶ συντιθείς, πρὸς τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ ἐννοῶν τε καὶ συντιθεὶς τῷ χρόνῳ. ἐφ' οἷς πάλιν ὑπομιμνήσκει, ὅτι ἐν συνθέσει πάντως τὸ ψεῦδος, ἐπειδὴ καὶ τὸ λευκὸν δυνατὸν μὴ λευκὸν οἰηθῆναι, καὶ ὅτι οὐκ ἄνευ διαιρέσεώς ἐστι σύνθεσις· διὸ καὶ διαίρεσιν ῥητέον ἐφ' ὧν σύνθεσις. [251]
Συμπλέκει γὰρ τὰ τῆς ψυχῆς ἁπλᾶ νοήματα ὁ λόγος, ὃν δὴ νοῦν καλεῖ, ὡς ἤδη ἐπιδέδεικται· εἰ μὴ ἄρα κἀκεῖνο ἐνδείκνυται, ὅπερ διὰ πολλῶν ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐπέδειξεν, ὡς τὸ εἰδητικὸν αἴτιον, ὥσπερ τοῦ εἶναι, οὕτω καὶ τοῦ ἓν εἶναι τοῖς εἰδοποιουμένοις αἴτιον. καὶ τοῦτο μὲν καὶ ἐν τοῖς φυσικοῖς ἀληθές· ἐπὶ δὲ τῶν ψυχῶν ὁ νοῦς τὸ εἶδος, ὅ τε μετεχόμενος καὶ ὁ κατ' αὐτὴν τὴν οὐσίαν τῆς ψυχῆς ἑστὼς ὡς νοῦς· ὡς γὰρ λόγος καὶ αὐτὸς ἑνίζεται. τὴν δὲ λέξιν ὧδε συντακτέον· τὸ ἕκαστον τῶν συμπλεκομένων νοημάτων ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἐστι.
Εἴρηται καὶ ἡμῖν ἤδη ὡς πλεοναχῶς τὸ ἀδιαίρετον, τὸ μὲν ὡς τὸ εἶδος οὐδαμῇ ὂν διαιρετὸν οὔτε ἐνεργείᾳ οὔτε δυνάμει, τὸ δὲ ὡς τὸ μῆκος καὶ πᾶν συνεχὲς ἐνεργείᾳ μόνον ὂν ἀδιαίρετον, δυνάμει δέ πως διαιρετόν, ἢ καὶ τῷ ὄντι πεφυκὸς διαιρεῖσθαι, ὡς καὶ τὰ ἐν γενέσει, ἢ μόνῃ τῇ ἐπινοίᾳ, ὡς τὰ οὐράνια, διὰ τὸ μεριστὸν τῶν σωμάτων. τὸ δὲ σημεῖον καὶ τὸ νῦν καὶ ὅσα ὡς πέρατά φαμεν ἀδιαίρετα (καὶ γὰρ ἡ γραμμὴ ὡς πέρας ἐπιφανείας κατὰ τὸ πλάτος ἀδιαίρετος καὶ ἡ ἐπιφάνεια ὡς πέρας σώματος κατὰ βάθος ἀδιαίρετος), τὸ δ' οὖν οὕτως ἀδιαίρετον τὸ ὡς πέρας ἔστι μὲν καὶ αὐτὸ πάντῃ ἀδιαίρετον οὐ μόνον ἐνεργείᾳ ἀλλὰ καὶ δυνάμει, ἀντικειμένως δὲ πρὸς τὰ εἴδη καὶ τοὺς ὅρους τῶν πραγμάτων. ἐκεῖνα γὰρ τελειότητες καὶ τὸ πᾶν ἑνιαίως προειληφότα, τὰ δὲ σημεῖα καὶ ὅλως τὰ πέρατα, ὡς ἀποπίπτοντα τῶν διαστάσεων καὶ αὐτῷ τούτῳ τῷ ἔσχατα εἶναι ἀπολειπόμενα καὶ ὧν ἐστιν ἔσχατα, ἐν στερήσει τῶν περατουμένων τυγχάνει ὄντα. οὐ γὰρ οἷα οἱ Πυθαγόρειοι σημεῖα ὑποτίθενται ὡς ἀρχοειδῆ τῶν διαστάσεων καὶ αἴτια ὁριστικά, τοιαῦτα νῦν ὁ Ἀριστοτέλης λαμβάνει, ἀλλὰ τὰ πέρατα, ὡς εἴρηται, καὶ τὰ ἔσχατα. διὸ καὶ ἐκεῖνοι ἀκολούθως τὰ σημεῖα οὐσίας ἐπρέσβευον (εἰς ταὐτὸν γὰρ αὐτὰ τοῖς εἴδεσιν ἀνῆγον τοῖς τῶν μεριστῶν ὁριστικοῖς), καὶ Ἀριστοτέλης καλῶς ἐν ταῖς στερήσεσιν αὐτὰ τίθεται. ὡς εἶναι τὸν περὶ τῶν ἀδιαιρέτων λόγον συντόμως εἰπεῖν τοιοῦτον· διχῶς τὸ ἀδιαίρετον, ἢ δυνάμει ἢ ἐνεργείᾳ. τὸ μὲν οὖν δυνάμει πάντως καὶ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ οὐ πάντως καὶ δυνάμει. ἐνεργείᾳ μὲν οὖν μόνον τὰ μήκη, ὡς αὐτός φησι, καὶ πᾶν τὸ συνεχές· δυνάμει δὲ καὶ διὰ τοῦτο καὶ πάντῃ ἀδιαίρετα τά τε εἴδη καὶ οἱ ὅροι καὶ τὰ ὡς πέρατα καθὸ πέρατα ἀδιαίρετα. τούτων δὲ τὰ μὲν εἴδη ὡς τελειότητες καὶ κρείττους [252] τῶν τελειουμένων καὶ τὸ πᾶν ἑνοειδῶς περιέχουσαι καὶ πρῶται καὶ καθ' αὑτὰς οὐσίαι· τὰ δὲ πέρατα ὡς ἔσχατα τῶν περατουμένων καὶ τὸ ἀδιαίρετον κατὰ ἀπόπτωσιν τοῦ διαιρετοῦ ἔχοντα, καὶ τὸ ἁπλοῦν ἔχοντα οὐ κατὰ περίληψιν, ὡς τὰ εἴδη, ἀλλὰ κατὰ ἀποστένωσιν καὶ ἀπόπτωσιν τῶν διαστάσεων. ἡ μὲν οὖν τῶν ἀδιαιρέτων τῶν ὡς εἰδῶν καὶ ὡς ὅρων νόησις προὔκειτο αὐτῷ εἰς θεωρίαν προηγουμένως. ἐκείνων γὰρ ἦν συστοίχως ἀντιληπτικὸς ὁ νοῦς ὡς νοῦς, καὶ ὁ τῆς ψυχῆς οὐσιώδης, καὶ ἡ τούτων νόησις, ὡς αὐτὸς παραδέδωκεν, ἀληθὴς παντάπασι καὶ οὐδέποτε τὸ ψεῦδος ὁπωσοῦν ἐπιδεχομένη. ἵνα δὲ καὶ τὰ ἄλλως λεγόμενα ἀδιαίρετα ἀπὸ τῶν ὡς εἰδῶν διακρίνῃ καὶ τὰς ἐκείνων νοήσεις πρὸς τὰς τῶν εἰδῶν, ἀναγκαίως ἐπάγει ποσαχῶς τε τὰ ἀδιαίρετα καὶ τίνες αἱ πάντων σύστοιχοι νοήσεις, οὐκέτι καθαραὶ οὖσαι νοήσεις αἱ τῶν δευτέρως ἀδιαιρέτων λεγομένων. οὐ γὰρ μένουσιν ἐν τῷ καθαρῶς ἀδιαιρέτῳ, ἀλλ' ἅτε συστοίχως γινώσκουσαι τὰ ἀδιαίρετα μὲν ἐνεργείᾳ δυνάμει δὲ διαιρετά, ἢ τὰ κατὰ στέρησιν ἀδιαίρετα, ὑποφέρονται ἀπὸ τῶν ἄκρων καὶ καθαρῶν νοήσεων καὶ αὗται εἰς μερισμόν τινα τὸν δυνάμει καὶ εἰς τὸ μὴ καθ' αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς γινώσκειν τὰ πέρατα. τῷ γὰρ τὰ περατούμενα γινώσκειν τὰς ἀποπτώσεις αὐτῶν γινώσκομεν, ὥσπερ τῷ ὀρθῷ τὸ στρεβλὸν καὶ τῷ ἀγαθῷ τὸ κακὸν καὶ ὅλως τοῖς εἴδεσι τὰς στερήσεις ὧν εἰσι στερήσεις. εἰ γάρ τι μὴ συστοίχως ἀλλὰ κρειττόνως νοεῖ τὰ πράγματα, τοῦτο οὐδὲν κωλύει, οὐχ ὡς ἐκεῖνα πέφυκεν, ἀλλ' ὡς αὐτὸ τὸ νοοῦν ἐστιν, οὕτω καὶ νοεῖν, οὐ συνδιαιρούμενον ἔτι τοῖς νοουμένοις οὐδὲ συνυποφερόμενον, ἀλλ' αἰτιωδῶς καὶ μένον ἐν ἑαυτῷ· νῦν δέ, ὡς εἴρηται, περὶ τῶν συστοίχως γινωσκόντων ἡμῖν ὁ λόγος. ἐπεὶ οὖν ταῦτα προείληπται, τῇ Ἀριστοτέλους ἐπακολουθήσωμεν λέξει.
Τὴν πρώτην διαίρεσιν ποιεῖται, ὅτι πᾶν τὸ ἀδιαίρετον ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ ἔστιν ἀνελλιπὴς ἡ διαίρεσις· τὸ γὰρ δυνάμει ἀδιαίρετον καὶ παντελῶς ἐστιν ἀδιαίρετον, τὸ δὲ ἐνεργείᾳ οὐκ ἐξ ἀνάγκης καὶ πάντῃ.
Ἔστι γὰρ καὶ ἐν τοῖς δυνάμει διαιρετοῖς τὸ ἀδιαίρετον, ὃ κατ' ἐνέργειαν αὐτὸ ποιεῖ ἀδιαίρετον. τοῦτο δὴ τὸ ἀδιαίρετον, ἀχώριστον ὂν καὶ αὐτοῦ τοῦ διαστατοῦ, τὸ συνεκτικὸν οὐχ ὡς αἴτιον, καθάπερ τὸ εἶδος, ἀλλ' ὡς ἀκρότατον τοῦ εἰδοποιουμένου, καθάπερ ἡ ὑγεία τελειότης τοῦ ζῶντος σώματος, ἀλλ' οὐχ ὡς τὸ ἐν τῷ εἴδει τελικὸν αἴτιον. οὐδὲν γάρ, ᾗ μεριστόν, ὑποστῆναι δυνατὸν ἄνευ τῆς ἀμερίστου ἐν αὐτῷ συνοχῆς ἢ κατὰ φύσιν ἔχειν [253] ἄνευ τῆς ἐπιβαλλούσης αὐτοῖς τελειότητος. ὁ δὴ συστοίχως γινώσκων τὸ ἐνεργείᾳ μὲν ἀδιαίρετον δυνάμει δὲ διαιρετὸν νοῦς νοήσει αὐτὸ δὴ τοῦτο, ὡς ἔστιν, ὡς ἀδιαίρετον ἐνεργείᾳ. οἷόν τε μὲν γὰρ αὐτὸ νοεῖν καὶ ἤδη διῃρημένον, ἀλλ' ὅταν ὡς ἓν τὸ ὅλον νοῇ καὶ μήπω διῃρημένον, τότε ὡς ἀδιαίρετον νοεῖ. ὀρθῶς οὖν ἔφη τὸ οὐδὲν κωλύει, ἐπειδὴ καὶ ὡς ἀδιαίρετον καὶ ὡς ἤδη διῃρημένον δυνατὸν γινώσκειν. ὅταν δ' οὖν ὡς ἀδιαίρετον νοῇ, τότε καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ. καὶ εὐθὺς τὸ ὑφειμένον ἐνεδείξατο τῆς συστοίχου τούτων γνώσεως· οὐ γὰρ ἐν ἀμερίστῳ τῷ παντὸς χρόνου κρείττονι νῦν, εἰ δεῖ νῦν καλεῖν τὸ παντὸς χρόνου κρεῖττον, ἀλλ' ἐν χρόνῳ μέν, μένοντι δὲ ἀδιαιρέτῳ κατ' ἐνέργειαν. δῆλον δὲ ὡς ὁ ταῦτα συστοίχως γινώσκων νοῦς οὐχ ἁπλῶς ἐστι νοῦς, ἀλλὰ σὺν τῇ λογικῇ ἀνελίξει τῇ πρώτως εἰσαγούσῃ τὴν διάστασιν συμπεπλεγμένος καὶ ἐνεργῶν (τὸ γὰρ ἐν χρόνῳ ἐνεργεῖν λογικῆς ζωῆς), νοῦς δὲ ὅμως ὡς τὸ ἀδιαίρετον χαριζόμενος τῇ λογικῇ ταύτῃ διαστάσει. ἕως γὰρ ἂν ὡς ἀδιαίρετον τὸ συνεχὲς νοῶμεν, οὐδὲ τὸν χρόνον διαιροῦμεν· ὁπότερον γὰρ ἂν διαιρῶμεν, εἴτε τὸ μῆκος εἰς ἡμίσεα εἴτε τὸν χρόνον, ἕπεται καὶ τὸ λοιπὸν συνδιαιρεῖσθαι. καὶ γὰρ εἰ τὸ ἥμισυ τοῦ μήκους πρότερον, εἶτα τὸ ἕτερον ὕστερον γινώσκομεν, δῆλον ὅτι καὶ ὁ χρόνος συνδιῄρηται τῷ προτέρῳ καὶ ὑστέρῳ· καὶ αὖ ὁ χρόνος κατὰ τὸ πρότερον καὶ ὕστερον διαιρούμενος ἄλλο ἕξει γινωσκόμενον κατὰ τὸ πρότερον, ἄλλο δὲ κατὰ τὸ ὕστερον, ἵνα καὶ διαιρῆται ἐνεργείᾳ· ὥστε καὶ τοῦ μήκους ἄλλο μὲν ἔσται τὸ πρότερον, ἄλλο δὲ τὸ ὕστερον γινωσκόμενον. ὀρθῶς ἄρα ἐπάγει ὁ φιλόσοφος ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει· ὡς γὰρ ἂν ἔχῃ τὸ μῆκος καὶ πᾶν τὸ συνεχές, οὕτω καὶ ὁ χρόνος. καὶ σαφῶς τοῦτο πιστοῦται διὰ τούτων·
Ἐν ὅσῳ μὲν γὰρ ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ τὸν χρόνον διαιρήσει, οὐκ ἔχων εἰπεῖν τί μὲν ἐν τῷ προτέρῳ ἡμίσει, τί δὲ διάφορον ἐν τῷ λοιπῷ γινώσκει, ἵνα καὶ ἐνεργείᾳ τῇ νοήσει διέλῃ τὸν χρόνον ὡς ἄλλο μὲν πρότερον ἄλλο δὲ ὕστερον γινώσκων. ὁ γὰρ κατὰ συνέχειαν τὸ αὐτὸ θεωρῶν ἀπαραλλάκτως οὐκ ἐνεργείᾳ αὐτὸν διαιρεῖ, ἀλλὰ μόνον δυνάμει διαιρετὸν οἶδε τὸν χρόνον ἐν ᾧ νοεῖ, ὅτι καὶ διέλοι ἂν αὐτόν, εἰ τῶν τοῦ μήκους μορίων ἑκάτερον ἐν τοῖς μορίοις τοῦ χρόνου τούτου τὸ μὲν πρότερον τὸ δὲ ὕστερον θεωρήσειεν. ὡς εἴ γε διέλοι τὸ μῆκος τῇ ἐπινοίᾳ καὶ τὸ μὲν αὐτοῦ πρότερον τὸ δὲ ὕστερον σκοποίη, συνδιαιρήσει πάντως τὸν χρόνον κατ' αὐτὸ τὸ πρότερόν τε καὶ ὕστερον, καὶ τότε οὐχὶ ὡς ἀδιαίρετον τὸ ὅλον γνώσεται. διὸ ἔφη καλῶς οἱονεὶ μήκη· ὅλως γὰρ πολλὰ τὸ ἓν ἐπινοεῖ διὰ τὸ διελεῖν τῇ ἐπινοίᾳ. καὶ διὰ τοῦτο οἱονεὶ εἶπε, διότι οὐχὶ τῇ ἡμετέρᾳ [254] ἐπινοίᾳ μεριζούσῃ ἕπεται πάντως τὸ καὶ ἤδη αὐτὰ διῃρῆσθαι τὰ πράγματα. κἂν οὖν μήπω ᾖ πλήθη, ἀλλ' ὡς πλήθη ἐπινοεῖται. ἐάν γε μὴν μὴ ὡς πολλὰ ἀλλ' ὡς ἓν τὸ ἐξ ἀμφοῖν νοῶμεν, καὶ ἐν ἀδιαιρέτῳ πάντως αὐτὰ εἰσόμεθα χρόνῳ, τῷ κατ' ἐνέργειάν φημι ἀδιαιρέτῳ. καὶ εὖ γε, ὅτι καὶ ταύτῃ τὸ ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον διαστέλλει ἀπὸ τοῦ εἰδητικοῦ οὐ μόνον ὡς ἐν χρόνῳ γινωσκόμενον, ἀλλὰ καὶ ὡς δυνάμενον διαιρεθῆναι καὶ πρός γε ὡς συμπληρούμενον ἐκ τῶν μερῶν (διὸ τὸ ἐξ ἀμφοῖν ἔφη, ὡς δύο τὰ μέρη ὑποθέμενος)· τὸ γὰρ εἰδητικὸν πάντῃ ἀμέριστον καὶ οὐκ ἔχον μέρη.
Πρὶν συμπληρῶσαι τελέως τὸν περὶ τῆς τῶν ἀδιαιρέτων ἐν τοῖς διαιρετοῖς νοήσεως λόγον, ἐν τῷ μέσῳ ἀναμιμνήσκει ἡμᾶς τὸ διάφορον αὐτῆς πρὸς τὴν τῶν εἰδῶν νόησιν, ἵνα καὶ τὴν αἰτίαν ἐνδείξηται, δι' ἣν ὅλως ἡ περὶ ἐκείνων νῦν παρείληπται νόησις, ὅτι διὰ σαφήνειαν καὶ διάκρισιν τῶν εἰδητικῶν νοήσεων. αὗται γὰρ οὔτε ἐν χρόνῳ οὔτε διαιροῦνταί πως ἢ ἐνεργείᾳ ἢ δυνάμει, ἀλλ' ὥσπερ ἐστὶν αὐτὰ τὰ εἴδη ἀμέριστα, οὔτε χρόνῳ παρατεινόμενα οὔτε κατά τινα διάστασιν μεριζόμενα, οὕτω καὶ αἱ συστοίχως αὐτοῖς συναρμοζόμεναι γνώσεις ἀμέριστοι παντελῶς ἔσονται, οὔτε διϊστάμεναί πως καὶ ἀνελισσόμεναι οὔτε ὅλως ἐν χρόνῳ γινόμεναι. κἂν γὰρ ἐν χρόνῳ ἔφη ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ ἐν ἀδιαιρέτῳ προστέθεικεν, ἵνα τὸ ὑπὲρ τὸν χρόνον σημάνῃ. πᾶς γὰρ χρόνος διαιρετός· ὡς οὖν ἡ τοῦ λιθίνου προσθήκη ἐν τῷ λιθίνη ναῦς ἀναιρεῖ τὸ ναῦν εἶναι, οὕτω καὶ ἡ τοῦ ἀδιαιρέτου τῷ χρόνῳ πρόσθεσις ἐξαίρει τοῦ εἶναι χρόνον. κατὰ ποσὸν μὲν οὖν ἐστιν ἀδιαίρετον, ὅ ἐστι μὲν ποσὸν οὐ διῃρημένον δέ, ἀλλ' ἐνεργείᾳ μὲν ἀδιαίρετον οὐχὶ δὲ δυνάμει. τὸ δὲ μὴ τοιοῦτον ἀλλὰ τῷ εἴδει, τουτέστιν ὡς εἶδος ὂν ἀδιαίρετον, νοεῖ, φησιν, ἐν ἀδιαιρέτῳ χρόνῳ, τουτέστιν ἢ ἐν τῷ νῦν ἢ τό γε ἀληθέστερον φάναι κρειττόνως ἢ κατὰ χρόνον, καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὀρθῶς εἰδὼς τὰ Πλάτωνος, ὡς ἐξ ἀμφοῖν ἐστιν ἡ ψυχή, τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας. τὸ οὖν ὅσον ἀδιαίρετον καὶ ἀμέριστον τοῖς εἴδεσιν εὖ συναρμόζεται, καὶ συστοίχως αὐτοῖς συμφύεται τῷ ἀδιαιρέτῳ ἑαυτῆς τοῖς ἀδιαιρέτοις. καὶ πάλιν δῆλον ὡς οὐ περὶ τοῦ κρείττονος ἢ κατὰ ψυχὴν νοῦ, οὔτε περὶ τοῦ μετεχομένου ὑπ' αὐτῆς οὔτ' ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τοῦ οὐσιώδους καὶ μονίμου τῆς ψυχῆς. καὶ γὰρ νῦν ἐναργῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὡς εἰδὼς καὶ τὸ διαιρούμενόν πως αὐτῆς. ταῦτα περὶ τῆς τῶν εἰδῶν εἰπὼν ἐν μέσῳ νοήσεως, τὴν διαφορὰν ἡμῖν παραδιδοὺς πρὸς τὴν τῶν ἄλλως πως λεγομένων ἀδιαιρέτων, αὖθις ἀναλαμβάνει τὸν περὶ ταύτης λόγον ταυτὶ γράφων·
[255]
Ἐπαναλαμβάνει μέν, ὡς εἴρηται, τὸν περὶ τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων λόγον, ὅπως νοεῖται. ἀντιδιαστείλας δὲ ἐν μέσῳ τὴν περὶ τῶν εἰδῶν νόησιν καὶ ταύτην εἰπὼν γίνεσθαι τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ, τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων οὔτε ἁπλῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς λέγει γίνεσθαι οὔτε ἁπλῶς ἐν ἀδιαιρέτῳ χρόνῳ, ἀλλὰ τῷ κατ' ἐνέργειαν οὐχὶ δὲ καὶ δυνάμει ἀδιαιρέτῳ. τὸ γὰρ ὅσον διαιρετὸν τῆς ψυχῆς ἐνίοτε μὲν καὶ κατ' ἐνέργειαν ἐν τῇ θεωρίᾳ διαιρεῖται, ἐνίοτε δὲ μόνον δυνάμει ἐστὶ διαιρετόν, οὐχὶ δὲ καὶ τῇ ἐνεργείᾳ. ὅταν μὲν γὰρ ἰδίᾳ τὸ ζῷον καὶ αὖθις τὸ λογικόν, εἶτα τὸ θνητὸν ἐπισκοπῇ, διαιρεῖ τὴν τοῦ ἀνθρώπου θεωρίαν ἐνεργείᾳ· ὅταν δὲ ὁμοῦ τὸ πᾶν συναιρῇ, ἡ ἐνέργεια αὐτῆς ἡ γνωστικὴ ἀδιαίρετος γίνεται, οὐχὶ καὶ δυνάμει (πέφυκε γὰρ διαιρεῖσθαι) ἀλλὰ μόνον ἐνεργείᾳ. καίτοι οὖν διαιρετὸν ὂν τὸ τῆς ψυχῆς τούτων γνωστικὸν καὶ ἐν χρόνῳ διαιρετῷ ὄντι φύσει γινῶσκον, οὐχ ὡς διαιρετὸν ὅμως οὐδὲ ὡς ἐν χρόνῳ διαιρετῷ γινώσκει, ὅταν ὡς ἀδιαιρέτου τοῦ γνωστοῦ ἀντιλαμβάνηται, φύσει ὄντος καὶ αὐτοῦ διαιρετοῦ. διὸ κατὰ συμβεβηκὸς ἔφη. οὐ γὰρ ὡς διαιρετὸν τὸ διαιρετὸν ἀλλ' ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ ὡς ἐν διαιρετῷ χρόνῳ, καίτοι διαιρετῷ ὄντι, ἀλλ' ὡς ἀδιαιρέτῳ, οὐδὲ ὡς διαιρετῷ τῆς ψυχῆς γινώσκουσα, ἀλλὰ καὶ τούτῳ ὡς ἀδιαιρέτῳ. ὡς γὰρ πρὸς τὸ διαιρετὸν εἴληπται τὸ κατὰ συμβεβηκὸς εἶναι τὸ ἐν αὐτοῖς ἀδιαίρετον· οὐ γὰρ ᾗ διαιρετά ἐστι, ταύτῃ καὶ ἀδιαίρετα, καὶ διὰ τοῦτο ὡς διαιρετὰ κατὰ συμβεβηκὸς ἕξει τὸ ἀδιαίρετον, οὐ τὸ χεῖρον νῦν δηλοῦντος τοῦ κατὰ συμβεβηκός, ἀλλὰ καὶ τὸ καθ' ἕτερον λόγον καὶ κρείττονα. κατὰ συμβεβηκὸς οὖν τὰ διαιρετὰ γινώσκει· τὸ γὰρ ἐκεῖνα τῶν διαιρετῶν αὐτῷ σημαντικόν, ὥσπερ καὶ [ὁ] αὐτὸς ἐπάγει λέγων καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ὅτε τὸ ἀδιαίρετον αὐτῶν θεωρεῖ. τὸ δὲ κατὰ συμβεβηκὸς ἀξιοῖ μὴ ἐπὶ μόνων τῶν γινωσκομένων, διαιρετῶν ὄντων, ἀκούειν, ἀλλὰ καὶ ἐπὶ τοῦ νοοῦντος καὶ τοῦ χρόνου, ᾧ τε νοεῖ καὶ ἐν ᾧ, προσθεὶς αὐτὸ δὴ τοῦτο ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἵνα δηλώσῃ, ὡς ἔφαμεν, ὅτι καὶ διαιρετῷ ὄντι τῆς ψυχῆς τῷ νοοῦντι τὰ τοιαῦτα οὐχ ὡς διαιρετῷ ὄντι ἐνεργεῖ. τὸ τοίνυν ἐν αὐτοῖς ἀδιαίρετον καθ' αὑτὸ ὡς ἀδιαίρετον γινώσκει, τὰ διαιρετὰ κατὰ συμβεβηκός, διότι καθ' ἕτερον λόγον εἶχε τὸ ἀδιαίρετον, καὶ οὐχ ᾗ διαιρετά. δηλοῖ γὰρ τὸ καθ' αὑτὸ τὸ ἀδιαίρετον γινώσκεσθαι προσθεὶς τὸ ἀλλ' ᾗ ἀδιαίρετα. εἰπὼν δὲ ἀλλ' ᾗ ἀδιαίρετα, πιστοῦται διὰ τῶν ἐφεξῆς, ὅτι ἔστι τι ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον.
[256]
Ὅτι μὲν ἔστι τι ἐν τοῖς συνεχέσιν ἀδιαίρετον, ἐπιστώσατο διὰ τοῦ πᾶν συνεχὲς ἕν τι εἶναι. ἀδιαίρετον γὰρ αὐτὸ τὸ ἕν, καὶ τὸ μετέχον ἀπεργάζεται οὐκ αὐτοὲν ἀλλ' ἡνωμένον, μεριστὸν ὄν, ὅπερ ἐνδεικνύμενος τὶ ἔφη. τὸ δὲ ἴσως οὐ χωριστόν, ἐπειδὴ οὐχὶ τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλ' αὐτὸ τὸ ὑποκείμενον ὡς ἡνωμένον θεωρεῖ. ἐκεῖνο γὰρ πάντως ἀχώριστον, ὅτι αὐτοῦ τί ἐστι τοῦ ὑποκειμένου, ἐπεὶ τὸ εἶδος ἔχει τι χωριστόν, ὡς καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει βούλεται, χωριστὰ καλῶν καὶ τὰ φυσικὰ εἴδη, διὰ τὸ οὐσίας εἶναι καὶ οὐσιοῦν τὸ ὑποκείμενον ἀλλὰ μὴ οὐσιοῦσθαι ὑπ' αὐτοῦ. καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὸ ἴσως προστέθεικε, σημαίνων ὡς εἰ μὲν τὸ εἰδητικὸν ἀδιαίρετον λάβοις, χωριστόν πως ἐκεῖνο, εἰ δὲ τὸ τοῦ ὑποκειμένου, ἀχώριστον.
Μετὰ τὴν περὶ τῶν ἐνεργείᾳ μόνον ἀδιαιρέτων νόησιν παραδίδωσιν ἐφεξῆς καὶ τὴν περὶ τῶν πάντῃ μὲν ἀδιαιρέτων, κατὰ τὴν ἀπόπτωσιν δὲ τῶν διαιρετῶν ἐχόντων τὸ ἀδιαίρετον. ἔχει μὲν γάρ τινα οἰκείαν μορφὴν καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ αὐτὴ ἡ στιγμὴ καὶ τὸ νῦν, καὶ διὰ ταύτην οὐ παντελῶς ἐν στερήσει ταῦτα θετέον, ἀλλ' ὡς ἀδιαίρετα ἔχει τὸ ἐστερημένον. ὡς γὰρ ἡ ἐπιφάνεια κατὰ τὸ μῆκος καὶ πλάτος ἔχει τὸ μεμορφωμένον, κατὰ δὲ τὸ βάθος τὸ ἐστερημένον, οὕτω καὶ αἱ ἄλλαι διαιρέσεις πᾶσαι, ᾗ τοῦ διαιρετοῦ ἀπολείπονται, οὗπέρ ἐστι πέρατα, ταύτῃ ἐν στερήσει τυγχάνουσιν οὖσαι. πάλιν οὖν ὁ συστοίχως τὰ πέρατα νοῶν γνώσεται αὐτὰ καὶ ὡς ἐστερημένα οἰκείως τοῖς ὑποκειμένοις διὰ τὴν σύστοιχον θεωρίαν κατὰ στέρησιν τοῦ εἴδους. νοῶν γὰρ τὸ εἶδος καὶ τὸ ἐστερημένον αὐτοῦ εἴσεται ὡς μὴ μετέχον ἐκείνου, φημὶ τοῦ εἴδους, ᾧ καὶ πέφυκεν ἡ στέρησις παρυφίστασθαι, τουτέστι τοῦ γενητοῦ, ὡς τῷ γε ἀιδίῳ ἀγαθῷ οὐδὲν παρυφίσταται κακὸν οὐδὲ ἄλλῳ τινὶ τῶν ἀιδίων εἰδῶν οὐδεμία στέρησις. πῶς οὖν τὰς στερήσεις ὡς στερήσεις γινώσκομεν; ὡς τὸ σκότος τῷ μὴ ὁρᾶν τὸ φῶς, καὶ τὸ κακὸν τῷ μὴ ὁρᾶν τὸ ἀγαθὸν ἐν αὐτῷ, ἐπεὶ τῇ τοῦ ἀγαθοῦ ἐννοίᾳ καὶ τῇ τοῦ φωτὸς καὶ τὸ κακὸν καὶ τὸ σκότος γινώσκομεν, ὡς τῇ τοῦ κανόνος ὀρθότητι τὸ στρεβλόν. τὸ γὰρ μέλαν νῦν ὁ Ἀριστοτέλης καὶ τὸ λευκὸν τὸ μὲν ἀντὶ τοῦ σκότους τὸ δὲ ἀντὶ τοῦ φωτὸς εἴληφεν, ἐπεὶ καὶ τὸ [257] μέλαν εἶδος ἐστίν. ἐν δὲ τῇ λέξει ἐπισημαντέον, ὅτι οὐχ ἁπλῶς τὴν στιγμὴν βούλεται κατὰ στέρησιν νοεῖσθαι· οὐ γὰρ ὡς διαίρεσιν, ἀλλ' ὡς ἀπολειπομένην τῆς διαστάσεως, ἧς ἐστι πέρας, καθὸ καὶ τὴν στέρησιν πέπονθεν. ἡ γὰρ στιγμή, φησι, καὶ τὸ οὕτως ἀδιαίρετον ὡς τὸ νῦν καὶ πᾶσα διαίρεσις, ταύτῃ οὖσα στέρησις, καθ' ὅσον ἀπολείπεται τῆς οἰκείας διαστάσεως, δηλοῦται ὥσπερ ἡ παντελῶς οὖσα στέρησις, οἷον τὸ κακόν. καὶ γὰρ εἰ καὶ πάντως τὸ κακὸν τῇ τοῦ ἀγαθοῦ ἐμφάσει ἐπερείδεται, ἀλλ' ὡς κακὸν ἐν ἀπουσίᾳ τοῦ ἀγαθοῦ ἔχει τὸ εἶναι. ὡς τὸ μὴ ὄν, ὅσον οἶδεν ἡ φύσις μὴ ὂν ἀλλ' οὐ τὸ μηδαμῶς ὄν, ἐν ἀπουσίᾳ ἐστὶ τοῦ ὄντος ᾗ μὴ ὄν, κἂν ὄντι τινὶ παρυφιστῆται.
Δοκεῖ μοι τὸ ῥητὸν τοῦτο πάλιν σαφῶς ἐνδείκνυσθαι, ὅτι δευτέρα ἐστὶν ἡ τῶν διαιρέσεων τούτων νόησις καὶ πολλοῖς ἀπολειπομένη μέτροις τῆς τῶν εἰδῶν θεωρίας. ἐκείνη γὰρ κατ' ἐνέργειαν ἵσταται καθαράν, αὕτη δὲ τῷ δυνάμει συμπέπλεκται. καὶ γὰρ ἡ αὐτοῦ τοῦ εἴδους, ᾧ ἡ στέρησις παρυφίσταται· ὅταν τὸ εἶδος ὡς καὶ στερητικῶς ἐνεργοῦν γινώσκωμεν, τουτέστιν ὡς καὶ ἀπεῖναι δυνάμενον τῶν εἰδοποιουμένων, τῇ συμπλεκομένῃ τῷ δυνάμει νοήσει νοοῦμεν. οὐ γὰρ τελείᾳ οὐδὲ καθαρᾷ ἐνεργείᾳ, ἀλλ' ἀτελεῖ καὶ οὐχὶ τῷ ἐνεργείᾳ μόνῳ ὄντι, ἀλλὰ καὶ τῷ δυναμένῳ καὶ ὡς ἐστερημένῳ ἐπιβαλλούσῃ κατὰ τὴν σύστοιχον αὐτοῦ γνῶσιν. πάλιν γὰρ ἐπισημαντέον, ἵνα μὴ τὴν κρείττονα τῶν πραγμάτων γνῶσιν καὶ ἐξῃρημένην καὶ οὐχὶ συστοίχως ἀλλ' ὑπερεχόντως αὐτὰ γινώσκουσαν προτείνων ἀπορῇ. ἐκείνη γάρ, ὡς τὸ γινῶσκον πέφυκεν, καὶ οὐχὶ τοῖς γινωσκομένοις ἐπακολουθοῦσα, κρειττόνως αὐτὰ οἶδεν ἢ ἐκεῖνά ἐστιν. δεῖ οὖν, φησι, δυνάμει εἶναι τὸ νοοῦν ταῦτα δηλαδή, τουτέστιν ἀτελέστερον ἢ τὸ τὰ εἴδη νοοῦν καὶ τῷ δυνάμει συμπεπλεγμένον, καὶ ἐνεῖναι ἐν αὐτῷ τῷ νοοῦντι τὸ δυνάμει. τοῦτο δὲ προστέθεικεν, ἵνα μὴ μόνον δυνάμει εἶναι τὸ νοοῦν ὑπονοήσωμεν, ὁποῖον παρεδίδου τὸν ἔξω προϊόντα καὶ ἔτι ἀτελῆ νοῦν· οὐ γὰρ οὕτω δυνάμει τὸ νοοῦν νῦν εἴρηται, ὡς μηδὲ νοοῦν, ἀλλ' ὡς νοοῦν μὲν καὶ κατ' ἐνέργειαν νοοῦν, συμπεπλεγμένον δὲ τῷ δυνάμει, τουτέστι τῷ ἀτελεῖ καὶ τῇ οἰκείᾳ στερήσει. ὡς γὰρ τὸ βλέπειν ἀμυδρῶς οὐκ ἔστι παντελῶς μὴ βλέπειν, ἀλλὰ βλέπειν τῇ ἑαυτοῦ στερήσει, οὕτω καὶ τὸ νοεῖν, ὅταν συμπλέκηται τῷ μὴ νοεῖν πως. τοῦτο δὲ συμβαίνει, ὅταν τις ἅμα τὸ εἶδος καὶ τὴν στέρησιν αὐτοῦ γινώσκῃ συστοίχως· οὐ γὰρ νοεῖ μόνον, ἀλλὰ καὶ οὐ νοεῖ. ἡ γὰρ στέρησις οὐδέποτε καθ' ἑαυτὴν νοεῖται, ἐπεὶ μηδὲ ἔστι καθ' ἑαυτήν ποτε. καὶ διὰ τοῦτο ἡ τοιαύτη νόησις ἀτελής πως καὶ τῷ οἰκείῳ δυνάμει ἤτοι τῇ στερήσει συμπεπλεγμένη. [258]
Ὥσπερ ἀνωτέρω τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων παραδοὺς γνῶσιν εὐθὺς ἀντιδιέστειλε τὴν τῶν καθαρῶς ἀμερίστων νόησιν ὡς καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς γινομένην καὶ ὑπέρχρονον, ἐπειδὴ προηγουμένως ἦν αὐτῷ ἡ περὶ τῆς τῶν εἰδῶν νοήσεως θεωρία, καὶ διὰ τὴν ταύτης σαφήνειαν παρελάμβανε τὰ ὁπωσοῦν ἄλλως ἀδιαίρετα, ὡς ἀπὸ τῆς τούτων παραθέσεως ἐναργέστερον ἡμῶν ἀντιληψομένων τῆς καθαρᾶς νοήσεως τῶν εἰδῶν, οὕτω καὶ νῦν τὴν τῶν διαιρέσεων νόησιν παραδοὺς ἀντιδιαστέλλει πάλιν τὴν τῶν εἰδῶν νόησιν ὡς πρὸς δυνάμει οὖσαν ἐνέργειαν καὶ ὡς πρὸς σύστοιχον ταῖς στερητικαῖς φύσεσι καὶ γενηταῖς καὶ διὰ τοῦτο ἔχουσάν τι καὶ αὐτὴν ἀντικείμενον τῷ δυνάμει τῷ ἐν αὐτῇ τὴν χωριστὴν καὶ καθαρὰν ἐνέργειαν καὶ ἀναντίθετον, ἀλλὰ καὶ ὡς πρὸς ἄλλου οὖσαν τὴν ἑαυτῆς ὑπάρχουσαν. ἅπερ ἅπαντα θειότερον μὲν καὶ κρειττόνως τῷ ἀμεθέκτῳ ὑπάρχει, διὸ καὶ δευτέρως τῷ ὑπὸ ψυχῆς μετεχομένῳ· ὑπάρχει δὲ καὶ τῇ πρώτῃ οὐσίᾳ τῆς ψυχῆς, εἰ καὶ ὑφειμένως διὰ τὴν πρὸς ἀνέλιξιν ἤδη συμπλοκήν. περὶ ἧς αὐτῷ νῦν ὁ λόγος, ὡς διὰ πολλῶν τῶν προτέρων λόγων ὑπεμνήσαμεν, ἵνα καὶ ἅμα νοῦς ᾖ καὶ ἐπιστήμη, ὅπερ αὐτὸς ἠξίωσεν· ὁ γὰρ κρείττων τῆς οὐσίας τῆς ψυχικῆς νοῦς μέν, οὐκ ἐπιστήμη δέ. περὶ οὖν τῆς οὐσίας τῆς ψυχικῆς καὶ τοῦ κατ' αὐτὴν ἱσταμένου νοῦ καὶ νῦν ὁ λόγος, καὶ ἀξιοῦται καὶ περὶ αὐτοῦ ὅτι ἀναντίθετος, ἐπειδὴ καὶ ἀίδιος (σαφῶς γὰρ ὅτι ἀθάνατος εἴρηται, ὅτε ἐλέγετο "καὶ ἔστι τοῦτο μόνον τῆς ψυχῆς ἀθάνατον"), ἐν δὲ τοῖς γενητοῖς ἡ ἐναντίωσις καὶ ἡ στέρησις· καὶ ὅτι αἴτιος· ἦν γὰρ τὸ ποιοῦν αὐτός, ὥσπερ τὸ πάσχον ὁ ἔξω προϊὼν νοῦς. αὐτῆς γὰρ τῆς ψυχῆς καὶ πρότερον ἔλεγεν τὸ μὲν εἶναι ποιοῦν τὸ δὲ πάσχον, καὶ τὸ μὲν ποιοῦν ἀρχὴν καὶ αἴτιον ἐτίθετο, τὸ δὲ πάσχον ὕλην. αἰτία οὖν καὶ ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία. ἀλλὰ καὶ τῇ οὐσίᾳ ἦν ἐνέργεια, εἰ καὶ δευτέρως, ὡς εἴρηται, ὁ τῆς ψυχῆς οὐσιώδης νοῦς. διὸ καὶ νῦν αὐτὸν ἑαυτὸν γινώσκειν αὐτὸν συμπεραίνεται. αὐτὸς γὰρ καὶ τὰ εἴδη δευτέρως διὰ τὴν συμφυῆ πρὸς τὸν ὑπὲρ ψυχὴν νοῦν ὕπαρξιν· οὐ γὰρ δι' ἑτερότητος ὡς ἡ φύσις καὶ τὰ σώματα, ἀλλὰ συμφυῶς αὐτοῦ ἐξῆπται. ἔστι δὲ καὶ ἐνέργεια ὡς οὐδαμῇ τῷ δυνάμει συμπλεκόμενος, ἄυλος δὲ ὤν, ὅταν χωρισθῇ τῶν δευτέρων καὶ προβαλλομένων καὶ ἔξω ῥεπουσῶν ζωῶν. ὅθεν καὶ αὐτὸς ἐνέργειαν εἰπὼν τὸν τοιοῦτον νοῦν προσέθηκε καὶ χωριστός. τότε γὰρ ἐνέργεια καὶ ἀμιγὴς καὶ πάντα ὅσα περὶ αὐτοῦ ἠξίωται νῦν, ὅταν χωρισθῇ. οὐ γὰρ δεῖ τὸ χωριστὸν ἀκούειν ὡς ἐπὶ ἀεὶ κεχωρισμένου, ἀλλ' ὡς ποτέ· χωρισθεὶς γάρ, φησιν, ἔστιν ὅπερ ἐστίν.
[259]
Εἰπὼν καὶ ἀξιώσας ἐπὶ τῆς ψυχικῆς ἀκροτάτης οὐσίας καὶ τοῦ κατ' αὐτὴν νοῦ, ὅσα πρώτως περὶ τοῦ ὑπὲρ ψυχὴν ἠξιοῦμεν νοῦ, βούλεται πάλιν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τὸ διάφορον ἐνδείξασθαι καὶ σαφῶς παραδοῦναι τοῦ οὐσιώδους ἡμῶν νοῦ πρὸς τὸν ὑπέρτερον τῇ προσθήκῃ τῆς λογικῆς διαιρέσεως. καὶ διὰ τοῦτο καὶ πλεονάκις τῇ αὐτῇ λέξει χρῆται, καὶ τὴν οὐσίαν αὐτὴν παραδιδοὺς τοῦ οὐσιώδους ἡμῶν νοῦ καὶ τὴν ἐνέργειαν, ἵνα μετὰ τῆς πρὸς τὰ κρείττω κοινωνίας καὶ τὸ διάφορον εἰδείημεν καὶ πανταχόθεν πρὸς τὴν μεσότητα τῆς ψυχῆς ὁρῶμεν. ἐπειδὴ δὲ καὶ δύσληπτοι αἱ μεσότητες καὶ ὀνομάτων ἐνίοτε οἰκείων ἀπορίᾳ ἀδηλότεραι γίνονται, ἐκ τῶν ἄκρων ἀμφοτέρων τῶν τε πρὸ αὐτῶν καὶ τῶν μετ' αὐτὰς ὑπὸ τῶν παλαιῶν ἀνδρῶν σαφηνίζονται. οὕτως ὑπὸ Πλάτωνος ἐκ τοῦ ἀμερίστου καὶ μεριστοῦ, οὐ κατὰ παράθεσιν, ἀλλ', ὡς ἐκεῖνος ἔφη, κατὰ σύγκρασιν· συνεκεράσατο γάρ, φησιν, ἐξ ἀμφοῖν, ἵνα ὅλην δι' ὅλης τὴν οὐσίαν τὴν ψυχικὴν ἀμέριστόν πως ἅμα καὶ εἰς τὴν περὶ τὰ σώματα μεριζομένην ἀποκλίνουσαν οὐσίαν ἀποφήνῃ, ἀλλ' οὐχὶ ἐκ μέρους μὲν ἀμέριστον ἐκ μέρους δὲ εἰς τὸ μεριστὸν ἀποκλίνουσαν, ὅλην δὲ δι' ὅλης τὸ συναμφότερον, ἀλλ' οὐδέτερον εἰλικρινῶς, μᾶλλον δὲ οὐδὲ συγκεκραμένον ὁποτερονοῦν, ἀλλ' ἁπλοῦν τι καὶ ἴδιον τὸ εἶναι τῆς ψυχῆς μέσον τῆς γε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας κοινωνίαν τινὰ διὰ τὴν μεσότητα πρὸς ἑκάτερον τῶν ἄκρων διασῶζον· ὡς τὸ ξανθὸν φέρε χρῶμα ἁπλοῦν ὂν κατ' ἀλήθειαν καὶ οὐκ ἐκ τῆς λευκοῦ καὶ μέλανος τῶν ἄκρων χρωμάτων συγκράσεως ὑπὸ τῆς φύσεως ὑφιστάμενον, ἀλλ' ἴδιον καὶ ἁπλοῦν, ὡς εἴρηται, ὅμως ἐξ ἀμφοῖν λέγεται τῶν ἄκρων διὰ τὴν πρὸς ἑκάτερον τῶν μέσων πάντων κοινωνίαν. ἀλλ' ἐπειδή, ὡς εἴρηται, τὰ μέσα οὔτε ὀνόμασι πάντως οἰκείοις προσαγορεύεται οὔτε ταῖς ἡμετέραις νοήσεσιν εὐεπίβλητα, ἀποδεκτέον τοὺς ἀρίστους φιλοσόφους ἐκ τῶν ἄκρων πειρωμένους αὐτὰ θηρεύειν. οὕτω δὴ καὶ Ἀριστοτέλης ἐκ τοῦ νοῦ καὶ τῆς ἐπιστήμης, λογικῆς οὔσης ἐνεργείας καθ' ἕξιν καὶ προβολήν, τὴν οὐσίαν τῆς ψυχῆς καὶ τὴν οὐσιώδη ἐνέργειαν ἑλεῖν πειρᾶται ὡς νοῦν τε ἅμα οὖσαν καὶ ἐπιστήμην, ὅλην δι' ὅλης οὔτε νοῦν οὖσαν, ὁποῖος ὁ ὑπέρτερος τῆς ψυχῆς νοῦς, οὔτε ἐπιστήμην, ὁποία ἡ καθ' ἕξιν καὶ προβολὴν ἐξ αἰτίων γνῶσις. ὡς γὰρ καὶ αὐτὸς σαφῶς ἐπισημαίνεται, ἐπιστήμη ἐστὶν ἡ ψυχὴ ἤτοι ἡ ψυχικὴ γνῶσις, ἡ τῷ πράγματι οὖσα ἡ αὐτή, ἵνα ἐκ μὲν τῆς πρὸς τὸ πρᾶγμα ταὐτότητος τὸ νοερὸν τῆς ψυχῆς καὶ τῆς γνώσεως αὐτῆς δηλώσῃ, διὰ δὲ τῆς ἐπιστήμης τὸ λογοειδὲς καὶ ἀνειλιγμένον, εἰς τὴν ἀπὸ τῆς οὐσίας ἑτερότητα ὑφιζάνον. διὰ τοῦτό μοι δοκεῖ καὶ ἀρχόμενος τοῦδε τοῦ ῥητοῦ φάσιν εἰπεῖν τὴν οὐσιώδη τῆς ψυχῆς γνῶσιν καὶ προσθεῖναι τὸ τὶ κατά τινος, οὐχ ὡς τοῖς ἐξηγηταῖς [260] εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ, τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης ἢ ἀντὶ τοῦ ἐνδιαθέτου λόγου. σύνθεσις γὰρ τούτων ἑκάτερον· ἁπανταχοῦ δὲ ὁ Ἀριστοτέλης καὶ πρό γε αὐτοῦ Πλάτων ἐπὶ τῶν ἁπλῶν νοημάτων τε καὶ λέξεων τῷ τῆς φάσεως χρῶνται ὀνόματι. ἀλλὰ δηλοῖ μὲν καὶ νῦν τὸ ἁπλοῦν νόημα, διὰ δὲ τῆς προσθήκης τῆς τὶ κατά τινος τὴν πρὸς τὸ ἀνειλιγμένον συμπλοκὴν τῆς ψυχικῆς οὐσιώδους ἐνεργείας ἐδήλωσε. τοιαύτη γὰρ οἵα ἁπλῆ μὲν καὶ νοερὰ εἶναι· χαλάσασα δὲ τὴν ἁπλότητα τῇ πρὸς λόγον συμπλοκῇ, οὐ πῇ μὲν οὖσα νοερὰ πῇ δὲ λογική, ἀλλ' ὅλη δι' ὅλης τὸ συναμφότερον, μᾶλλον δὲ οὐδέτερον εἰλικρινῶς, ἀλλ' ἁπλοῦν τι μέσον ἀμφοῖν εἶδος καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν, ὡς ἑκατέρῳ κοινωνοῦν διὰ τὴν μεσότητα. διὸ καὶ ἐπήγαγεν ὥσπερ ἡ κατάφασις, ἐπειδὴ ἡ μὲν φάσις ἁπλοῦν ἦν τὸ ὅλον τοῦτο τὶ κατά τινος, ἵνα ἐκ τῶν ἄκρων τὸ μέσον ἐμφήνῃ, ἡ δὲ κατάφασις αὐτόθεν λόγος τις οὖσα ἐν τῷ τὶ κατά τινος ἔχει τὸ εἶναι. ὡς οὖν εἴ τις ἔλεγε τὸ ξανθὸν διακρίνειν τὴν ὄψιν ὥσπερ τὸ λευκόν, ἐπειδὴ κυρίως διακρίνει τὸ λευκόν, τὸ δὲ ξανθὸν κατὰ τὴν πρὸς τὸ λευκὸν κοινωνίαν διακριτικήν τινα ἀποφέρεται ἔμφασιν, ἐπεὶ οὐκ ἔστιν αὐτόθεν διακριτικόν, οὕτω δὴ καὶ ἡ τῆς ψυχῆς οὐσιώδης ἐνέργεια οὐκ ἔστι μὲν ὅπερ τὶ κατά τινος (φάσις γὰρ εἴρηται), διὰ δὲ τὴν πρὸς τὸν λόγον κοινωνίαν καὶ ἀπόκλισιν ἐμφαίνει τινὰ ὡς ἑτέρου καθ' ἑτέρου κατηγορίαν. καὶ τοῦτο αὐτῷ δηλοῖ τὸ ὥσπερ ἡ κατάφασις· αὕτη γὰρ αὐτόθεν, ὡς εἴρηται, ἐν τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ συνίσταται. καὶ εὖ γε, ὅτι οὐ τὴν ἀπόφασίν που ἐν τούτοις παρέλαβεν, ἀλλὰ μόνον τὴν κατάφασιν, ἐπειδή, ὥσπερ τοῖς νοητοῖς οὐδαμῇ φησιν ὁ Παρμενίδης τὸ μὴ ὂν ἐνθεωρεῖσθαι, οὕτω καὶ ἡ οὐσία τῆς ψυχῆς ἡ ἀκροτάτη καὶ ἡ κατὰ τὴν οὐσίαν ἱσταμένη ἐνέργεια, πλήρης οὖσα ἑαυτῆς τῷ μὴ ὄντι χώραν οὐ δίδωσιν. καὶ γὰρ εἰ Πλάτων ἐν Σοφιστῇ καὶ ἐπὶ τῶν νοητῶν ὑμνεῖ τὸ μὴ ὄν, ἀλλ' οὐ τὸ κατὰ ἀναίρεσιν οὐδὲ ὅλως τὸ κατὰ ἀπόφασιν, τὸ δὲ κατ' ἐνέργειαν καὶ ἰδιότητα ἢ κρείττονα καὶ αὐτῆς τῆς οὐσίας, ὁποῖον τὸ ὑπερούσιον, ἢ τὸ καθ' ἑτερότητα, οὐχὶ τὴν μεριστὴν ἀλλὰ τὴν εἰδητικήν (ἰδιότης δέ τις προηγουμένη καὶ ἡ ἑτερότης ἀντίθετος τῇ ταὐτότητι, ᾗ σύνδρομος καὶ ἡ τοῦ μὴ ὄντος ἰδιότης, κἂν μὴ ἡ αὐτὴ ᾖ τῇ ἑτερότητι, ὡς τοῖς ἀκριβέστερον τὸν Σοφιστὴν ἐξηγουμένοις δοκεῖ), ἢ κατὰ τὴν ὑποστατικὴν τῶν ἀφισταμένων πῃ τοῦ ὄντος αἰτιώδη ἐνέργειαν. πανταχῶς δ' οὖν οὐ πάθος ἀλλ' ἰδιότης καὶ ἐνέργεια καὶ τελειότης τὸ μὴ ὂν ἐν τοῖς νοητοῖς ὑπὸ τοῦ Πλάτωνος ὑμνεῖται. τὸ δὲ εἰς ἀναίρεσιν τοῦ ὄντος ὑποφερόμενον μὴ ὂν ἐξώρισται τῶν ἀληθῶς ὄντων. οἷς καὶ ἡ ἀκρότης τῆς ψυχῆς συμφυῶς ἡνωμένη δευτέρως καὶ αὐτὴ πλήρης ἑαυτῆς γίνεται, στραφεῖσα εἰς ἑαυτὴν καὶ χωρισθεῖσα ἀπὸ τῶν ἔξω προβολῶν καὶ συναφθεῖσα εἰλικρινῶς τοῖς ὑπερτέροις. κἂν οὖν ἔχῃ τινὰ πρὸς λόγον κοινωνίαν τὸν ἀνειλιγμένον, πρὸς τὸν καταφατικὸν ἕξει μᾶλλον ἢ τὸν ἀποφατικόν. τὸ δὲ ἀληθὴς ἢ ψευδὴς πᾶσα περὶ τῆς καταφάσεως λέλεκται, ἀλλ' οὐ περὶ τῆς φάσεως. ἐπάγει [261] γὰρ ὁ δὲ νοῦς οὐ πᾶς, ἀντὶ τῆς φάσεως τὸν νοῦν εἰπών, οὐ πᾶς δηλαδὴ ἀληθὴς ἢ ψευδής. ὁ γὰρ ἔξω προϊὼν καὶ δυνάμει καὶ παθητικὸς ὑπ' αὐτοῦ εἰρημένος νοῦς ποτὲ μὲν ἦν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ μέντοι οὐσιώδης οὐδέποτε ἀληθὴς ἢ ψευδής, ἀλλὰ μόνον ἀληθής. οὗτος γὰρ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀντιληπτικός, τουτέστιν ὁ τῆς οὐσίας τῶν πραγμάτων. τοῦτο γὰρ δηλοῖ τὸ τοῦ τί ἐστι θεωρητικὸς κατὰ τὸ τί ἦν εἶναι, ὅπερ αὐτὸ τὸ εἶδος, ἵνα ᾖ ὁ λόγος τοιόσδε· ὁ νοῦς ὁ τῶν οὐσιῶν γνωστικὸς κατὰ τὰ εἴδη ἄδεκτος τοῦ ψεύδους. ἐναργὲς δὲ ὅτι τὸ μὲν τί ἐστι τὴν οὐσίαν τῷ Ἀριστοτέλει εἴωθε σημαίνειν, τὸ δὲ τί ἦν εἶναι τὸ εἶδος, ἐπειδὴ διαφορὰν βούλεται εἶναι ἐπὶ τῶν ἐνύλων αὐτοῦ τε καὶ τοῦ εἶναι αὐτοῦ, ὧν τὸ μὲν αὐτὸ τὴν οὐσίαν δηλοῖ τοῦ ἐνύλου, τὸ δὲ εἶναι αὐτὸ τὸ εἶδος, ἐπὶ δέ γε τῶν ἀύλων εἰς ταὐτὸν ἄμφω φέρεται. εἴρηται δὲ ἡμῖν καὶ ἤδη ἡ αἰτία, δι' ἣν ὁ τῶν ἀμερίστων οὐσιῶν καὶ ἀύλων καὶ ἁπλῶς εἰπεῖν τῶν εἰδῶν συστοίχως γνωστικὸς ἀεὶ ἀληθής, ὅταν γινώσκῃ· οὐ γὰρ ἔχει πῇ μὲν ἐφάπτεσθαι πῇ δὲ μὴ τοῦ πράγματος, ἵνα ἢ ψεύδηται ἢ ἀληθεύῃ κατὰ τὴν ἀντικειμένην τῷ ψεύδει ἀλήθειαν. τὸ γὰρ ψεῦδος καὶ ἡ τούτῳ ἀντικειμένη ἀλήθεια ἐν συμπλοκῇ καὶ διαιρέσει· συμπλοκὴ δὲ καὶ διαίρεσις ἐν μεριστοῖς πως καὶ συνθέτοις ἐστὶ πράγμασι· τὰ δὲ εἴδη ἁπλᾶ καὶ ἀμέριστα. καὶ ὅλως δὲ τὸ ψεῦδος συνίσταται ἐν τῷ πῇ μὲν ἐφάπτεσθαι τοῦ πράγματος, ἵνα καὶ λέγῃ τι περὶ αὐτοῦ, πῇ δὲ μή, ἵνα καὶ αὐτὸ τοῦτο ψεύδηται. τὸ δὲ ἀμέριστον οὐ προσίεται τὴν κατά τι ἐπαφὴν διὰ τὸ εἶναι ἀμέριστον, ἀλλ' ἢ τὸ ὅλον, εἰ δεῖ φάναι τὸ ὅλον ἐπὶ τῶν ἀμερίστων, γινώσκεται ἢ οὐδαμῶς. καὶ τοῦτο ἦν, ὃ καὶ ὁ Πλωτῖνος ἔφη, ὡς καὶ ἤδη ἐμνήσθημεν, ὡς ὁ νοῦς ἢ ἐφήψατο ἢ οὐκ ἐφήψατο, ὥστε ἀναμάρτητος. εἰπὼν οὖν περὶ τῆς καταφάσεως, ὅτι καί τι κατά τινος καὶ ἢ ἀληθὴς ἢ ψευδής, ἀντιτίθησι τὸν νοῦν ὡς οὐδέτερον ἔχοντα, οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλὰ μόνον τὸ ἀληθές, οὔτε τὸ τὶ κατά τινος, διὰ τῶν ἀντιθέτων πάλιν τὴν μεσότητα αὐτοῦ δηλῶν. εἰρηκὼς γὰρ πρότερον τὴν φάσιν εἶναί τι κατά τινος ὥσπερ τὴν κατάφασιν, ἵνα μὴ αὐτόθεν συμπλοκὴν νοήσωμεν ἐπὶ τῆς φάσεως, ἐνεδείκνυτο μὲν καὶ δι' αὐτοῦ τοῦ τῆς φάσεως ὀνόματος τὸ ἁπλοῦν δηλοῦντος, ἔτι δὲ σαφέστερον ἀναίνεται τοῦ νοῦ ἀποφάσκων τὸ τὶ κατά τινος νοεῖν, διὰ τὸ ὡς εἴρηται ἐκ τῶν ἀντιθέτων τὸ μέσον σημαίνειν.
Ἐναργεῖ χρῆται εἰκόνι τῆς τῶν νοητῶν ἁπλῶν ὄντων θέας τῇ τῶν ἰδίων ὁρατῶν ὄψει καὶ οὐκ ἄλλῃ τινὶ αἰσθήσει. καίτοι πᾶσαι τῶν ἰδίων ἀληθεῖς καὶ ἁπλῶν εἰσι γνώσεις· ἀλλ' ἡ ὄψις διὰ τὴν πρὸς φῶς κοινωνίαν καὶ διὰ τὴν τῶν πορρωτάτω ἀντίληψιν καὶ διὰ τὸ ἀθρόον τῆς γνώσεως καὶ διὰ τὸ μάλιστα ὡς ἐν αἰσθήσεσιν ἀπαθὲς καὶ ἐνεργητικὸν οἰκειοτάτη πρὸς [262] ἀπεικασίαν τοῦ νοῦ. αὕτη δ' οὖν ἀληθής· εἰ γὰρ μή τι διάστημα ἢ ἄλλο τι πάθος ἐμποδίσοι, ἀεὶ τῶν ἰδίων ἀληθής, οἷον ὅτι λευκὸν ἢ ξανθὸν τὸ φαινόμενον. ἀλλ' εἰ Κλέωνος υἱὸς ὁ λευκός, οὐκέτι ὂν τοῦτο ἁπλοῦν οὐδὲ ἴδιον ὄψεως αἰσθητόν, οὐκέτι πάντως ἀληθές. οὕτως οὖν ἔχει καὶ τὰ ἄνευ ὕλης, φησίν, ὡς τὰ ἴδια αἰσθητὰ ἁπλᾶ ὄντα, κατὰ τὴν ἁπλότητα μόνην ἀπεικονιζόμενα, ἐπεὶ οὐσίαι ἐκεῖνα τέλειαι, μᾶλλον δὲ τελειότητες καὶ ἐνέργειαι καθαραὶ καὶ ὅροι ἀμέριστοι παντελῶς. καὶ ἁπλᾶ δὲ οὐχ ὡσαύτως τοῖς ἰδίοις αἰσθητοῖς· ταῦτα μὲν γὰρ κατὰ ἀποστένωσιν, ἐκεῖνα δὲ κατὰ τὴν πάντων περιληπτικὴν ἁπλότητα· ἀλλὰ κατ' αὐτὸ μόνον τὸ ἁπλοῦν ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἓν νοούμενον καὶ ταύτῃ ἔχον τινὰ κοινωνίαν ἡ παραβολὴ γέγονεν.
Σχεδόν τι καὶ πρότερον αὐτολεξεὶ τὸ ῥητὸν τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους παραδέδοται καὶ νῦν· οὐ μάτην δὲ λεγόμενον, ἐπειδὴ τότε μὲν τὴν οὐσίαν καὶ τὸ εἶναι τοῦ οὐσιώδους τῆς ψυχῆς νοῦ κεχαλασμένον παρὰ τὸν ὑπὲρ ψυχὴν ἐδήλου ἡ τῆς ἐπιστήμης αὐτοῦ κατηγορία (τὸ γὰρ ἅμα νοοῦν τε καὶ ἐπιστημονικὸν ὑφεῖται τοῦ μόνον νοοῦντος)· ἐπεὶ δὲ τοῖς αὐτοῖς ὀνόμασι καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν σημαίνομεν, τότε μὲν ἀκούειν ἠξιοῦμεν τῶν τοῦ νοῦ καὶ τῆς ἐπιστήμης ὀνομάτων ὡς οὐσιῶν δηλωτικῶν, νῦν δὲ ὡς ἐνεργειῶν, ἵνα καὶ νῦν τὴν νοερὰν ἐνέργειαν τῆς ψυχῆς ἀκολούθως τῇ οὐσίᾳ κεχαλασμένην ἀπὸ τῆς ὑπερτέρας νοερᾶς ἐνεργείας διὰ τῆς ἅμα καὶ ἐπιστημονικῆς γνώσεως νοήσαντες, ἐντεῦθεν καὶ τὴν οὐσίαν πιστωσόμεθα ὑφιζάνουσαν. ἀλλὰ ποία ἡ ἐπιστήμη ἡ κατηγορουμένη ἐν τούτοις τῆς οὐσιώδους ψυχικῆς ἐνεργείας; οὐχ ἡ καθ' ἕξιν ἡμῖν ἐγγινομένη οὐδὲ ἡ κατὰ προβολήν, διϊσταμένη τῆς προβαλλούσης οὐσίας καὶ δι' ἑτερότητός τινος καὶ μετά τινος ἀποστάσεως αὐτὴν αἱροῦσα, ἀλλ' ἡ διὰ ταὐτότητα αὐτῇ συνημμένη. ἀξιοῖ γὰρ αὐτὴν τὴν αὐτὴν εἶναι τῷ πράγματι, τουτέστι τῇ γινωσκούσῃ οὐσίᾳ ἅμα καὶ γινωσκομένῃ, ἵνα πάλιν τὴν μεσότητα ἐνδείξηται, διὰ μὲν τῆς ταὐτότητος τὸ νοερὸν ἐχούσης (νοῦς γὰρ κυρίως ὁ τῇ οὐσίᾳ ὢν ἐνέργεια), διὰ δὲ τοῦ ὅλως ἐπιστήμην φάναι τὸ πρὸς ἀνέλιξιν λόγων ἀποκλῖνον. ἡρμήνευται δὲ ἡμῖν ἤδη διὰ πλειόνων, ὅπως τὸ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνί, καὶ νῦν συντόμως ὑπομιμνησκέσθω, ὡς ἐν τοῖς γενητοῖς καὶ ποτὲ οὖσι τοῦτο ἀληθές, ἐν οἷς ἡ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προκοπή. ὧν καὶ ἡ ψυχή πως κατὰ τὴν πρὸς τὸ σῶμα τοῦτο σύζευξιν, ὡς ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργεῖν θεωρητικῶς τὰ εἴδη ἰοῦσα. ἀλλ' ἐπὶ μὲν τῶν πάντῃ γενητῶν οὐδέποτε τὸ ἐνεργείᾳ πρότερον τῷ χρόνῳ τοῦ δυνάμει ἐν τῷ ἑνί, ἐπειδὴ κἂν ὁ πατὴρ ἐνεργείᾳ προϋπάρχῃ τοῦ δυνάμει γινομένου παιδός, ἀλλ' οὐκ ἐν τῷ ἑνί· ἐπὶ δὲ τῆς ψυχῆς ἀξιοῖ μὴ οὕτω νοεῖν, ἀλλὰ [263] καὶ ἐν τῷ ἑνὶ πρὸ τοῦ δυνάμει εἶναι τὸ ἐντελεχείᾳ. κἂν γὰρ μὴ ἐν τῷ κοινῷ μετὰ σώματος βίῳ τὸ ἐνεργείᾳ προτερεύῃ τῷ χρόνῳ τοῦ δυνάμει ἐν τῇ ψυχῇ, ἀλλ' ἐν αὐτῇ τῇ ψυχῇ μιᾷ οὔσῃ προτερεύσει καὶ πρὸ τοῦ σώματος ὑπαρχούσῃ καὶ χωριστῶς ζησάσῃ ποτὲ καὶ εἰς ἑαυτὴν νοερῶς ἐπιστραφείσῃ. τῷ δὲ χρόνῳ πρότερον ἔφη τὸ δυνάμει διὰ τὸ ταῖς ἄλλαις τοῦ προτέρου ἐννοίαις ὡμολογημένως ἀπολείπεσθαι, οἷον φύσει, τιμιότητι καὶ ἀξίᾳ. πρότερον μὲν οὖν ἠρκέσθη εἰπεῖν, ὡς οὐκ ἔστι χρόνῳ πρότερον ἁπλῶς τὸ δυνάμει ἐπὶ τῆς ψυχῆς, "ἀλλ' ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ", ὡς ἐν ἐκείνοις ἔφη. νῦν δὲ καὶ ἀνάγκην προστίθησι τῷ λόγῳ, πάλιν τῷ Πλάτωνι κἀν τούτοις ἐπακολουθῶν· καὶ γὰρ ἐκεῖνός φησί που, ὡς οὐ μήποτε εἰς τόδε τὸ σχῆμα ἥξει ψυχὴ μὴ τὰ ὄντα θεωρήσασα. ᾧ καὶ Ἀριστοτέλης ἑπόμενος ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα εἶναι ἀξιοῖ, ὡς καὶ ἐπὶ τῶν ὁπωσοῦν γενητῶν τοῦ ἐντελεχείᾳ χρόνῳ προτερεύοντος τῆς ἀτελοῦς δυνάμεως, ἵνα καὶ γίνηται ἐξ αὐτοῦ· ἀλλὰ τὸ διάφορον ἐπὶ τῆς ψυχῆς τὸ καὶ ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι προτερεύειν τὸ ἐντελεχείᾳ. διὰ γὰρ τοῦτο ἁπλῶς μὲν ἐπὶ τῶν ἄλλων εἴρηται τὸ δυνάμει πρότερον εἶναι τοῦ ἐντελεχείᾳ ἐν τῷ ἑνί, ἐπὶ δὲ τῆς ψυχῆς ἀπαξιοῦται· τοὐναντίον δὲ τὸ ἐντελεχείᾳ προτερεύειν καὶ ἐν αὐτῇ τῇ μιᾷ ψυχῇ, ἵνα καὶ δύνηται ἑαυτὴν τελειοῦν, ὅταν εἰς τὸ ἀτελὲς ὑπενεχθῇ, ἤδη ἐνεργήσασα πρότερον καὶ τοὺς λόγους ἔχουσα καὶ πραγματείας οὐ δεομένη πολλῆς πρὸς τὸ καὶ αὖθις ὡσαύτως ἐνεργεῖν ἐπιστραφεῖσα εἰς ἑαυτὴν καὶ εἰς τὴν ἑαυτῆς ἀναδραμοῦσα ἀκρότητα. δεῖ γὰρ καὶ πεφυκέναι πρὸς τὴν τοιαύτην ἐνέργειαν καὶ διὰ τὸ πλεονάκις ἤδη ἐνηργηκέναι τι ἔχειν εὔλυτον πρὸς τὸ καὶ αὖθις ἐνεργεῖν, καὶ συνειθίσθαι πρὸς τὸν τρόπον τὸν κατ' ἐπιστροφὴν τῷ πλεονάκις μᾶλλον δὲ ἀπειράκις ἐπεστράφθαι ἀθάνατον οὖσαν.
Συμπληρώσας, οἶμαι, τὸν περὶ τοῦ θεωρητικοῦ νοῦ λόγον παντός, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἀτελοῦς καὶ δυνάμει τέως ὄντος μόνου, ἀναβὰς δὲ ἐπὶ τὸν ἔξω μὲν καὶ αὐτὸν προϊόντα, τελεωθέντα δὲ καθ' ἕξιν καὶ προβολήν, καὶ διὰ τούτου ἐπὶ τὸν οὐσιώδη ἀναδραμὼν νοῦν καὶ τοῦτον παντοίως διερευνησάμενος, τήν τε οὐσίαν αὐτοῦ καὶ τὰς ἐνεργείας καὶ τὸ αἰτιῶδες καὶ χωριστὸν καὶ τὸ ἀίδιον σκοπούμενος τήν τε πρὸς τὰ ὑπέρτερα αὐτοῦ κοινωνίαν καὶ τὴν ὕφεσιν διὰ τῆς πρὸς τὰ δεύτερα ὑφιζανούσης ἀποκλίσεως ἐκφήνας καὶ οὐδέν, ὡς εἰπεῖν, παραλελοιπὼς τῶν περὶ αὐτοῦ θεαμάτων, ἐπὶ τὸν πρακτικὸν ἐντεῦθεν καλούμενον μέτεισι νοῦν, ὃν καὶ διάνοιαν προσαγορεύει καὶ φαντασίᾳ χρῆσθαι βούλεται καὶ περὶ τὸ ἀγαθὸν καὶ κακὸν στρέφεσθαι, [264] ὥσπερ καὶ περὶ ψεῦδος καὶ τὸ τούτων ἀντίθετον ἀληθές, ἀλλ' οὐχ ὥσπερ ὁ ἀκρότατος θεωρητικὸς περὶ τὸ μόνως ἀληθές. ὁ γὰρ προϊὼν ἔτι ἀτελέστερος ὢν ἦν μὲν καὶ αὐτὸς περὶ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ὡς θεωρητικός, οὔπω δὲ τοῦ ἐν πρακτοῖς ἀγαθοῦ ἢ κακοῦ ἀντέχεσθαι παρεδίδοτο. ἔστι μὲν γὰρ καὶ ἅπασα θεωρία οὐ τοῦ ἀληθοῦς μόνου, ἀλλὰ πάντως καὶ τοῦ ἀγαθοῦ, ἀλλὰ τὸ ἀγαθὸν οὐχ ὡς ἄλλο τι παρὰ τὴν ἀλήθειαν μεταδιώκουσα, ἀλλ' αὐτὴν τὴν ἀλήθειαν ὡς τὸ ἄριστον καὶ τοῦ ἀγαθοῦ μετέχουσαν τέλος τιθεμένη, ἢ ὅπερ καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἡμᾶς ἐδίδαξε, τὰς μαθηματικὰς λέγων ἐπιστήμας τοῦ τελικοῦ ἔχεσθαι αἰτίου κατ' αὐτὴν τὴν τῆς γνώσεως ἀλήθειάν τε καὶ ἀκρίβειαν. ὁ δέ γε πρακτικὸς οὐκ ἐν τῷ γινώσκειν τὸ ἀγαθὸν ἔχει τὸ τέλος, ἀλλ' ἐν τῷ πράττειν, ἢ ἐν τῷ δικαίως ἐνεργεῖν ἢ σωφρόνως ζῆν ἢ ἀνδρικῶς διαγενέσθαι. περὶ δὲ τοῦ τοιούτου τοῦ μέλλων ποιεῖσθαι τὸν λόγον, πάλιν ἀπὸ τῆς αἰσθήσεως ἡμᾶς ἀναπέμπει πρὸς τὴν αὐτοῦ θεωρίαν ὡς ἀπὸ γνωριμωτέρας, καθάπερ καὶ ὅτε τοῦ περὶ τοῦ θεωρητικοῦ νοῦ ἤρχετο λόγου. καὶ γὰρ ἐκεῖ οὕτω πως ἤρχετο "εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον", καὶ νῦν τῇ αἰσθήσει χρῆται εἰκόνι, οὐχ ἁπλῶς ὡς γνωστικῇ, ἀλλ' ὡς τοῦ ἡδέος ἢ λυπηροῦ ἀντιληπτικῇ, ἵνα οἰκειώσῃ τὴν εἰκόνα τῷ πρακτικῷ νῷ, οὐκ ὄντι γνωστικῷ μόνον, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἢ κακοῦ στοχαστικῷ. ἐν ταὐτῷ δὲ καὶ ὅπως εἰρήκει πρότερον πάσχειν τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ νῦν ἑρμηνεύει, ὅτι οὐ κατὰ τὴν ἁπλῶς ἀτελῆ ὁρισθεῖσαν αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει κίνησιν, τὴν τοῦ δυνάμει ἐντελέχειαν, ἀτελοῦς ὄντος τοῦ δυνάμει. οὐ γὰρ κατὰ ταύτην κινεῖται τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ' εἴπερ ἄρα, μόνον τὸ αἰσθητήριον. αὕτη δὲ ἡ αἰσθητικὴ ζωὴ τελεία ἤδη οὖσα κρίνει τὸ προσπῖπτον αἰσθητὸν κατ' ἐνέργειαν τελείαν ἑστῶσα· ἔνδοθεν γὰρ ἡ κρίσις καὶ οὐδὲν ἔξωθεν προσλαμβάνουσα. ἀλλὰ δεῖται τοῦ αἰσθητοῦ ὡς παρόντος καὶ κινοῦντος τὸ αἰσθητήριον, ἐπειδὴ οὐχ ὡς ἡ φαντασία καὶ πρὸς τὸ ἀπόν, ἀλλὰ πρὸς μόνον τὸ παρὸν ἡ αἴσθησις ἐγείρεται πρὸς ἐνέργειαν. καὶ ταύτῃ λέγεται δυνάμει οὖσα πρότερον ἐνεργείᾳ γίνεσθαι ὑπὸ τοῦ αἰσθητοῦ, οὐ πάσχουσά τι ὑπ' αὐτοῦ (οὐ γὰρ κινεῖταί, φησι, κατὰ τὴν ἀτελῆ κίνησιν), ἀλλ' ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν, καὶ αὐτὴν ἀμέριστον καὶ ἅμα πᾶσαν, ἀλλ' οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ, καὶ διὰ τοῦτο καὶ τελείου πράγματος οὖσαν καὶ ὡς αὐτός φησι τετελεσμένου. ἐν δὲ τῇ λέξει ὀρθῶς τὸ φαίνεται προστέθεικεν· οὐ γὰρ ὄντως ποιεῖ τὸ αἰσθητὸν εἰς τὸ αἰσθητικόν, ἀλλὰ φαίνεται μόνον διὰ τὸ εἰς τὸ αἰσθητήριον δρᾶν. διὸ καὶ αὐτὸς ἀποδιδοὺς τὴν αἰτίαν, δι' ἣν ἔφη τὸ φαίνεται, τῷ γὰρ αἰτιολογικῷ χρησάμενος οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦταί φησιν. ἀλλὰ φαίνεται μὲν τὸ αἰσθητὸν ἐκ τοῦ δυνάμει ἐνεργείᾳ εἶναι ποιοῦν τὸ αἰσθητικόν, οὐ μὴν ἀληθῶς· [265] ἔπασχε γὰρ ἂν αὐτοῦ τὸ αἰσθητικόν. τὸ δὲ πάσχον κατὰ τὴν ἀτελῆ κινεῖται μεταβολήν· οὐ μὴν κινεῖται τὸ αἰσθητικὸν ἐν τῷ ἐνεργεῖν, ἀλλὰ κατὰ τὴν ἁπλῶς ἵσταται ἐνέργειαν. ἡ μὲν γὰρ κίνησις τὸ ὅλον τοῦτο ἀτελής ἐστιν ἐντελέχεια, ἡ δὲ ἄνευ τοῦ ἀτελοῦς ἁπλῶς λεγομένη ἐντελέχεια ἡ ἀμέριστός ἐστιν ἐνέργεια. τοιαύτη δὲ καὶ ἡ αἰσθητική, ὡς εἴρηται, κρίσις. δοκεῖ δὲ ὅλως προσίεσθαι τὸ τῆς κινήσεως ὄνομα ἐπ' αὐτῆς, εἰ καὶ ἄλλο φησὶν εἶδος τοῦτο εἶναι κινήσεως, διὰ τὸ ποτὲ ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν. λέγομεν γὰρ καὶ ἐπὶ τούτου κίνησιν, οὐχὶ τὴν διεξοδικήν, ἀλλὰ τὴν ἀθρόαν, καθ' ἣν καὶ ἡ τῶν ἀτόμων καὶ μερικῶν εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι παραδέδοται. ἐπάγει δὲ καὶ τὴν αἰτίαν, δι' ἣν οὐκ ἀξιοῖ τὴν αἰσθητικὴν ἐνέργειαν ἐν κινήσει τίθεσθαι· ἧς καὶ ἡμεῖς ἤδη ἐπεμνήσθημεν. ἡ γὰρ κίνησίς, φησι, τοῦ ἀτελοῦς ἐνέργεια· τοῦ γὰρ δυνάμει· ἡ δὲ ἁπλῶς ἐνέργεια, τουτέστιν ἡ ἄνευ τοῦ ἀτελοῦς μόνον οὖσα ἐνέργεια, ἑτέρα τῆς τοῦ ἀτελοῦς ἐντελεχείας. καὶ ὅπως ἑτέρα, ἐσαφήνισε προσθεὶς τοῦ τετελεσμένου, ἐπειδὴ οὐκ ἀτελοῦς ἀλλὰ τελείου ἐστὶ πράγματος. ταῦτα μὲν οὖν ὡς ἐξήγησις εἴρηται τοῦ ἐν τοῖς προτέροις λόγου εἰρημένου, ὅτι πάσχειν πῶς ἐστι τὸ αἰσθάνεσθαι, ὅπως τῷ αἰσθητικῷ κατ' ἀλήθειαν προσήκει, οὐχ ὡς τῷ ὄντι πάσχοντι, ἀλλ' ὡς τελείαν μὲν ἐνέργειαν ἐνεργοῦντι, ποτὲ δέ, καὶ ὅταν παρῇ τὸ αἰσθητόν· διὸ καὶ δοκεῖ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν. τὸ δὲ ἐφεξῆς τὴν πρὸς τὸν πρακτικὸν νοῦν παραδίδωσι τῆς αἰσθήσεως εἰκόνα.
Τοῦτο δή, ὅπερ εἰρήκαμεν, ἐπισημαίνεται καὶ αὐτὸς τὸ κατ' αὐτὴν μὲν τὴν γνῶσιν μόνην αἰσθητικὸν λεγόμενον ἀπεικονίζεσθαι. τούτῳ γὰρ ἦν ὁμοιότης πρός τε τὴν λογικὴν καὶ νοερὰν γνωστικὴν ἐνέργειαν· τὸ μὲν γὰρ φάναι καὶ ἀποφάναι λογικῆς θεωρίας, τὸ δὲ νοεῖν τοῦ νοητοῦ ἴδιον. ὅταν δέ, φησι,
Δι' ὧν σημαίνει, πότε τὸ αἰσθητικὸν ὡς εἰκὼν τοῦ πρακτικοῦ παραλαμβάνεται νοῦ, ὅταν μὴ ἁπλῶς ἀλλὰ καὶ ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν. τὴν γὰρ αἰσθητικὴν κρίσιν τὴν ὁποτερονοῦν τιθεῖσαν ἐν τῷ αἰσθητῷ, εἴτε τὸ ἡδὺ εἴτε τὸ λυπηρόν, οἷον κατάφασιν ἔφη, ὥσπερ ἀπόφασιν τὴν ὁποτέρου αὐτῶν ἄρνησιν, ἐπειδὴ ἐν συμπλοκῇ πως καὶ ἡ τοιαύτη συνίσταται κρίσις τοῦ αἰσθητοῦ καὶ ὡς γνωστοῦ καὶ ὡς ἡδέος· διὰ γὰρ τοῦτο οἷον κατάφασις. [266] τὸ δὲ οἷον, ἐπειδὴ κυρίως ἐν λογικῇ ἀνελίξει ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις. ὅταν οὖν ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν, τότε διώκει ἢ φεύγει, ἐπειδὴ τὸ μὲν ἡδὺ διώκει ἡ αἴσθησις ὡς ἀγαθόν, τὸ δὲ λυπηρὸν ὡς κακὸν φεύγει ἡ αἴσθησις· λογικῆς γὰρ διακρίσεως τὸ ἀγαθὸν ἀπὸ τοῦ ἡδέος διορίζειν πολλάκις, τὸ δὲ κακὸν ἀπὸ τοῦ λυπηροῦ. δηλοῖ δὲ ἡ δίωξις τὴν οἷον ἀγάπησιν καὶ μεταδίωξιν, ἡ δὲ φυγὴ τὴν ἀποστροφὴν καὶ ἀπόστασιν. καὶ ἐν μὲν τῷ ἥδεσθαι ἡ αἴσθησις ὡς ἀγαθοῦ ἀντέχεται τῆς οἰκείας ἐνεργείας, ἐν δὲ τῷ λυπεῖσθαι ὡς κακὴν ἀναίνεται. καὶ ταῦτα σημαίνει τὸ καὶ ἔστι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακὸν ἢ τὰ τοιαῦτα. ἐν οἷς ἡ μὲν αἰσθητικὴ μεσότης εἴληπται ὡς ἀμφοτέρων δεκτικὴ τοῦ τε ἡδέος καὶ τοῦ λυπηροῦ ἤγουν κάλλιον εἰπεῖν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι, κριτικὴ ἀμφοῖν οὖσα. διὰ γὰρ τὸ τὸ αἰσθητικὸν σωματικῷ ὀργάνῳ πάντως χρῆσθαι τὰ ἐκείνου σωτήρια ἢ φθαρτικὰ πάθη γινώσκει τε καὶ ὡς οἰκεῖα ἢ ἀλλότρια τὰ μὲν ἀγαπᾷ τὰ δὲ φεύγει. τὸ δὲ ἢ τὰ τοιαῦτα πρόσκειται τῷ ἀγαθὰ ἢ κακά, διότι οὐδέποτε ἡ αἴσθησις τὸ ἀγαθὸν ὡς ἀγαθὸν ἢ τὸ κακὸν ὡς κακὸν κρίνει, ἢ τὸ μὲν διώκει τὸ δὲ φεύγει, ἀλλὰ τὸ ἡδὺ ὡς ἀγαθὸν καὶ τὸ λυπηρὸν ὡς κακὸν τὸ μὲν διώκει τὸ δὲ φεύγει. τὰ γοῦν ὅμοια τῷ ἀγαθῷ καὶ κακῷ τὸ ἡδὺ καὶ λυπηρὸν τὸ τὰ τοιαῦτα προσκείμενον δηλοῖ. πρώτως μὲν οὖν αἰσθάνεσθαι δεῖ καὶ ἐνεργείᾳ γίνεσθαι αἰσθητικόν, δευτέρως δὲ ἡσθῆναι ἢ λυπηθῆναι· προηγεῖται γὰρ ἡ κρίσις τοῦ κατὰ τὴν ἡδονὴν ἢ λύπην πάθους, ἐπειδὴ αἰσθάνεσθαι μὲν ἄνευ ἡδονῆς καὶ λύπης δυνατόν, ἥδεσθαι δὲ καὶ λυπεῖσθαι ἄνευ γνώσεως ἀδύνατον, διὸ προτέρα τῇ φύσει ἡ γνῶσις τῶν παθῶν τούτων· ἐν τρίτῃ δὲ τάξει ὀρεχθῆναι ἢ φυγεῖν, τουτέστι μεταδιῶξαι τὸ ἡστὸν ἢ πάσῃ δυνάμει ἀποπέμψασθαι τὸ λυποῦν, ὅπερ ἡ φυγὴ σημαίνει, ὡς τὴν μεταδίωξιν ἡ ὄρεξις, ἐπιθυμία οὖσα καὶ πρὸς τὸ ἡδὺ ἐκτεινομένη τε καὶ ὁρμῶσα. αὕτη οὖν ἤδη ἐνέργεια· οὐ γὰρ ἁπλῶς ἐν τῷ πάσχειν, ὥσπερ τὸ ἥδεσθαι, ἀλλὰ καὶ ἐν τῷ ἐπιδιώκειν· ἡ δὲ δίωξις οὐ πάθος ἀλλ' ἐνέργεια. φυγὴ οὖν καὶ ὄρεξις ὡς ἐνέργεια, ἀλλ' οὐχ ὡς αὐτὸ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι· ταῦτα γὰρ ὡς πάθη τὸ μὲν διωκτὸν τὸ δὲ φευκτόν, ἡ δὲ μεταδίωξις τοῦ ἡδέος καὶ φυγὴ ἀπὸ τοῦ λυπηροῦ ὡς ἐνέργεια ἡ μὲν ὄρεξις ἡ δὲ φυγή.
Ἐπειδὴ τῷ αἰσθητικῷ συνέπλεξε τὴν ὄρεξίν τε καὶ φυγήν, πρὶν ἀποδοῦναι, ὅπως ἀπεικονίζεται τὸν πρακτικὸν νοῦν, ἐπέσκηψεν, ὡς τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτὸν τό τε ὀρεκτικὸν καὶ τὸ φευκτικὸν καὶ ἀμφότερα τῷ αἰσθητικῷ (ἐν ᾧ γὰρ ἡ αἰσθητικὴ κρίσις, τουτέστιν ἐν τῇ αἰσθητικῇ ψυχῇ, ἐν τούτῳ καὶ ἡ ὄρεξις καὶ φυγή, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἡ κρίσις ἐν ἄλλῳ [267] δὲ τὸ ὀρέγεσθαι ἢ ἀποστρέφεσθαι, ἀλλ' ἐν τῷ αὐτῷ), τῷ δὲ λόγῳ καὶ τῇ ἑκάστου αὐτῶν ἰδιότητι (τοῦτο γὰρ δηλοῖ τὸ εἶναι) τὸ πλῆθος καὶ ἡ ἑτερότης. καὶ γὰρ τὸ φεύγειν ἄλλο παρὰ τὸ διώκειν καὶ ἑκάτερον παρὰ τὸ κρίνειν, εἰ καὶ πάντως σὺν κρίσει. ἱκανὸν δὲ τεκμήριον τῆς ἑτερότητος τὸ καὶ τὴν αἴσθησιν ἄνευ ὀρέξεως ἢ φυγῆς ἐνίοτε γίνεσθαι καὶ αὖ σὺν ὀρέξει μόνῃ ποτὲ ἄνευ φυγῆς καὶ τὸ ἀνάπαλιν. ἐφ' οἷς παραδίδωσι τὰ περὶ τοῦ πρακτικοῦ νοῦ θεωρήματα. καὶ ἡ εἰκὼν αὐτῷ νῦν προείληπται.
Διανοητικὴν μὲν λέγει ψυχὴν τὴν διανύουσαν καὶ περὶ τὰ μεριστὰ στρεφομένην οὐ πρακτικῶς μόνον, ἀλλὰ καὶ θεωρητικῶς τὴν οὐκέτι τῶν εἰδῶν αὐτῶν ἀθρόως ἀντιληπτικήν, ἀλλὰ περὶ τοὺς μεριζομένους περὶ αὐτὰ λόγους στρεφομένην καὶ διανύουσαν τῷ μεριστῶς τε ἰδίᾳ καὶ καθ' ἕκαστον ἐνεργεῖν καὶ αὖθις συνάγειν εἰς ἕν τι κοινὸν τὰ ἰδίως γνωσθέντα, οἷον τὸ ζῷον, εἶτα τὸ λογικὸν καὶ τότε τὸ θνητὸν καὶ τότε τὰ τρία ὁμοῦ. τῇ οὖν τοιαύτῃ γνωστικῇ ἐνεργείᾳ τὰ φανταστά, ἅπερ αὐτῷ δηλοῖ τὰ φαντάσματα, τουτέστι τὰ ἐν τῇ φανταστικῇ ζωῇ ἐγγενόμενα ἀποτυπώματα, ὑπέστρωται ὥσπερ τὰ αἰσθητὰ τῇ αἰσθήσει (τὸ γὰρ αἴσθημα αὐτῷ ἀντὶ τοῦ αἰσθητοῦ νῦν εἴληπται), οὐκ ὄντα τὰ φανταστὰ ἅπερ τὰ διανοητά (σαφῶς γὰρ ἐς ὕστερον ὡς οὐκ ἔστι φαντάσματα τὰ τῆς διανοίας νοήματα δείξει), ἀλλ' οὐκ ἄνευ φαντασμάτων. διὰ τί δὲ οὐκ ἄνευ, σκεπτέον. ἐπειδὴ οὐκ ἦν ἡ τοιαύτη τῆς ψυχῆς ἐνέργεια ἡ περὶ τοὺς μεριστοὺς στρεφομένη λόγους οἵα ἡ αὐτῶν τῶν εἰδῶν, ἀλλὰ δι' αὐτὸν τὸν μερισμὸν κατὰ τὴν εἰς τὸ ἔξω ἐνεργειῶν ἔκτασιν, ᾗ ἐξ ἀνάγκης τὰ ἔξω παρυφίσταται. οἷς πολλάκις μὲν κέχρηται ἡ διάνοια, ὅταν καὶ τῶν αἰσθητῶν καὶ τῶν ἐν τῇ φαντασίᾳ τύπων ἢ πρὸς μόνην τὴν γνῶσιν ἢ καὶ πρὸς τὴν ἀποπλήρωσιν τῆς ὀρέξεως αὐτῶν προσδέηται· ἐνίοτε δὲ αὐτὴ μὲν οὐ χρῄζει, ἐπακολουθεῖ δὲ ἀναγκαίως τῇ ἔξω αὐτῆς, ὡς εἴρηται, ἐκτάσει ἡ αὐτοῦ τοῦ ἔξω ὄντος συγκινουμένη ἐνέργεια. διὸ τοσοῦτον Ἀριστοτέλης φησίν, ὅτι οὐδέποτε νοεῖ ἄνευ φαντασίας ἡ ψυχή, ἀλλ' οὐχ ὅτι κέχρηται. δῆλον δὲ ὅτι ἡ ψυχὴ νῦν ἡ διανοητικὴ λέγεται, περὶ ἧς καὶ προείρηται. καὶ αὐτῷ δὲ τῷ εἰπεῖν, ὅτι ὡς αἰσθήματα ὑπάρχει τὰ φαντάσματα τῇ διανοητικῇ ψυχῇ, ἐνεδείξατο ὃ ὕστερον ἐρεῖ, ὅτι οὐκ ἔστι διανοήματα, ἀλλ' ὡς δεύτερα ὑπέστρωται καθάπερ καὶ τὰ αἰσθητὰ τῇ αἰσθήσει. κατὰ δὲ τὴν τῆς αἰσθήσεως προειλημμένην εἰκόνα (καὶ γὰρ ἐκεῖ προηγεῖτο τὸ κριτικὸν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι) καὶ ἐνταῦθα ἡ τῆς διανοίας κρίσις ὡς γνωστοῦ ἁπλῶς προηγήσεται τῆς ὡς ἀγαθοῦ ὄντος ἢ κακοῦ ἀντιλήψεως· ἣν οὐκέτι μὲν 'οἷον', ἁπλῶς [268] δὲ κατάφασιν καὶ ἀπόφασιν προσαγορεύει, διότι συμπλέκουσα μὲν ἡ διάνοια τὸ ἀγαθὸν ἢ κακὸν τῷ γνωστῷ κατάφασιν ἀπεργάζεται, ὁπότερον δὲ διαιροῦσα ἀπ' αὐτοῦ ἀπόφασιν. ὁμοίως δὲ πάλιν ‹ὡς› ἐπὶ τῆς αἰσθήσεως ἐν τρίτῃ τάξει ἡ διωκτικὴ ἢ φευκτικὴ ἕπεται ἐνέργεια, διωκτικὴ δηλαδὴ τοῦ ἀγαθοῦ τοῦ δὲ κακοῦ φευκτική. τῇ μὲν γὰρ αἰσθητικῇ ζωῇ τὸ ἡδὺ καὶ λυπηρὸν διωκτὸν καὶ φευκτόν, τὸ μὲν ὡς ἀγαθὸν τὸ δὲ ὡς βλαβερόν· τῇ δὲ λογικῇ τὸ ἀγαθὸν προηγουμένως τέλος καὶ τὸ κακὸν ἐν ἀποστροφῇ, κἂν ἡδύ τι ἔχῃ τὸ κακὸν ἢ λυπηρὸν τὸ ἀγαθόν. ὅτι δὲ οὐ περὶ τῆς θεωρητικῆς αὐτῷ γνώσεως ὁ λόγος νῦν ὡς οὐδέποτε ἄνευ φαντασίας οὔσης, καθάπερ οἱ ἐκ τοῦ Περιπάτου ἀκούουσι, δηλοῖ μὲν καὶ τὰ προειρημένα, ἐν οἷς τῶν θεωρητικῶν γνώσεων τὴν ἀκροτάτην χωρίζεσθαί τε ἔφασκε καὶ εἶναι τοῦτο μόνον ὅπερ ἐστί, καὶ τὴν αὐτὴν εἶναι τῷ πράγματι, ἀλλ' οὐ δι' ἑτερότητος αὐτῷ συνάπτεσθαι, καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν καὶ ἀπαθῆ καὶ ἀμιγῆ μένειν· δηλοῖ δὲ καὶ τὰ νῦν λεγόμενα, τοῦτο μὲν διανοητικὴ εἰρημένη καὶ οὐ νοῦς ἢ θεωρία, τοῦτο δὲ ἡ περὶ τὸ ἀγαθὸν αὐτῆς καὶ κακὸν στροφή, ἀντίθετα ὄντα καὶ ἐν τῇ γενέσει καὶ ἐν τῷ ἐσχάτῳ μερισμῷ ὑφιστάμενα· ἐπεὶ ὅ γε θεωρητικὸς νοῦς ὁ ἢ καθ' ἕξιν τέλειος ἢ ὡς ὁ αὐτὸς τῇ οὐσίᾳ μονοειδῶς ἔχει τὸ ἀγαθὸν ἀναντίθετον πρὸς τὴν κακίαν, ὥσπερ καὶ τὸ ἀληθὲς πρὸς τὸ ψεῦδος. οὐ μόνον γὰρ ἐκ τοῦ οὐσιώδους νοῦ, ἀλλὰ καὶ ἐκ τοῦ καθ' ἕξιν ἐπιστημονικῶς τελειωθέντος τὸ ψεῦδος ἐξώρισται· ὁμοίως δὲ καὶ τὸ κακόν. ἐν δὲ τῷ πρακτικῷ ἐξ ἀνάγκης τὸ κακόν ποτε καὶ τὸ πρὸς αὐτὸ ἀντίθετον ἀγαθὸν διὰ τὴν περὶ τὴν γένεσιν καὶ τὰ μεριστὰ στροφήν· αἱ γὰρ πράξεις ἐν τούτοις. κἂν γὰρ τὴν ἐν ἡμῖν τελειοῖ ὄρεξιν σωφρονίζων ἢ εἰς δικαιοπραγίαν ἐγείρων, περὶ μερικὸν δηλαδὴ ἐνεργεῖ πρᾶγμα καὶ γινόμενον, ἀλλ' οὐχ ὡς ὁ θεωρητικὸς περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον.
Ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν καὶ αὐτὸς ἀπὸ τῆς αἰσθήσεως ἀναπέμψαι ἡμᾶς ὡς ἀπὸ γνωριμωτέρας εἰς μίαν τινὰ νόησιν τῆς ψυχῆς τὴν κοινῇ ἐπικρίνουσαν τὰ ὁπωσοῦν νοητά. ὡς γὰρ ἑκάστη τῶν πέντε αἰσθήσεων τὰ ἴδια αἰσθητὰ πλείω καὶ διάφορα ὄντα γνωρίζει, καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ταὐτότητά τε καὶ ἑτερότητα μιᾷ καὶ τῇ αὐτῇ δυνάμει, εἰ καὶ κατὰ διαφόρους λόγους διακρίνει καὶ ὁρίζει, ἡ μὲν ὄψις τὸ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξὺ τούτων χρώματα, ἡ δὲ γεῦσις τὸ γλυκὺ καὶ πικρὸν καὶ τοὺς τούτων μέσους χυμούς, καὶ ἑκάστη ὡσαύτως τὰ ἴδια αἰσθητά, οὕτω καὶ ἡ κοινὴ λεγομένη αἴσθησις τὰ ἁπλῶς αἰσθητὰ πάντα καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ἑτερότητά τε καὶ ταὐτότητα ἐν ἀμερίστῳ τῷ γνωστικῷ καὶ [269] ἐν ἀδιαιρέτῳ χρόνῳ γινώσκει, ἐπεὶ ὅμοιον ὡς 'εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο', φησὶν ἐν ἀρχαῖς τοῦ τρίτου βιβλίου. ἐντεῦθεν δὴ ἀξιοῖ καὶ εἰς μίαν τῆς ψυχῆς ἡμᾶς ἀναπέμπεσθαι νόησιν, ἥτις καὶ αὐτὴ τῶν πρακτῶν πάντων ἐστὶ συναιρετικὴ καὶ γνωστική, οὐ τῶν ἐναντίων μόνον οἷον ἀγαθοῦ καὶ κακοῦ τοῦ ἐν ἀφροδισίοις ἢ σιτίοις, ἀλλὰ καὶ τοῦ ἐν κτήσεσι καὶ τοῦ ἐν δεινοῖς καὶ θαρραλέοις καὶ τῶν ἄλλων ὁμοίως πάντων. καὶ γὰρ τὸ νοοῦν ἐρεῖ καὶ λέγει, ὡς ἐγὼ σωφρόνως ζῶ καὶ δικαίως καὶ ἀνδρείως καὶ ἐλευθερίως, καὶ τὴν διαφορὰν ὧν λέγει οἶδε καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ὡς ἐν ἀμερεῖ καὶ ἀδιαιρέτως τὴν νόησιν αὐτῶν ποιούμενον. εἴη δ' ἄν τι καὶ ἔτι κοινότερον νοοῦν ἐν τῇ ψυχῇ, τὸ ἅμα καὶ τὰ πρακτὰ καὶ τὰ θεωρητὰ νοήματα συναιροῦν, ὃ καὶ τὴν διαφορὰν καὶ τὴν κοινωνίαν τὴν πρὸς ἄλληλα τῶν θεωρητῶν καὶ τῶν πρακτῶν εἴσεται, ἓν πάλιν ὂν καὶ ταὐτὸν καὶ ἀμέριστον, καὶ περιληπτικὸν τοῦ πλήθους ἀμερίστως· ἓν μὲν κατ' αὐτὴν τὴν νοερὰν ζωήν, τῷ δὲ λόγῳ πολὺ διὰ τὸ κατὰ διαφόρους λόγους τοῖς διαφόροις προσβάλλειν γνωστοῖς. εἰ δὴ τὰς τοιαύτας νοήσεις, τήν τε μίαν κοινὴν τῶν πρακτῶν πάντων ἀντιληπτικὴν καὶ τὴν ἔτι περιεκτικωτέραν ταύτης τὴν ἁπλῶς τῶν νοουμένων ἡμῖν πάντων ἀναπέμπει ἡμᾶς, τῇ κοινῇ αἰσθήσει ὡς εἰκόνι χρώμενος. καὶ οὗτος μὲν ὁ τῶν λόγων σκοπός. ἀρχόμενος δὲ ὁ φιλόσοφος ἐν τῇ λέξει γράφει ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν, αὕτη δὲ ἕτερον. καὶ δόξοι ἂν οὕτως ἄρξασθαι, ὡς μέλλων ἀποδιδόναι τι πρὸς τὸ ὥσπερ, τὸ οὕτω φέρε καὶ τοδὶ τὸ πρακτὸν ἢ τοδὶ τὸ νοητὸν τὴν νόησιν. οὐ μὴν ἀποδίδωσιν οὐδὲ ὡς ἀποδώσων εἴρηκεν τὸ ὥσπερ δέ, ἀλλ' ὡς πρὸς ἤδη ἐγνωσμένον ἀναφέρει. ἐπειδὴ γὰρ ἤδη τῷ πρακτικῷ νῷ ἀπείκασε τὴν αἴσθησιν ὡς ἡδέος καὶ λυπηροῦ ἀντιληπτικὴν τῷ τοῦ ἀγαθοῦ καὶ κακοῦ διακριτικῷ, καὶ τὸν τρόπον ὑπογράφων ἐπήγαγε νῦν, ὅπως ἡ αἴσθησις τὸ ἡδὺ καὶ λυπηρὸν συγκρίνει πρὸς ἄλληλα· οὕτω γὰρ καὶ ἡ πρακτικὴ διάνοια τὰ ἀντικείμενα καὶ διάφορα πρακτὰ εἴσεται. τὸ οὖν ὥσπερ οὐχ ὡς ἀποδώσων τι ἔφη, ἀλλ' ὡς πρὸς ἤδη εἰρημένον ἀποδέδωκεν. ἔχει δὲ ὁμοιότητα ἡ αἴσθησις πρὸς τὴν πρακτικὴν διάνοιαν καὶ κατ' ἄλλην ἐπιβολήν, ἣν καὶ αὐτὴν ὑπογράφει ὁ φιλόσοφος. οὐ γὰρ ἀμέσως τὰ ἔσχατα καὶ μερικώτατα αἰσθητὰ ἢ πρακτὰ εἰς τὸ κοινῇ πάντων ἀντιληπτικὸν ἀναφέρεται, ἀλλὰ διὰ τῶν οἰκείων ἑκάστοις καὶ προσεχῶν ὀργάνων τε καὶ γνωστικῶν δυνάμεων. οὕτω γὰρ ὁ μὲν ἀὴρ ὁ πεφωτισμένος εἰς τὴν κόρην δρᾷ προφανῶς, αὕτη δὲ προκαλεῖται εἰς ἐνέργειαν τὴν ὁρατικὴν δύναμιν, ἐκείνη δὲ τὴν κοινὴν αἴσθησιν· ὁ δὲ ψόφος εἰς τὸ ἀκουστικὸν πνεῦμα, καὶ τοῦτο κινεῖ τὴν ἀκουστικὴν δύναμιν, ἥτις πάλιν ἐγείρει τὴν κοινὴν αἴσθησιν. καὶ ὁμοίως αἱ πέντε αἰσθήσεις ἐπὶ τὴν κοινὴν πασῶν ἀναφέρονται κατὰ μίαν ἕνωσιν πάσας περιέχουσαν, οὐχ ὡς ἐκ πασῶν συναθροιζομένην, ἀλλ' ὡς τοῦ πλήθους προϋπάρχουσαν καὶ πάσαις συνεργοῦσαν, καὶ ἑκάστῃ ἰδίᾳ καὶ κοινῇ. ὁμοίως δὲ καὶ τὰ πρακτὰ ὡς νοητὰ ἐπὶ τὸν κοινὸν πάντων γνωστικὸν αὐτῶν νοῦν ἀναφέρεται, τῶν [270] μὲν αἰσθητῶν τὴν φαντασίαν κινούντων, ὃν εἴρηται τρόπον ἐν τοῖς περὶ φαντασίας αὐτῷ παραδεδομένοις λόγοις, τῶν δὲ φανταστῶν παρακαλούντων τὸν οἰκεῖον ἐφ' ἑκάστοις ἐπιτεταγμένον πρακτικὸν νοῦν εἰς τὴν περὶ αὐτῶν διάνοιαν. οἷον τὸ περὶ σῖτα φάντασμα προτρέπει εἰς κρίσιν τὸν λόγον, εἰ δεῖ καὶ ὅτε καὶ ὅσον καὶ ὁποῖον τραφῆναι, τὸν τούτων δηλαδὴ κριτικὸν προσεχῶς, ὃς καὶ τὸν κοινῇ κριτικὸν τῶν πρακτῶν πάντων συνεγείρει νοῦν· εἰς ὃν ὥσπερ ὁ τῶν σιτίων κριτικὸς λόγος, οὕτω καὶ οἱ τῶν ἄλλων ὀρεκτῶν τε καὶ φευκτῶν πάντων συναιροῦνται, ἵνα καὶ ἓν ᾖ τὸ καὶ τούτων πάντων τήν τε ταὐτότητα καὶ τὴν ἑτερότητα διακρῖνον, καὶ τὰ μὲν κωλῦον, τοῖς δὲ τὸ μέτρον ἐπιτιθὲν μονοειδῶς, καὶ τοῦτο τῶν πλειόνων λόγων προϋπάρχον καὶ οὐκ ἐξ αὐτῶν συναγειρόμενον, ἀλλ' ἑνώσει κρείττονι προειληφὸς ἀμερίστως τὴν τούτων πληθύν. ἐν δὲ τῇ λέξει τοιανδί, φησιν, ἐποίησεν ὁ ἀὴρ τὴν κόρην, ὅτι φέρε διέκρινε καὶ ἁπλῶς εἰπεῖν ζωτικὸν ἤγειρε πάθος ἐν αὐτῇ. εἴρηται γὰρ ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν αἰσθήσεων λόγοις, οὐχ ὡς τὰ ἄψυχα πάσχειν ἡμῶν τὸ αἰσθητήριον, ὑπὸ τῶν ἔξω θερμαινόμενον φέρε μόνον, ἀλλὰ μετά τινος ἀμυδρᾶς κρίσεως καὶ οἰκείας ἐνεργείας. διὸ οὐ πάθος ἦν ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ζωτικὸν πάθος τόδε. αὕτη δὲ ἕτερον, ἐπειδὴ τὸ αἰσθητικὸν πάθος προκαλεῖται, ὡς εἴπομεν, τὴν ἐφεστηκυῖαν αὐτῷ προσεχῶς αἰσθητικὴν ζωήν, ὡς ἡ κόρη τὴν ὁρατικὴν καὶ ἡ ἀκοὴ τὴν ἀκουστικήν. καὶ δῆλον ὡς οὐ μέχρι τούτων ἵσταται (οὔπω γὰρ ἓν τὸ ἔσχατον), ἀλλ' ὅταν καὶ αὗται αἱ αἰσθητικαὶ ζωαὶ εἰς τὴν κοινὴν ἀναδράμωσι. τότε γὰρ ἓν τὸ ἔσχατον· ἓν μέν, ὅτι μία ἡ κοινὴ αἴσθησις, ἥπερ καὶ τὰ πασῶν κρίνει ἴδια καὶ περὶ πάντων αὐτῶν ἀποφαίνεται ὡς ἅπαντα γινώσκουσα, ἔσχατον δὲ οὐχ ὡς ὑφειμένον, ἀλλ' ὡς κρεῖττον μὲν τοῖς δὲ κάτωθεν ἀνιοῦσιν ἔσχατον γινόμενον. τοῦτο δέ, ὅπερ ἓν ἔσχατον ἔφη, καὶ μία μεσότης εἴρηται· μία μέν, ἐπειδὴ κἀκεῖνο ἕν, μεσότης δὲ ὡς οἷον κέντρον τῶν πολλῶν ἀπ' αὐτοῦ προϊουσῶν καὶ εἰς αὐτὸ συννευουσῶν περιληπτικὸν καὶ δεκτικόν τε ὁμοῦ καὶ κριτικόν. μεσότης οὖν, ἐπειδὴ καὶ τὸ κέντρον μέσον καὶ ἐπειδὴ τὸ μέσον τοῖς ἄκροις πᾶσιν ἐπικοινωνεῖ. ὥσπερ δὲ εἴωθεν Ἀριστοτέλης διορίζεσθαι, ἓν μὲν καὶ μία τῷ ὑποκειμένῳ, ὅτι μία καὶ ἡ αὐτὴ ἀμέριστος οὖσα ζωὴ γινώσκει τὰ πάντα, ἐπεὶ τῷ λόγῳ καὶ τῷ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, πολλά, κατὰ διαφόρους λόγους τὰς διαφόρους ἐπιγινώσκουσα τῶν αἰσθητῶν ἰδιότητας. καὶ οὐκέτι, ὡς εἴρηται, ἐπάγει καὶ ὅτι οὕτως ἔχει τὰ περὶ τὸν πρακτικὸν νοῦν, διὰ τὸ τῷ ὥσπερ χρήσασθαι νῦν οὐχ ὡς πρός τι ἀποδοθησομένῳ, ἀλλ' ὡς πρός τι προειρημένον ἀποδεδομένῳ.
Εἰπὼν ἓν τὸ ἔσχατον πάντων τῶν αἰσθητῶν κριτικὸν καὶ τὸ αὐτὸ τῷ λόγῳ πλείω, τοῦτο αὐτὸ ἐπεξεργάζεται, δι' ἐκθέσεως οἷον ἐπιδεικνὺς ἀληθὲς [271] τὸ εἰρημένον ὄν, καὶ ἤδη προειρηκὼς τὰ αὐτὰ ἐν τῷ περὶ αἰσθήσεως λόγῳ τῆς κοινῆς, καὶ νῦν συντόμως ὑπομιμνήσκων καὶ διὰ συντομίαν ἀσαφεστέραν τὴν λέξιν ποιῶν. τίνι δ' οὖν, φησιν, ἐπικρίνει τοῦτο τὸ κοινῇ αἰσθητικὸν τὸ διάφορον τῶν γινωσκομένων; ὅτι οὐχ ἑνὶ καὶ τῷ αὐτῷ λόγῳ, καίτοι ἓν αὐτὸ ὄν, ἀλλὰ διαφόροις χρώμενον λόγοις, καθ' οὓς τὰς διαφόρους οἰκείως γινώσκει ἰδιότητας. ἔστι γάρ, φησι καὶ αὐτός, ἕν τι αὐτὸ τὸ κρῖνον ὥσπερ καὶ ὁ ὅρος, ὅρον νῦν προσαγορεύων, ὅπερ καὶ πρότερον ἔλεγε, τὸ τῶν εἰς ἓν συμπιπτουσῶν διαφόρων γραμμῶν κοινὸν σημεῖον. καὶ γὰρ ἐκεῖνο, ἓν καὶ ἀμέριστον ὂν τὸ αὐτό, διαφόρους ἔχει πρὸς τὰς διαφόρους γραμμὰς σχέσεις.
Ταῦτα λέγει γλυκὺ καὶ θερμόν, δι' ὧν ἁπλῶς ἅπαντα τὰ αἰσθητὰ ἐνδείκνυται. ταῦτα οὖν, ἓν ἢ ἀναλογίᾳ ἢ ἀριθμῷ ὄν, ἔχει πρὸς ἑκάτερα, ᾗ ἐκεῖνα πρὸς ἄλληλα, ἐπειδὴ τὸ γνωστικὸν τῷ γνωστῷ ὁρίζεται, ὡς πολλάκις ὑπ' αὐτοῦ διώρισται. ἐὰν οὖν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν τὸ γνωστικὸν τοῦ τε γλυκέος καὶ τοῦ θερμοῦ ᾖ γνωστικόν, κἀκεῖνα ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἔσται ἀλλήλοις· ἐὰν δὲ κατὰ ἀναλογίαν τινὰ καὶ οὐχὶ τῷ ἀριθμῷ τὸ ἓν ἀποδιδῶμεν τῷ γνωστικῷ, καὶ ἐν τοῖς γνωστοῖς ὁμοίως κατὰ ἀναλογίαν τὸ ἓν πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικὸν εἰσόμεθα. καὶ ἔστι πως ἄμφω ἀληθῆ, ὅτι καὶ τῷ ἀριθμῷ καὶ τῇ ἀναλογίᾳ τὸ ἕν, ἔν τε τῷ γνωστικῷ καθ' ἑαυτό τε καὶ πρὸς τὰ γνωστά, καὶ ἐν τοῖς ἄλλοις πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικόν. καὶ γὰρ τῷ ἀριθμῷ ἓν τὸ γνωστικόν, ἐπειδὴ τῷ ὑποκειμένῳ ἕν, καὶ τῇ ἀναλογίᾳ ἓν ἀλλ' οὐχὶ τῷ ἀριθμῷ διὰ τὴν κατὰ πλείους λόγους ὁμοίαν ἐνέργειαν· ὡς γὰρ τὸ θερμὸν τῷ τοῦ θερμοῦ γνωρίζει λόγῳ, οὕτω καὶ τὸ μέλαν τῷ τοῦ μέλανος λόγῳ. καὶ συναρμόζεται πρὸς ἄμφω καὶ ὡς ἀριθμῷ ταὐτὸν αὐτοῖς γινόμενον, ἐπειδή, ὡς εἴρηται, κατὰ τὸ γνωστὸν ἀφορίζεται, καὶ εἰ ἄμφω ἅμα γινώσκοι ἓν τὸ αὐτὸ ὄν, ταὐτὸν ἑκατέρῳ ἔσται τῷ ἀριθμῷ. ταύτῃ μὲν οὖν ἓν τῷ ἀριθμῷ· κατὰ δὲ ἀναλογίαν πάλιν διὰ τὴν κατὰ διαφόρους λόγους ὁμοίαν πρὸς αὐτὰ συναρμογήν· ὡς γὰρ κατὰ τὸν τοῦ θερμοῦ λόγον τῷ θερμῷ εἰδοποιεῖται, οὕτω καὶ κατὰ τὸν τοῦ γλυκέος τῷ γλυκεῖ. καὶ αὐτὰ δὲ τὰ γνωστὰ ἀλλήλοις τε γίνεται ἓν καὶ τῷ γνωστικῷ ἢ κατὰ ἀριθμὸν ἢ κατὰ ἀναλογίαν· ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ κατὰ ἀριθμὸν ὄντι τῷ γνωστικῷ ἀμφότερα ὁριστικῶς ἐνυπάρχειν, κατὰ ἀναλογίαν δὲ διὰ τὸ κατὰ διαφόρους μὲν λόγους, ὁμοίως δὲ τῷ μηδὲν θάτερον μᾶλλον ἢ ἧττον, ἀλλ' ὡς τὸ θερμόν, οὕτω καὶ τὸ γλυκύ, κατὰ τὸν οἰκεῖον ἑκάτερον αὐτοῦ λόγον. τὸ δὲ πρὸς ἑκάτερα τῇ λέξει κεῖται, καὶ οὐχὶ πρὸς ἕκαστα, ἐπειδὴ δύο ἦν τὰ εἰλημμένα τό τε γλυκὺ καὶ τὸ θερμόν.
[272]
Παραδείγματι χρησάμενος τῷ γλυκεῖ καὶ θερμῷ, ὁμογενέσι μὲν οὖσιν ὡς αἰσθητοῖς καὶ πορρωτέρω ἀλλήλοις κοινωνοῦσιν ἢ τὰ ἐναντία, διὰ τὸ ταῦτα μὲν μιᾷ καὶ τῇ αὐτῇ ὑποπίπτειν αἰσθήσει, ἐκεῖνα δὲ διαφόροις, ἐπισκήπτει ὡς οὐδὲν διαφέρει. καὶ γὰρ εἰ καὶ τὰ πορρωτέρω, οἷάπερ ἦν τὰ ὁμογενῆ, ἕν πως γίνεται ἀριθμῷ τε καὶ ἀναλογίᾳ, καὶ τὰ ἐναντία ὡς καὶ τῇ αὐτῇ αἰσθήσει κρινόμενα τὸ ἓν ἕξει ἀριθμῷ ἢ ἀναλογίᾳ καθάπερ ἐκεῖνα. οὐδὲν οὖν διοίσει ἡ ἀπορία ἐπί τε τῶν ὁμογενῶν καὶ ἐπὶ τῶν ἐναντίων γινομένη. ἐφ' οἷς ὡς ἐπὶ τῶν ἐναντίων τέως ποιεῖται τὸν λόγον διὰ τῶν στοιχείων, λαβὼν ἐπὶ μὲν τοῦ λευκοῦ τὸ Α, ἐπὶ δὲ τοῦ μέλανος τὸ Β, ἄλλα δὲ ἄττα ἐναντία ὑποθέμενος, οἷον γλυκὺ φέρε καὶ πικρόν (οὐ γὰρ αὐτὸς σαφῶς ὁποῖά ἐστιν ἐναντία διώρισεν), οἷς στοιχεῖα τὸ Γ καὶ τὸ Δ ἐπιτίθησιν. ὡς οὖν τὸ Α ἕξει πρὸς τὸ Β, οὕτω τὸ Γ πρὸς τὸ Δ· ἡ γὰρ ἐναντιότης ἐν ἀμφοτέροις. εἰ οὖν τὰ ΑΒ ἓν πρὸς ἄλληλα γίνεται, ὅταν ἅμα γινώσκηται, καὶ τὰ ΓΔ ὁμοίως ἓν γενήσεται ἢ ἀριθμῷ ἢ ἀναλογίᾳ, ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ γνωρίζεσθαι, ἀναλογίᾳ δὲ διὰ τὸ κατὰ διαφόρους λόγους μηδὲν μᾶλλον θάτερον ἢ ἧττον. ἐν δὲ τῇ ἀναλογίᾳ καὶ τὸ ἐναλλὰξ χώραν ἔχει, καὶ ἔσται ὡς τὸ Α πρὸς τὸ Γ, οὕτω τὸ Β πρὸς τὸ Δ. τοῦτο δὲ παρείληπται, ἵνα μὴ μόνον ἐπὶ τῶν ἐναντίων, ἀλλ' ἐπὶ τῶν ὁμογενῶν τὸ ἓν γινόμενον νοῶμεν, ὅταν, ὡς εἴρηται, ἓν τὸ γινῶσκον ἅμα ᾖ τὰ διάφορα. τότε γὰρ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ ἓν γίνεται καὶ τὸ μέλαν καὶ τὸ πικρόν, ἅπερ οὐκ ἐναντία μέν, ὁμογενῆ δὲ ὅμως καὶ αὐτὰ κατά τι πορρώτερον γένος τοῦ χρώματος. ὁ τοίνυν ἐνδοὺς πρὸς τὸ ὁπωσοῦν ἀλλήλοις ἓν γίνεσθαι τὰ ΑΒ ἢ τὰ ΓΔ καὶ θάτερα δώσει, καὶ πρός γε τὰ ἐναλλάξ. πάντως δὲ καὶ τὸ πλῆθος εἴσεται μετὰ τῆς ἑνώσεως, ἐπειδὴ τῶν ἑνιζομένων οἱ λόγοι διάφοροι, ἐν οἷς αὐτοῖς τὸ εἶναι. ὁ δὲ αὐτὸς λόγος κἂν εἰ τὸ Α γλυκὺ εἴη, τὸ δὲ Β λευκόν· ὅπερ διὰ τοῦ ἐναλλὰξ ἐνεδείξατο, ὡς οὐκέτι τῶν ἐναντίων ἀλλὰ τῶν πορρωτέρω ὁμογενῶν παραλαμβανομένων. τοῦτο δὲ σαφέστερον πάλιν διὰ τῶν στοιχείων ποιεῖ καὶ τῶν παραδειγμάτων, τὸ γλυκὺ καὶ λευκὸν παραβάλλων ἀλλήλοις καὶ οὐκέτι ‹τὰ› ΑΒ τοῖς ἐναντίοις, ἀλλὰ τούτοις ἐπιτιθεὶς τῷ γλυκεῖ καὶ λευκῷ.
Σαφῶς μετὰ τὸν περὶ τῆς αἰσθήσεως λόγον ἐπὶ τὸν πρακτικὸν νῦν μεταβαίνει νοῦν ὡς ἀπὸ εἰκόνος ἐπὶ παράδειγμα, ἀξιῶν αὐτὸν τὸ διωκτὸν [273] καὶ φευκτὸν ποτὲ μὲν καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς παροῦσιν ὁρίζειν, ὅταν ὁρῶν τὸν φρυκτὸν κινούμενον, καὶ ὅτι πολέμιοι ὀχλοῦσι δι' αὐτοῦ τοῦ αἰσθητοῦ γινώσκων, βουλεύηται, ὡς αὐτὸς ἔφη, ὅ τι δέοι πράττειν· ὡς ἐπὶ τὸ πλεῖστον δὲ συμβαίνει ἐν τοῖς φαντάσμασι τὰ ἀποτυπώματα τῶν αἰσθητῶν ὁρῶντα τὸν πρακτικὸν νοῦν λογίζεσθαί τε καὶ βουλεύεσθαι. καὶ γὰρ παρόντων ἐνίοτε τῶν αἰσθητῶν εἰς ἑαυτὴν στρεφομένη ἡ διανοητικὴ ψυχὴ τοὺς περὶ τῶν πρακτῶν ἐγείρει λογισμούς, καὶ ἐν τῇ εἰς ἑαυτὴν στροφῇ ἐξ ἀνάγκης οὐκ εἰς αὐτὰ τὰ αἰσθητά, ἀλλ' εἰς τοὺς ἀπ' ἐκείνων ἐγγινομένους τύπους ἀποβλέπει καὶ τούτοις χρῆται ὡς τοῦ συλλογισμοῦ γινομένοις μέρεσιν ἐν τῇ ἐλάττονι τῶν προτάσεων. διὸ καὶ ἐξ ἀνάγκης τῇ φαντασίᾳ χρῆται. καὶ δῆλον ἄρα κἀντεῦθεν, ὡς οὐ περὶ τοῦ θεωρητικοῦ νοῦ ἀπεφήνατο τὸ μηδέποτε ἄνευ φαντασίας νοεῖν αὐτόν, ἀλλὰ περὶ τοῦ πρακτικοῦ, ὡς καὶ ἐκ τῶν ἄλλων τῶν προειρημένων ἐπιστωσάμεθα καὶ ἐκ τῶν νῦν εἰρημένων ἐστὶν ἐναργές. ἔτι δὲ μᾶλλον ἀπόντων τῶν αἰσθητῶν ἐν τοῖς φαντάσμασιν εἴσεται τὰ περὶ ὧν αἱ πράξεις, μερικὰ ὄντα καὶ ἄτομα καὶ αἰσθητά πως καὶ διὰ τοῦτο ἢ αἰσθήσει ἢ φαντασίᾳ συστοίχως γινωσκόμενα. ταῦτα δὴ καὶ ὁ φιλόσοφος παραδιδοὺς τὰ εἴδη λέγει τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖν, εἴδη καλῶν τὰς τῶν αἰσθητῶν μορφάς. ἤδη τε γὰρ πολλάκις εἶπε καὶ αὖθις ἐρεῖ, ὡς οὐχὶ αὐτὰ τὰ αἰσθητά, ἀλλὰ τὰ τούτων εἴδη ἐγγίνεται τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ, τῇ μὲν ὡς αἰσθητὰ τῇ δὲ ὡς φαντάσματα. καλῶς οὖν καὶ νῦν τὰ εἴδη ἔφη, εἴτε τῶν αἰσθητῶν ἀκούσοις εἴτε ἁπλῶς τῶν πρακτῶν. καὶ γὰρ καὶ τὰ πρακτὰ αἰσθητά πως, ἐπειδὴ καὶ ὅταν τὸ ἐμαυτοῦ ἢ τὸ ἑτέρου τινὸς ἦθος κοσμεῖν ἐθέλω, καὶ αὐτὸ τὸ ἦθος διὰ τὸ ἐν μερικῷ εἶναι ἀνθρώπῳ αἰσθητὸν γίνεται, καὶ ἔτι μᾶλλον διὰ τὸ αὐτόθεν τῇ αἰσθήσει γνωρίζεσθαι, ὁποῖόν ποτε τυγχάνει ὄν, ἐκ τῆς εὐτάκτου ἢ ἀτάκτου κινήσεώς τε καὶ ἐνεργείας. τὸ δὲ νοητικόν, δηλαδὴ τὸ πρακτικόν· τοῦτο γὰρ τὸ διῶκον ἢ φεῦγον. εἴρηται δὲ ὡς ἐν τοῖς φαντάσμασι τὰ εἴδη τῶν πρακτῶν ἀναλαμβάνον νοεῖ εἰς αὐτὰ ἀποβλέπον, οὐχ ὡς τῶν φανταστῶν ὄντων νοημάτων, ἀλλ' ἑτέρων καὶ ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργουμένων κατά τε τὴν πρὸς τὰ φαντάσματα θέαν ἐγειρομένων. σαφῶς γὰρ καὶ αὐτὸς ἐρεῖ, ὡς οὐδὲ ταῦτα τὰ νοήματα φαντάσματά ἐστιν, ἀλλ' οὐκ ἄνευ φαντασμάτων. ἀποβλέπει δὲ εἰς τὰ φαντάσματα, ὅταν τῶν αἰσθητῶν ἀποστῇ, ἢ μὴ παρόντων ἔτι ἢ καὶ παρόντων, διὰ τὴν εἰς ἑαυτὸν σύννευσιν. ὅτι γὰρ καὶ εἰς αὐτὰ τὰ αἰσθητά ποτε ὁρᾷ, δηλοῖ γράφων καὶ ὡς ἐν ἐκείνοις ὥριστο αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, ἐν ἐκείνοις λέγων τοῖς αἰσθητοῖς, καθάπερ αὐτὸς σαφῶς ἑρμηνεύει ἀντιδιαιρῶν αὐτοῖς τὰ ἐκτὸς τῆς αἰσθήσεως, ἅπερ ἐστὶ τὰ φανταστά. ὅταν γάρ, φησιν, ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται, τουτέστιν ἐγείρεται εἰς λογισμὸν καὶ βουλὴν τὴν περὶ αὐτόν. καὶ ἔτι ἐναργέστερον σαφηνίζει τὸ ποτὲ μὲν αὐτὸν εἰς τὰ αἰσθητὰ ἀποβλέπειν, ποτὲ δὲ εἰς τὰ φανταστὰ διὰ τῶν ἐφεξῆς.
[274]
Ὅταν μὲν γὰρ αὐτόθεν ὁρᾷ τὸν φρυκτὸν καὶ τῇ κοινῇ αἰσθήσει χρῆται, δῆλος ὡς εἰς τὸ αἰσθητὸν ἀποβλέπει. οἶμαι δὲ ὅτι ἡ κοινὴ αἴσθησις νῦν αὐτῷ ἀντὶ τῆς τῶν κοινῶν αἰσθητῶν εἴληπται· ὧν ἔστι μὲν καὶ ἡ ὄψις καθ' ἑαυτήν, μάλιστα δὲ φαίνεται ἡ κοινὴ ὡς κοινῶν ἀντιληπτική, καὶ ὅταν συνεργῇ ἰδίᾳ ἑκάστη. κοινὸν δὲ αἰσθητὸν ἡ κίνησις, ὥσπερ τὸ χρῶμα τοῦ πυρὸς καὶ τὸ φῶς ἴδιον ὄψεως αἰσθητόν. καὶ γνωρίζει ὁ νοῶν συντιθεὶς τὸ μὲν ἀπὸ τοῦ αἰσθητοῦ, τὸ δὲ ἀπὸ τοῦ περὶ ταῦτα λόγου ἀναφέρων εἰς τὸ τὸν φρυκτὸν παρουσίας πολεμίων εἶναι σύμβολον. ὁ μὲν γὰρ κινούμενος φρυκτὸς αἰσθητός· τὸ δὲ οὗ τοῦτο σύμβολον ἐκ τοῦ λόγου εἴληπται, τῇ συνήθει αὐτοῦ χρήσει προσέχοντος. καὶ οὕτως ἀναγνωστέον μεταθέντας ὀλίγον τὴν λέξιν, οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ τῇ κοινῇ ὁρῶν κινούμενον, καὶ ἐνταῦθα ὑποστίξαντας ἐπαγαγεῖν τὸ γνωρίζει ὅτι πολέμιος, οὐκ ἐκ τοῦ αἰσθάνεσθαι μόνου γνωρίζων, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. ποτὲ μὲν οὖν εἰς τὸ αἰσθητὸν ἀποβλέπει, ποτὲ δὲ εἰς τὰ ἐν τῇ ψυχῇ φαντάσματα ἢ νοήματά φησιν, ἢ αὐτὰ τὰ φαντάσματα νοήματα καλῶν, ἐπειδὴ καὶ τὴν φαντασίαν νόησιν εἶπεν, ὡς ἀνωτέρω ἐπεδείκνυμεν, ἢ διαιρετέον καὶ τὰ μὲν φαντάσματα ἐν τῇ φαντασίᾳ θετέον, τὰ δὲ νοήματα τὰς ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργείας, ὁριζομένας καὶ αὐτὰς τοῖς νοητοῖς τῶν πρακτῶν εἴδεσιν. πᾶσα γὰρ λογικὴ γνῶσις κἂν τοῦ ἐκτὸς ᾖ, εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ τὴν ἑαυτῆς κρίνουσα σύνεσιν γίνεται· διὸ καὶ πίστις ἕπεσθαι πάσῃ δόξῃ εἴρηται. ὀρθῶς οὖν εἰς τὰ φαντάσματα ἢ τὰ νοήματα ἀποβλέπειν εἴρηται ὁ λογιζόμενος ἢ βουλευόμενος περὶ τῶν πρακτῶν, οὐ διῃρημένως ποτὲ μὲν εἰς ἐκεῖνα ποτὲ δὲ εἰς ταῦτα, ἀλλ' ὁμοῦ μὲν εἰς ἄμφω, προσέχων δὲ μᾶλλον τοῖσδε ἢ τοῖσδε. λογίζεται δὲ καὶ βουλεύεται τὰ μέλλοντα εἰς τὰ παρόντα, τὰ μὲν παρόντα ἐκ τῆς αἰσθήσεως λαβών, τὰ δὲ μέλλοντα ἐκ τῆς περὶ τῶν μελλόντων γνώσεως, λογικῆς δηλαδὴ οὔσης. ὡς καὶ διὰ τοῦτο οὐκ ἐκ παραλλήλου τὰ αὐτὰ ἀκούειν χρὴ φαντάσματά τε καὶ νοήματα, ἀλλὰ τὰ μὲν τοῖς τύποις, τὰ δὲ ταῖς τοῦ τοιούτου νοῦ ἐνεργείαις ἀποδιδόναι.
Οὐ γὰρ ὁ προηγουμένως πρακτικὸς τὸ ἡδὺ ἢ τὸ λυπηρὸν τέλος τίθεται, ὥσπερ ἡ αἴσθησις καὶ ἡ ἄλογος ζωή, ἀλλὰ τὸ ἀγαθὸν ὡς διωκτὸν τὸ δὲ κακὸν ὡς φευκτόν. διὸ ἐθελήσας ἀπὸ τῶν καὶ τῇ αἰσθήσει γνωριμωτάτων ὁρίσαι τὰ τῷ πρακτικῷ ὀρεκτὰ καὶ φευκτά, ἀπὸ τοῦ ἡδέος καὶ λυπηροῦ, ὡς ἐκεῖ ἔφη, ἐν τῇ αἰσθήσει λέγων. ὅταν οὖν οὕτως κρίνῃ τὸ πρᾶγμα, [275] οὐχ ὡς γνωστὸν μόνον, ἀλλ' ὡς τοιοῦτον, οἷον ἦν τὸ ἐν τοῖς αἰσθητοῖς ἡδὺ ἢ λυπηρόν (τοιοῦτον δὲ ἐν αὐτῷ τὸ ἀγαθὸν ἢ κακόν), ἐνταῦθα, τουτέστιν ἐπὶ τῇ τοιαύτῃ κρίσει, ἢ φεύγει τὸ κακὸν ἢ διώκει τὸ ἀγαθόν, καὶ καθόλου πράττει τι. τοῦτο γὰρ δηλοῖ τὸ ὅλως ἐν πράξει. πράττει δὲ ἢ τοῦ ἀγαθοῦ ἐπιδιώκων μετάληψιν ἢ τὸ κακὸν ἀποδιοπομπούμενος.
Ὅτι μὲν ὡς διωκτὸν καὶ φευκτὸν τὸ πρακτὸν οὐ μόνον ἐν τῷ νοήματι, ἀλλὰ καὶ ἐν τῷ φαντάσματι ἢ καὶ ἐν τῷ αἰσθητῷ θεωρεῖται, διὰ τὸ ἐν τοῖς πρακτικοῖς λογισμοῖς τοῖς περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τὴν ἐλάττονα λεγομένην πρότασιν μερικὴν πάντως εἶναι, ἐπιδέδεικται. ἀξιοῖ δὲ νῦν ὁ Ἀριστοτέλης, καὶ ὅτε ὁ πρακτικὸς νοῦς καθολικῶς ἐν ἑαυτῷ τὴν περὶ τῶν πρακτῶν κινεῖ θεωρίαν, κἂν μὴ ὡς διωκτὸν ἢ φευκτὸν ἀλλ' ὡς γνωστὸν καὶ καθόλου ἐπισκοπῇ, ὁποίαν φέρε δεῖ εἶναι τὴν εὖ πολιτευομένην πόλιν καὶ ποίοις χρῆσθαι νόμοις, ἢ ὅλως ἐν τίσιν αἱ πράξεις, καὶ περὶ τίνα τῶν ὄντων, ὅτι οὐ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλὰ περὶ τὰ μεταβαλλόμενα καὶ ἐνδεχόμενα, καὶ τότε ἄνευ πράξεως, τουτέστι τοῦ πράττειν τι σκοπῶν τὰ πρακτὰ καὶ ὁποῖον τὸ ἐν αὐτοῖς ἀληθές τε καὶ ψεῦδος, ὡς πρακτικὸς καὶ τότε ἐνεργεῖ, οὐχ ὡς τότε πράττων τι, ἀλλ' ὡς ὅτε δέοι πράττειν, τῇ φανείσῃ αὐτῷ καθόλου χρησόμενος ἀληθείᾳ. ἐν οὖν τῷ αὐτῷ γένει, ἔφη, ἐστὶ τῷ ἀγαθῷ καὶ κακῷ. ταῦτα δὲ ἐν τῷ πρακτικῷ· ὥστε καὶ τὸ ἀληθὲς τοῦτο καὶ ψεῦδος ἐν τῷ πρακτικῷ, οὐκ ἄνευ φαντασίας οὐδὲ τότε ἐνεργοῦν, ἐπειδὴ καὶ καθολικὰ αὐτῷ θεωρήματα τοιαῦτα, ὁποῖα τὰ ἐν τοῖς μερικοῖς κοινά, ὅταν φέρε πᾶσα πόλις εὐνομουμένη λέγῃ ἢ πᾶς ἀνὴρ κόσμιος ἤ τι τοιοῦτον. οὐ γὰρ τὰ νοητὰ ὡς νοητά τις θεωρῶν τὰ ἐν τοῖς αἰσθητοῖς καθόλου λήψεται οὐδὲ τοῖς ἀνάλογον τῷ ἀγαθῷ τε καὶ κακῷ ἀληθεῖ τε καὶ ψευδεῖ χρήσεται, ἀλλὰ καὶ ἀληθεύσει ἀναντιθέτως πρὸς τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν εἴσεται τὸ πρὸς τὸ κακὸν ἀναντίθετον. ὁ γὰρ πρακτικὸς ὁ περὶ τὰ ἀντικείμενα, διὰ τὸ καὶ περὶ τὰ ἐνδεχόμενα εἶναι καὶ μεταβαλλόμενα. ἐπεὶ οὖν, κἂν καθόλου περὶ τῶν πρακτῶν ποιῆται τὸν λόγον, οὐ παντελῶς ἀφίσταται τῶν μερικῶν (ἐν τούτοις γὰρ τὰ καθόλου), οὐδὲ τῆς φαντασίας παντελῶς ἀποστήσεται· τῶν γὰρ μερικῶν ἐκείνη ἐπιβλητική, οἷς τὰ καθόλου σύνεστιν. ἄνευ οὖν πράξεως ἀληθὲς καὶ ψεῦδος εἴρηται, ὅτε μὴ πράττων καθολικώτερον, ὡς εἶπον, περὶ τῶν πρακτῶν διαλογίζεται, κατὰ τὴν πρακτικὴν δηλαδὴ ἐπιστήμην. διαφέρει δὲ μόνον ἡ καθόλου περὶ τῶν πρακτῶν νόησις τῆς ἐν αὐτῷ τῷ πράττειν, ὅτε καὶ τὰ μερικὰ συλλαμβάνειν ἀνάγκη, τῷ ἁπλῶς καὶ τινί. ἡ μὲν γάρ ἐστιν ἁπλῶς ὡς ἐκ δύο οὖσα καθόλου· ἡ δὲ τὶς ὡς ἐκ μερικῆς καὶ καθόλου μερικὸν συνάγουσα τὸ συμπέρασμα. [276] μέχρι τούτων συμπληρώσας τὸν περὶ τοῦ πρακτικοῦ λόγον, ἀναδραμεῖν δὲ πάλιν ἐπὶ τὸν ἀκρότατον θεωρητικὸν βουλόμενος, διὰ τῶν μέσων ποιεῖται τὴν ἀνάβασιν. προσεχέστατα δὲ τοῦ πρακτικοῦ ἐπαναβέβηκεν ὁ τῶν μαθηματικῶν πραγμάτων θεωρητικός, ἃ καὶ αὐτὰ ἔνυλα μέν, οὐκ ἐν τῇ γενητῇ δὲ ὕλῃ καὶ ἄλλοτε ἄλλως ἐχούσῃ, ἀλλ' ὅμως ἔνυλα ὡς ἐν διαστάσει πάντως καὶ μερισμῷ τινι ὑφεστῶτα καὶ διὰ τοῦτο καὶ αὐτὰ φανταστὰ ὄντα, τοῦ θεωροῦντος αὐτὰ νοῦ ὅρον αὐτοῖς καὶ τάξιν ἐπιτιθέντος καὶ τό τε ἐνδέον προστιθέντος καὶ τὸ περιττὸν ἀφαιροῦντος καὶ σκοποῦντος αὐτὰ ὡς φανταστά, τοῦ πρακτικοῦ καὶ τὰ φανταστὰ κατὰ τὴν πρὸς τὰ αἰσθητὰ ἀναφορὰν γινώσκοντος, καὶ ταύτῃ τοῦ μαθηματικοῦ τὸν πρακτικὸν ὑπερβάλλοντος.
Μικρόν, εἰ δοκεῖ, ἐπιστήσαντες, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει καὶ διὰ τί οὕτω καλεῖται καὶ τίς ἡ σύστοιχος αὐτοῖς γνωστικὴ δύναμις, θεωρήσωμεν ἐκεῖνο προλαμβάνοντες, ὅτι τῶν γνωστῶν ἀντιλαμβάνεται μὲν καὶ ἡ σύστοιχος αὐτοῖς δύναμις, μειζόνως δὲ καὶ κρειττόνως ἡ μὴ σύστοιχος κατὰ τὸ ὑπερέχον, δυναμένη αὐτὴ καὶ μετὰ τῆς συστοίχου ἐνίοτε ἐνεργοῦσα καὶ καθ' ἑαυτὴν μόνη ὡς ἐξ αἰτίας αἱρεῖν τὰ δεύτερα. οὕτω γοῦν καὶ ὁ ἡμέτερος ἐπιστημονικὸς τῶν φυσικῶν λόγος γινώσκει καὶ τὰ αἰσθητὰ πάθη, ποτὲ μὲν σὺν τῇ αἰσθήσει ἐνεργῶν καὶ συμπλεκόμενος αὐτῇ καὶ οὕτω προσβάλλων τοῖς αἰσθητοῖς, ποτὲ δὲ ἄνευ αἰσθήσεως τὰς οὐσίας τῶν τε εἰδῶν τῶν φυσικῶν καὶ τῶν κατὰ ταῦτα ὁριζομένων συνθέτων γινώσκων, ἐκ τῶν οὐσιῶν ὡς ἀπὸ αἰτιῶν καὶ τὰ περὶ τὰς οὐσίας πάθη καὶ συμβεβηκότα, ὁποῖα ἄττα ἐστί, κρίνει. ᾗ καὶ διαφέρειν ὁ φυσικὸς τοῦ μαθηματικοῦ ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἐλέγετο. ὁ μὲν γὰρ μαθηματικός, ἅτε καθ' αὑτὰ τὰ συμβεβηκότα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ ἀριθμοὺς καὶ λόγους ἐναρμονίους ἐπισκοπούμενος, δεῖται πρὸς τὴν γνῶσιν αὐτῆς τῆς αἰσθήσεως· ὁ δὲ φυσικὸς ὡς ἐξ αἰτίων τῶν τε εἰδῶν καὶ αὐτῶν τῶν συνθέτων οὐσιῶν ὡς οὐσιῶν καὶ τὰ σχήματα καὶ τὰ λοιπὰ τὰ οἰκείως ἐπισυμβαίνοντα ταῖς οὐσίαις θεωρεῖ. διὸ φιλοσοφία τις καὶ ἡ φυσικὴ πραγματεία ὡς περὶ οὐσίαν στρεφομένη καὶ ὡς ἐξ αἰτίων τὰ αἰτιατὰ γινώσκουσα· οὐχὶ δὲ ἡ μαθηματική, ἀλλ', ὥς φησι Πλάτων, γεφύρᾳ ἔοικεν· ἀρχὴ γὰρ αὐτῇ, ὡς ὁ αὐτὸς ἀποφαίνεται φιλόσοφος, ἃ μὴ οἶδε, μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε, διότι ἀπολείπεται τῶν αἰτίων τῷ μὴ τὰς οὐσίας ἐπισκοπεῖσθαι· τὸ γὰρ κυρίως [277] αἴτιον πάντως οὐσία ἢ καὶ ταύτης κρεῖττον. λέγω δὲ νῦν μαθηματικὴν οὐ τὴν κατὰ τοὺς Πυθαγορείους, τὴν καὶ τοὺς ζωτικοὺς λόγους τοὺς τῶν διαστάσεων καὶ σχημάτων προβλητικούς, εἴτε ἐν τοῖς φυσικοῖς σώμασιν εἴτε ἐν φαντασίαις ἐγγίνονται, ἐπισκοποῦσαν (φιλοσοφία γὰρ ἐκείνη), ἀλλὰ τὴν ὅλην περὶ αὐτὰ τὰ προβαλλόμενα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις στρεφομένην, ἅπερ ἐξ ἀφαιρέσεως εἴωθεν ὁ Ἀριστοτέλης καλεῖν, θεωρούμενα μὲν καὶ ἐν τοῖς φύσει συνεστῶσι σώμασι, προτεινόμενα δὲ καὶ ἐν αὐτῇ τῇ φαντασίᾳ, ἐξ ἀφαιρέσεως δὲ λεγόμενα ὡς ἄνευ τῶν οὐσιῶν αὐτὰ καθ' αὑτὰ θεωρούμενα, καίτοι γε οὐχὶ καὶ οὕτως ὑφιστάμενα· οὐ γὰρ οἷόν τε ἄνευ οὐσιῶν τὰ συμβεβηκότα καθ' αὑτὰ ὑφίστασθαι. συμβεβηκότα δὲ τὰ τοιαῦτα πάντα, περὶ ἃ τοῖς μαθηματικοῖς ἡ πραγματεία. πᾶς κύκλος, λέγουσιν, ἴσας ἔχει τὰς ἀπὸ τοῦ κέντρου πάσας, καὶ πᾶσαι αἱ περὶ κέντρον καθ' ἕνα τὸν αὐτὸν ἑστῶτα πόλον κινήσεις συναποκαθίστανται αἵ τε μείζους καὶ ἐλάττους, καὶ πᾶς ἀρτιάκις ἄρτιος ἀριθμὸς μέχρι μονάδος δίχα διαιρεῖται, καὶ πᾶς ὁ διπλάσιος λόγος ἐξ ἡμιολίου καὶ ἐπιτρίτου σύγκειται. συμβεβηκότα δὲ πάντα τά τε σχήματα καὶ αἱ κινήσεις καὶ οἱ μοναδικοὶ ἀριθμοὶ καὶ οἱ σχετικοὶ λόγοι, ἐξ ἀφαιρέσεως λεγόμενα, ὅτι οὐχ, ὡς ἔστι, μετὰ τῶν οὐσιῶν, ἀλλ' ὡς ἀποχωριζόμενα τῶν οὐσιῶν καθ' ἑαυτὰ γινώσκεται. ἐπεὶ καὶ ὅταν ἐν φαντασίᾳ προτείνηται, τοῖς ζωτικοῖς τοῖς καὶ προάγουσιν αὐτὰ λόγοις συνυφίσταται ὡς αὐτῶν ἐξῃρημένα καὶ περὶ αὐτοὺς ἔχοντα τὸ εἶναι ὡς πέρατα, καθάπερ καὶ τὰ τοῖς φύσει συνεστῶσι συμβεβηκότα τῶν οὐσιῶν εἰσιν ἀποπερατώσεις, καὶ οὐχ ὡς τῶν Περιπατητικῶν ἔνιοι φαίνονται τὰ φανταστὰ ὡς ἀνούσια πάντῃ ἐξ ἀφαιρέσεως καλοῦντες, διὰ τὸ κεχωρίσθαι τῶν ἐν τοῖς αἰσθητοῖς οὐσιῶν. ὅτι γὰρ καὶ τὰ φανταστὰ περὶ τοὺς ζωτικοὺς λόγους, οὐσίας ὄντας, δηλοῖ τὸ ἀκριβὲς αὐτῶν, ὑπὲρ τὰ αἰσθητὰ ὄν, καὶ ἡ τοῦ ἐλλείποντος αὐτοῖς προσθήκη καὶ ἡ τοῦ περιττοῦ ἀφαίρεσις, οὐκ ἂν ἔξωθεν ἐγγινόμενα καὶ ἀπὸ τῶν χειρόνων τὸ κρεῖττον ἔχοντα, ἀλλὰ δῆλον ὡς προσεχῶς ὑπ' αὐτῶν προβαλλόμενα τῶν ζωτικῶν λόγων, ὡς καὶ αὐτὴ ἡ κριτικὴ αὐτῶν δηλοῖ ἐνέργεια, οὐδέποτε πάθος οὖσα ἡ κρίσις, ἀλλὰ καθαρὰ ἐνέργεια, καὶ ἔνδοθεν ἀλλ' οὐκ ἔξωθεν. εἴρηται οὖν, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει, ὅτι τὰ μαθηματικά, οὐχὶ τὰ αἴτια οὐδὲ τὰ ὡς οὐσίαι, ἀλλὰ τὰ προτεινόμενα καὶ συμβεβηκότα. καὶ ἡ αἰτία τοῦ ὀνόματος, διότι οὐχ, ὡς ἔστι, σὺν τῇ οὐσίᾳ, ἀλλὰ ἄνευ αὐτῆς θεωρεῖται ὑπὸ τῶν συνήθως τοῖς πολλοῖς καλουμένων μαθηματικῶν. τούτοις δὲ αἰσθητοῖς τε καὶ φανταστοῖς οὖσι συμβεβηκόσιν αἴσθησίς τε καὶ φαντασία ὁμοταγεῖς εἰσι γνώσεις. τῶν γὰρ συμβεβηκότων αὗται ἀλλ' οὐχὶ τῶν οὐσιῶν κριτικαί· οὐσίας γὰρ λόγος καὶ νοῦς ἀντιληπτικοί. ἀτυχὴς δέ φησι Πλάτων οὐσίας ἡ αἴσθησις, καὶ ἄλλως δὲ ἐναργές, ὅτι περὶ ποιότητας καὶ ποσότητας καὶ πάθη πᾶσαί εἰσιν αἱ αἰσθήσεις. ὥστε καὶ οἱ ἀπὸ τῶν αἰσθητῶν τῇ φαντασίᾳ ἐγγινόμενοι τύποι οὐκ οὐσίαι. τὰ δὴ τοιαῦτα οὐ μόνον, ὡς εἴρηται, ταῖς συστοίχοις θεωροῦνται γνώσεσιν, ἀλλὰ καὶ τῷ ἡμετέρῳ νῷ, ποτὲ μὲν συμπλεκομένῳ τῇ αἰσθήσει [278] τε καὶ φαντασίᾳ καὶ περὶ αὐτὰ μόνα ἐνεργοῦντι ἄνευ τῆς τῶν οὐσιῶν αὐτῶν γνώσεως (ὃν δὴ καὶ μαθηματικὸν ἄν τις εἴποι νοῦν κατὰ τὸν τοῖς πολλοῖς συνήθως ὀνομαζόμενον μαθηματικόν)· ποτὲ δὲ οὐκ εἰς αὐτὰ ἀποβλέποντα, ἀλλ' εἰς τὰς αἰτίας αὐτῶν οὐσίας, τάς τε εἰδητικὰς καὶ τὰς συνθέτους, καὶ ἀπὸ τούτων ὡς ἐξ αἰτίων τὰ συμβεβηκότα αἱροῦντα αἰτιατὰ ὄντα, κρείττονα τοῦτον νοῦν οὐσιῶν ἀντιληπτικόν. περὶ οὗ ἤδη ὁ Ἀριστοτέλης προείρηκε τὰς νοήσεις ἡμῖν παραδιδούς, τοῦ προϊόντος μὲν τελεωθέντος δὲ ἤδη νοῦ διττὰς τιθέμενος, τὰς μὲν κατὰ τὴν ἄκλαστον εὐθεῖαν, τὰς τῶν εἰδῶν γνωριστικάς, τὰς δὲ κατὰ τὴν κεκαμμένην γραμμὴν τὰς τῶν συνθέτων. ἀλλ' οὐ περὶ τούτου νῦν ὁ λόγος αὐτῷ, περὶ δὲ τοῦ συμπλεκομένου αἰσθήσει τε καὶ φαντασίᾳ. διὸ οὐκ ἄνευ φαντασίας οὐδὲ οὗτος νοεῖ, ὅταν οὕτω νοῇ, ὥσπερ οὐδὲ ὁ πρακτικός. ὅταν γὰρ ἐκ τῶν οὐσιῶν καὶ τὰ συμβεβηκότα ὡς ἐξ αἰτίων αἱρῇ, κατὰ τελειοτέραν δηλαδὴ θεωρεῖ νόησιν, καὶ οὐκέτι τὰ ἐν ἀφαιρέσει, ὡς ὅταν γε τὰ ἐν ἀφαιρέσει νοῇ, οὐχ ὡς ἔστι ταῦτα, ἀλλὰ χωρίζων ἀπὸ τῆς οὐσίας νοεῖ, ὥσπερ ὅταν σιμὸν ὁρῶν οὐ κατὰ τὸ συναμφότερον τήν τε κοιλότητα καὶ τὴν ὑποκειμένην σάρκα, ἀλλὰ κατὰ μόνην ἐπινοῶν τὴν κοιλότητα. ὁ μὲν οὖν τὸ σιμὸν ᾗ σιμὸν νοῶν οὐ κεχωρισμένην τὴν κοιλότητα νοεῖ· ὁ δὲ καθ' αὑτὴν τὴν κοιλότητα νοῶν ὡς κεχωρισμένην ἐπινοεῖ. εἰπὼν δὲ ὁ Ἀριστοτέλης τὸ σιμὸν ᾗ σιμὸν οὐ κεχωρισμένως, δέον ἐπαγαγεῖν ᾗ δὲ κοῖλον, ἐπειδὴ κοιλότης ἐν ῥινὶ ἡ σιμότης, ἀντὶ τοῦ κοίλου τὸ καμπύλον ἐναντίον ὂν ἐπήνεγκε, διότι ὁ τὸ καμπύλον ἐπινοῶν ἐν τῇ τοῦ σιμοῦ θέᾳ δῆλον ὡς καθ' αὑτὸ ἐπινοεῖ· οὐ γὰρ οἷόν τε ἐν τῷ αὐτῷ καὶ τὸ κοῖλον εἶναι καὶ τὸ καμπύλον. ἐξ ὑποθέσεως δὲ ἔφη τὸ εἴ τις ἐνόει ἐνεργείᾳ, ἐπειδὴ δύναταί τις καὶ τὸ καμπύλον μετὰ ἄλλης νοεῖν σαρκός, ὡς ἐπὶ τῶν γρυπῶν, καὶ αὐτὸ δὲ καθ' αὑτό. εἴ τις οὖν ἐνόει τὸ καμπύλον καθ' ἑαυτὸ καὶ οὐ δυνάμει ἀλλ' ἐνεργείᾳ, τὸ μὴ κεχωρισμένον μηδὲ πεφυκὸς κεχωρισμένως ὑφίστασθαι ὡς κεχωρισμένον ἂν ἐνόει. τὸ δὲ ἐν ᾗ τὸ κοῖλον ἀναδραμὼν εἰς τὸ σιμὸν εἴρηκεν, οὐκ ἐμμείνας τῇ ἐπὶ τὸ καμπύλον μεταβάσει. ὁμοίως οὖν καὶ τὰ μαθηματικά (εἴρηται δὲ ὁποῖα καλεῖ μαθηματικά) οὐ πεφυκότα χωρὶς τῶν οὐσιῶν ὑφεστάναι τῶν ἑδραζουσῶν αὐτὰ καὶ ἀνεχουσῶν ὡς κεχωρισμένα ὁ μαθηματικὸς ἐπισκοπεῖ. διπλῆ δὲ ἡ γραφὴ φέρεται, ἢ οὕτως οὐ κεχωρισμένα ὡς κεχωρισμένα, ἢ οὐ κεχωρισμένως ὡς κεχωρισμένως. δηλοῖ δὲ κατὰ ταύτην τὴν γραφὴν τὸ νοοῦν, κατὰ φύσιν μᾶλλον ἔχον τῶν οὐσιῶν προηγουμένως ἀντιλαμβάνεσθαι καὶ οὐ κεχωρισμένως μόνων τῶν συμβεβηκότων, ἐν τῇ τοιαύτῃ θεωρίᾳ κεχωρισμένως ἐνεργεῖν, οἷον ἐξιστάμενον ἑαυτοῦ ἐπὶ δευτέρας ἀπὸ τῶν μάλιστα προσηκουσῶν αὐτῷ κατὰ φύσιν ἐνεργειῶν. προείρηται δὲ καὶ ὑπ' αὐτοῦ ἤδη, ὅτι ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. ὅταν οὖν τὰ ἀχώριστα τῶν οὐσιῶν, [279] τουτέστι τὰ συμβεβηκότα ὡς χωριστὰ ἐπινοῇ ὁ νοῦς, κατὰ τὰς ἀχωρίστους ἑαυτοῦ καὶ συμπλεκομένας τοῖς ἐσχάτοις ἐνεργείας ἐνεργεῖ, τὰς ἀφισταμένας τῶν τῆς οὐσίας γνωστικῶν.
Βούλεται μὲν καὶ νῦν, ὅπερ πολλάκις προεῖπέ τε καὶ αὖθις ἐρεῖ, ὑπομνῆσαι, ὅτι πᾶς νοῦς ὅταν ἐνεργῇ, ὁ αὐτός ἐστι τοῖς νοουμένοις καὶ ἔστιν ἅπερ τὰ νοούμενα. χρὴ δὲ διὰ τὸ σαφῆ ποιῆσαι τὴν λέξιν ἐπὶ σμικρὸν μεταθεῖναι καὶ ὧδε ἀναγνῶναι· ὅλως δὲ ὁ νοῦς ἐστι τὰ πράγματα ὁ κατ' ἐνέργειαν νοῶν.
Ἐσχάτας τοῦ νοῦ θεασάμενος ἐνεργείας, κατὰ τὴν πρὸς αἴσθησιν καὶ φαντασίαν συμπλοκὴν μόνων τῶν συμβεβηκότων καὶ τούτων ὡς καθ' ἑαυτὰ ὄντων ἀντιληπτικάς, οἷον εὐλαβηθείς, μὴ ἀχώριστον καὶ αὐτὴν τὴν τοῦ νοοῦντος οὐσίαν σωμάτων ἐκ τῶν τοιούτων ἐνεργειῶν οἰηθῶμεν, ἐφιστάνει ἡμᾶς καὶ παρακαλεῖ ἐπισκέπτεσθαι, μὴ ἀδύνατον ᾖ ἀχώριστον ὄντα γνωστικὸν εἶναι τῶν χωριστῶν εἰδῶν. προείρηται γὰρ ὡς καὶ αὐτὸς ὁ ἔξω προϊὼν καὶ καθ' ἕξιν προβαλλομένην τελειωθεὶς ὑπὸ τοῦ οὐσιώδους νοῦ ἑαυτόν τε δύναται καὶ τὰ χωριστὰ γινώσκειν εἴδη. οὐκ ἄν, εἴ γε ἀχώριστος ἦν, τοῖς χωριστοῖς συνηρμόζετο οὐδ' ἂν ἐγίνετο αὐτὰ τὰ χωριστά, ὅτε ἐνήργει. ὡς γὰρ ὁ τὴν ὑγείαν νοῶν κατὰ τὸ τῆς ὑγείας ἵσταται εἶδος, οὕτω καὶ ὁ τὸ χωριστὸν κατὰ τὸ χωριστὸν ἐστήξεται. οὐχ οἷόν τε δὲ τὸ ἀχώριστον ὅπερ χωριστὸν γίνεσθαι. ὁ δὲ φιλόσοφος ὑπερέθετο τὴν ζήτησιν, τάχα μὲν ὡς καὶ ὕστερον τοῦτο ἐνδειξόμενος, εἰ καὶ μὴ ἐναργῶς, τάχα δὲ ὡς καὶ τοῖς ἀναγινώσκουσιν τὴν ζήτησιν προτείνων, ὀφείλουσιν ἐκ τῶν πολλάκις ἤδη αὐτῷ παραδεδομένων διαρθροῦν τὸ προκείμενον. καὶ γὰρ ὅτι εἴ τι συνέχει σῶμα ὁ νοῦς καὶ πλάσαι χαλεπὸν προείρηται, καὶ ὅτι ἡ μὲν αἴσθησις ὀργάνῳ τῷ σώματι χρῆται ἀεί, οὐχὶ δὲ καὶ ὁ νοῦς, καὶ ὅτι ἑαυτὸν γινώσκειν δύναται· ἡ δὲ εἰς ἑαυτὸ ἐπιστροφὴ ὅλῳ δι' ὅλου παντὶ σώματι ἀδύνατος. ἀλλ' ὅ γε Ἀλέξανδρος καὶ τὸν ἀχώριστόν φησιν ἐνδέχεσθαι τῶν χωριστῶν εἶναι γνωστικόν, ἐπειδὴ καὶ ἀπὸ τῶν ἀχωρίστων ἡ εἰς τὰ χωριστὰ αὐτῷ ἀναφορά. ἀλλ' οὐκ ἦν ἡ ἀναφορὰ ἡ αὐτὴ τῇ νοήσει. ἡ μὲν γὰρ οἷον πληγή τίς ἐστι καὶ ἔγερσις, ἡ δὲ τέλος ἡ νόησις. ἄρχεται μὲν οὖν ἐντεῦθεν καὶ ἐκ τῶν ἀχωρίστων ἡ ψυχὴ διὰ τὴν εἰς τὸ ἔξω παντελῆ ῥοπήν, οὐκέτι δυναμένη εἰς ἑαυτὴν ἢ εἰς τὰ κρείττω ἐνεργεῖν διὰ τὴν εἰς τὸ ἔξω πολλὴν ῥοπήν· ὡς δὲ εἰκόσιν ἐκείνοις προσβάλλουσα ὡς ἀπὸ εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἑαυτὴν ἀνάγει. οὐ γὰρ ὡς τὸ ἀχώριστον ἀδυνατεῖ χωριστὰς ἔχειν ἐνεργείας, οὕτω καὶ τὸ χωριστὸν οὐδὲν ἀχωρίστως προβάλλεται, ἀλλ' [280] ὅταν δευτέραις καὶ ἀχωρίστοις συμπλέκηται ζωαῖς, τότε καὶ ἀχωρίστους προβάλλεται ἐνεργείας, ὥσπερ ἡ καθόλου πρότασις μετὰ τῆς μερικῆς μερικὸν ἀποτελεῖ συμπέρασμα, τῇ δὲ μερικῇ οὐδέποτε καθ' αὑτὴν οὔτε μετὰ τῆς καθόλου συμπεραίνοιτο ἄν τι καθόλου.
Τοῦ συγκεφαλαιώσαντες οὐ πρὸς τὸ εἴπωμεν ἀκουστέον, ἵνα λέγῃ ὅτι κεφαλαιωδῶς καὶ συνῃρημένως εἴπωμεν. οὐ γὰρ ἐπάγει τὰ λεχθέντα περὶ ψυχῆς οὐδὲ συγκεφαλαιοῦται, οἷον ὅσα περὶ τῆς φυτικῆς εἴρηται ζωῆς ἢ περὶ αἰσθήσεως ἢ περὶ φαντασίας, οὐδὲ περὶ τοῦ πρακτικοῦ νοῦ. ἀλλὰ τὰ λεχθέντα πάντα συγκεφαλαιώσαντές φησι, τουτέστι συμπληρώσαντες, καὶ ἐνταῦθα χρὴ ὑποστίξαντας ἐπάγειν τὸ εἴπωμεν πάλιν, ἅπερ καὶ λέγει.
Ἐκείνων ἡμᾶς ἀναμιμνήσκων διὰ τούτων τῶν εἰρημένων ἤδη (διὸ καὶ εἴπωμεν πάλιν ἔφη), ὡς ἡ μὲν κατὰ δύναμιν γνῶσις δυνάμει ἐστὶ τὰ γνωστὰ τρόπον τινά, ἡ δὲ ἐνεργοῦσα κατ' ἐνέργειαν. τρόπον δέ τινα (τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ πῶς), ἐπειδή, ὡς ἐρεῖ, οὐ τὰ αἰσθητά ἐστιν ἡ αἴσθησις, ἀλλὰ τὰ τῶν αἰσθητῶν εἴδη. ἐν μὲν οὖν τῇ αἰσθήσει ἐνεργούσῃ τὰ τῶν αἰσθητῶν εἴδη ἐγγίνεται οὐκ ἔξωθεν, ἀλλ' ἔνδοθεν ἐκ τῆς οὐσίας ἐν τῇ ἐνεργείᾳ, ὅτε καὶ ἐνεργεῖ. καὶ γὰρ αὐτὴ ἡ γνωστικὴ ἐνέργεια ὅλη ἔνδοθεν, ὥστε καὶ τὰ καθ' ἃ ὁρίζεται εἴδη· ἀλλὰ τὴν ἀπάτην ποιεῖ τὸ κατὰ τὴν σχέσιν τὴν πρὸς τὰ ἔξω καὶ αὐτὴν τὴν ἐνέργειαν καὶ τὰ γινωσκόμενα προβάλλεσθαι. ὡς δὲ ἡ ἐνέργεια οὐκ ἔξωθεν, οὕτως οὐδὲ τὰ καθ' ἃ γινώσκει εἴδη. ἐν δὲ τῇ ἐπιστήμῃ τὰ ἐπιστητά, ἃ καὶ νοητὰ καλεῖ, διότι καὶ αὐτὴν τὴν ἐπιστημονικὴν γνῶσιν ὡς καὶ πᾶσαν λογικὴν ἐνέργειαν νόησιν καλεῖ, καὶ διότι καὶ ὁ ἀκρότατος τῆς ψυχῆς οὐσιώδης νοῦς ἦν πως καὶ ἐπιστήμη διὰ τὴν πρὸς λόγον ἀπόκλισιν. ἐπιστῆσαι δὲ ἄξιον ὅτι ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διεῖλε τὰ ἐν αὐτῇ ἐγγινόμενα εἴδη ἀπὸ τῶν ἔξω κειμένων αἰσθητῶν· οὐ γὰρ αὐτά, φησιν, ἡ αἴσθησις, ἀλλὰ τὰ τούτων εἴδη· οὐκέτι δὲ αὐτὸ διακρίνει ἐπὶ τῆς ἐπιστήμης, ἀλλὰ τὰ ἐπιστητὰ αὐτὴν εἶναι βούλεται. τοῦτο δέ, διότι ἐπιστήμη καὶ τῶν ὑφειμένων ἐστὶ κριτική, ὥσπερ ὅταν τὰ φυσικὰ θεωρῇ ἢ τὰ μαθηματικά, καὶ τῶν συστοίχων ἑαυτῇ πραγμάτων, ἀνατείνεται δὲ καὶ πρὸς τὰ κρείττω. καὶ δῆλον ὡς οὔτε τὰ κρείττω οὔτε τὰ ὑφειμένα ἐστίν, ἀλλ' ἐκεῖνα ὅσα αὐτῇ συστοίχως ἐστὶ γνωστά, ὑφειμένως μὲν ὄντα οἷα τὰ πρῶτα, κρειττόνως δὲ οἷα τὰ μετὰ ταῦτα· κατὰ γὰρ τὰ ἐν αὐτῇ καὶ πρὸς τὰ πρῶτα ἀνατείνεται καὶ τῶν δευτέρων ἐστὶ θεωρητική. ὥστε [281] αὐτὰ τὰ ἐπιστητὰ αὐτή, ἀλλὰ τὰ μὲν κατὰ τὴν ἀκριβεστάτην ταὐτότητα, τὰ δὲ δευτέρως, τὰ δὲ κρειττόνως. διὸ εἰπὼν τὴν ἐπιστήμην εἶναί πως τὰ ἐπιστητά, τὴν δὲ αἴσθησιν τὰ αἰσθητά, ἀξιοῖ τὸν τρόπον ζητεῖν, ἵνα ὅτι ἡ μὲν αἴσθησις οὐκ αὐτά ἐστι τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη αὐτῶν γνῶμεν, ἡ δὲ ἐπιστήμη αὐτὰ τὰ ἐπιστητά, τῆς ταὐτότητος, ὡς εἴρηται, ἢ ἀκριβοῦς ἢ ἀνειμένης ὑπαρχούσης. διελὼν δὲ κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τήν τε ἐπιστήμην καὶ τὴν αἴσθησιν, καὶ τὰ ταύταις γνωστὰ ὡς γνωστὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ ὄντα, καὶ ὁρίσας, πότε δυνάμει ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅτε οὐκ ἐπιστάμενον τὸ γνωστικὸν τῆς ψυχῆς οὐδὲ αἰσθανόμενον ἀλλ' ἐπιστημονικὸν καὶ αἰσθητικὸν λέγομεν τότε, τὸ πῶς ἡ μὲν αἴσθησις ἐστὶ τὰ αἰσθητά, ἡ δὲ ἐπιστήμη τὰ ἐπιστητά, σαφηνίζει γράφων·
Ἡ μὲν αἴσθησις ὁμολογουμένως οὐκ ἔστιν αὐτά, ἀλλὰ τὰ εἴδη αὐτῶν, ἐπειδὴ πᾶν τὸ αἰσθητὸν μεριστόν, ἀμέριστος δὲ οὐσία οὐδαμῶς αἰσθητή· διὸ ἕτερον ἐπὶ τούτων αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, ὡς σαφῶς ταῦτα καὶ παρὰ τῷ φιλοσόφῳ διώρισται. ἐπὶ δὲ τῶν ἐπιστητῶν ἤτοι τῶν νοητῶν, ἐὰν μὲν ᾖ σύνθετος ἡ οὐσία ἡ ἐπιστητή, οὐκ ἔσται αὐτὴ ἐν τῇ ἐπιστήμῃ, ἀλλὰ τὸ εἶδος αὐτῆς (κατὰ γὰρ τὰ εἴδη πᾶσα γνῶσις ἀφώρισται καὶ οὐ κατὰ τὰ εἰδοποιούμενα)· ἐὰν δὲ αὐτὰ τὰ εἴδη ᾖ ἐπιστητά, κἄν τε τὰ φυσικὰ κἄν τε αἱ ἄυλοι οὐσίαι, ὡς αὐτή τε ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κρείττω, οὐχ ἕτερον αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, καὶ ἡ ἐπιστήμη, κατὰ τὸ εἶναι τῶν πραγμάτων γινομένη, ὥσπερ καὶ ἡ αἴσθησις καὶ πᾶσα γνῶσις, ἐπειδὴ τοῖς πράγμασι τούτοις ταὐτὸν καὶ τὸ εἶναι αὐτῶν, ἔσται οὐ μόνον ἡ αὐτὴ τοῖς εἴδεσιν ἀλλὰ καὶ αὐτοῖς. διὸ ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διακέκριται, διότι κατὰ τὰ εἴδη τὰ ἔξω γινώσκει, οὐ μὴν καὶ αὐτὰ τὰ ἐν αὐτῇ· οὐκέτι δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης. ποτὲ μὲν γὰρ ἕξει τὰ εἴδη αὐτῶν ἐπὶ τῆς τῶν εἰδοπεποιημένων γνώσεως, ποτὲ δὲ αὐτὰ ἐπὶ τῆς τῶν ἀμερίστων θεωρίας, ἐν οἷς ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ. ἡ γὰρ ἐπιστήμη κἂν τῶν ἔξωθεν ᾖ κατὰ τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ καὶ αὐτὰ θεᾶται τὰ ἐν αὐτῇ. τοσοῦτον δὲ ἐπιστήσαντες ἐπὶ τὰ ἑξῆς ἴωμεν, ὡς ἡ ἐπιστήμη διττὴ οὖσα, ἡ μὲν τοῦ ἔξω προελθόντος καὶ τελειωθέντος νοῦ, ἡ δὲ ἡ τοῦ οὐσιώδους καὶ τελειοῦντος, αὕτη μὲν ἡνωμένως τοῖς εἴδεσι συνάπτεται, ἐκείνη δὲ μετά τινος ἑτερότητος, καὶ ἑκατέρα μὲν δυνάμει ποτὲ γίνεται, ἀλλ' ἡ μὲν τελειωτικὴ οὐ διαστρεφομένου ποτὲ τοῦ προϊόντος, ἀλλὰ καὶ πεδουμένου κατὰ τὸν Πλάτωνα, ἡ δὲ ἑτέρα καὶ ὡς διαστρεφομένου τοῦ προϊόντος, καὶ ὡς δεομένη αὐτὴ πάντως τοῦ κρείττονος εἰς τελείωσιν.
[282]
Τὴν διαγνωστικὴν τῆς λογικῆς ψυχῆς δύναμιν μέσην ἐπιδεῖξαι διὰ τούτων βούλεται τῶν τε πρώτων γινωσκομένων εἰδῶν καὶ τῶν ἐσχάτων μὲν γινωσκομένων, οὐκέτι δὲ τούτων ὄντων εἰδῶν οὐδὲ κατ' οὐσίαν ἀλλὰ κατά τινα συμβεβηκότα γινωσκομένων. καὶ πρὸς τὴν τῆς μεσότητος σαφήνειαν εἰκόνι χρῆται τῇ χειρὶ ὡς ὀργάνῳ ὀργάνων, οὐ καθὸ ὄργανον τὴν χεῖρα ἀφομοιῶν τῇ ψυχῇ (οὐ γὰρ καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις ὡς ὄργανά ἐστι γνωστικά), ἀλλὰ καθὸ μέσον ἐστὶν ὄργανον, ἵνα ᾖ ὁ λόγος, ὅτι ὅπερ ἐν ὀργάνοις ἐστὶν ἡ χείρ, μέση οὖσα τῶν τε χρωμένων αὐτῇ καὶ τῶν οἷς χρῆται, τοῦτο ἐν τοῖς γνωστικοῖς ἡ ψυχὴ ὡς μέση γινώσκουσα τά τε πρῶτα καὶ τὰ ἔσχατα γνωστά. ἡ μὲν οὖν χεὶρ τοῦ τεχνίτου, ὑπὸ τῆς ψυχῆς κινουμένου καὶ ὄντος ἐκείνης ὀργάνου, καὶ αὐτὴ ἐκείνου τυγχάνει οὖσα ὄργανον καὶ χρῆται καὶ αὐτὴ ἑτέρῳ ὀργάνῳ, τῷ πελέκει φέρε πρὸς τομήν. καὶ διὰ τοῦτο καλῶς εἴρηται ὄργανον τῶν χρωμένων ὀργάνων αὐτῇ, τῶν δὲ ὡς ὑπηρετούντων. ἡ δὲ ψυχὴ οὐχ ὡς ὄργανον, ὡς εἴρηται, ἀλλ' ὡς γνωστικὴ μέση τῶν τε ἀρίστων γνωστῶν, οἷα τὰ νοητά, εἰς ἃ καὶ αὐτὰ ἀνατείνεται τῇ θεωρίᾳ, καὶ τῶν ἐσχάτων, οἷα τὰ αἰσθητά, ὧν καὶ αὐτῶν κατὰ τὴν ἐσχάτην ἑαυτῆς ἀντιλαμβάνεται γνῶσιν, κατὰ τὴν αἴσθησιν. καὶ πρὸς τὰ τοιαῦτα ἑκατέρωθεν αὐτῆς γνωστὰ ἡ μεσότης τῆς ψυχῆς εἴληπται γνώσεως· τὰ γὰρ ἐν αὐτῇ θεᾶται εἴδη οὐχ ὡς μέση ἔτι, εἰ μὴ ἄρα κἀνταῦθα ὡς μέση, ᾗ τὸ γνωστικὸν τοῦ γνωστοῦ ὑφεῖται ὡς τοῦ τέλους τὸ πρὸς τὸ τέλος ἱέμενον. καὶ ταύτῃ δυνατὸν ἀκούειν τὴν ψυχήν, οὐχ ὅτι τὸ γνωστικὸν αὐτῆς μόνον τῶν ἄκρων γνωστῶν ἐστι μέσον, ἀλλὰ καὶ τὸ γνωστὸν αὐτῆς. διὸ καὶ οὐχ ἁπλῶς ἡ γνῶσις αὐτῆς, ἀλλ' ἡ ψυχὴ μέση εἴρηται τῶν εἰδῶν καὶ εἶδος εἰδῶν καὶ εἶδος αἰσθητῶν, ἅπερ ἅπαντα τοῦ γνωστοῦ ἦν δηλωτικά (καὶ γὰρ τὸ εἶδος καὶ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τῶν γνωστῶν σημαντικά), ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις τῶν γνωστικῶν. ἀλλ' εἰ καὶ κατ' αὐτὸν ἡ ψυχὴ πάντα ἐστὶ τὰ ὄντα τρόπον τινά, τίνι διοίσει τῆς Ἐμπεδοκλέους ὑποθέσεως, τῆς ἐκ τῶν στοιχείων αὐτὴν καὶ τῶν ὄντων ὑφιστώσης, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκῃ, ἧς πολὺς ἦν αὐτὸς κατήγορος ἐν τῷ πρώτῳ βιβλίῳ; ἢ καὶ ἐν ἐκείνοις ἐλέγομεν, ὡς ἐμέμφετο τῷ αὐτὰ τὰ πρῶτα ἢ τὰ ἔσχατα ἐν τῇ ψυχῇ δοκοῦντι λόγῳ ὑποτίθεσθαι, ἀλλ' οὐχὶ τῷ τὴν μεσότητα τῆς ψυχῆς τοιαύτην ἀφοριζομένῳ, ὁποία πρὸς ἅπαντα κοινωνεῖν, οὐχ ὡς ἐκεῖνα οὖσαν, ἀλλ' ὡς κατὰ τὴν ἰδίαν ὑπόστασιν λογικαῖς ἰδιότησιν μίαν ἅμα καὶ πεπληθυσμένην ὑπάρχουσαν, καθ' ὅλην τε ὁμοῦ καὶ κατὰ τὴν οἰκείαν ἑκάστῳ γνωστικῶς συναρμοζομένην. ἐφιστάνει δὲ ὁ Πλούταρχος, ὅπως ἀνωτέρω τὴν ψυχὴν εἰπὼν δεκτικὴν τῶν εἰδῶν, καὶ οὐ πᾶσαν τοιαύτην ἀποφηνάμενος, ἀλλὰ μόνην τὴν νοητικήν, νῦν καὶ τὴν αἴσθησιν ἔφη τὰ [283] εἴδη τῶν αἰσθητῶν εἶναι ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ λύει ὅτι νοητικὴν καὶ ἐν ἐκείνοις πᾶσαν ὁμοῦ τὴν λογικὴν ψυχήν, τήν τε νοερὰν καὶ τὴν αἰσθητικὴν νοητικὴν ἔφη, ἵνα συμφωνῇ τοῖς ἐνταῦθα λεγομένοις, ὅτι οὐ κατὰ τὸν νοῦν μόνον, ἀλλὰ καὶ κατὰ τὴν αἴσθησιν τὰ εἴδη δέχεται. ἡμεῖς δὲ καὶ ἐν ἐκείνοις ἐπεσημηνάμεθα, ὅτι τῷ τῶν εἰδῶν ὀνόματι κυριώτερον τότε ἐπὶ τῶν οὐσιῶν ἐχρῆτο. τὰ γὰρ τῶν συμβεβηκότων ἢ οὐ κλητέον εἴδη, φησὶν ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικά, ἢ ἕτερον τρόπον καὶ ὑφειμένον. καὶ ἴσως οὐχ ἁπλῶς εἴδη, ἀλλὰ τὸ ὅλον συμβεβηκότα εἴδη ῥητέον, ὥσπερ καὶ νῦν αἰσθητῶν εἴδη ἔφη τὰ ἐν τῇ αἰσθήσει, τουτέστι συμβεβηκότα· τοιαῦτα γὰρ τὰ αἰσθητὰ ᾗ αἰσθητά, τὰ δὲ ἐπιστητὰ ἁπλῶς εἴδη ὀνομάζει ὡς οὐσίας.
Ὅπερ ἡμεῖς καθ' ἕκαστον ἐπεσημηνάμεθα, ὁπότε τὸν νοῦν ἔλεγεν ἐν τοῖς φανταστοῖς τὰ εἴδη θεωρεῖν, ὅτι οὐχ ἁπλῶς πάντα νοῦν ἐβούλετο, ἀλλ' ἢ τὸν πρακτικὸν ἢ τὸν αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμενον, ἵνα τῶν αἰσθητῶν καὶ φανταστῶν, ἅττα ποτέ ἐστιν, ἀντιλάβηται, οὕτω νῦν αὐτὸς κοινῷ λόγῳ ἀφορίζεται. καὶ οὗτος ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν διδάξαι, ἐπὶ τίνων ὁ νοῦς τῇ φαντασίᾳ χρῆται συνεργῷ. καὶ οὐκ ἄνευ αὐτῆς γὰρ γινώσκει ἐπὶ τῆς αὐτῶν τῶν αἰσθητῶν ἢ φανταστῶν γνώσεως, εἴτε ὡς πρακτῶν εἴτε καὶ ὡς γνωστῶν μόνως· μερικῶν γὰρ ὄντων ἐξ ἀνάγκης ταῖς συστοίχοις αὐτῶν συνεργοῖς χρῆται γνώσεσιν, ἵνα μὴ ὡς ἔνιοι τῶν Περιπατητικῶν πάντα νοῦν οἰηθῶμεν αὐτὸν λέγειν μὴ ἄνευ φαντασίας ἐνεργεῖν. τί γὰρ δὴ καί φησιν; ἐν τοῖς αἰσθητοῖς δοκεῖν λέγει μηδὲν εἶναι κεχωρισμένον μεγέθους, τουτέστι διαστάσεως· τοιαῦτα γὰρ εἶναι τὰ αἰσθητά, οὐ κεχωρισμένα διαστάσεως. ταῦτα δὴ οὖν εἰς τὴν τῶν συμβεβηκότων ἐκπίπτοντα φύσιν, ἅτε σὺν τῇ διαστάσει ἀχωρίστως ὑφιστάμενα, ποσῷ οὔσῃ καὶ συμβεβηκότι. ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστιν, εἴδη μὲν καλῶν αἰσθητὰ τὸ ὅλον τοῦτο τὰ ἐν αὐτῇ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ τῶν αἰσθητῶν ὄντα εἴδη, νοητὰ δὲ τὰ τοῦ νοῦ νοήματα· οὐδὲν ἄλλο λέγων ἢ ὅπερ καὶ πρότερον ἔφη, ὡς ὁ νοῦς τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς νοεῖ, οὐχ ἁπλῶς ἅπαντα (οὐ γὰρ καὶ τὰ ἄυλα), [284] ἀλλ', ὥσπερ νῦν ἐναργῶς προστίθησι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. ὧν τὰ μὲν ἐν ἀφαιρέσει τῶν μαθηματικῶν δηλωτικά, αἱ δὲ ἕξεις τῶν κατὰ τὸ πρῶτον καὶ τέταρτον εἶδος ποιοτήτων, οἷον ὑγείας σχημάτων μορφῶν, τὰ δὲ πάθη τῶν παθητικῶν ποιοτήτων. ὁ γὰρ ταῦτα νοῶν νοῦς, ὡς εἴρηται, συνεργοῖς τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ χρῆται. τούτων οὖν ἄνευ αἰσθήσεως οὐχ οἷόν τε τὴν ἡμετέραν ψυχήν, ἅπαξ ὅλην ἔξω ῥυεῖσαν καὶ οὐκέτι ἰσχύουσαν ὡς ἐξ αἰτίας αὐτὰ αἱρεῖν, ἀλλ' ἀνάγκη δι' αἰσθήσεως ἀντιλαμβάνεσθαι, ὡς, ὅταν ἐλλείπῃ τις αἴσθησις (οὐ γὰρ παντελῶς ἀναίσθητον ὑποτίθεταί τινα, ἐπεὶ οὐδὲ γινώσκειν ὁ τοιοῦτος οἷός τε, ἀλλὰ τὸν πῇ ἀναίσθητον), οὐδὲ γινώσκειν τι τὸν τοιοῦτον δυνατόν, ὧν ἡ αἴσθησις ἐλλείπει· καὶ ἐν τῇ κατ' ἐνέργειαν αὐτῶν γνώσει κἂν μὴ αὐτῶν τῶν αἰσθητῶν, ἀλλὰ τῶν ἀπ' αὐτῶν ἐγγενομένων τῇ φαντασίᾳ τύπων ἔχεται. καὶ τοῦτο δηλοῖ τὸ ἐξ ἀνάγκης φάντασμά τι αὐτὸν θεωρεῖν. ἐν δὲ τῇ λέξει ἀσαφέστερόν πως ἐχούσῃ τῇ ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ τὰ αἰσθητὰ κεχωρισμένον μεταθετέον τὸ κεχωρισμένον, ἵνα σαφέστερον τὸ λεγόμενον γένηται· ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη κεχωρισμένον. οἷς ἐπακτέον τὸ ὡς δοκεῖ τὰ αἰσθητά, καὶ νοητέον οὐχ ὡς τοῦ κεχωρισμένου τῶν μεγεθῶν τὰ αἰσθητὰ εἰλῆφθαι παραδείγματα, ἀλλὰ τοῦ ἐναντίου τοῦ ἀχωρίστου. καὶ δεῖ μετὰ τὸ κεχωρισμένον μικρόν, ὡς ἡμεῖς μετατεθείκαμεν, διαναπαύσαντας ἐπαγαγεῖν τὸ ὡς δοκεῖ τὰ αἰσθητά, ἵνα μὴ πρὸς τὸ κεχωρισμένον, ἀλλὰ πρὸς τὸ προειρημένον τὸ μηδὲν εἶναι παρὰ τὰ μεγέθη ἀκούηται· τὰ γὰρ αἰσθητὰ πάντως, ὡς εἴρηται, ἐν διαστάσει. τὸ δὲ δοκεῖν πρόσκειται, ὡς καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὡς μὲν αὐτὸς ἐξηγεῖται, διὰ τὰ κινητὰ τοῦ οὐρανοῦ εἴδη, χωριστὰ ὄντα, οἶμαι δὲ οὐ δι' ἐκεῖνα μόνον, ἀλλὰ καὶ δι' αὐτὰ τὰ φυσικὰ τῶν γενητῶν εἴδη· καὶ γὰρ ἐκεῖνα χωριστὰ εἶναι λέγει ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως, καθ' ὅσον οὐ δεῖται πρὸς τὸ εἶναι διαστάσεως ἢ ὅλως τῶν συμβεβηκότων, τοὐναντίον δὲ τῷ ἑαυτῶν εἶναι καὶ ἐκείνοις τὴν περὶ αὐτὰ καὶ τὰς συνθέτους οὐσίας ὁποιανοῦν δίδωσιν ὕπαρξιν. καλοῦμεν δὲ αἰσθητὰ κυρίως μὲν καὶ ὡς αἰσθητὰ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, ἅπερ ἦν τὰ συμβεβηκότα, πολλάκις δὲ καὶ αὐτὰς τὰς εἰδητικὰς αἰσθητὰς προσαγορεύομεν ἀπὸ τῶν συμβεβηκότων, ὥσπερ τὸν Γαληνὸν σημαίνειν ἐθέλοντες ἀπὸ τοῦ ἰατροῦ δηλοῦμεν καὶ ἀπὸ τοῦ σιμοῦ ἢ φαλακροῦ τὸν Σωκράτην. ἔσχεν οὖν χώραν διὰ ταῦτα τὸ δοκεῖν. ἐὰν μὲν γὰρ τὰ αἰσθητὰ ὡς αἰσθητὰ λαμβάνηται, οὐδέν ἐστι τῷ ὄντι παρὰ τὰ μεγέθη ἤτοι τὰς διαστάσεις τῶν αἰσθητῶν· ἐὰν δὲ ἐπὶ τῶν φυσικῶν οὐσιῶν φέρηται τὸ τοῦ αἰσθητοῦ ὄνομα, οὐκ ἀληθῶς, ἀλλὰ δοκεῖ μόνον μηδὲν αἰσθητὸν εἶναι κεχωρισμένον μεγέθους. ὡς οὖν ἐπὶ ὑποθέσει τῇ μηδὲν εἶναι αἰσθητὸν κεχωρισμένον μεγέθους ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς, τουτέστι τοῖς ἐν τῇ αἰσθήσει τῶν αἰσθητῶν πραγμάτων εἰλημμένοις, ὁ γινώσκων νοῦς τὰ περὶ τούτων νοήματα ἐπερείδει, [285] ἤγουν τοῖς ἀπὸ τῶν εἰδῶν τούτων ἐγγενομένοις τῇ φαντασίᾳ τύποις. καὶ ὅπερ διὰ τοῦ δοκεῖν πρότερον ἐνεδείξατο, ἐναργέστερον νῦν σαφηνίζει ἀφορίζων, τίνα κατὰ ἀλήθειαν αἰσθητά, ἃ οὐκ ἔστι παρὰ τὰ μεγέθη, ὧν καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς ἐστιν εἴδεσι· τὰ γὰρ ἐν ἀφαιρέσει λεγόμενα, καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. καὶ ἡ τούτων γνῶσις τῷ νῷ οὔτ' ἂν τὴν ἀρχὴν ἐγγένοιτο ἄνευ αἰσθήσεως, οὔτε ὅλως ὁποτεοῦν ξύνεσις αὐτῶν ὑπάρξει ἐν τῷ νῷ μὴ τοῖς τοιούτοις χρωμένῳ εἴδεσι, τὴν μὲν ἀρχὴν πάντως τῶν ἐν τῇ αἰσθήσει εἰδῶν δεομένῳ, ἐπειδὴ ἀπ' ἐκείνων καὶ οἱ ἐν τῇ φαντασίᾳ ἐγγίνονται τύποι, ἐν δὲ ταῖς ὕστερον περὶ αὐτῶν νοήσεσιν ἀρκουμένῳ ἐνίοτε καὶ τοῖς φανταστοῖς. τοσοῦτον γὰρ τὸ φάντασμα τοῦ αἰσθητοῦ διενήνοχεν, ὅτι τοῦτο μὲν περὶ μεριστήν ἐστι τὴν φυσικὴν οὐσίαν, ἣν ὕλην προσαγορεύει νῦν, ἀλλ' οὐχὶ τὴν τοῖς γενητοῖς ἐσχάτην ὑπεστρωμένην, ἐπειδὴ καὶ τὰ οὐράνια αἰσθητὰ ὄντα ἐν ὕλῃ ἂν εἴη, ὡς νῦν λέγεται, τὸ δὲ φάντασμα συμβεβηκὸς ὂν πάντως μὲν καθ' αὑτὸ οὐσίᾳ τινὶ ἐπερείδεται, ἀλλ' οὐ φυσικῇ, ζωτικῇ δέ. καὶ διὰ τοῦτο οὐκ ἐν ὕλῃ λέγεται εἶναι. καὶ γὰρ εἰ ἀχώριστος σωμάτων ἡ φαντασία, ὡς ζωή ἐστι καὶ οὐσία κρείττων σωμάτων, ἀχώριστος αὐτῶν καθάπερ καὶ τὸ ἔνυλον εἶδος τῆς ὕλης. διὸ οὐκ ἐπερειστικῶς αὐτῶν ἐστιν ἀχώριστος, ἀλλὰ μᾶλλον ἀνοχικῶς καὶ συνεκτικῶς. τούτοις προστίθησι τάδε·
Ἄνευ ὕλης εἰπὼν τὴν φαντασίαν εἶδος, καὶ τὴν λογικὴν ἡμῶν ζωὴν ἄυλον, τὸ διάφορον εὐθὺς ἐπήγαγε τῆς φαντασίας πρὸς τὸν λόγον, ἵνα καὶ τὸ ἀχώριστον αὐτῆς σωμάτων ἐνδείξηται. ὁ μὲν γὰρ λόγος ἐν συμπλοκῇ ἢ καταφατικῇ, ἄνθ' ἧς νῦν ἡ φάσις εἴληπται, ἢ ἀποφατικῇ· διὸ καὶ περὶ τὸ ἀληθὲς καὶ ψεῦδος· ἡ δὲ φαντασία ἐν τοῖς ἀπεστενωμένοις ἁπλοῖς μένει ὡς σωματοειδὴς καὶ οὐκ ἰσχύουσα συνάγειν τὰ ἁπλᾶ ταῦτα, ἵνα καὶ ἕν τι τὸ ἐκ πλειόνων αὐτῶν γινώσκῃ, ἀλλὰ μεριστῶς ἕκαστον μόνον. διὸ καὶ ἄμοιρος ἀληθείας καὶ ψεύδους τῶν κατὰ συμπλοκήν, ἐπεὶ καὶ αὕτη καὶ ἡ αἴσθησις ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδὴς κατὰ τὴν οἰκείαν ἢ ἀλλοτρίαν τῶν ἁπλῶν πρὸς τὰ πράγματα συναρμογὴν ἢ ἀναρμοστίαν. πρὸς οὖν διάκρισιν τὴν ἀπὸ τοῦ λόγου τῆς φαντασίας προστέθειται ἥδε ἡ λέξις. δέον δὲ εἰπεῖν συμπλοκὴ γὰρ νοημάτων ἐστὶν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, τὸ ἀληθὲς ἔφη ἢ ψεῦδος, τὸ ἑπόμενον εἰρηκὼς ἀντὶ τοῦ ἡγουμένου. τῇ γὰρ συμπλοκῇ τὸ ἀληθὲς ἕπεται ἢ ψεῦδος.
Καὶ διὰ τούτων ὡς οὐ πᾶσα νόησις τὴν φαντασίαν ἔχει συνεργοῦσαν διδάσκει· καὶ πρός γε ὅτι οὐδὲ ἡ χρωμένη αὐτῇ ἡ αὐτή ἐστι τῇ φαντασίᾳ, [286] ἀλλ' ὡς κρείττων ὑφειμένῃ χρῆται. ἐρωτᾷ γὰρ διὰ τί μὴ καὶ τὰ πρῶτα νοήματα (πρῶτα καλῶν τὰ τῶν οὐσιῶν αὐτῶν γνωστικὰ καὶ μάλιστα τὰ τῶν ἀύλων εἰδῶν) φαντάσματά ἐστι. καὶ ἀποκρίνεται ὡς οὐδὲ τὰ προειρημένα, ἅπερ ἄλλα ἔφη, τὰ ἐν τοῖς αἰσθητοῖς εἴδεσι καὶ φανταστοῖς ἀποτεινόμενα φαντάσματα τυγχάνει ὄντα, ἀλλὰ κἀκεῖνα ὡς ὑπεστρωμένοις τοῖς φαντάσμασι χρῆται· οὐχ ὅτι καὶ τὰ πρῶτα ὡς ἐκεῖνα, ὥσπερ ὁ Ἀλέξανδρος βούλεται, ἀλλ' ὅτι ἐκεῖνα μέν, εἰ καὶ μὴ αὐτά ἐστιν ἅπερ τὰ φαντάσματα, χρῆται ὅμως, διὰ τὸ μηδὲ ὅλως νοήματα γίνεσθαι τὰ αἰσθητὰ ἢ φανταστὰ ἄνευ τῆς περὶ τὰ ἔσχατα ἐνεργείας τοῦ νοῦ (σὺν γὰρ ταῖς συστοίχοις αὐτῶν γνώσεσι γνωρίζει τὰ μεριστὰ καὶ αἰσθητά), τὰ μέντοι πρῶτα νοήματα οὐδὲ χρῆται ὅλως οὐδὲ εἰς τὰ ἔξω πρώτιστα ῥέπει, ἐν τῇ χωρισθείσῃ δὲ ζωῇ ἀναφαίνεται. καὶ σκόπει ὡς διὰ μέσων τοῦ τε πρακτικοῦ νοῦ καὶ τοῦ θεωρητικοῦ τὸν ἐξ ἀφαιρέσεως καὶ τῶν αἰσθητῶν ὡς αἰσθητῶν ἐνδειξάμενος, καὶ τὸν τὰς οὐσίας τὰς φυσικὰς καὶ τὰ τούτων εἴδη καὶ τὸν τὰ ἐν αὐτῇ τῇ ψυχῇ θεωροῦντα, οἷος ὁ ἐπιστημονικὸς ἦν, ἀνέδραμεν εἰς τὸν ἀκρότατον αὐτῆς τὸν οὐσιώδη νοῦν· ἐν αὐτῷ γὰρ τὰ πρώτιστα νοήματα. καὶ πάλιν τὸ χωριστὸν αὐτῷ ἐμαρτύρησεν, ὡς οὐδ' ὅλως ἀποκλίνοντι ἢ εἰς αἴσθησιν ἢ εἰς φαντασίαν. συμπερανάμενος δὲ ἐνταῦθα τὸν περὶ τοῦ γνωστικοῦ παντὸς τῆς ψυχῆς λόγον ἐπὶ τὴν κινητικὴν αὐτῆς τῶν σωμάτων μέτεισι δύναμιν, ὡς αὐτὸς διορίζεται ἐν τοῖς ἐφεξῆς ῥητοῖς, ὅτι τε συνεπλήρωσε τὸν περὶ τοῦ κριτικοῦ αὐτῆς λόγον καὶ ὅτι περὶ τοῦ κινητικοῦ διαλήψεται.
Τὰ μὲν ἄλλα σαφῆ, ἐφιστάνειν δὲ χρὴ καὶ νῦν, ὅτι ἣν ἔφη διάνοιαν, ταύτην νῦν καὶ νοῦν εἶπεν, ὡς τὸ τοῦ νοῦ ὄνομα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν, ἐπὶ πᾶσαν διατείνων τὴν λογικὴν ζωὴν καὶ διὰ τοῦτο ἴσως καὶ ἐπὶ τὴν φαντασίαν, οὐ τὴν τῶν ἀλόγων, ἀλλὰ τὴν ἐν ἀνθρώποις, τουτέστι τὸ ὅλον τοῦτο λογικὴν φαντασίαν, ἣν καὶ ὁ Θεόφραστος ἐν τοῖς ἰδίοις Φυσικοῖς ἀπορεῖ, πότερον λογικὴν ἢ ἄλογον θετέον. ζητεῖ δὲ ἐφεξῆς, ποῦ ποτέ ἐστιν ἡ κινητικὴ τῆς ψυχῆς τῶν σωμάτων κατὰ τόπον δύναμις, πότερον ἐν ὅλῃ τῇ ψυχῇ ἢ ἔν τινι αὐτῆς μορίῳ ἀφωρισμένως. εἰ δὲ μόριον καλεῖ ἐπὶ ψυχῆς, καίτοι ἐν τοῖς πρώτοις ἀπειπάμενος ὡς μὴ μεριστῆς οὔσης, ἀλλὰ δυνάμεις, ἃς οἱ ἄλλοι λέγουσι μόρια, οὐ θαυμαστόν. οἶδε γὰρ ὡς ἐπὶ τῶν ἀύλων πραγμάτων οὐκ ἔστι δύναμις ἀνούσιος. διό, ὡς πολυδύναμος, οὕτω καὶ πολυούσιος ἡ ψυχή, οὐ διεσπασμένον ἔχουσα τὸ πλῆθος τῶν οὐσιῶν (τούτῳ γὰρ ἀντερεῖ), ἀλλὰ καθ' ἕνωσιν, μείζονος οὔσης τῆς ἐν ταῖς [287] οὐσίαις ἑνώσεως ἢ τῆς ἐν ταῖς δυνάμεσιν, ὅσῳ κρείττων οὐσία δυνάμεως. καὶ διὰ τοῦτο τὸ ἐναργέστερον τῇ ψυχῇ ἀποδίδωσι τὸ πολυδύναμον, ἐνδείκνυται δὲ ὅτι καὶ πολυούσιος καθ' ἕνωσιν, ὡς εἴρηται, διὰ τοῦ καὶ μόρια λέγειν.
Εἰπὼν μόριον προσέθηκε χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ὡς τῶν μὲν ἄλλων δοκούντων διεσπασμένα ἀπ' ἀλλήλων τίθεσθαι τὰ τῆς ψυχῆς μόρια, αὐτὸς δὲ τῷ λόγῳ μόνον αὐτῶν τὸ κεχωρισμένον ἀπ' ἀλλήλων ἐπιθεωρῶν, τῆς μὲν κατὰ τὴν ἰδιότητα πρὸς ἄλληλα διαφορᾶς σημαντικὸν τὸν λόγον λαβών, τῆς δὲ διεσπασμένης οὐσίας τὸ μέγεθος, ἐπειδὴ καὶ πέφυκεν οὕτω διαιρεῖσθαι τὸ μέγεθος, ὡς καὶ διεσπάσθαι ἀπ' ἀλλήλων τὰ τέως συνεχῆ ὄντα μόρια. καὶ γὰρ ἐν τῷ εἶναι συνεχῆ ἄλλο ἀλλαχοῦ κεῖται πρῶτον ἢ μέσον ἢ ἔσχατον, ὅς ἐστι τοπικὸς μερισμός, οὐδεμιᾶς ἀσωμάτου οὐσίας ἐν τόπῳ οὔσης. διὸ τὰ ἐκείνης μόρια ὅλα δι' ὅλων βέβηκεν. καὶ οὐ διὰ τοῦτο πάντως, ὡς καὶ ἐν τοῖς πρώτοις ἐπεσημηνάμεθα, μίαν τίθεται καὶ χωρισθεῖσαν τὴν ὅλην ἡμῶν ψυχήν, ὡς καὶ τὴν φυτικὴν καὶ τὴν αἰσθητικὴν καὶ ὅλως τὴν ἄλογον καλουμένην περιφέρουσαν (οὐ γὰρ ἂν ἔτι παντελῶς ἐχωρίζετο), ἀλλ' ὥσπερ ἐν τῷ γενεσιουργῷ τούτῳ βίῳ τῷ ὀστρεΐνῳ τούτῳ συμπλέκεται σώματι, οὕτω πολὺ πρότερον καὶ ταῖς σωματοειδέσι ζωαῖς, ὅτε μηκέτι ζῇ χωριστῶς. νῦν οὖν ἡ ὅλη μία ἀξιοῦται παρὰ τῷ Ἀριστοτέλει εἶναι, ἀλλ' οὐκ ἀεί. ζητεῖ τοίνυν, εἴτε ἕν τι ἐστὶν αὐτῆς μόριον τὸ κινητικὸν τῶν σωμάτων, εἴτε ἡ ὅλη ὡς κατὰ πᾶσαν ἑαυτῆς δύναμιν οὖσα κινητική· καὶ εἰ μὴ ἡ ὅλη ἀλλὰ ἕν τι αὐτῆς μόριον, πότερον ἕν τι τῶν εἰρημένων, οἷον τὸ ὀρεκτικὸν ἢ φανταστικὸν ἢ αἰσθητικὸν ἢ λογιστικόν, ἢ ἄλλο τι παρὰ τὰ εἰρημένα, ἃ καὶ θρυλεῖσθαι εἴωθεν. δοκεῖ γὰρ ὁ Πλάτων εἰς τρία διαιρῶν τὴν ψυχήν, εἰς λόγον θυμὸν καὶ ὄρεξιν, μόνα διαιρεῖν καὶ μόνα παραδιδόναι τὸ λογιστικὸν καὶ μετὰ γνώσεως ἀλόγου ὀρεκτικόν· ὁμοίως δὲ καὶ οἱ εἰς δύο, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, αὐτὴν διαιροῦντες. καὶ ταῦτά ἐστι τὰ εἰωθότα λέγεσθαι. ἐν δὲ τοῖς πρώτοις εἴρηται καὶ ἡ αἰτία, δι' ἣν ἅπαντες δύο τούτοις μάλιστα χαρακτηρίζουσι τὴν ψυχήν, τῷ τε κριτικῷ καὶ τῷ κινητικῷ τῶν σωμάτων· διότι, Πλατωνικῶς εἰπεῖν, οὐ μόνον ἐστὶν αὐτόζως, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται πηγὴ καὶ ἀρχή ἐστι κινήσεως, ταύτην μὲν ἔχουσα τὴν δύναμιν ὡς σωμάτων αἰτία, οὐ μόνον εἰδητικῶς ὡς ζώντων, ἀλλὰ καὶ ποιητικῶς καὶ τελικῶς, καθάπερ αὐτὸς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἠξίωσεν, τὴν δὲ κριτικὴν καὶ καθ' ἑαυτήν.
[288]
Ὁ μόρια λέγων πολλὰς δηλονότι λέγει οὐσίας· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι καὶ αὗται, ὡς ἐν Κατηγορίαις ἠξίωσε. τοῦτο δὴ τὸ πλῆθος ὅτι μὲν ἑνός τινός ἐστι τοῦ ὅλου ἐναργές (μόρια γάρ ἐστιν, ἕως ἂν μὴ διῃρημένα ᾖ ἀπ' ἀλλήλων), ἀλλὰ καὶ τοῦ ὅλου ὄντα τὰ μὲν οὕτως ἐστὶν ὡς τὰ τοῦ συνεχοῦς, ὡδὶ καὶ ὡδὶ κείμενα καὶ μεμερισμένα τοπικῶς, τὰ δὲ τὸν τοῖς ἀσωμάτοις προσήκοντα τρόπον ἑκάστου ἐν πᾶσιν ὄντος, καὶ οὐδαμῶς τόπῳ διειργόμενα, καθάπερ καὶ ἐπ' αὐτῶν τῶν φυσικῶν εἰδῶν τὸ θερμὸν φέρε τοῦ πυρὸς τοῦ κούφου διορίζομεν οὐ τοπικῶς αὐτὰ διϊστῶντες, ἀλλὰ κατὰ τὴν ἰδιότητα· ἑκάτερον γάρ, ἔνθα καὶ τὸ λοιπόν. σαφῶς δὴ ὁ Ἀριστοτέλης τὴν μὲν τοιαύτην τῶν τῆς ψυχῆς μορίων λεγομένων ἑτερότητα προσίεται πολλαχοῦ, τῷ εἶναι καὶ τῷ λόγῳ διαφέρειν αὐτὰ ἀλλήλων ἀποφαινόμενος· οὐκ ἀξιῶν δὲ ὅμως κεχωρισμένα ἀπ' ἀλλήλων αὐτὰ θεωρεῖν οὐδὲ διεσπασμένα, τὸν μερισμὸν ἀπ' αὐτῶν ἀναίνεται τὸν τοῖς σώμασι καὶ ὅλως τοῖς συνεχέσι προσήκοντα, τοπικὸν ὄντα, ὡς ἔφαμεν. οὐ δὴ οὖν πρὸς τὸ πλῆθος τῶν μορίων τῆς ψυχῆς ἁπλῶς μάχεται (ὁμολογεῖ γὰρ τῷ λόγῳ εἶναι πολλά), ἀλλὰ πρὸς τὸ διεσπασμένον καὶ τοπικῶς μεμερισμένον. κεκίνηκε δὲ ὅλως τὸν περὶ τούτων νῦν λόγον τὸ κινητικὸν αὐτῆς τῶν σωμάτων μόριον εὑρεῖν βουληθείς, προδιακρίνων αὐτὸ δὴ τοῦτο, ὃ καὶ προοιμιάζεται, πῶς ἐπὶ τῆς ψυχῆς τὸ μόριον ἀκούειν χρή, ὅτι οὐ σωματικῶς ἀλλὰ τοῖς ἀσωμάτοις οἰκείως. τὸ μὲν οὖν πῶς τοῦ τρόπου αὐτῷ σημαντικὸν τοῦ σωματοειδοῦς ἢ ἀσωμάτου· τὸ δὲ πόσα δῆλον μὲν ὅτι τοῦ πλήθους, οὐχὶ δὲ τοῦ πάντῃ διῃρημένου, ὡς ἵππος τυχὸν καὶ ξύλον, ἀλλὰ τοῦ μετά τινος ἑνώσεως ἢ ἀμερίστου, ὡς ἐπὶ τοῦ σημείου ἡ ἀρχὴ καὶ τὸ πέρας ἥνωνται ἀμερίστως, ἢ μεριστῆς, ὡς ἐπὶ τῆς γραμμῆς τὰ μόρια κατὰ συνέχειαν ἡνωμένα. καὶ οὐ μάτην τὸ πόσα προστέθεικεν, ἀλλ' ἐνδεικνύμενος ὡς τὰ τοῦ συνεχοῦς μόρια ὁτὲ μὲν ὡς συνεχοῦς ἁπλῶς κατὰ τὴν τοπικὴν λέγεται διάστασιν μόρια, ἄνευ τῆς κατὰ τὸν λόγον διαφορᾶς, ὡς ἔχει τὰ τῆς εὐθείας μόρια, ποτὲ δὲ οὐ ταύτῃ μόνον ἀλλὰ καὶ τῷ λόγῳ διαφέροντα ὡς νεῦρον καὶ σάρξ, καὶ ὅτι τὰ ὡς συνεχοῦς μόρια ἄπειρα τυγχάνει ὄντα δυνάμει (ἐπ' ἄπειρον γὰρ πᾶν συνεχὲς διαιρετόν), τὰ δὲ τῷ λόγῳ διαφέροντα κἂν συνεχοῦς ᾖ μόρια κἂν ἡμῖν ᾖ ἀπερίληπτα, ἀλλ' οὔτι γε τῇ φύσει. τὸ γὰρ ἐν τῷ νῦν πλῆθος ἄπειρον οὐκ οἶδεν ἡ φύσις, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως τὴν ὁλότητα καὶ τελειότητα, ἀλλ' οὐχὶ τὴν ἀπειρίαν τοῖς οὖσιν ἀποδιδοὺς ἐπέδειξεν, ἐν μόνῳ τῷ γίνεσθαι τὸ ἄπειρον θέμενος, καὶ οὐκ ἐν τῷ εἶναι. καλῶς ἄρα καὶ ἐπὶ τῆς ψυχῆς εἴρηται τὸ τρόπον γάρ τινα ἄπειρα, διότι, κἂν μήπω ᾖ διακεκριμένον, εἴτε ὡς συνεχοῦς αὐτῆς ἐστι τὰ μόρια, εἴτε ὡς ἀσωμάτου, πάντως μὲν ἔσται πεπερασμένα, ἐπειδὴ οὐχ ὡς συνεχοῦς ἁπλῶς, ἀλλ' ὡς τῷ λόγῳ διαφέροντα λέγεται, ἡμῖν δὲ ἴσως ἀπερίληπτα [289] διὰ τὸ κατὰ πλείστους τρόπους διαιρεῖσθαι, τῷ χωριστῷ φέρε καὶ τῷ ἀχωρίστῳ, τῷ λογικῷ καὶ ἀλόγῳ, τῷ γνωστικῷ καὶ κινητικῷ, τῷ θεωρητικῷ καὶ ὀρεκτικῷ, καὶ τῷ κατὰ λόγον ὀρεκτικῷ ἢ ἀλογίστως, καὶ τῷ τελειοῦντι καὶ τελειουμένῳ, ἔτι δὲ τῷ αἰσθητικῷ καὶ τῷ ἀναισθήτῳ, καὶ πλείσταις ὅσαις καὶ ἄλλαις διαφοραῖς. τοῦτον οὖν τὸν τρόπον φαίνεται, τῷ ἡμῖν ἀπεριλήπτῳ, ἕως ἂν ἔχωμεν, ὡς νῦν ἔχομεν, ἐνδεέστερον ἢ ὥστε πάσαις ἐπεξεληλυθέναι. οὐ γὰρ ἀρκεῖ οὔτε ἡ εἰς δύο διαίρεσις ἅπαντα τῆς ψυχῆς ἐμφῆναι τὰ μόρια, ἡ εἰς λόγον καὶ τὸ ἄλογον γινομένη, οὔτε ἡ εἰς τρία παρὰ τῷ Πλάτωνι ἐν Πολιτείᾳ, εἰς λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, ἐπεὶ μηδὲ ἐκεῖνος προθέμενος τῆς ὅλης ψυχῆς ποιήσασθαι διαίρεσιν, ἀλλὰ τὰ ὧν πρὸς πρακτικὴν ἐδεῖτο ζωήν, τὰ τρία μόνα παρείληφεν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς, κατὰ τὴν προαίρεσιν ἀφοριζόμενος, τὴν δὲ προαίρεσιν ἐν λόγῳ καὶ ὀρέξει τιθέμενος, οὐχὶ τῇ κατὰ λόγον ἑστώσῃ, ἀλλὰ τῇ ἀλόγῳ· πρὸς γὰρ λόγον ἀντίκειται αὐτῷ ἡ ὄρεξις. κἀκεῖνος οὖν εἰς λόγον καὶ ὄρεξιν φαίνεται διαιρῶν οὐ τὴν ὅλην ψυχὴν ἀλλὰ τὴν πρακτικὴν καὶ ἠθικήν· τοῦτο δὲ καὶ ὁ Πλάτων, πλὴν ὅτι τὴν ἄλογον ὄρεξιν εἰς θυμὸν διεῖλε καὶ ἐπιθυμίαν. καὶ τοῦτο ἀναγκαῖον ἦν τοῖς παιδευτικοῖς ἤθεσι, διὰ τὸ ἐν τῇ τῆς ἐπιθυμίας πρὸς τὸν λόγον ἐναντιώσει τὸν θυμὸν ἀεὶ τῷ λόγῳ παρίστασθαι. ταῦτα μὲν οὖν ὑπὲρ Πλάτωνος ἀπολελογήσθω. σαφὲς δὲ ὅτι μειζόνως τοῦ λόγου τὸ φυτικὸν διέστηκε κατ' οὐσίαν ἢ τὸ ἄλογον καλούμενον αὐτῆς μόριον. τοῦτο γὰρ κατὰ πλείω τῷ λόγῳ κοινωνεῖ, καὶ ὡς γνωστικόν (αἰσθητικὸν γὰρ ἢ καὶ φανταστικόν) καὶ ὡς ὀρεκτικόν (ὄρεξις γάρ τις καὶ ἡ τοῦ λόγου βούλησις) καὶ ὡς κινητικὸν κατὰ τόπον σωμάτων· ἐκεῖνο δὲ πᾶσι τούτοις ἀφέστηκε. τὸ δὲ αἰσθητικὸν οὐχ ὡς καὶ αὐτὸ μειζόνως ἀφεστὼς τοῦ λόγου ἢ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν μνήμης ἠξίωται, ἀλλ' ὡς ἁπλῶς ἕτερον ὂν τοῦ ὀρεκτικοῦ. γνώσεως γὰρ ὄνομα ἡ αἴσθησις, θυμὸς δὲ καὶ ἐπιθυμία ὀρέξεων, ἐκ τῆς ὁρμῆς ἐτυμολογούμενα, εἰ καὶ πάντως συνεφέλκεται καὶ τὸ γνωστικόν, ἐπειδὴ μὴ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαι. ὅτι γὰρ τὸ αἰσθητικὸν οὐχ ὡς πλέον ἀφεστὼς εἴληφεν, ἀλλὰ τοὐναντίον ὡς κρεῖττον τοῦ ἀλόγως ὀρεκτικοῦ καὶ μᾶλλον πλησιάζον τῷ λόγῳ, ἐδήλωσεν ἀμφιβάλλων τὸ πότερον ὡς λογικὸν αὐτὸ θετέον ἢ ὡς ἄλογον. καὶ γὰρ πᾶν [τὸ] γνωστικόν, ἁπλῶς εἰπεῖν, κρεῖττον τοῦ συστοίχου ἑαυτῷ ὀρεκτικοῦ, ἐκείνου ἀεὶ τῆς γνώσεως δεομένου, ἵνα ὀρεχθῇ· τοῦτο δ' οὐδὲν ἐκείνου, ἵνα γνῷ. καὶ αὐτὸ μὲν ἰθῦνον φαίνεται κατὰ φύσιν τὴν ὄρεξιν, ἐπειδὴ καὶ τὸ ὀρθῶς ὀρεγόμενον γνῶναι δεῖ πρῶτον τὴν ὀρθότητα, τὸ δὲ ὀρεκτικὸν βιαζόμενον τὴν γνῶσιν, ὅταν αὐτὸ ἡγούμενον καὶ ὁρμῶν, ἐφ' ἃ μὴ δεῖ, ἀναγκάζῃ τὴν γνῶσιν μηχανήν τινα πρὸς τὴν τούτων ἀντίληψιν ἐπινοεῖν. ἔστι μὲν οὖν καὶ ἁπλῶς εἰπεῖν, ὡς εἴρηται, πᾶν γνωστικὸν τοῦ συστοίχου αὐτῷ ὀρεκτικοῦ κρεῖττον, διότι καὶ τὸ μὲν πρὸς τοῦ πέρατος, τὸ δὲ πρὸς τοῦ ἀπείρου, ὡς ἐν Φιλήβῳ ἐπιδέδεικται. ἐναργέστερον δὲ τοῦτο φαίνεται ἐπὶ τῆς ἡμετέρας αἰσθήσεως καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἀλόγου [290] ὀρέξεως· λογικὴ μὲν γὰρ ἑκατέρα ἡ ἐν ἀνθρώπῳ καὶ αἴσθησις καὶ ὄρεξις· καίτοι γὰρ αὕτη λογικὴ οὖσα μεγάλως διαστρέφεται καὶ μειζόνως ἢ ἐν αὐτοῖς τοῖς ἀλόγοις, προσλαβοῦσα τὸ τοῦ λόγου εὐμήχανον καὶ εἰς τὴν ἐσχάτην ἐντεῦθεν ὑποφερομένη κακίαν· ἡ δὲ αἴσθησις διὰ τὸ λογοειδὲς τοὐναντίον ἐπὶ τὸ κρεῖττον ἀνατεινομένη, ὡς καὶ ἑαυτῆς συναισθάνεσθαι καὶ ἀπομιμεῖσθαι τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ἐπιστροφήν. ἐδόκει γὰρ ἡμῖν καὶ πρότερον οὐ κοινὸν τοῦτο πάσης εἶναι αἰσθήσεως, τὸ αἰσθάνεσθαι ὅτι αἰσθάνεται, ἀλλὰ μόνης τῆς λογικῆς, μάλιστα μὲν τῆς κοινῆς, ἤδη δὲ καὶ ἑκάστης ἰδίᾳ. τὸ οὖν ἄλογον μάλιστα τῇ ἀλόγῳ ὀρέξει ὁ Ἀριστοτέλης ἀπονείμας, διὰ τὴν ἔξω σφοδρὰν τάσιν οὐ κατέχειν οὐδὲ κυβερνᾶν ἑαυτὴν ἰσχυούσῃ, ὡς κρείττονα τῆς τοιαύτης ἀλογίας τὴν τοιαύτην αἴσθησιν ὁρῶν, μεταξὺ τῆς ἀλόγου ὀρέξεως καὶ τοῦ λόγου τίθεται καὶ ἀμφοτέροις πως ἐπικοινωνεῖν, τῷ μὲν διὰ τὸ περατοειδὲς καὶ τὴν εἰς ἀμέριστον συναγωγὴν καὶ τὴν εἰς ἑαυτήν πως ἐπιστροφήν, τῇ δὲ δι' αὐτὴν τὴν σωματοειδῆ οὐσίαν καὶ διὰ τὸ τῶν ἔξω κειμένων εἶναι. περί γε μὴν τοῦ φανταστικοῦ τοσοῦτον καὶ νῦν ὑπομνήσας, ὅτι τῷ εἶναι πάντων ἐστὶ τῶν ἄλλων μορίων ἕτερον, τῷ δὲ ὑποκειμένῳ εἴ τις κεχωρισμένα τοπικῶς ἀκούοι τὰ τῆς ψυχῆς μόρια, ἀπορίαν πολλὴν παρέχεσθαι εἰπών, εἴτε χρὴ καὶ αὐτὸ ἀπὸ πάντων τῶν ἄλλων χωρίζειν, εἴτε καὶ ὡς ταὐτὸν ἑνὶ τῶν ἄλλων τίθεσθαι, ἐπὶ ἄλλας τῆς ψυχῆς μέτεισι δυνάμεις. ἀλλ' ὅτι μὲν τῷ εἶναι πάντων διαφέρει, ἐκ τῶν ἀνωτέρω περὶ αὐτοῦ πεφιλοσοφημένων ἔχομεν. διὰ τί δὲ ἐπ' αὐτοῦ ἰδίως ἐπεσημήνατο, ὡς πολλὴν τοῖς τὰ μόρια τοπικῶς χωρίζουσι παρέξει ἀπορίαν, εἴ γε ταὐτὸν εἴη ἑνὶ τῶν ἄλλων τῷ ὑποκειμένῳ δηλαδή (ὅτι γὰρ τῷ εἶναι διαφέρει καὶ νῦν εἴρηται) εἴτε πάντων καὶ αὐτό ἐστιν ἕτερον ὡς ἴδιόν τι μόριον μεγέθους; ἢ διότι πολλὴν μὲν κοινωνίαν πρὸς τὸ αἰσθητικὸν ἐμφαίνει, ἐπειδὴ κατὰ τύπους ἀεὶ μεριστοὺς καὶ τοῖς αἰσθητοῖς ὁμοίους ἐνεργεῖ, καὶ ἐπειδήπερ σωματοειδής ἐστι καὶ ἡ φαντασία γνῶσις, διὰ τοῦτο ταὐτὸν ἂν εἴη τῷ ὑποκειμένῳ τῷ αἰσθητικῷ τὸ φανταστικόν, ὡς καὶ αὐτῷ μᾶλλον ἐδόκει· ἐπειδὴ δὲ οὐκέτι παρόντων ἐδεῖτο τῶν αἰσθητῶν πάντως μετὰ τὴν πρώτην κίνησιν πρὸς τὴν γνωστικὴν αὐτῶν ἐνέργειαν, ἀλλὰ καὶ πολὺ ἔχει τὸ ἐφ' ἡμῖν, ὅταν αὐτὴν προβάλλειν ἐθέλωμεν, ταύτῃ κοινωνίαν πολλὴν πρὸς τὴν λογικὴν δύναμιν ἐμφαίνει. ἔχει δὲ καὶ τὸ μέσον δόξης τε καὶ αἰσθήσεως, καθ' ὃ καὶ ὁ Πλάτων ἐν συμπλοκῇ τούτων ἀμφοτέρων τὴν φαντασίαν ἐτίθετο ὡς διὰ τὴν μεσότητα πρὸς ἑκατέραν κοινωνοῦσαν. εἰκότως οὖν ἄπορον γίνεται τοῖς μὴ αὐτόθεν πάντα δι' ἀλλήλων χωρεῖν τὰ μόρια τῆς ψυχῆς βουλομένοις, ἀλλὰ τοπικῶς διϊστῶσι, πότερον καὶ τοῦτο ἀπὸ αἰσθήσεώς τε καὶ δόξης διέστηκεν, ἢ ὁποτερῳοῦν αὐτῶν τῷ ὑποκειμένῳ ταὐτὸν τυγχάνει ὄν. τὸ γὰρ ὀρεκτικὸν ἐναργῶς τῷ λόγῳ ἐστὶν ἕτερον, ὡς καὶ ἡ ἐνέργεια αὐτοῦ δηλοῖ καὶ ἡ τῶν ἐνεργειῶν ἀποδοτικὴ δύναμις· διὸ καὶ πρόσκειται τῷ λόγῳ ἡ δύναμις. οὔτε γὰρ τῷ γνωστικῷ ταὐτόν, οὐκ ὂν κριτικὸν ᾗ ὀρεκτικόν, οὔτε τῷ θρεπτικῷ· τοῦτο μὲν γὰρ οὐδαμῶς γνωστικόν, τὸ δὲ [291] ὀρεκτικὸν πάντως μετὰ γνώσεως. καὶ ὡμολογημένως τοῦτο οὐ κεχώρισται τῷ ὑποκειμένῳ οὔτε τοῦ λόγου οὔτε τοῦ φανταστικοῦ. καὶ γὰρ ἐν τῷ λόγῳ ἔστι τις ὄρεξις ἡ βούλησις, καὶ ἐν τῷ φανταστικῷ ἡ θυμοειδής τε καὶ ἐπιθυμητική. οὐδὲ γὰρ οἷόν τε ἄνευ γνώσεως, ὡς εἴρηται, ὀρέγεσθαι· διὸ γνώσει τινὶ πάντως συνυπάρχει. ἄτοπον οὖν καλῶς ἀποφαίνεται τὸ διασπᾶν τὸ ὀρεκτικὸν ἀπὸ τῶν ἄλλων. ἐναργῶς γὰρ τοῖς γνωστικοῖς συνυφίσταται, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ αὐτόθεν εἰσὶν ὀρέξεις. καὶ αὐτὸ δὲ τὸ κινητικὸν τῆς ψυχῆς τοῖς οὕτω χωρίζουσι τὰ τῆς ψυχῆς μόρια ἀπορίαν παρέχεται. καθάπερ γὰρ τὸ ὀρεκτικὸν ἔν τε τῷ λόγῳ καὶ ἐν τῇ φαντασίᾳ ἐφαίνετο, οὕτω καὶ τὸ κινητικόν, ὀρεκτικὸν ὂν μετὰ γνώσεως, ὡς ἐρεῖ, λογικὸν ἔσται ἢ φανταστικὸν μετὰ τῆς συστοίχου ἑαυτῷ γνώσεως ἑκάτερον· ὥστε ἄτοπον τὸ χωρίζειν ὡς ἐπὶ τῶν μεγεθῶν. οὐχὶ δὲ τί τὸ κινοῦν τὸ ζῷον, ἀλλὰ τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷον. ἐπειδὴ δὲ οὐχὶ φυσικῆς ἁπλῶς κινήσεως, οἵα ἡ τοῦ πυρός, τὴν αἰτίαν νῦν ζητοῦμεν, ἀλλὰ τῆς καθ' ὁρμήν, ἥτις ἐν τοῖς ζῴοις, τὸ κατὰ τόπον δὴ ζητῶν κινητικόν, καὶ κατ' ἄλλας κινήσεις εἶναι κινητικὸν ἐφεξῆς ἐπήγαγεν, ἵνα καὶ ὀρθὴ ᾖ ἡ κατὰ τόπον ἐπὶ τοῦ κινητικοῦ τῆς ψυχῆς προσθήκη. ἔστι γάρ τι καὶ ἄλλο οὐ μόνον οἷον τὸ φυσικῶς κινοῦν, ἀλλὰ καὶ τὸ κατὰ ζωήν τινα ἑτέραν τὴν φυτικὴν καλουμένην, θρεπτικὴν οὖσαν καὶ αὐξητικὴν καὶ γεννητικήν· κινήσεις δὲ καὶ αὗται ζωτικαί, τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν. ὧν αἰτία ποιητικὴ ἡ φυτική, ὡς εἴρηται, ζωή, ἐπειδὴ καὶ μόνοις καὶ πᾶσι τοῖς ταύτην ἔχουσιν αἱ τοιαῦται ἕπονται κινήσεις. ἐν δὲ τοῖς Περὶ μνήμης καὶ ὕπνου, καὶ ἐν τῷ Περὶ ἀναπνοῆς τε καὶ ἐκπνοῆς οἰκείαν ὁρίζει δύναμιν τὴν καὶ τούτων, κινήσεων τινῶν οὐσῶν, ποιητικήν, ζωτικῶν μὲν καὶ αὐτῶν ὑπαρχουσῶν, οὔτε δὲ τῇ φυτικῇ οἰκείων (οὐ γὰρ καθεύδει τὰ φυτὰ οὔτε αἰσθάνεται οὔτε δηλονότι ἀναπνεῖ ἢ ἐκπνεῖ) οὔτε ἁπλῶς τῇ ὡς ζῴου ψυχῇ, εἰ μὴ ἄρα ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις. δοκεῖ γὰρ τὰ θνητὰ πάντα, ὡς ἐν ἄλλοις βούλεται, εἰ καὶ μὴ πάντα ὦπταί ποτε καθεύδοντα, ἀλλ' ὑπὸ τοῦ λόγου γνωρίζεσθαι ὡς ὕπνου ποτὲ μετέχοντα διὰ τὸ ἐνδεὲς τῆς θνητοειδοῦς ζωῆς, ἀναπαύσεώς ποτε δεομένης καὶ οὐκ ἐξαρκούσης ἀδιαλείπτως τῇ αἰσθήσει χρῆσθαι. ἡ μέντοι ἀναπνοὴ καὶ ἐκπνοὴ οὐ πᾶσιν ὑπάρχουσα, ἀλλὰ μόνοις τοῖς πνεύμονα ἔχουσιν, ἴδιος ἂν εἴη ἄλλης τινὸς ζωῆς μερικωτέρας παρὰ τὴν κοινὴν τῶν ζῴων πάντων ψυχήν. ὥστε καλῶς εἴρηται τὸ καὶ ταῦτα πολλὴν ἔχειν ἀπορίαν. οὐ γὰρ ῥᾴδιον ἀποδοῦναι ποία τις ἡ τούτων τῶν κινήσεων αἰτία ζωή. οὔτε γὰρ ἡ κατὰ τόπον ‹κινοῦσα›, ἐπεὶ μηδὲ κατὰ τόπον κινεῖται τὰ αἰσθανόμενα ἢ καθεύδοντα ἢ ἀναπνέοντα καὶ ἐκπνέοντα, ὅτι μηδὲ ὅλα τὸν τόπον ἀμείβει, ὅπερ ἦν τῆς κατὰ τόπον κινήσεως ἴδιον, οὔτε ἡ φυτική· ἐκεῖνα γὰρ οὐδ' ὅλως καθ' ὁρμήν, ἀναπνοὴ δὲ καὶ ἐκπνοὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἔχουσι μέν τι καὶ ἀναγκαῖον, ἔχουσι δὲ καὶ τὸ καθ' ὁρμήν· ἐπέχομεν οὖν ἐνίοτε καὶ ἐπιτείνομεν κατὰ τὴν ἐν ἡμῖν ὁρμήν. [292]
Πολλὴ ἡμῖν ἡ σαφήνεια καὶ ἡ εὐπορία ἐν ταῖς ζητήσεσι περιγίνεται ἐκ τῆς τῶν ἀντικειμένων παραθέσεως. ᾗ καὶ νῦν χρῆται ὁ φιλόσοφος, τίνες αἱ μὴ κινοῦσαι κατὰ τόπον ζωαὶ προεκτιθέμενος, ἵνα ἐκ τῆς πρὸς ταύτας παραβολῆς ῥᾷον τὴν κινοῦσαν κατὰ τόπον εὕρωμεν, ἣν δὴ πορευτικὴν ἔφη ὡς οὐχ ἁπλῶς οὖσαν τοπικήν, ἀλλὰ ζωτικῶς τοπικήν· τὸ γὰρ πορεύεσθαι μεθ' ὁρμῆς. καὶ τέως ὅτι οὐχ ἡ φυτικὴ ψυχὴ κινεῖ κατὰ τόπον ἐπιδείκνυσι, τὴν πορευτικὴν βουλόμενος κίνησιν ἕνεκά του πάντως γίνεσθαι· οὐχ ὡς τῆς αὐξήσεως ἢ τῆς θρέψεως μὴ ἕνεκά του γινομένων (πρός τι γὰρ τέλος πᾶσα κίνησις ἡ κατὰ φύσιν φέρει), ἀλλ' ἢ τὸ ὅλον τοῦτο συναπτέον, ὡς ἕνεκά του ἡ πορεία γίνεται καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεως, ἵνα μὴ ἰδίᾳ τὸ ἕνεκά του κατηγορῶμεν τῆς πορείας, ἀλλὰ τὸ ὅλον τοῦτο ἕνεκά του μετὰ φαντασίας ἢ ὀρέξεως, ἢ εἰ τοῦτο βίαιον δοκεῖ διὰ τὸν καὶ σύνδεσμον παρεμβεβλημένον ἐν τῷ καὶ ἢ μετὰ φαντασίας (δοκεῖ γὰρ ὁ σύνδεσμος οὗτος ἀφορμὴν ἑτέρου παρέχεσθαι ἐπιχειρήματος), αὐτὸ τὸ ἕνεκά του νῦν οὕτως ἀκουστέον, ὡς γνωστικῶς διοριζόμενον ἀπὸ τοῦ οὗ ἕνεκα, ἵνα τὸ πορευόμενον τὸ τέλος προφαντασθὲν ἢ νοῆσαν ὡς ἕνεκά του τὴν πρὸς αὐτὸ κίνησιν παραλαμβάνῃ. τὸ δὴ οὕτως ἕνεκά του οὐχ ὑπάρξει τοῖς φυτικῶς κινουμένοις πάντως· καὶ ἔσται ἡμῖν ἕτερον ἐπιχείρημα τὸ καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστιν. ἡ δὲ ἀντίθεσις δοκεῖ μοι οὐχ ἁπλῶς γνώσεως καὶ ὀρέξεως εἶναι, διότι γνωστικὸν ὄνομα ἡ φαντασία (πάντως γὰρ καὶ ὀρεκτικὸν καὶ γνωστικὸν τὸ κινοῦν), ἀλλὰ τῆς ὀρέξεώς μοι δοκεῖ εἶναι διαίρεσις, ἢ φανταστικῆς οὔσης, ὅπερ δηλοῖ τὸ μετὰ φαντασίας, ἢ λογικῆς, ὡς ἐπὶ τῶν κατὰ διάνοιαν καὶ λόγον κινουμένων, διὰ βουλήσεως ἅμα καὶ λογικῆς γνώσεως κἀκείνων κινουμένων καὶ οὐκέτι φαντασίᾳ ἑπομένων. σαφῶς γὰρ καὶ αὐτὸς ἐπήγαγε μηδὲν κινεῖσθαι μὴ ὀρεγόμενον· ὥστε καὶ τὸ μετὰ φαντασίας κινούμενον ὀρεγόμενον κινεῖται. οὐκοῦν καὶ εὐλαὶ καὶ κάμπαι κινοῦνται οὔπω ἔχουσαι τὸ ὀρεκτὸν παρόν, ἀλλ' ἵνα τύχωσιν αὐτοῦ. εἰ δὲ τοῦτο, καὶ προφαντάζονται αὐτό, ἵνα καὶ ὀρεχθῶσιν· οὐ γὰρ αἰσθάνονται μήπω παρόντος· ἀλλὰ διὰ τὸ ἀόριστον αὐτῶν τῆς φαντασίας πολλαχοῦ καὶ ὁ Ἀριστοτέλης καὶ ἐν τούτοις ὁ φιλόσοφος Πλούταρχος οὐκ ἀξιοῖ φαντασίαν τοῖς τοιούτοις ἀποδιδόναι ζῴοις, τὸ τῆς φαντασίας ὄνομα οὐκ ἐπὶ τῆς ὡρισμένης μόνης φέρων, ἀλλὰ καὶ ἐπὶ τῆς διδάσκεσθαι δυναμένης. διὸ οὐδὲ τὴν μέλιτταν λέγει ὁ Ἀριστοτέλης ἔχειν φαντασίαν, καίτοι ὡρισμένην ἔχουσαν. οὐδὲν γάρ, φησί, μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ὄρεξιν νῦν τὴν ὡς διωκτοῦ μόνου προσαγορεύων, ἐπεὶ καὶ ἡ τοῦ φευκτοῦ ἀποστροφὴ ὄρεξίς τίς ἐστιν αὐτὸ τοῦτο φυγεῖν ἐφιεμένη. τὸ δὲ ἀλλ' ἢ βίᾳ πρόσκειται, ἐπειδὴ ἔνια τῶν ζῴων ἀκουσίως ἑλκόμενα καὶ οὐ καθ' ὁρμὴν ἰδίαν κινεῖται. τοῦ δὲ αὐτοῦ δεικτικὸν τοῦ μὴ τὴν φυτικὴν ζωὴν αἰτίαν εἶναι τῆς κατὰ τόπον κινήσεως καὶ τὸ τὰ φυτὰ μὴ ἔχειν ὄργανα [293] πορευτικά. οἰκεῖα γὰρ ἀεὶ ταῖς δυνάμεσιν ἀποδίδοται ὄργανα· ὥστε εἰ ἡ φυτικὴ ζωὴ κινητικὴ κατὰ τόπον ἦν δύναμις, εἶχεν ἂν καὶ ὄργανα προσήκοντα τῇ δυνάμει. ἐπεὶ οὖν οὐκ ἔχει (οὔτε γὰρ καθ' ὅλον οὔτε κατὰ μόρια πέφυκε κινεῖσθαι), δῆλον ὡς οὐδὲ ἡ οἰκεία αὐτῶν ζωὴ κινητικὴν τοιαύτην ἕξει δύναμιν· οὐ γὰρ ἂν ἐνέλειψεν ἐπὶ ὅλου γένους ἡ φύσις, ὡς παρὰ φύσιν αὐτοῖς τὰ ὄργανα ἐλλείπειν. εἰ δέ τις τὴν αἰτίαν ζητοίη, διὰ τί τὰ φυτὰ οὐ δεῖται κατὰ τόπον κινεῖσθαι, ἐπειδή, φησιν Ἀριστοτέλης, τῇ γῇ ἐρριζωμένα ἔχει παροῦσαν ἀεὶ τὴν τροφήν. τί οὖν ἄρα ἐπὶ τῶν τελειότερον ζώντων οὐχὶ μᾶλλον ἡ φύσις τοῦτο ἐπετήδευσεν τὸ ἀπραγμόνως καὶ ἄνευ κινήσεως τρέφεσθαι; διότι, φήσω, τελειοτέραν ἔχει ζωὴν καὶ οὐχὶ κατὰ τὸ τρέφεσθαι μόνον ἀφοριζομένην, ἀλλὰ καὶ κατὰ ἄλλας αἰσθητικὰς καὶ φανταστικὰς καὶ λογικὰς ζωάς, καὶ αὐτὸ δὴ τοῦτο τὰς ἐπ' ἄλλα καὶ ἄλλα φερούσας καὶ οἷον πλείω πραττούσας. ταῖς δὲ τοιαύταις τὸ μὴ κατερριζῶσθαι προσήκει· οὐ γὰρ ἂν πλείω ἔπραττεν ἢ ἐπὶ πολλὰ ἐφέρετο. καὶ σκόπει ὅπως ἡ τῆς φυτικῆς ζωῆς ὡς μὴ κινούσης κατὰ τόπον παράθεσις ἀφορμὰς ἡμῖν πρὸς εὕρεσιν τῆς οὕτω κινούσης παρέσχετο. εἰ γὰρ ἡ φυτικὴ διὰ τοῦτο οὐ κινεῖ, διὰ τὸ μὴ προγινώσκειν τὸ τέλος μηδὲ ὀρεκτικὴν ἔχειν ζωήν, δῆλον ὡς τῇ κινούσῃ πάντως ὑπάρχειν ταύτας δεῖ τὰς δυνάμεις.
Οὐδὲ τὸ αἰσθητικὸν βούλεται ὥσπερ οὐδὲ τὸ φυτικὸν εἶναι τῆς καθ' ὁρμὴν αἴτιον κινήσεως. ᾗ αἰσθητικὸν γὰρ τοῦ παρόντος ἐστὶ μόνον γνωριστικὸν καὶ οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος· τὸ δὲ φανταστικὸν ὅταν ἐναργέστερον τῷ αἰσθητικῷ παρῇ, ἵνα τῇ μνήμῃ τοῦ προτέρου ἐπὶ ζήτησιν τοῦ ὁμοίου φέρηται, κατὰ τοῦτο κινεῖται. εἰ δὲ τῷ ὑποκειμένῳ ταὐτὸν τὸ αἰσθητικὸν τῷ φανταστικῷ, ἀμυδρουμένῳ τούτῳ κατὰ φύσιν συνημυδρῶσθαι κἀκεῖνο ἀνάγκη. ἐναργὴς δὲ ἐν τοῖς ζῴοις τῆς φαντασίας ὕφεσις. ἵνα γὰρ τὴν ἐν τοῖς λογικοῖς ἀφῶμεν νῦν, ἀλλ' ἡ ἐν τοῖς ἀλόγοις ἡ μὲν οἵα καὶ συνεθίζεσθαι ἱκανὴ καὶ μανθάνειν ὡς ἡ κυνῶν καὶ ἵππων καὶ ἄρκτων, ἡ δὲ τούτου μὲν ἀπολειπομένη, μνήμην δὲ ὡρισμένην ἔχουσα, ὡς μέλισσαι ἐπὶ τὰ συνήθη ἄνθη καὶ τοὺς οἰκείους φερόμεναι σίμβλους, ἡ δὲ ἀόριστον ἔχουσα μνήμην τοῦ ὀρεκτοῦ ὡς ἡ εὐλῶν ἐπ' οὐδένα κινουμένων ὡρισμένον τόπον, ἡ δὲ οὐδὲ μνήμην ὅλως τοῦ προτέρου οὖσαν, ἀλλ' ὡς πρὸς ὀρεκτὸν μόνον ἀποτεινομένη, ὁποία ἡ ἐν ὀστρέοις. εἰ γὰρ καὶ μὴ παρούσης τῆς τροφῆς κέχηνε ποθοῦντα αὐτήν, εἴη ἂν καὶ ἐν τούτοις ἀμυδρὰ φαντασία ὡς τροφῆς· κάρφους γοῦν ἐμβληθέντος μύει ὡς διὰ τὴν τροφὴν κεχηνὸς τέως. ἀλλὰ καὶ τὸ αἰσθητικὸν ἠμύδρωται ἐν αὐτοῖς, ἐναργῶς μὲν [294] ὡς τῶν κρειττόνων τριῶν ἀπολειπομένοις αἰσθήσεων, εἰ δὲ συναμυδροῦται τῇ φαντασίᾳ καὶ ἡ αἴσθησις, καὶ τὸ γευστικόν τε καὶ ἁπτικόν. ἐκεῖνο τέως ὡμολόγηται, ὅτι οὐχ ᾗ αἰσθητικὰ πορεύεται τὰ ζῷα· ἦ γὰρ ἂν καὶ τὰ ὄστρεα. ἄτοπον γὰρ μόνα αἰτιᾶσθαι ὡς μὴ παρόντα αὐτοῖς πορευτικὰ ὄργανα, ὡς δυνάμεως μὲν ὑπαρχούσης ἐν αὐτοῖς κινητικῆς, οὐ κινούσης δὲ διὰ τὴν τῶν ὀργάνων ἀπουσίαν. παρὰ φύσιν γὰρ καὶ ποτὲ καὶ τισὶν ἡ τῶν οἰκείων ταῖς δυνάμεσιν ὀργάνων ἔλλειψις· οὐδὲν δὲ ὅλοις εἴδεσιν ἀιδίοις οὖσι καὶ κατὰ φύσιν ὑφισταμένοις παρὰ φύσιν, εἴ γε τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐναντίον. ἐν οἷς οὖν μὴ τέλεον τὸ κατὰ φύσιν· ἐν δὲ τοῖς ὅλοις καὶ ἀιδίοις πάντῃ καὶ τέλεον. διὸ οὔτε περιττόν τι ἐν τοῖς ὅλοις γίνεται οὔτε ἐλλείπει τι τῶν ἀναγκαίων. πλήν, φησίν, ἐν τοῖς πηρώμασι καὶ ἀτελέσιν, ὡς ἐν τούτοις ἐλλειπούσης τῆς φύσεως εἰς τὸ τὰ ἀναγκαῖα πάντως ἀποδιδόναι. ἐν μὲν οὖν τοῖς πηρώμασιν οὐ θαυμαστόν· πηροῦται γὰρ οὐ τὰ ὅλα εἴδη, ἀλλὰ ποτὲ καὶ τινὰ τῶν ὑπὸ τὰ εἴδη ἀτόμων, ἐν οἷς οὐκ ἔστι τὸ κατὰ φύσιν τέλεον, ἀλλά πως καὶ τὸ παρὰ φύσιν αὐτοῖς παρυφίσταται. διὸ καὶ φθαρτὰ δυνάμει, ἐξ ἀρχῆς οὐκ ὄντα ἅπερ ἐστί. τὰ δὲ ἀτελῆ, ὡς ἔστιν ἐκ τῶν παρ' αὐτῷ ἑτέρωθι λεγομένων τεκμήρασθαι, φαίνεται καὶ ἐπὶ ὅλα διατείνων εἴδη, ὅσα μὴ πάσας ἔχει τὰς αἰσθήσεις, ὡς ἡ ἀσπάλαξ καὶ πορφύρα, κἂν ᾖ πορευτικά. πῶς οὖν ἐν τοῖς ὅλοις εἴδεσι τὸ παρὰ φύσιν; τὸ γὰρ ἐλλιπὲς παρὰ φύσιν. ἢ τὸ ἀτελές, ὡς καὶ ἤδη εἴρηται, τὸ μὲν λέγεται ὡς πρὸς τὸ εἶδος, ὥσπερ τὸν τυφλόν φαμεν ἀτελῆ πρὸς αὐτὸ τὸ ἀνθρώπειον ἀποβλέποντες εἶδος ὄμμασι χρώμενον, τὸ δὲ ὡς πρὸς τὸ γένος τὸ προσεχές, ὅτε καὶ τὸ εἶδος ἀτελές φαμεν τὸ κατά τι ἐλλεῖπον ὧν τὸ προσεχὲς γένος πέφυκεν ἔχειν. οὕτω γὰρ τὴν ἀσπάλακα ἀτελῆ λέγομεν πρὸς τὸ πορευτικὸν ἀποβλέποντες τῶν ζῴων γένος, ἐν ᾧ πέφυκε καὶ ἡ ὀπτικὴ ὑπάρχειν δύναμις. ἐλλείπουσα οὖν ταύτης ἡ ἀσπάλαξ ἀτελὴς ὡς πρὸς τὸ γένος λέγεται, ἀλλ' οὐχ ὡς τοῦ εἴδους πεφυκότος μὲν ἔχειν, μὴ ἔχοντος δέ. τὸ γὰρ πορευτικὸν ἐπεφύκει, ἀλλ' οὐχὶ τὸ ἴδιον τῆς ἀσπάλακος εἶδος, ἐπεὶ ὡς πρὸς τὸ οἰκεῖον εἶδος τελεία ἅπασα ἀσπάλαξ ἡ μόνων ὀμμάτων ἐστερημένη. οὕτω γοῦν καὶ τὰ ὄστρεα τέλεια δείκνυσιν ὁ Ἀριστοτέλης· τέλεια γὰρ τὰ τοιαῦτά φησι τῶν ζῴων. καὶ τοῦτο ὑπέμνησε διὰ τῆς ἀκμῆς τε καὶ φθίσεως καὶ γεννήσεως, αἵτινες κινήσεις εἰσὶν ὑπὸ τῆς φυτικῆς ἐνδιδόμεναι ζωῆς· ἃς ἔχοντα καὶ τὰ τοιαῦτα ζῷα οὐκ ἂν τοῦ κατὰ φύσιν ἔχειν ἐλλείποι· τὸ γὰρ κατὰ φύσιν καὶ παρὰ φύσιν μάλιστα εἰς τὴν φυτικὴν ἀποβλέποντες ζωὴν κρίνομεν. ὅτι γὰρ καὶ ζῷα, δηλοῖ αἴσθησίν τινα ἔχοντα καὶ τὰ ὄστρεα. πολλῷ δὴ οὖν μειζόνως τέλειον ἔσται καὶ τὸ τῆς ἀσπάλακος εἶδος ὡς καὶ πορευτικὸν καὶ πλείοσι χρώμενον αἰσθήσεσιν, ἀλλ' ὡς πρὸς τὸ ὅλον γένος τὸ πορευτικὸν παραβαλλόμενον ἀτελὲς λέγεται. ἀκμὴν μὲν οὖν καὶ φθίσιν ὡμολογημένως ἔχει καὶ τὰ ὄστρεα, τὸ δὲ γεννητικὸν οὐ δοκεῖ, εἰ μὴ ἄρα, ὡς καὶ τῶν φυτῶν ἔνια οὐ τῷ καρποφορεῖν [295] ἀλλὰ τοῖς ἀπομεριζομένοις κλάδοις τὸ γόνιμον ἔχει, οὕτω καὶ τὰ τοιαῦτα τῶν ζῴων ὑγρότητί τινι ἀφιεμένῃ ἀπ' αὐτῶν πρὸς τὴν τῶν ὁμοίων γέννησιν ἐπιτηδείαν ἀποτελεῖ τὴν δεχομένην γῆν· εἰ μὴ ἄρα καὶ γόνιμα μέν, οὐ πάντως δὲ τοῦ ὁμοίου, ὥσπερ μυῖα λέγεται σκωλήκων εἶναι γεννητική, ἀλλ' οὐχὶ μυιῶν. συμπεραίνεται οὖν καλῶς, ὡς εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μέρη τῆς πορείας, πρὸς τὴν λέξιν ἀποδιδοὺς τὸ συμπέρασμα τὴν εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηδὲν μήτε ἀπολείπει τῶν ἀναγκαίων. ἐν γὰρ τῷ μέσῳ ὑπομνήσας, ὅτι τέλεια κατὰ φύσιν καὶ τὰ τοιαῦτα, ὡς διὰ μακροῦ ἀποδιδοὺς τῷ ὥστε ἐχρήσατο.
Καὶ τὸ νοητικὸν τῆς ψυχῆς λέγεται μὴ κινεῖν, οὐχ ὡς τὸ φυτικόν, ἀλλ' ὡς μὴ μόνον κύριον τοῦ κινεῖσθαι. οὐ γὰρ ἀρκεῖ τὸ νοεῖν οὐδὲ ἡ τοῦ νοῦ γνῶσίς τε καὶ ἡ βούλησις, ἂν μὴ καὶ ἡ σωματοειδὴς συγκινήσῃ ὄρεξις. ἀλλ' οὐδὲ αὕτη μόνη ἐπὶ τῶν λογικῶν ἀρκεῖ, ἐὰν μὴ καὶ ὁ λόγος ἐνδῷ. μὴ οὖν τις ἀπορείτω, πῶς ἐνταῦθα μὲν μὴ κινεῖν εἴρηται τὸ νοητικόν, ὕστερον δὲ καὶ αὐτὸ μετὰ τῆς ὀρέξεως κινεῖν βούλεται. ἐνταῦθα μὲν γὰρ ὡς μὴ τὸ ὅλον ἔχον κῦρος οὕτω λέγεται μὴ κινεῖν, ἐκεῖ δὲ ὡς κινοῦν μὲν ὂν σὺν ἄλλῳ δέ· διὸ συμφωνεῖ ταῦτα ἐκείνοις. ὁ μὲν οὖν θεωρητικὸς οὐδὲ ὅλως κινεῖ ὡς θεωρητικός· περὶ γὰρ τὸ ἀληθὲς καὶ ψεῦδος ὁ τοιοῦτος, ἀλλ' οὐ περὶ πρακτά, ἐν οἷς τὸ διωκτὸν καὶ φευκτόν, πρὸς ἃ καὶ ἐξ ὧν ἡ κατὰ φύσιν κίνησις. ὁ δὲ τὰ πρακτὰ ἐπισκοπούμενος καὶ διὰ τοῦτο καὶ τὸ φευκτὸν καὶ διωκτὸν θεωρῶν βούλεται μὲν ἐνίοτε ἢ κινεῖν ἢ ἠρεμίζειν τὸ ζῷον· οὐδετέρου δέ ἐστι μόνος κύριος, ἀλλὰ καὶ ἠρεμεῖν ἐπιτρέποντος τοῦ νοῦ κινεῖται φέρε ἡ καρδία ἐν τοῖς φοβεροῖς καὶ τὰ γεννητικὰ μόρια ἐν ταῖς τῶν ἀφροδισιαστικῶν ἡδονῶν ἐννοίαις, καὶ ἀνάπαλιν κινεῖσθαι ἐπιτρέποντος καὶ φεύγειν οὐ κινεῖται τὸ ζῷον οὐδὲ φεύγει, ὡς ἔχει ἐπὶ τῶν ἀκρατῶν, ἔνθα μαχομένων τοῦ τε νοῦ καὶ τῆς ἐπιθυμίας κρατεῖ ἡ ἐπιθυμία· τοιοῦτοι γὰρ οἱ ἀκρατεῖς. ὥστε οὐ τὸ ὅλον κύριος ὢν τῆς τοῦ ζῴου κινήσεως, ἐπεὶ καὶ οἱ τὰς τέχνας ἔχοντες καὶ βουλόμενοι κατὰ τὸν λόγον χρῆσθαι τῇ τέχνῃ ὑπὸ πάθους ἐνίοτε εἴργονται ὡς οὐδὲ αὐτοὶ κατὰ τὸν λόγον ὄντες μόνον τῆς ἐνεργείας κύριοι. τὸ δὲ ὡς ἑτέρου τινὸς ὄντος κυρίου οὐχ ὡς τοῦ ὀρεκτικοῦ εἴρηται, ἀλλ' ὡς τοῦ συναμφοτέρου, καθάπερ καὶ αὐτὸς ἐπιφέρει· οὐδὲ γὰρ τὴν ὄρεξιν μόνην εἶναι κυρίαν, καθάπερ οἱ ἐγκρατεῖς δηλοῦσι, διαφερομένης μὲν κἀνταῦθα τῆς ὀρέξεως πρὸς τὸν νοῦν, κρατοῦντος δὲ τοῦ νοῦ διὰ τὸ τοὺς ἐγκρατεῖς τῷ νῷ καὶ μὴ τῇ ἐπιθυμίᾳ ἀκολουθεῖν ἢ ὅλως τῇ ἀλόγῳ ὀρέξει.
[296]
Ὄρεξιν μὲν νῦν τὴν καλουμένην ἄλογον προσαγορεύει, νοῦν δὲ ἀμφιβόλως ἢ μόνην τὴν λογικὴν γνῶσιν ἢ καὶ πᾶσαν τὴν ἀφ' ἑαυτῆς ἐγειρομένην, καὶ οὐ μόνον ὅταν ὑπὸ τῶν ἔξωθεν τὰ ὄργανα πλήττοιτο, καθάπερ ἔχει ἐπὶ τῆς αἰσθήσεως. ὡς κατὰ τοῦτον τὸν λόγον καὶ τὴν φαντασίαν τήν γε λογικὴν νόησίν τινα εἶναι· ἴσως γὰρ ἡ ἐν τοῖς ἀλόγοις ζῴοις δεῖται πάντως τῆς ὀργάνου τινὸς πληγῆς πρὸς τὴν οἰκείαν ἐνέργειαν. ἐν δὲ τῷ νῷ τῷ κατὰ τὸν λόγον περιείληπται καὶ ἡ βούλησις. ἡ γὰρ φαντασία νῦν ὡς γνωστικὴ μόνον ἐνέργεια εἴληπται, ἀλλ' οὐχ ὡς καὶ ταῖς ἀλόγοις ὀρέξεσι σύνδρομος· διὸ καὶ ὡς τῇ νοήσει νῦν συταττομένη καὶ ἀντιδιαιρουμένη πρὸς τὰς ὀρέξεις εἴληπται. ἐν μὲν οὖν ταῖς πρὸς ἄλληλα διαμάχαις τοῦ τε νοητικοῦ καὶ τοῦ ὀρεκτικοῦ ἢ νοῦς κινεῖ, ὡς ἐπὶ τῶν ἐγκρατῶν, ἢ ὄρεξις, ὡς ἐπὶ τῶν ἀκρατῶν· ἐπὶ δέ γε τῶν ἢ τῷ λόγῳ πάντῃ ἑπομένων, ὡς ἐπὶ τῶν σπουδαίων, ἢ τοῖς πάθεσιν ὅλων ἐκδεδομένων τὸ συναμφότερόν ἐστι τὸ κινητικόν. καὶ γὰρ ἐπὶ τῶν ἀκολάστων ὁ λόγος ἑπόμενος τῷ πάθει συνεργεῖ, καὶ ἐπὶ τῶν σωφρόνων ἡ ὄρεξις ἑκουσίως ὑπείκει τῷ λόγῳ. ταῦτα δὴ καὶ ὁ Ἀριστοτέλης φιλοσοφῶν ἐξ ὑποθέσεως ἔφη εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησιν διὰ τὸ ἀμφίβολον. ὡς μὲν γὰρ σωματοειδὴς ζωὴ οὐ νόησις, ὡς δὲ καὶ ἀφ' ἑαυτῆς ἐγειρομένη ποτὲ ταύτῃ πρὸς τὸν λόγον κοινωνοῦσα λέγεται καὶ αὐτὴ νόησις. εἰπὼν οὖν ἢ ὄρεξιν εἶναι τὴν κινοῦσαν ἢ νοῦν, ἐπειδὴ πολλὰς κινεῖται κινήσεις τὰ ζῷα κατὰ φαντασίαν, τὰ μὲν ἄλογα καὶ κατὰ μόνην αὐτήν, τὰ δὲ λογικά, ὅταν ἢ μὴ ἐνεργῇ ἐν αὐτοῖς ὁ λόγος ἢ μὴ κρατῇ τῶν παθῶν, οἷον ἀπολογεῖται, διὰ τί ἢ νοῦν ἔφη ἢ ὄρεξιν. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν καὶ τὴν φαντασίαν ὡς νοῦν τιθεῖτο, ἐπεὶ τρία εἶναι δεήσει τὰ κινοῦντα, νοῦν φαντασίαν ὄρεξιν, ἐν τῷ νῷ, ὡς εἴρηται, καὶ τῆς βουλήσεως συνειλημμένης. δεῖ δὲ ὑποστίξαντας ἐν τῇ λέξει μετὰ τὴν ταῖς φαντασίαις οὕτως ἐπαγαγεῖν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ φαντασία. ἄμφω γὰρ ταῦτα κινητικὰ κατὰ τόπον, νοῦς καὶ ὄρεξις, ἢ ἰδίᾳ, ὡς εἴρηται, ἐπὶ τῶν ἐγκρατῶν καὶ ἀκρατῶν, ἢ κοινῇ, ὡς ἐπὶ τῶν ἀκολάστων καὶ σπουδαίων· πλὴν ὅτι καὶ ὅτε ἰδίᾳ τὸ ἕτερον, οὔτε τὸ νοητικὸν ἄνευ βουλήσεως κινεῖ (ὄρεξις δέ τις καὶ ἡ βούλησις, ἀλλ' οὐκ ἄλογος) οὔτε τὸ ἀλόγως ὀρεκτικὸν ἄνευ φαντασίας, οὐ μόνον ὡς γινωσκούσης, ἀλλὰ καὶ ὡς συγκατατιθεμένης καὶ κρατουμένης τῇ ὀρέξει. ἀλλὰ καὶ ὅτε τὸ συναμφότερον κινεῖ, τῷ ὀρεκτικῷ καὶ ὁ νοῦς ἀκολουθῶν κινεῖ, τῷ οἰκείῳ δηλαδὴ ἐπὶ τῶν σπουδαίων, ἐπὶ δὲ τῶν ἀκολάστων τῷ ἀλόγῳ. διὸ ἐρεῖ ὡς μάλιστα προκρίνων τὸ ὀρεκτικὸν εἶναι τὸ κινητικόν· κἂν γὰρ ἢ μετὰ νοῦ ἢ μετὰ φαντασίας, ἀλλ' ἡγούμενον ὅμως κινεῖ. καὶ γὰρ ἐν τοῖς πρακτοῖς τὸ διῶκον ἢ φεῦγον κινεῖ· τοῦτο δὲ ὀρεκτικόν. διὸ καὶ αὐτὸ κινούμενον ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖ. κινητικὸν [297] δὲ τὸ ὀρεκτὸν τοῦ ὀρεκτικοῦ οὐχ ὡς νοῦ ἢ φαντασίας, ἀλλ' ὡς ὀρεκτικοῦ. νοῦς δὲ κινεῖ ὁ πρακτικός. οὗτος γὰρ ὁ διώκων ἢ φεύγων, διαφέρων τοῦ θεωρητικοῦ τῷ τέλει. τοῦ μὲν γὰρ τέλος τὸ ἀληθές, τοῦ δὲ τὸ πρακτὸν ἀγαθόν· καὶ τῷ μὲν ἐν τῇ θεωρίᾳ τὸ τέλος, τῷ δὲ μετὰ τὴν κίνησιν. καὶ τοῦτο αὐτῷ σημαίνει τὸ ἕνεκά του λογίζεσθαι· οὐ γὰρ ἐν τῷ λογίζεσθαι τὸ τέλος ὡς ἐν τῷ θεωρεῖν, ἀλλὰ κινηθῆναι δεῖ μετὰ τὸν λογισμὸν καὶ ἐπὶ τῇ κινήσει τυχεῖν τοῦ τέλους. καὶ οὐ μόνος ὁ πρακτικὸς ἕνεκά του, ἑτέρου ὄντος παρὰ τὸν λογισμὸν τοῦ τέλους, ἀλλὰ καὶ πᾶσα ὄρεξις· καὶ γὰρ ἡ ἄλογος ἕτερον ἔχει τὸ ὀρεκτὸν τοῦ ὀρέγεσθαι. οὗ γάρ, φησίν, ἡ ὄρεξις (χρὴ δὲ δασῦναι τὸ οὗ, ἵνα δηλοῖ τὸ ὀρεκτόν), τοῦτο, φησίν, ἀρχή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἐπειδὴ ὀρεκτικόν τι καὶ ὁ πρακτικὸς νοῦς, ὑπὸ δὲ τοῦ ὀρεκτοῦ τὸ ὀρεκτικὸν κινεῖται. κἂν γὰρ ἔνδοθεν ἐγείρηται, ὡς πρὸς τὸ ὀρεκτὸν ὅμως ἵεται· καὶ ταύτῃ λέγεται ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖσθαι. τὸ δὲ ἔσχατον τούτου ἀρχὴ τῆς πράξεως, τούτου τοῦ πρακτικοῦ νοῦ ἔσχατον λέγων, εἰς ὃ καταλήγει ὁ λογισμὸς ὁ πρακτικός. οἷον εἰ ὀρεχθείς τις σκέπης ἐν χειμῶνι ἐπινοεῖ καὶ λογίζεται, ὅπερ ὀρεκτὸν ἦν αὐτῷ ὅπως ὀφείλει εἰς ἔργον ἐκβῆναι, καὶ λογιζόμενος εὕροι τῶν ὑποστηριζόντων δεομένην καὶ ἀνεχόντων καὶ διὰ τοῦτο λίθων καὶ πλίνθων πρὸς τὸ ἀνέχεσθαι χρῄζουσαν· εὑρίσκει δὲ καὶ τὰς πλίνθους καὶ τοὺς λίθους ἐπὶ θεμελίοις στηριζομένους, ὡς τὸν πάντα λογισμὸν καταλῆξαι αὐτῷ εἰς τοὺς θεμελίους, οἳ ἀρχὴ γίνονται τῆς πράξεως. δεῖ γὰρ θεμελίους πρὸ πάντων ὑποθεῖναι καὶ τότε λίθους καὶ πλίνθους, καὶ ἐπὶ τούτοις τὴν σκέπην ὑστάτην θέντα ἔχειν τὸ ὀρεκτόν, ὅπερ ἦν ἡ σκέπη.
Δι' ὧν προκρίνει ὡς κινήσεως μᾶλλον αἴτιον τὸ ὀρεκτικὸν συγκατατιθέμενον τῇ ὀρέξει αὐτὸ κινεῖ. ὡς ἡγεῖσθαι ἀεὶ ἐν τῷ κινεῖν τὴν ὄρεξιν τοῦ γνωστικοῦ, κἄν τε νοητικὸν ᾖ κἄν τε φανταστικὸν τὸ γνωστικόν.
Ἤτοι τὸ ὀρεκτόν· διπλῆ γὰρ ἡ γραφή. ὁ μὲν οὖν σκοπὸς εἰς ἓν τὸ κινοῦν τὴν καθ' ὁρμὴν τοπικὴν κίνησιν τῶν ζῴων ἀναγαγεῖν τὴν αἰτίαν, καὶ τοῦτο τί ποτέ ἐστιν ἐκφῆναι, καὶ μὴ εἰς δύο, ὥσπερ ἕως νῦν ἔλεγε, τό τε γνωστικὸν καὶ τὸ ὀρεκτικόν, ἀλλὰ καὶ ἄμφω εἰς ἕν. μιᾶς γὰρ οὔσης τῆς καθ' ὁρμὴν τῶν ζῴων κινήσεως ἓν καὶ τὸ αἴτιον ἀποδοτέον· ὥστε [298] καὶ ὅταν δύο ἄττα ἑνὸς καὶ τοῦ αὐτοῦ αἰτιώμεθα, καθ' ἕν τι κοινὸν τὰ δύο νομιστέον ἡμᾶς αἰτιᾶσθαι, εἰ μέλλοιμεν ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος τὴν αἰτίαν ἀποδιδόναι. ὅπερ καὶ ὁ Ἀριστοτέλης ἀξιοῖ, εἰ δύο λέγων ἦν τὰ κινητικὰ νοῦς καὶ ὄρεξις, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν, ὡς δέον τοῦ ἑνὸς ἕν τι πάντως αἰτιᾶσθαι. καὶ γὰρ εἰ κατ' ἄλλο μὲν τοδί, κατ' ἄλλο δὲ ἕτερόν τι εἴη αἴτιον τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, ὡς ἑνὸς καὶ ὅλον οὐδέτερον ἔσται. δεῖ οὖν εἶναι τὸ τοῖν δυοῖν αἴτιον περιεκτικόν, ὃ ὡς ὅλον καὶ ἑνὸς ἔσται τοῦ αἰτιατοῦ αἴτιον. τοῦτο δὴ ζητῶν τὸ ἓν οὐκ εἰς ἄλλο τι παρὰ τὸ ὀρεκτικὸν καὶ γνωστικὸν ἄνεισιν, ἀλλ' αὐτὸ τὸ ὀρεκτικὸν αἰτιᾶται ὡς προηγουμένως ὂν κινητικόν, τοῦ γνωστικοῦ οὐ προηγουμένως ἀλλ' ὡς συνεργοῦ τῷ ὀρεκτικῷ κινοῦντος, καὶ οὐδὲ ἄλλως ἢ ὅτε μετὰ ὀρέξεως καὶ ἡ γνῶσις γίνεται, ἵνα καὶ τὸ γνωστικὸν κατὰ τὴν ὄρεξιν κινῇ. ἡ δὲ ὄρεξις κἂν πάντως μετὰ γνώσεως, ἀλλ' οὐ κατὰ τὴν γνῶσιν, καθ' ἑαυτὴν δὲ διώκει ἢ φεύγει καὶ διὰ τοῦτο κινεῖ. ἐπεὶ οὖν καὶ ἡ ὄρεξις καθ' ἑαυτὴν κινεῖ καὶ ἡ γνῶσις κατὰ τὴν ὄρεξιν (οὐ γὰρ ἄλλως κινεῖ οὔτε διώκει ἢ φεύγει, εἰ μὴ μετὰ ὀρέξεως εἴη), καλῶς ὁ φιλόσοφος τὸ ὀρεκτικὸν ὡς προηγουμένως κινητικὸν ἀφορίζεται· καὶ γὰρ ὅτε τὰ δύο αἰτιώμεθα διὸ καὶ ὁ Ἀριστοτέλης οὐ κινεῖν λέγει τὸν νοῦν ἄνευ ὀρέξεως, ἐπειδὴ καὶ ἡ βούλησις οἰκεία ἐστὶ τοῦ νοῦ ὄρεξις, οὐ κινεῖ δὲ ὁ νοῦς ἄνευ βουλήσεως, οἷος ὁ θεωρητικός· ἡ δὲ ὄρεξις ὅταν μετὰ φαντασίας εἴη, ὁποία ἡ ἄλογος καλουμένη, κινεῖ ἄνευ λόγου. τοῦτο τοίνυν δεικτικὸν τοῦ προηγουμένως κινητικὸν εἶναι τὸ ὀρεκτικόν, τὸ τὴν γνῶσιν μὲν χωριζομένην τοῦ ὀρεκτικοῦ μὴ κινεῖν, τὴν δὲ ὄρεξιν παροῦσαν εἴτε ἐν τῷ λογικῶς γινώσκοντι εἴτε ἐν φαντασίᾳ κινεῖν, κατ' αὐτὸ τὸ ὀρεκτικὸν ἰδίωμα πρὸς τὸ διωκτὸν ἱεμένην ἢ τὸ φευκτὸν ἀποστρεφομένην. ταῦτα δὲ ὁρισάμενος διακρίνει ἐφεξῆς, ποία μὲν ἡ κατὰ τὸν νοῦν γνῶσίς τε καὶ ὄρεξις, ποία δὲ ἡ κατὰ τὴν φαντασίαν αὐτὴ καθ' ἑαυτὴν ἑκατέρα, ὅτι ἡ μὲν ὀρθὴ ἀεί, ὅταν δηλονότι καθ' αὑτὴν ᾖ καὶ μὴ ταῖς χείροσι ζωαῖς τε καὶ γνώσεσι συμπλέκηται, ἡ δὲ καὶ ὀρθὴ καὶ οὐκ ὀρθὴ ἡ φανταστικὴ διὰ τὸ ἀόριστον. εἰ μὲν οὖν ἐν ἀρχῇ τοῦ λόγου τὸ ὀρεκτικὸν γράφοιτο, σεσαφήνισται καλῶς, ὅπως ἐστὶ τοῦτο ὡς ἓν κινητικόν· εἰ δὲ τὸ ὀρεκτὸν εἴη γεγραμμένον, τὸ κατ' ἐνέργειαν ληπτέον ὀρεκτικόν, τουτέστι τὸ ἅμα ὂν καὶ ὀρεκτὸν καὶ ὀρεκτικόν. ὡς γὰρ τὸ κατ' ἐνέργειαν ἐπιστητὸν ταὐτὸν τῷ ἐπιστημονικῷ καὶ ἀνάπαλιν, οὕτω καὶ τὸ κατ' ἐνέργειαν ὀρεκτικὸν ‹καὶ τὸ ὀρεκτὸν› ἄμφω ἓν καὶ ταὐτὸν τῷ ὑποκειμένῳ· δεῖ γὰρ ἐγνῶσθαι τῷ ὀρεκτικῷ τὸ ὀρεκτόν, ἵνα γένηται κατ' ἐνέργειαν τὸ ὀρεκτὸν καὶ ὀρεκτικόν. καλῶς οὖν συνεπεράνατο ἀεὶ λέγων κινεῖν τὸ ὀρεκτόν, κἄν τε τὸ ὀρεκτὸν ᾖ καὶ ἐν ἀρχῇ γεγραμμένον, κἄν τε τὸ ὀρεκτικόν, ἐπειδὴ τὸ κατ' ἐνέργειαν ὀρεκτικὸν ταὐτὸν τῷ ὀρεκτῷ. τὸ δὲ ὀρεκτὸν ἢ ἀληθῶς ἢ φαινόμενόν ἐστιν ἀγαθόν, κἂν μὴ ᾖ. οὐδὲν γὰρ ἢ τῶν κακῶν ἢ τῶν μέσων ἐφετόν, ἀλλὰ μόνως τὸ ἀγαθόν· καὶ εἴ τι τὸ ἀγαθὸν ὑποδύεται, ὡς ἀγαθὸν καὶ αὐτὸ γίνεται ὀρεκτόν, ὡς πανταχοῦ [299] καὶ παρὰ Πλάτωνι ὁμολογεῖται, καὶ ὑπὸ Ἀριστοτέλους ἐν τοῖς Ἠθικοῖς παραδέδοται, τοῦ ἀγαθοῦ πάντα ἐφίεσθαι λέγοντος. τοῦ μὲν οὖν ἀγαθοῦ τοῦ κατ' αὐτὴν τὴν ἀλήθειαν καὶ ὁ θεωρητικὸς ἐφίεται· ὁ δέ γε πρακτικὸς καὶ ἁπλῶς εἰπεῖν ὁ ὀρεκτικὸς τοῦ πρακτοῦ. κοινότερον γὰρ πρακτὸν εἴρηκε νῦν οὐχὶ τὸ ἀνθρώποις μόνοις διωκτὸν καὶ φευκτόν, ἀλλὰ καὶ τὸ τοῖς ἀλόγοις ζῴοις. ὃ καὶ ἀφορίζεται ὡς ἐνδεχόμενον ἄλλως ἔχειν, γενητὸν ὂν καὶ οὐχ ὡσαύτως ἀεὶ ἐκβαῖνον· τὸ γὰρ τοῦ θεωρητικοῦ ἀγαθὸν ἀναγκαῖον τό τε κράτιστον. συμπερανάμενος δὲ τὸ προτεθὲν αὐτῷ πρόβλημα, τί τὸ κινητικὸν προηγουμένως μόριον τῆς ψυχῆς τῆς κατὰ τόπον τοῖς ζῴοις κινήσεως, ὑπομιμνήσκει πάλιν πολλὰ μὲν τὰ τῆς ψυχῆς εἶναι μόρια, οὐ τοπικῶς δὲ ἀλλὰ κατὰ τὰς δυνάμεις διαιρούμενα ὡς τῷ λόγῳ ὄντα διάφορα. διὸ καὶ πλεῖστα συνυπάρχειν δυνατὸν τὰ αὐτὰ ὄντα τῷ ὑποκειμένῳ, κατὰ διαφόρους ἐπιβολὰς δυνάμενα πλείω ἐπινοεῖσθαι, ὥσπερ αὐτὸς ἐμνήσθη, θρεπτικόν, αἰσθητικόν, νοητικόν, βουλευτικόν, ἔτι ὀρεκτικόν. τὸ γὰρ θρεπτικὸν ὡμολογημένως τοῦ νοητικοῦ καὶ βουλευτικοῦ καὶ αὐτοῦ γε τοῦ ὀρεκτικοῦ πλέον διέστηκεν ἢ ἀλλήλων τε τὸ ἐπιθυμητικὸν καὶ θυμικὸν καὶ τοῦ λόγου. κοινωνεῖ γὰρ ταῦτα καὶ ἀλλήλοις καὶ τῷ λόγῳ κατὰ τὴν ὄρεξιν. νοητικὸν δὲ νῦν τὸ θεωρητικὸν εἶπεν, ἵνα τὸν πρακτικὸν νοῦν τῷ βουλευτικῷ σημαίνῃ. τὸ δὲ ὀρεκτικὸν διαφέρει τοῦ βουλευτικοῦ ὡς κοινότερον διὰ τὸ καὶ ἄλογόν τι εἶναι ὀρεκτικόν. δείκνυσιν οὖν διὰ τούτων, ὡς, εἰ χρὴ τὰ τῇ δυνάμει διεστηκότα μόρια ἐκτίθεσθαι, τὰ πλέον διεστηκότα ἐκθετέον μᾶλλον ἢ τὰ ἐγγύς. εἴρηται δὲ ὡς προὔκειτο ἐν Πολιτείᾳ τὰ πρὸς παιδείαν χρήσιμα μόρια ἐκτίθεσθαι· καὶ διὰ τοῦτο μόνα τὰ τρία παραδέδωκεν, ὥσπερ καὶ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς λόγον τε καὶ ὄρεξιν.
Μνησθεὶς ἤδη τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν σαφῶς νῦν διορίζεται, ὡς ἀμφότεροι οὗτοι ἐν διαμάχῃ δύο τινῶν ὀρεκτικῶν συνίστανται, τοῦ μὲν ὄντος λογικοῦ τοῦ δὲ ἀλόγου. οἷν κοινὸν ἀμφοῖν τὸ ἁπλῶς ὀρεκτικόν, οὐχ ὡς γένος εἰς εἴδη σύστοιχα διαιρούμενον, ἀλλὰ μᾶλλον ὡς τὰ ἀφ' ἑνὸς ἔχον· κρεῖττον γὰρ τὸ τοῦ λόγου ὀρεκτικὸν τοῦ τῆς ἀλογίας, ὡς εἶναι κοινωνίαν ἐν αὐτοῖς καὶ διαφορότητα. πρὶν δ' ἀποδοῦναι πρὸς τὸν ἐπειδὴ σύνδεσμον, ἐν μέσῳ ὑπομιμνήσκει, ἐν τίσι πέφυκεν ἡ διαμάχη γίνεσθαι, ὅτι ἐν ἀνθρώποις, ἐν οἷς συμπέπλεκται ἡ λογικὴ ζωὴ πρὸς τὴν ἄλογον καὶ διαφέρεται πολλάκις πρὸς αὐτὴν καὶ ἐναντιοῦται. ἐν γὰρ ἀνθρώποις ὁ μὲν λόγος, χρόνου ὢν γνωριστικός, καὶ τοῦ μέλλοντος ἔχει συναίσθησιν, ὥσπερ καὶ τοῦ παρῳχηκότος· ἡ δὲ ἐπιθυμία, ὥσπερ καὶ πᾶσα ἡ ἄλογος ζωὴ χρόνου οὖσα ἀνεπίγνωστος, οὐ διορίζει τὰ χρονικὰ μέτρα, ἀλλὰ κἂν πλήττηται ὑπὸ τοῦ παρεληλυθότος, οὐχ ὡς παρεληλυθὸς αὐτὸ γνωρίζει, ἀλλ' ὡς πάσχουσα [300] μόνον ὑπ' αὐτοῦ τῇ μνήμῃ τοῦ πάθους. καὶ νῦν γὰρ τοῦ παρόντος ἀντιλαμβάνεται οὐκ αὐτῷ τούτῳ ἐφιστάνουσα ὅτι πάρεστιν, ἀλλ' ὡς δρῶντος αἰσθανομένη. διότι ὁ μὲν νοῦς τε καὶ λόγος οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ πρὸς τὸ μέλλον τείνει τὴν ὄρεξιν, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἀεὶ τίθεται τέλος, οὗ καὶ αἰσθάνεται· καὶ ὁ μὲν λόγος οὐ τοῦ ἡδέος μόνου, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἀντέχεται (διακρίνει γὰρ τὸ ἡδὺ ὡς οὐ πᾶν ὂν ἀγαθόν), ἡ μέντοι ἐπιθυμία καὶ πρὸς μόνον ὁρᾷ τὸ ἡδύ, ὡς ἀγαθὸν τοῦτο πάντως ὄν, καὶ πρὸς τὸ παρὸν ἀλλ' οὐχὶ καὶ πρὸς τὸ μέλλον, διὰ τὸ τοῦ χρόνου ἀνεπίγνωστον. ὅταν οὖν τὸ μὲν παρὸν ἡδὺ ᾖ, τὸ δὲ μέλλον ἢ ὠφέλιμον ἢ καὶ μειζόνως ἡδύ, ἡ μὲν ἐπιθυμία τὸ παρὸν ἐπιδιώκει, ὁ δὲ λόγος κατὰ φύσιν ἔχων τὸ μέλλον, ἐὰν ᾖ ἀγαθόν, μάλιστα. ἅτε γὰρ μὴ διακρίνουσα τὸ μέλλον ἀπὸ τοῦ παρόντος ἡ ἐπιθυμία τὸ παρὸν ἡδὺ ὡς ἁπλῶς ὂν καὶ ἡδὺ καὶ ἀγαθὸν ἀποδέχεται. ὡς γὰρ ταὐτόν, ὅπερ ἡδύ, τοῦτο καὶ ὡς ἀγαθὸν διώκει. ταῦτα δὴ ἐν μέσῳ εἰπὼν λοιπὸν ἀποδίδωσι πρὸς τὸν ἐξ ἀρχῆς ῥηθέντα ἐπειδὴ σύνδεσμον, ὡς
Τῷ εἴδει ἓν λέγων τὸ ὀρεκτικὸν οὐκ ἀκριβῶς, ἀλλ', ὡς εἴρηται, ὡς ἔχει τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. πρὶν δὲ πάλιν ἀποδοῦναι πρὸς τὸ εἴδει μὲν ἂν ἓν εἴη "πλείω δὲ τῷ ἀριθμῷ", διότι δύο τὰ ὀρεκτικὰ καὶ μαχόμενα ἐνίοτε ἀλλήλοις, τό τε λογικὸν καὶ τὸ ἀλόγως ὀρεγόμενον, ἐν μέσῳ ὑπέμνησεν ὡς πρὸ τοῦ ὀρεκτικοῦ τὸ ὀρεκτὸν κινεῖ, ἐπεὶ καὶ τὸ ὀρεκτικὸν διὰ τὸ ὀρεκτὸν κινεῖ. προηγουμένως οὖν τὸ ὀρεκτόν, οὐχὶ τὸ ἔτι δυνάμει ὄν, ἀλλὰ τὸ ἤδη ἐνεργείᾳ γενόμενον· τῷ γὰρ νοηθῆναι ἢ φαντασθῆναι, ὅτε καὶ ταὐτόν ἐστι τῷ ὀρεκτικῷ κατά γε τὸ ὑποκείμενον, ἐπεὶ καὶ τότε τῷ λόγῳ διαφέρον, προηγεῖται τοῦ ὀρεκτικοῦ. τὸ γὰρ ὀρεκτικὸν ὡς τέλους τοῦ ὀρεκτοῦ ἀντέχεται.
Βούλεται μὲν διὰ τούτων ὅσα τὰ συντελοῦντα πρὸς τὴν κατὰ τόπον τῶν ζῴων κίνησιν συναγαγεῖν τε καὶ παραδοῦναι, καὶ οὗτος ὁ σκοπὸς τοῦ ῥητοῦ. ἀλλὰ πρὶν τῶν κατὰ μέρος ἔχεσθαι, δεῖ τῇ λέξει, ὡς καὶ οἱ ἐξηγηταὶ ἐφιστάνουσιν, ἐπιστῆσαι, ὡς ἀρξάμενος ἐκ τοῦ ἐπεὶ συνδέσμου ὥς τι ἀποδώσων οὐ φαίνεται ἀποδιδούς. ἀλλὰ προσυπακουστέον ὑποστίξαντας μετὰ τὸ ἔστι δὲ τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον τοῦ τέσσαρα ἂν [301] εἴη τὰ συντελοῦντα πρὸς τὴν τοιάνδε κίνησιν. ἐφ' οἷς εὐλόγως καταριθμεῖται, τίνα τὰ τέσσαρα· τὸ ὀρεκτόν, τὸ ὀρεκτικόν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον. τρία μὲν γὰρ φθάνει ἠριθμηκώς, τὸ κινοῦν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον· τὸ δὲ κινοῦν διττὸν ἐπιφέρων εἶναι, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινοῦν καὶ κινούμενον, τέσσαρα λοιπὸν πάντα καταριθμεῖται. ἀκίνητον μὲν οὖν ἐστι τὸ ὡς ὁρεκτὸν κινοῦν· τῷ γὰρ φαντασθῆναι ἢ νοηθῆναι, ὡς εἶπε, τουτέστιν ἐνεργείᾳ γενόμενον ὀρεκτόν, ὅτε καὶ ταὐτὸν τῷ ὑποκειμένῳ γίνεται τῷ ὀρεκτικῷ, κινεῖ. καὶ προηγουμένως κινεῖ τὸ ὀρεκτικόν, ᾗ τῷ λόγῳ αὐτοῦ διαφέρει, ἐπειδὴ ὡς πρὸς τέλος τὸ ὀρεκτὸν τὸ ὀρεκτικὸν κινεῖται. μένει δὲ αὐτὸ τὸ τέλος ἀκίνητον καὶ οὐκ αὐτὸ πρὸς τὸ ἐρῶν φέρεται. οὕτω μὲν οὖν τὸ ὀρεκτὸν κινεῖ ὡς ἀκίνητον. τὸ δὲ ὀρεκτικόν, ὃ καὶ προσεχέστερον κινεῖ τὰ κινούμενα, ὑπὸ τοῦ ὀρεκτοῦ διαναστὰν καὶ εἰς τὴν τάξιν αὐτοῦ ὁρμῆσαν καὶ διὰ τοῦτο κινεῖσθαι λεγόμενον, κατ' αὐτὴν τὴν τοῦ ὀρεκτοῦ μεταδίωξιν κινεῖ τὸ ζῷον, συμφυὲς αὐτῇ ὑποκείμενον ὄργανον· διὸ καὶ οὐ βίᾳ τινὶ ἀλλ' αὐτοφυῶς τῇ ἐκείνης ὁρμῇ συγκινεῖται. κινεῖ δὲ χρώμενον ἑτέρῳ τινὶ μεταξὺ ὄντι αὐτοῦ τε τοῦ κινοῦντος, τοῦ ὀρεκτικοῦ φημι, καὶ τοῦ κινουμένου, ὅπερ ἐστὶ τὸ ζῷον. τοῦτο δὲ τὸ μεταξὺ δοκεῖ μὲν ὁ Ἀριστοτέλης λέγων ἐν τῷ Περὶ κινήσεως ζῴων τὸ πνεῦμα λέγειν τὸ ζωτικὸν ἐν ἡμῖν, ὃ μεταξὺ τῆς τε κινούσης καρδίας καὶ τῶν στερεωτέρων κινουμένων τοῦ ζῴου μορίων τυγχάνει ὄν. λέγει δὲ ἐν ἐκείνῳ καὶ ἄλλο τι μεταξὺ τῶν τε ἄνω καὶ κάτω τοῦ ζῴου μορίων, καὶ τῶν δεξιῶν καὶ ἀριστερῶν, ὅπερ ἐν ἐπιφανείᾳ μᾶλλον τίθεται συναπτούσῃ τὰ ἀντικείμενα μόρια, ὅταν ἢ ἄνω ἢ κάτω ἢ δεξιὰ ἢ ἀριστερὰ κάμπτηται αὐτό, πῇ μὲν κινούμενον πῇ δὲ ἠρεμοῦν. ἐν γὰρ τῇ κάμψει συμβαίνει θάτερον μὲν τῶν ἀντικειμένων μορίων κινεῖσθαι, θάτερον δὲ ἠρεμεῖν, ἐπειδὴ τὸ κινούμενον πάντως πρός τι ἑστὼς ἐρειδόμενον οὕτω κινεῖσθαι βούλεται. συμβαίνει τοίνυν τὴν μεταξὺ τῶν ἀντικειμένων ἐπιφάνειαν ὡς μὲν πέρας τοῦ ἑστῶτος ἠρεμεῖν, συγκινεῖσθαι δὲ τῷ κινουμένῳ ὡς τούτου ἀρχήν. ἀλλὰ ταῦτα μέν, κἂν τὸ πνεῦμα λέγῃ τις, κἂν τὴν τοιαύτην ἐπιφάνειαν, σωματικὰ εἶναι ὁμολογεῖται, εἰς ἃ καὶ οἱ Ἀριστοτέλους ἐξηγηταὶ ὑπηνέχθησαν· οἶμαι δὲ καὶ ταύτῃ διακριτέον τὸν λόγον. πᾶσα ψυχὴ ἐντελέχεια σώματος ὀργανικοῦ εἶναι ὑπ' αὐτοῦ παραδέδοται καὶ χρῆσθαι ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. τὸ δὲ χρώμενον οὐκ ἔστιν ἁπλῶς εἶδος τοῦ ὀργάνου ὡς ὀργάνου· ἐξῄρηται γὰρ ἀεὶ τὸ χρώμενον τοῦ ᾧ χρῆται. ἐπεὶ οὖν τὸ ζῷον ὄργανον ὑπέστρωται τῇ χρωμένῃ ψυχῇ, ἡ χρωμένη αὐτῷ ψυχὴ οὐκ ἔσται τὸ ὅλον εἰπεῖν εἶδος τοῦ ὀργάνου, ἀλλ' ὡς χρώμενον τὸ ὑφ' οὗ καὶ τὸ ποιητικὸν αἴτιον· τὸ γὰρ κινοῦν ὑπὸ τὸ ποιοῦν. ἀλλ' ἡ μὲν φυτικὴ ὡς ἐσχάτη ἀμυδρῶς ἐμφαίνει τὸ χρώμενον, ἐναργέστερον δὲ ἡ τῶν ὀστρέων καὶ τῶν ὁμοίων, ὡς εἰ καὶ μὴ καθόλου, ἀλλὰ κατὰ μόρια αὐτὰ τοπικῶς κινοῦσαι· ἡ δὲ τῶν πορευτικῶν ἐναργεστέρα ἄλλη οὖσα παρὰ τὸ κινούμενον· τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἕτερον παρὰ τὸ κινούμενον καὶ [302] πάσχον, καὶ οὐχὶ τοῦ κινουμένου τι ὂν μάλιστα κατὰ τὸν Ἀριστοτέλην, ἵνα μὴ τὸ αὐτὸ καὶ κινοῦν ᾖ καὶ κινούμενον. ἦν δὲ τὸ κινούμενον τὸ ζῷον, τὸ δὲ κινοῦν ἡ ψυχή, οὐκ οὖσα εἰδητικὴ ζωὴ τοῦ ζῶντος σώματος· ἡ γὰρ τοιαύτη ὡς ζῴου ἐστὶ χαρακτηριστικὴ καὶ ὡς ὀργάνου, ὅπερ ἦν τὸ κινούμενον, ἡ μέντοι ψυχὴ κατὰ τὸ κινοῦν ἀλλ' οὐ κατὰ τὸ εἶδος τοῦ κινουμένου ὡς κινουμένου ἐστί, καὶ ἐξῄρηται ὡς τὸ κινοῦν τοῦ κινουμένου καὶ τὸ ποιοῦν τοῦ γιγνομένου. καὶ διὰ τὴν ὑπεροχὴν καὶ μεσότητος ἐδεήθησαν τῆς ἄμφω συναπτούσης πρὸς ἄλληλα. καὶ ἡ μεσότης οὐ σῶμα, οἶμαι, (πάλιν γὰρ τὸ κινούμενον ἔσται καὶ οὐχὶ ᾧ κινεῖ), ἀλλὰ σωματικὸν μέν, οὐ σῶμα δέ, ὁποία ἡ τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴ ζωή, ἥτις καθ' αὑτὴν μὲν οὐ κινεῖται, ἀσώματος οὖσα, ἀρχὴ δέ ἐστι τοῦ κινουμένου ὡς ζῶντος, εἰδητικὸν οὖσα αἴτιον ὡς ὑγεία τοῦ ὑγιαίνοντος, διὰ τὸ ὅλη ἀχωρίστως ἐγκαταδεδυκέναι τῷ σώματι σωματικὴ λεγομένη. τὸ δὲ κινούμενόν ἐστι τὸ ζῷον, διότι οὐχ ὡς σῶμα ὑπὸ τῆς ψυχῆς ἀλλ' ὡς ζῷον κινεῖται. ἡ δὲ μεσότης καὶ ἠρεμεῖν καὶ κινεῖσθαί πως λέγεται, καθ' αὑτὴν μὲν ἀκίνητος οὖσα διὰ τὸ ζωὴ εἶναι, κατὰ συμβεβηκὸς δὲ κινουμένη διὰ τὴν ἀχώριστον πρὸς τὸ ζῷον συμπλοκήν.
Οὐχ ὡς καθ' αὑτὸ ἀκίνητον· ἐν γὰρ μεταβολῇ τὰ πρακτὰ καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν· ἀλλ' ὡς ἐν τῷ κινεῖν τὴν ὄρεξιν οὐ κινούμενα, ἵνα κινήσῃ· τῷ γὰρ μένειν ἀγαθὰ ἤτοι φαίνεσθαι κινεῖ.
Οὐ τοπικῶς κινούμενον, ἀλλὰ κινοῦν μὲν τοπικῶς, κινούμενον δὲ ὡς ὑπὸ τοῦ ὀρεκτοῦ πρὸς τὸ ἐνεργείᾳ ὀρέγεσθαι διεγειρόμενον. κάλλιον γὰρ ὁ Πλούταρχος οὕτως ἐξηγεῖται, αὐτὴν τὴν ὀρεκτικὴν ἐνέργειαν κίνησιν εἰρῆσθαι Πλατωνικῶς φάμενος ὑπὸ τοῦ Ἀριστοτέλους νῦν, καὶ ἴσως διὰ τὸ εἰς κίνησιν πάντως ἀποτελευτᾶν, καὶ τὸ ὅλον τοῦτο ποιητικὴν οὖσαν κίνησιν, ἀλλ' οὐ παθητικήν, ἢ ὁ Ἀλέξανδρος κινεῖσθαι λέγων τὴν ὄρεξιν κατὰ συμβεβηκός, διὰ τὸ ἐν σώματι οὖσαν συγκινεῖσθαι τῷ ὑποκειμένῳ κατὰ συμβεβηκός, ὡς εἴρηται. οὐ γὰρ ἡ ἐν τῷ ζῶντι σώματι ὅλη ἐγγενομένη κινεῖ, ἀλλ' ἡ ἔχουσά τι καὶ χωριστὸν καὶ ἐξῃρημένον καὶ κατὰ τὸ ποιοῦν ἑστῶσα, καὶ αὕτη ἡ μεσότητος δεηθεῖσα· ἡ δὲ τοῦ κινουμένου ὡς κινουμένου χαρακτηριστικὴ ἡ ἄμεσος αὐτοῦ ἐστιν εἰδητικὴ αἰτία. ἑρμηνεύει δὲ αὐτὸς ὁ Ἀριστοτέλης ἑαυτόν, ὅπως κινούμενον ἔφη τὸ ὀρεκτικόν· ᾗ γὰρ ὀρέγεται, δηλῶν τὸ κατ' αὐτὴν τὴν ὄρεξιν· καὶ γὰρ κινούμενον λέγει νῦν οὐ τὸ ζῷον, ἀλλὰ τὸ ὀρεκτικὸν ὡς ὀρεκτικόν. καὶ ἔτι σαφέστερον τὸν λόγον ποιῶν τὴν ὄρεξιν ἀξιοῖ κίνησίν τινα εἶναι ὡς ἐνέργειαν εἰς κίνησιν [303] ἀποτελευτῶσαν ἐν τῷ ζῴῳ, ἵνα τὸ η ἐν τῷ ᾗ ἐνέργεια μὴ σύνδεσμον διαζευκτικόν, ἀλλ' ἐπίρρημα ἀντὶ τοῦ καθὸ ἀκούσωμεν. εἰ δὲ καὶ ὡς σύνδεσμος εἴρηται, δηλούτω τὸ τὴν ὄρεξιν ἐξεῖναι ἢ ἐνέργειαν καλεῖν ὡς ἀμέριστον καὶ τελείαν ἐνέργειαν, ἢ κίνησιν ὡς ὑπό τε τοῦ ὀρεκτοῦ ἐγειρομένην καὶ ὡς εἰς κίνησιν τοῦ ζῴου ἀποτελευτῶσαν. κινούμενον δέ ἐστι τὸ ζῷον κατὰ τὴν κυρίως ὁρισθεῖσαν κίνησιν, τὴν τοῦ κινητοῦ ἐντελέχειαν, οὐ τὴν φυσικὴν ἀλλὰ τὴν πορευτικὴν καὶ ὑπὸ ψυχῆς καὶ ζῴοις προσήκουσαν. τὸ δὲ ᾧ κινεῖ μέσῳ ἡ ὄρεξις τοῦτο λοιπὸν σωματικόν ἐστιν· οὐ σῶμα λέγων τὸ σωματικόν (ἐκεῖνο γὰρ κινούμενον πάντως), ἀλλὰ τὴν σωματοειδῆ καὶ ἐσχάτην ζωήν. διὸ καὶ ὑπερτίθεται τὴν περὶ αὐτῆς ὕστερον θεωρίαν ὡς ἐρῶν, ὅτε τὰ κοινὰ ἐπισκοπεῖται ψυχῆς καὶ σώματος ἔργα. κοινὸν δὲ οὐ τὸ κινεῖν· οὐ γὰρ καὶ ὑπὸ τοῦ σώματος κινεῖται τὸ ἔμψυχον, ἀλλ' οὐδ' ὑπὸ τῆς ἐγκαταμεμιγμένης ζωῆς. καὶ γὰρ αὐτὴ ὡς ζωτικῶς κινουμένου ἦν ὅρος· τὸ δὲ κινοῦν κατὰ τὸν κινοῦντα ἕστηκεν. εἰκότως οὖν ἐν τῷ Περὶ κινήσεως ζῴων ἐρεῖ περὶ τοῦ ᾧ κινεῖ.
Ἔστι μέν, ὡς εἴρηται, καὶ σωματικόν τι αὐτόθεν ὀργανικῶς κινοῦν· νῦν γε μὴν τὴν τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴν ζωὴν βούλεται εἶναι τὴν ὀργανικῶς κινοῦσαν, ἣν καὶ ἐρεῖ μένειν τε καὶ κινεῖσθαι. εἰ δὲ καὶ ταύτην ἐν τῷ Περὶ κινήσεως ζῴων ἢ σαφῶς λέγει ἢ καὶ ἐνδείκνυται, ἐκεῖθεν ληπτέον. ἔοικε δὲ καὶ ἐκεῖ πάντως λέγειν περὶ αὐτῆς· νῦν γὰρ ἐν κεφαλαίῳ φησί, τουτέστι συνωψισμένως, τὰ πλατύτερον εἰρημένα ἐν ἐκείνοις ῥητέον. καὶ δὴ λέγει τὸ ὀργανικῶς κινοῦν, ὅπερ δηλαδὴ μετὰ τὴν ὄρεξιν μέν ἐστιν, ἥτις οὐκ ὀργανικῶς ἀλλὰ πρώτως καὶ αὐτὴ κινεῖ διὰ τὸ κἂν ὑπὸ τοῦ ὀρεκτοῦ ἐγείρηται, ἀφ' ἑαυτῆς ὅμως πρὸς τὸ ὀρεκτὸν φέρεσθαι (τὸ δὲ ὀργανικὸν πᾶν μετὰ τὸ πρώτως κινοῦν), πρὸ δὲ τοῦ κινουμένου ἐστίν, εἴπερ οὐ μόνως κινούμενον ἀλλὰ καὶ κινοῦν ὑπάρχει· τοιοῦτον γὰρ τὸ ὀργανικῶς κινοῦν, κινούμενον μὲν ὑπὸ τοῦ πρώτως κινοῦντος, κινοῦν δὲ τὸ μόνως κινούμενον. ἔστω μὲν οὖν, ὡς εἴρηται, καὶ σωματικόν τι τοιοῦτον ὡς ἡ καρδία, ὡς τὸ πνεῦμα τὸ ζωτικόν, ὡς ἡ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφάνεια, ἔστι δὲ καὶ ἡ εἰδοποιοῦσα τὸ ζῷον ἀχωρίστως ζωὴ ὡς κινούμενον αὐτὸ χαρακτηρίζουσα, ἥτις καὶ αὐτὴ κινεῖν λέγεται τὸ ζῷον, διότι κατ' αὐτὴν κινεῖται, ἀλλ' οὐχ ὡς ὑπ' αὐτῆς, κινεῖσθαι δὲ ὑπὸ τοῦ πρώτως κινοῦντος τοῦ κινουμένου ἀχωρίστως, καὶ ὡς τοῦ κινουμένου οὖσα τὸ εἶδος, καὶ μᾶλλον ὡς κατὰ συμβεβηκὸς κινουμένη μᾶλλον ἢ καθ' αὑτήν· τὸ γὰρ [304] καθ' αὑτὸ κινούμενον σῶμα πάντως. καὶ κυριώτερον τὴν τοιαύτην ζωὴν ἀκούειν τὸ ὀργανικὸν ἢ ὁτιοῦν σῶμα· τὸ μὲν γὰρ σῶμα ἀδύνατον κατὰ τὸ αὐτὸ μόριον δι' ὅλου ἀρχὴν εἶναι καὶ τελευτήν (σαφῶς γὰρ τοῦτο ἐπήγαγεν ὁ Ἀριστοτέλης, τὸ αὐτὸ βουλόμενος εἶναι ἀρχὴν καὶ τελευτὴν τὸ ᾧ κινεῖ), ἡ μέντοι ζωὴ ἡ ἐνδοθεῖσα ὅλη δι' ὅλης ἑαυτῆς ἡ κινοῦσά ἐστι τὸ ζῷον ὡς τὸ καθ' ὃ ἀλλ' οὐχὶ τὸ ὑφ' οὗ κινητικόν, καὶ κινουμένη κατὰ συμβεβηκὸς ὡς εἰδητικὴ αἰτία τοῦ κινουμένου. καὶ ὁ γίγγλυμος δὲ εἴληπται αὐτῷ εἰκὼν τοῦ ὅλου δι' ὅλου κινουμένου πως καὶ ἠρεμοῦντος· οὐ γὰρ ὡς σῶμα, ἀλλ' ὡς ἐπιφάνεια. ἔστι δὲ ὁ γίγγλυμος, ὡς καὶ ὁ Πλούταρχος βούλεται, δύο κρίκων συμπλοκή, τοῦ ἑτέρου εἰς τὸν λοιπὸν ἐμβεβλημένου, ὅτε τὸ κυρτὸν τοῦ ἑτέρου τοῦ κοίλου ἐφάπτεται τοῦ λοιποῦ· καὶ ὡς ὁ Ἀλέξανδρος ἐνδείκνυται, ὅτε περὶ μίαν περόνην ἑστῶσαν κρίκος περικείμενος αὐτῇ εἴσω τε καὶ ἔξω στρεφομένῃ τῇ θύρᾳ συνεργεῖ, τῆς περόνης μενούσης ἀκινήτου, αὐτὸς ὁ κρίκος τὰς ἐναντίας ἐν τῇ ἔξω καὶ εἴσω τῆς θύρας στροφῇ κινούμενος κινήσεις. ἀλλὰ τοῦ γιγγλύμου, ὁποτέρως ἂν ἔχοι, ληπτέον, ὡς οἱ ἐξηγηταὶ βούλονται, ἢ θατέρου κρίκου τὸ κυρτὸν θατέρου δὲ τὸ κοῖλον, ἢ τοῦ μὲν κρίκου τὸ κοῖλον τῆς δὲ περόνης τὸ κυρτόν· καὶ ἐνταῦθα μὲν ἔστω μένον τὸ κυρτὸν τῆς περόνης, τὸ δὲ κοῖλον τοῦ κρίκου κινούμενον· ἐπὶ δὲ τῶν δύο κρίκων κινούμενον μὲν τὸ κυρτὸν τοῦ περιεχομένου, ἀκίνητον δὲ τὸ κοῖλον τοῦ περιέχοντος. ἀλλ' οὐ δοκεῖ μοι ταῦτα συμφωνεῖν τῇ λέξει, ἀχώριστα ἐνταῦθα τῷ μεγέθει ὑποτιθεμένῃ τὸ ἠρεμοῦν τε καὶ κινούμενον, μόνῳ τῷ λόγῳ ὄντα ἕτερα, εἰωθότος τοῦ Ἀριστοτέλους ἀχώριστα καλεῖν τῷ μεγέθει οὔτε τὰ συνεχοῦς μόρια, διὰ τὸ καὶ ἐν τῇ συνεχείᾳ ἄλλα ἀλλαχοῦ κινεῖσθαι, οὔτε ἔτι μᾶλλον τὰ ἐφαπτόμενα, διὰ τὸ ταῦτα μηδὲ κατὰ συνέχειαν ἀλλήλοις συνῆφθαι, ἀλλ' ἐκεῖνα ὅσα ὅλα δι' ὅλων τῷ ὑποκειμένῳ ἥνωται πρὸς ἄλληλα. διὸ καὶ ὁ Ἀλέξανδρος ἐπιστήσας τούτῳ, οὐκ ἀκούει ὡς ἐπὶ τοῦ γιγγλύμου τὰ ἐφεξῆς ἐπαγόμενα, τὸ ἀχώριστα εἶναι τῷ μεγέθει τὴν ἀρχὴν καὶ τὸ τέλος, καὶ τὸ ἠρεμοῦν καὶ κινούμενον, ἀλλ' ὡς ἐπὶ ἡμῶν ταῦτα εἰρῆσθαι, ὅταν τῶν ἀντικειμένων μερῶν, λέγω δὲ τῶν ἄνω καὶ κάτω ἢ τῶν δεξιῶν καὶ ἀριστερῶν καμπτομένων, καὶ θατέρου μένοντος τῶν ἀντικειμένων, θατέρου δὲ κινουμένου, ἡ μεταξὺ ἐπιφάνεια ὡς πέρας μὲν τοῦ κινουμένου ‹κινουμένη› ᾖ καὶ αὐτή, ὡς δὲ ἀρχὴ τῶν ἠρεμούντων μένουσα ὅλη δι' ὅλης ἑαυτῆς· οὐ γὰρ ἔχει βάθος καὶ ἠρεμοῦσα καὶ κινουμένη. ἀλλ', οἶμαι, ἐχρῆν καὶ ἐπὶ αὐτοῦ τοῦ γιγγλύμου τὴν εἰκόνα λαβεῖν, ἵνα μὴ μάτην ᾖ παρειλημμένος. πῶς οὖν ἐπὶ σώματος ληψόμεθα βάθος ἔχοντος καὶ ἀλλαχοῦ μὲν τὸ κυρτόν, ἀλλαχοῦ δὲ τὸ κοῖλον; ἤ, ὡς εἰρήκαμεν, οὐ κατὰ τὸ σωματικὸν αὐτοῦ ληπτέον τὴν εἰκόνα, ἀλλὰ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, εἴτε τὴν κοίλην εἴτε τὴν κυρτὴν καλουμένην. καὶ γὰρ ἡ κυρτὴ πάντως καὶ κοίλη ἡ αὐτὴ ὅλη δι' ὅλης, καὶ ἡ κοίλη ὁμοίως πάντως κυρτή. εἴτε οὖν τὸν ἐντοσθίδιον κρίκον νοήσειας κινούμενον κατὰ τὸ κυρτὸν ἑαυτοῦ, καθ' ὃ ἐφάπτεται τοῦ περιέχοντος αὐτόν, κινούμενον οὖν ἔσται ὁ κρίκος δηλαδὴ [305] ὁ περιεχόμενος· σῶμα γὰρ ἔσται τὸ κινούμενον. ἡ δὲ ἐπιφάνεια αὐτοῦ ἡ ἅμα κυρτὴ καὶ κοίλη, ἡ πρὸς τῷ περιέχοντι, ᾗ μὲν προσεχής ἐστι τῷ κινουμένῳ (ἔστι δὲ τὸ κοῖλον) κινεῖται ὡς πέρας μᾶλλον ἐφαπτόμενον τοῦ κινουμένου, ᾗ δὲ τῷ ἠρεμοῦντι καὶ περιέχοντι κρίκῳ προσεγγίζει κατὰ τὸ κυρτόν, ἠρεμεῖ· ἐπειδὴ πέρας μέν ἐστι τοῦ κινουμένου καὶ κατὰ τὸ κυρτόν, ἀλλὰ ἀπωτέρω ἢ κατὰ τὸ κοῖλον. τὸ δὲ κυρτὸν καὶ τὸ κοῖλον τῷ μὲν ὑποκειμένῳ ἀχώριστα, ὅπερ τῷ μεγέθει ἔφη ὁ Ἀριστοτέλης. ὅλον γὰρ δι' ὅλου ὅπερ ἂν ᾖ κοῖλον, τοῦτο καὶ κυρτόν ἐστι. κἂν οὖν ἐν γραμμῇ κἂν ἐν ἐπιφανείᾳ κἂν ἐν σώματι αὐτὸ θεωρῇ τις, ἴσως ὅλον φανήσεται καὶ κινεῖσθαί πως καὶ ἠρεμεῖν· οὐδέτερον δὲ καθ' αὑτό (τὸ γὰρ καθ' αὑτὸ καὶ κινεῖσθαι καὶ ἠρεμεῖν σώμασιν, ὡς εἴρηται, προσήκει), ἀλλὰ κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν τὴν πρὸς τὸ κινούμενον ἢ πρὸς τὸ ἠρεμοῦν πλησιάζουσαν. καὶ ταύτῃ καὶ τῇ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφανείᾳ προσέοικεν ἡ εἰκὼν καὶ τῇ, ὡς ἡμεῖς ἐθέμεθα, τοῦ ὀργάνου χαρακτηριστικῇ ὡς ὀργάνου ζωῇ. ἣν ἄν τις καὶ κατὰ τοῦτο εὐλογώτερον ἀκούσοι, ἐπειδή, ὡς τὸ κινοῦν οὐσία ἡ ὀρεκτικὴ ζωὴ καὶ τὸ κινούμενον (τὸ γὰρ ζῷον), δεῖ καὶ τὸ μεταξὺ τὸ ᾧ κινεῖ τὸ κινοῦν οὐσίαν εἶναι. οὐσία δὲ ἡ ζωὴ καὶ οὐχ ἡ ἐπιφάνεια, καὶ ὡς μεταξὺ κρείττων μὲν τοῦ ζῴου, ὑφειμένη δὲ τῆς ὀρεκτικῆς ζωῆς.
Ὅπως μὲν αἱ ἔξωθεν γινόμεναι κινήσεις εἰς ὦσιν καὶ ἕλξιν ἀνάγονται, ἐν τῇ Φυσικῇ παρ' αὐτοῦ μεμαθήκαμεν ἀκροάσει· ὅπως δὲ καὶ αἱ κατὰ φύσιν, ἐπιστῆσαι ἄξιον· πάντα γὰρ ἔφη, ὥστε καὶ τὰ κατὰ φύσιν κινούμενα. καὶ ἔοικεν ὠθοῦν μὲν καὶ ἕλκον λέγειν τὸ αἴτιον τῆς κινήσεως ἢ ἐκτεῖνον ἢ συνάγον τὸ κινούμενον, ὠθοῦν μὲν ὅταν ἐκτείνῃ, ἕλκον δὲ ὅταν συνάγῃ, οὐ τὸ ποιητικὸν μόνον αἴτιον ὡς τὸ ὑφ' οὗ, ἀλλὰ καὶ τὸ εἰδητικὸν ὡς τὸ καθ' ὅ· ἑλκόμενον δὲ καὶ ὠθούμενον αὐτὸ τὸ κινούμενον ἢ ἐκτεινόμενον ἢ συστελλόμενον, ὡς ἔχει τὸ θερμαινόμενον καὶ ψυχόμενον ζῷον, ἐν τῷ αἰδεῖσθαι μὲν θερμαινόμενον διαχεομένου καὶ ἐκτεινομένου τοῦ αἵματος, ἐν δὲ τῷ φοβεῖσθαι ‹ψυχόμενον› συστελλομένου καὶ συναγομένου, ὅθεν καὶ ἡ ὠχρίασις κατὰ τὴν ἐπιφάνειαν συμβαίνει. ἀλλὰ καὶ ἐν ταῖς φυσικαῖς καὶ μὴ ζωτικαῖς κινήσεσιν, οἷον ἐν τῇ τοῦ πυρὸς ἐπὶ τὸ ἄνω φορᾷ ἡ κουφότης ἐστὶν ἡ καθ' ἣν κινεῖται δύναμις, αὐτὸ δὲ τὸ πῦρ κινούμενον, ἑλκόμενον μὲν κατὰ φύσιν καὶ οὐ βιαίως τῇ οἰκείᾳ ὁλότητι συναγόμενον καὶ πρὸς ταύτην σπεῦδον, κατ' αὐτὴν δὲ τὴν διαστατικὴν πορείαν ὠθούμενον οὐ βιαίως οὐδὲ ταύτην, ἀλλ' οἷον ἑκουσίως, ἐκτεινόμενον δὲ ὅμως. τῷ δὲ προκειμένῳ ἐφαρμοστέον τὸ ὤσει καὶ ἕλξει κινεῖσθαι, ‹τῷ› "τὸ μὲν ἠρεμεῖ" τοῦ ᾧ κινεῖ τὸ κινοῦν, "τὸ δὲ κινεῖται", ἵνα τὸ μὲν ἠρεμοῦν ὠθῇ ἢ ἕλκῃ, τὸ δὲ κινούμενον ὠθῆται ἢ ἕλκηται· ὡς ἐπὶ τοῦ περιεχομένου κρίκου τὸ κυρτόν ἐστι τὸ ὠθοῦν ἢ ἕλκον κατά τινα ἀναλογίαν, τὸ δὲ κοῖλον ὠθούμενον ἢ ἑλκόμενον, [306] ᾗ μὲν ἀφίσταται τῆς κοιλότητος τοῦ περιέχοντος κρίκου, ὠθούμενον, ᾗ δὲ ἐπὶ τὸ αὐτὸ κυκλικῶς φέρεται, ἑλκόμενον. ὡς εἴ γε μὴ ὁ ἐμπεριεχόμενος, ἀλλ' ὁ περιέχων κρίκος κινοῖτο περὶ μένοντα τὸν ἔνδοθεν, κατὰ τὸ κοῖλον τῆς ἔνδον ἐπιφανείας ἕξει τὸ μένον, κατὰ δὲ τὸ κυρτὸν τὸ κινούμενον. κατὰ γὰρ τὴν κυρτότητα τὸ πλησιάζον μᾶλλον ἕξει τῷ ἑαυτοῦ βάθει, κατὰ δὲ τὴν κοιλότητα τὸ πορρωτέρω μὲν τοῦ οἰκείου βάθους, ἔγγιον δὲ τοῦ μένοντος κρίκου ἢ τῆς περόνης, ὡς ὁ Ἀλέξανδρος τὸν γίγγλυμον ἤκουσεν. ἡ δὲ ζωή, καθ' ἣν κινεῖται τὸ κινούμενον, τὸ μὲν μόνιμον ἕξει κατὰ τὴν πρὸς τὸ κινοῦν συναφήν, τουτέστι πρὸς τὴν ὄρεξιν, τὸ δὲ κινούμενον κατὰ τὴν πρὸς τὸ ζῷον· τοῦτο γὰρ ἦν τὸ κυρίως κινούμενον. ἐπεὶ οὖν τὸ ὠθοῦν καὶ ἕλκον κατὰ τὸ μένον, τὸ δὲ ὠθούμενον καὶ ἑλκόμενον κατὰ τὸ κινούμενον, ἐν πάσῃ κινήσει ἔσται τὸ μὲν μένον τὸ δὲ κινούμενον· ὡς ἐν κύκλῳ τὸ μὲν κέντρον μένει, ὠθοῦν μὲν τὸν κύκλον, ᾗ ἐξιστάμενον αὐτὸν ἀφ' ἑαυτοῦ κινεῖ, ἕλκον δέ, ᾗ περὶ αὑτὸ κινεῖ, αὐτὸς δὲ ὁ ὅλος κύκλος οὕτως ὠθούμενός τε καὶ ἑλκόμενος. ἐφ' οἷς τὸ συμπέρασμα τοῦ προτεθέντος αὐτῷ προβλήματος ἐπήγαγε, κινητικὸν μὲν προσεχῶς αἴτιον τὸ ὀρεκτικὸν εἶναι βουλόμενος, τὸ δὲ ὀρεκτικὸν μετὰ φαντασίας γίνεσθαι πάντως ἀποφαινόμενος, ἢ λογικῆς οὔσης τῆς φαντασίας, ὁποία ἡ ἐν ἀνθρώποις λογοειδὴς οὖσα κατ' οὐσίαν (οὐ γὰρ ἂν τῷ λόγῳ συνηρμόζετο), ἢ ἀλόγου, ὁποία ἡ ἐν τοῖς θηρίοις. ὁ μὲν γὰρ θεωρητικὸς νοῦς οὐ πάντως δεῖται τῆς φαντασίας, εἰ μὴ ὅτε τὰ αἰσθητὰ ᾗ ἐξ ἀφαιρέσεως ἐπισκοπεῖ, ὁ δὲ ὀρεκτικὸς καὶ πρακτικός, ἀεὶ περὶ μερικὰ ἔχων καὶ τῇ καθόλου τὴν μερικὴν συμπλέκων πρότασιν, συνεργοῦ ἀεὶ αὐτὸς δεῖται τῆς φαντασίας πρὸς τὴν τῶν μερικῶν ἐπίγνωσιν. κινεῖ δὲ τὸ ζῷον καὶ ἡ φαντασία καὶ ὁ νοῦς οὐ κατὰ τὸ γνωστικὸν ἀλλὰ κατὰ τὸ ὀρεκτικόν, ὡς εἴρηται. ὡς γὰρ ὀρεκτικὸν κινεῖ, κἂν μετὰ φαντασίας ᾖ λογικῆς ἢ ζωῆς ἀλόγου. διὸ ἔφη ὅλως τὸ ὀρεκτικὸν εἶναι τὸ κινοῦν.
Τίνα μὲν ἀτελῆ καλεῖ, αὐτὸς ἐξηγήσατο, οἷς ἁφὴ μόνη αἴσθησις ὑπάρχει. πάντως μὲν γάρ, οἷς ἁφή, τούτοις καὶ γεῦσις, ἵνα διὰ τοῦ ἡδέος καὶ λυπηροῦ τῶν κατὰ τοὺς χυμοὺς τὸ τρόφιμον καὶ ἄτροφον διακρίνῃ καὶ τὸ μὲν προσίηται τὸ δὲ ἀποστρέφηται, ὥσπερ διὰ τῆς ἁφῆς τὸ τοῦ ὅλου σώματος σωστικόν τε καὶ φθαρτικόν. ἀμφοτέρων γὰρ δεῖ τῶν αἰσθήσεων τοῖς ζῴοις. τοῖς μὲν γὰρ τὸ χθόνιον ἔχουσι πολὺ ἐν τῇ ὅλῃ τοῦ σώματος φύσει οὐδὲ αἰσθήσεως δεῖ ὁποιασοῦν, ἅτε μηδὲ ὁπωσοῦν κινεῖσθαι πεφυκόσι καὶ διὰ τοῦτο μήτε διώκειν τὸ αἱρετὸν μήτε φεύγειν τὸ φευκτόν, ἀλλὰ καὶ διὰ τὸ τὴν ἐσχάτην ζωὴν μόνην αὐτοῖς παρεῖναι τὴν φυτικὴν ἀπολισθαίνουσιν ἤδη καὶ ἐγγύς τι βάλλουσιν εἰς τὰς φυσικὰς κινήσεις· ἡ δὲ αἴσθησις ἐν τοῖς ὁπωσοῦν κινουμένοις ἔνδοθεν, ἐπειδὴ καὶ τὰ ἀτελῆ λεγόμενα ζῷα [307] φαίνεται κινούμενα, οὐ καθ' ὅλα ἑαυτὰ ἀλλὰ κατὰ μέρη. καὶ χωρὶς τοῦ παρεῖναι τὸ ἡδὺ ἢ λυπηρὸν τὸ κατὰ χυμοὺς διανοίγει τὸ περιβεβλημένον τῇ σαρκὶ ὀστρεῶδες ἐπιζητοῦντα τὸ τρόφιμον· εἰ δέ τις κάρφος ἢ ἀλλοῖόν τι σκληρὸν ἐμβάλλοι, μύονται ὡς ἐκκλίνοντα τὸ ἀνιαρόν, καὶ τὸ ἐμπεσὸν δεξάμενα, ὡς τὸ τρόφιμον προσιέμενα. δῆλον οὖν ὡς οὐχὶ αἴσθησις αὐτὰ κινεῖ εἰς τὸ διανοίγειν καὶ συγκλείειν. μόνον γὰρ τῶν παρόντων ἡ αἴσθησις, καὶ ἀπόντων δὲ λόγος τε καὶ φαντασία. ἀλλ' οὔτι που λόγος ἐν ἐκείνοις· καὶ γὰρ τῶν καθόλου ὁ λόγος, ἡ δὲ φαντασία ἐπὶ τοῖς ἀτόμοις αἰσθητοῖς, κἂν ἀπῇ ἔτι ταῦτα, τῇ μνήμῃ τῶν ἤδη ὁμοίων προσγεγονότων. δοτέον οὖν ἐξ ἀνάγκης αὐτοῖς τὴν φαντασίαν, ὃ δὴ καὶ Ἀριστοτέλης συλλογίζεται διὰ τοῦ λύπην καὶ ἡδονὴν ἐνεῖναι τοῖς τοιούτοις ζῴοις (τοῦτο δὲ ἐναργὲς ἐκ τοῦ προσίεσθαι μὲν τὰ τρέφοντα, ἀποσείεσθαι δὲ τὰ ἀλλότρια), οἷς δὲ ἡδονὴ καὶ λύπη, τούτοις ἕπεσθαι πάντως ἐπιθυμίαν. ὅπερ καὶ αὐτόθεν μὲν ἐναργές· ἡ γὰρ ὄρεξίς ἐστιν ἡ πρὸς τὸ ἡδὺ καὶ λυπηρὸν τεταμένη, ἢ καὶ πρὸς τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐν τοῖς λόγον ἔχουσι (διὸ καὶ ἀντιστρέφει ἐν τοῖς θνητοῖς ζῴοις· εἴτε δοίη τις ἐπιθυμίαν ἐνεῖναι, πάντως ἔσται ἡδονή τε καὶ λύπη ἐν τούτοις, εἴτε τὸ ἀνάπαλιν ἡδονὴ ἐνείη καὶ λύπη, πάντως καὶ ἐπιθυμία)· ἔτι δὲ ἐναργέστερος ὁ λόγος γίνεται, ὅταν καὶ μήπω παρόντος τοῦ ἡδέος ἐπ' αὐτὸ ὁπωσοῦν κινούμενα φαίνηται. δῆλον γὰρ ὅτι κατ' ὄρεξιν ἀλλ' οὐ κατ' αἴσθησιν ἁπλῶς κινεῖται· ἡ μὲν γὰρ αἴσθησις μόνων τῶν παρόντων, ἡ δὲ ὄρεξις καὶ τῶν ἀπόντων. οἷς δὲ ὄρεξις ὑπάρχει ἤτοι ἐπιθυμία, τούτοις καὶ φαντασία, ἵνα τῇ μνήμῃ, ὡς εἴρηται, τοῦ ἡδέος ἐπ' αὐτὸ κινῆται. ἀλλ' ἡ φαντασία ἐν τοῖς τοιούτοις ζῴοις πλεῖστον ἔχει τὸ ἀόριστον. ἀόριστος μὲν γὰρ καὶ ἡ εὐλῶν καὶ καμπῶν καὶ τῶν ἀορίστως ὧδε κἀκεῖσε κινουμένων, ἀλλ' ἐν πλάτει μᾶλλον καὶ οὐκ ἀπεστενωμένως ἐχουσῶν τὸ ἀόριστον. οὐ γὰρ ἐκεῖ μόνον ζητοῦσι τὸ ἡδύ, ὅπου τέως ἔμενον ἀκίνητοι, ἀλλὰ καὶ ὡδὶ καὶ ὡδὶ ἐπ' ἄλλο καὶ ἄλλο φερόμεναι, τοῦ μὲν ἡδέος, ἁπλῶς εἰπεῖν, ὡρισμένως ἀντεχόμεναι καὶ πολλαχοῦ αὐτὸ μεταδιώκουσαι, ἀορισταίνουσαι δὲ τῷ ὡς ἔτυχεν αὐτὸ ἐπιζητεῖν καὶ μὴ ὡς αἱ μέλιτται πρὸς τὴν εἰωθυῖαν νομὴν ἢ πρὸς τοὺς οἰκείους σίμβλους αἴρεσθαι. τὰ μέντοι ἀτελῆ ζῷα καὶ αὐτὰ μὲν ὡρισμένως τοῦ ἡδέος ἀντέχεται, τῷ δὲ μὴ ἐν πλείοσι τὸ ἡδὺ τοῦτο ἐπιζητεῖν, ὡς καὶ ὡδὶ καὶ ὡδὶ αὐτοῦ τευξόμενα, ἀλλ' ἐν μόνῳ ἐν ᾧπερ καὶ μένει, ἀπεστενωμένον τε ἔχει τὸν ὅρον καὶ μᾶλλον ἀόριστον ἢ ἐκεῖνα, τῷ μὴ πολλαχοῦ τὸν ὅρον τίθεσθαι, ἀλλ' ἐν ἑνὶ μόνῳ, ὡς εἴρηται, τόπῳ. ταύτῃ δὲ καὶ ἡ κίνησις αὐτοῖς ἀόριστος λέγεται ὑπάρχειν διὰ τὸ ἀπεστενωμένον καὶ κατὰ μέρος, ἀλλ' οὐχ ὡς ὅλοις τόπον ἐκ τόπου ἀμείβουσι, καὶ ὡς μὴ ὡδὶ καὶ ὡδὶ μηδὲ ὡς ἀφ' ἑαυτῶν ὁρμῶσιν ἐπὶ τὴν οἴκοθεν τοῦ ἡδέος ἀντίληψιν, ἀλλ' ἐπὶ μόνην τὴν οἵαν αὐτοῦ ὑποδοχήν, ὁπότε ἂν ἐκεῖνο ἔξωθεν προσπέσῃ. [308]
Εἰπὼν καὶ τοῖς ἀτελέσι ζῴοις φαντασίαν ἐνυπάρχειν, εἰ καὶ ἀόριστον, καὶ πολλῷ δηλονότι μειζόνως ἐνδιδοὺς αὐτὴν ἐνεῖναι ὡς καὶ τελειοτέροις τοῖς κατὰ τόπον κινουμένοις, εἰρηκὼς δὲ πολλάκις καὶ τὸν ἐν ἡμῖν λόγον φαντασίᾳ χρῆσθαι, ὡς καὶ ἐν ἀνθρώποις καὶ οὐκ ἐν μόνοις θηρίοις φαντασίας ἐνούσης, διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης καὶ βουλῆς τινος μεταλαμβανούσης καὶ ἐνίοτε μὲν ἰθυνομένης ὑπὸ τῆς λογικῆς βουλήσεως, ἐνίοτε δὲ καὶ ἀνθισταμένης πρὸς αὐτήν, ὡς ποτὲ καὶ κατακρατεῖν ἐν τοῖς ἀκρατέσι (τοσοῦτον ἔχει τὸ πρὸς τὸ λογοειδὲς κατὰ φύσιν συγγενές), τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι, εἰ καὶ ἐν ἐνίοις, ὅσα ἐμφαίνει τι καὶ λογοειδὲς ἐν αὑτοῖς, τὸ συνεθίζεσθαι ὑπὸ τῶν λογικῶν καὶ ῥυθμίζεσθαί πως οὐκ οἴκοθεν ἀλλ' ἔξωθεν ὑπάρχει, διὰ τὸ τὴν φύσιν μὴ ἀθρόως μετιέναι ἐπὶ τὰ πολὺ διεστῶτα, ἀλλὰ διὰ τῶν ἀεὶ προσεχῶν. κύνες γὰρ καὶ πίθηκοι καὶ ἄρκτοι καὶ ἵπποι, εἰ καὶ μὴ οἰκεῖον ἔχουσι λόγον, ἀλλὰ τῷ ἀνθρωπίνῳ ῥυθμίζονται λόγῳ τινὰ δηλονότι ῥυθμόν, καὶ οὐχ οἷον οὐδὲ ὅσον αὗται αἱ ἡμέτεραι φαντασίαι· οὐκέτι μέντοι μύρμηκες καὶ μέλισσαι ἢ τὰ ἑρπετὰ ἢ νηκτά, οὐδ' ἔτι μᾶλλον τὰ ἀόριστον ἔχοντα τὴν φαντασίαν. οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς λέξεως, διακρῖναι τὴν ἀνθρωπίνην φαντασίαν, ἣν νῦν βουλευτικὴν καλεῖ, ἀπὸ τῆς ἐν τοῖς ἀλόγοις. τὸ δὲ κατὰ μέρος τοῦ ῥητοῦ ἐπισκεπτέον. τὴν ἐν τοῖς λογιστικοῖς βουλευτικὴν προσαγορεύει, ὡς πάσῃ φαντασίᾳ τὸ ἀμφίβολόν πως ἀποδιδοὺς καὶ περὶ τὰ ἐνδεχόμενα ἔχον. οὐ γάρ ἐστι περὶ τὰ ἀίδια καὶ ὡσαύτως ἔχοντα ἀεὶ καὶ ὧν ἀναγκαῖον τὸ τέλος ὁποιαοῦν τις βουλή, ἀλλ' ἐν τοῖς πρακτοῖς καὶ μερικοῖς καὶ τοιούτοις, οἷα ποτὲ μὲν ἐκβαίνειν ποτὲ δὲ μή, καὶ οἷα μὴ ἀεὶ τὸ αὐτὸ αἱρετὸν εἰσφέρειν. διὸ φαίνεται, ὥσπερ οὐδὲ αἴσθησιν, οὕτως οὐδὲ φαντασίαν τοῖς οὐρανίοις ἀπονέμειν ὡς κατὰ μόνον νοῦν ἐνεργοῦσι. καὶ πῶς γὰρ ἂν εἴη βουλή τις ὁποιαοῦν ἐν ἐκείνοις ἀεὶ ὡσαύτως κινουμένοις καὶ ἀεὶ ἐν τέλει οὖσιν; εἰ δέ τις ἄλλως αἴσθησιν αὐτοῖς ἀπονέμει, ἄλλως φιλοσοφεῖ περὶ αἰσθήσεως καὶ οὐ περὶ ταύτης, καθ' ἣν ἡμεῖς καὶ τὰ θνητὰ πάντα ζῷα αἰσθανόμεθα, τῆς ὑπὸ τῶν ἔξωθεν πληγῆς προσδεόμενοι καὶ ὀργάνῳ τῷ αἰσθητηρίῳ χρώμενοι, ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν, ‹οὐ› πληγῆς οὐδὲ ὀργάνων δεομένην, οὐδὲ κατὰ πάθος, ἀλλ' ὅλην κατ' ἐνέργειαν κρείττονα ἑστῶσαν, καὶ οὐκ ἐκ τοῦ σώματος εἰς τὸν νοῦν ἀνατρέχουσαν, ἀλλ' ἐκ τοῦ νοῦ εἰς τὸ σῶμα προϊοῦσαν, καὶ διὰ τὸ αἰσθητῶν εἶναι πραγμάτων αἴσθησιν προσαγορεύει. εἴ τις οὖν οὕτω καὶ φαντασίαν τιθείη ἐν αὐτοῖς, ὁμοίως ἀποδώσει τῇ αἰσθήσει. τὸ ἀμφίβολον δὴ τῆς βουλῆς καὶ αὐτὸς σαφῶς ἐπιδεικνὺς ἐπήγαγε τό
[309]
Ἐν γὰρ τοῖς ἀμφιβόλοις καὶ οὐκ ἀναγκαίως ἔχουσιν ἕνα καὶ τὸν αὐτὸν ὅρον καὶ ἓν τὸ τέλος τὸ πότερον τόδε ἢ τόδε. καὶ ὁμοῦ τὸ λογικὸν τῆς βουλευομένης ζωῆς σαφηνίζει. τὰ γὰρ ἄλογα ζῷα πρὸς τὸ φαινόμενον ἡδὺ μόνον ἵεται, διὰ τὸ ἀπεστενωμένον πρὸς ἕν τι βλέποντα τὸ ἡδύ, καὶ οὐχ ὡς ὁ λόγος διὰ πλατυτέραν καὶ ἐπὶ πολλὰ διατείνουσαν θεωρίαν τε καὶ ὄρεξιν ποτὲ μὲν πρὸς τὸ ἀγαθόν, ποτὲ δὲ πρὸς τὸ ἡδύ. ὥστε λογικὴ μέν, περὶ τὰ ἐνδεχόμενα δὲ καὶ ἡ τῶν λογιστικῶν φαντασία. αἰσθητικὴν δὲ καλεῖ φαντασίαν τὴν ἀπὸ μόνης ἐγειρομένην αἰσθήσεως. δεῖ γάρ, ὡς ἐν τοῖς περὶ αὐτῆς ὑπ' αὐτοῦ διώρισται λόγοις, αἰσθέσθαι πάντως πρότερον, καὶ τότε τοὺς ἀπὸ τῶν αἰσθητῶν τύπους ἐγγενέσθαι τῇ φαντασίᾳ, καθ' οὓς λοιπὸν ἐκείνη κινεῖται. ἡ γὰρ βουλευτικὴ παρ' αὐτῶν κινουμένη πάντως μὲν καὶ αὐτὴ ἀπὸ αἰσθήσεως τὴν ἀρχὴν ἐγείρεται, ἀλλ' οὐκ ἀπὸ μόνης, διὰ δὲ τὸ κατ' οὐσίαν πρὸς λόγον συγγενὲς παραπολαύει πως καὶ τῆς ἐκείνου βουλῆς καὶ συνεργεῖ πρὸς αὐτὴν οὕτως, ὡς ἐνίοτε μὲν ἕπεσθαι, ἐνίοτε δὲ πρὸς θάτερον ἐπικλίνειν τοῦ ὑπὸ τοῦ λόγου ἐγκρινομένου, καὶ ἢ ἐπικρατεῖν ὡς ἐπὶ τῶν ἀκρατῶν ἢ ἐπικρατεῖσθαι ὡς ἐπὶ τῶν ἐγκρατῶν. καὶ τί τὸ βουλευτικὸν παρέστησεν; οὐ μόνον ὅτι ἐν τοῖς ἐνδεχομένοις καὶ πρακτοῖς καὶ ἄλλοτε ἄλλως ἔχουσι, ἀλλ' ὅτι καὶ πρὸς ἓν ὁρᾶν ἀνάγκη τὸν βουλευόμενον καὶ πρὸς τοῦτο ὡς αἱρετώτατον ἀναφέρειν, ὅπερ ἓν ἔφη μέτρον. καὶ γὰρ ὅτε ἢ τὸ ὠφέλιμον αἱρεῖσθαι δεῖ ἢ τὸ ἡδύ, βουλεύεται πρὸς τὸ αἱρετώτατον ἀποβλέπων. ἀλλὰ καὶ ὅτε ὁρισάμενος ὠφέλιμον εἶναι τὸ αἱρετώτατον, πότερον τόδε ὠφελιμώτερον ἢ τόδε, βουλεύεται, πάλιν ἑνὶ καὶ τῷ αὐτῷ ὠφελίμῳ ἐπερειδόμενος τὰς βουλὰς ποιεῖται· ὡσαύτως δὲ καὶ ὁ τὸ ἡδὺ θέμενος τέλος. ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. ὁ δὴ βουλευόμενος οὐκ ἀπεστενωμένως, ὡς εἴρηται, εἰς τοδὶ ἀποβλέπει μόνον, ἀλλ' εἰς πλείω, καὶ ταῦτα καὶ μερικὰ καὶ γενητὰ καὶ ποτὲ ὄντα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ παραβαλλόμενα πρὸς ἄλληλα, καὶ διὰ τοῦτο τὸ ἐκ πλειόνων τοιούτων εἰς ἓν τῷ λογισμῷ συναιρούμενον, καθάπερ ἔφη που Πλάτων, καὶ φαντασίᾳ πάντως συνεργῷ χρώμενος, ἧς ἔργον τῶν τοιούτων προσεχῶς ἀντιλαμβάνεσθαι γνωστῶν.
Εἰ μέν τις δόξαν ἁπλῶς τὴν κατὰ τὸ ἐπιπόλαιον καὶ δοκοῦν καλοίη γνῶσιν, μάλιστα τοῖς ἀλόγοις ταύτην ἀποδοτέον ζῴοις, καὶ δὴ καὶ ὁ Ἰάμβλιχος ἐν τῇ ἀλόγῳ τάττει ζωῇ καὶ τὴν δόξαν· εἰ δὲ τὴν ἐκ λόγου καὶ [310] συλλογισμοῦ καὶ τὴν ἐκ πολλῶν μερικῶν εἰς ἓν τὸ καθόλου συναιρουμένην, οὐκ ἂν τοῖς ἀλόγοις ζῴοις ταύτην ἀπονείμειεν. αἴτιον οὖν φησι τοῦ μὴ πᾶσαν φαντασίαν, περὶ ἧς ὁ λόγος, ᾗ καὶ ὄρεξις ἕπεται, δόξαν δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, ἐπεὶ τήν γε κατὰ τὸ δοκοῦν γνῶσιν πᾶσα ὄρεξις ἔχει. οὐ γὰρ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαί του, καὶ γνώσεως πάντως τῆς κατὰ τὸ δοκοῦν· περὶ γὰρ τὰ πρακτὰ ἡ δόκησις, ὡς περὶ τὰ θεωρητὰ ἡ ἀκρίβεια. αὕτη δὲ ἐκείνην, τουτέστιν ἡ ἐκ συλλογισμοῦ δόξα ἑπομένην ἔχει τὴν φαντασίαν, ἅτε περὶ πρακτὰ οὖσα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ ἡ τοιαύτη δόξα.
Ὄρεξιν νῦν ἰδίως καλῶν τὴν ἄλογον, καὶ συμπλέκει τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι· ἡ ἐν τοῖς ἀλόγοις ὄρεξις οὐκ ἔχει τὸ λογιστικόν· τὸ βουλευτικὸν ἔχει τὸ λογιστικόν· ἡ ἄρα τοιαύτη ὄρεξις οὐκ ἔχει τὸ βουλευτικόν. τοσοῦτον δὲ τῆς ὀρέξεως τῆς ἐν τοῖς ἄλλοις ἡ ἡμετέρα ὀρεκτικὴ φαντασία πλεονεκτεῖ, ὡς παρισοῦσθαί πως τῷ λόγῳ, καθάπερ εἴρηται, καὶ τῇ τοῦ λόγου βουλήσει, ὡς ἐπὶ τῶν πρακτῶν καὶ ἀνθίστασθαι καὶ διαμάχεσθαι, ἐνίοτε δὲ καὶ ἐπικρατεῖν αὐτῆς, ποτὲ μέντοι καὶ νικᾶσθαι. ὅτε μὲν οὖν ἀπὸ τῆς ἀλόγου ἐν ἡμῖν ὀρέξεως ἡ ἀρχὴ γίνεται, κινεῖ μὲν αὖθις αὐτή, κινεῖται δὲ τότε ἡ λογικὴ βούλησις· καὶ ἐνίοτε ἡ βούλησις ὅλη ἐκείνῃ ἕπεται ὡς ἐπὶ τῶν ἀκολάστων, ἐνίοτε δὲ ἀνθίσταται μὲν οὐ κρατεῖ δέ, ὡς ἐπὶ τῶν ἀκρατῶν. ὥσπερ, φησί, σφαῖρα ἡ ὄρεξις τὴν ὄρεξιν, εἰκόνα φέρων τοῦ εἰρημένου τὴν ἐπὶ τῶν ἀντιρριπτούντων ἀλλήλοις μίαν σφαῖραν, κινοῦντος μὲν τοῦ ῥιπτοῦντος, κινουμένου δὲ τοῦ δεχομένου καὶ πάλιν τῷ ῥιπτεῖν κινοῦντος. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀκρατῶν καὶ ἡ χείρων τὴν κρείττονα κινεῖ ὄρεξιν καὶ ἡ κρείττων τὴν χείρονα ὡς ἀνθισταμένην. καὶ νικᾷ, ὡς ἐπὶ τῶν σφαιριζόντων ὁ σφοδρότερον πλήξας, ἐπὶ δὲ τῶν ἀκρατῶν ἡ χείρων ὄρεξις, ὥς γε ἐπὶ τῶν ἐγκρατῶν ἡ κρείττων. καὶ ἔοικεν ἀκρασίαν νῦν καλεῖν πᾶσαν τὴν διαμάχην, κἂν μὴ τὸ φαυλότερον ἀλλὰ τὸ κρεῖττον ἐπικρατῇ, καθ' ὅσον ὅλως μὴ ἑνὸς τὸ κράτος, ἀλλὰ ποτὲ μὲν θατέρου, ποτὲ δὲ τοῦ λοιποῦ. οἵ γε μὴν ἐξηγηταὶ τὴν τῆς σφαίρας εἰκόνα ἐπὶ τῶν οὐρανίων ἀκούουσιν, ὡς τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν κίνησιν ἐνδιδούσης ταῖς πλανωμέναις, ἵνα καὶ ἑκάστη τῶν πλανωμένων ἰδίαν κινῆται κίνησιν καὶ αὐτὴ ἡ ἀπλανὴς τὴν ἑαυτῆς, καὶ τρίτη ἡ ἀπὸ τῆς ἀπλανοῦς ἐνδιδομένη κρατῇ τῆς δευτέρας. ἐπειδὴ φύσει, τουτέστιν κατὰ φύσιν ἡ βούλησις κρείττων καὶ ἀρχικωτέρα, ἅτε καὶ ἀφ' ἑαυτῆς ὅλη δυναμένη ἐγείρεσθαι καὶ ὡς τὸ ἀγαθὸν σκοπὸν τιθεμένη, κατὰ φύσιν ἂν αὕτη κινοίη τὴν δευτέραν. ἢ ὅτε στασιάζει πρὸς τὴν κρείττονα, κινεῖ πως καὶ αὕτη ἐκείνην, ὡς ἐπὶ τῶν τὴν σφαῖραν ἀντιρριπτούντων εἴρηται. ἐὰν οὖν μὴ θέλγηται μηδὲ βιάζηται, [311] ἀλλὰ τοὐναντίον ἐπικρατεῖν μέλλῃ ἡ βούλησις, τρίτη ἔσται κίνησις ἡ ὑπὸ τῆς βουλήσεως, κατασταλτικὴ τῆς ἀλόγου, πρώτης μὲν τῆς οἷον κελευστικῆς προστάξεως κατὰ φύσιν ὑπαρχούσης· κελεύει γὰρ φύσει, ὡς εἴρηται, ἡ βούλησις τῇ φανταστικῇ ὀρέξει, αὕτη δὲ ἔτι ἀπαιδεύτως ἔχουσα ἀνάπαλιν ἐκείνην οὐκέτι κατὰ φύσιν πρὸς τὸ οἰκεῖον αἱρετὸν καθέλκειν ἐπιχειρεῖ, μὴ καθελκυσθεῖσα δὲ ἡ βούλησις καταστέλλει μετά τινος ἐνστάσεως τὴν ἐκείνης κίνησιν.
ἤτοι οὐ κινεῖται (διπλῆ γὰρ ἡ γραφὴ φέρεται), ἀλλὰ μένει. διὰ τῶν ἐφεξῆς δοκεῖ μὲν συμπεραίνεσθαι κεφαλαιωδῶς τὰ προειρημένα πάντα, ἄνωθεν ἀρχόμενος ἀπὸ τῆς ἀκροτάτης τῶν ἡμετέρων ψυχῶν οὐσίας. καὶ γὰρ ὁ πᾶς αὐτῷ ἐξ ἀρχῆς ἐτέτατο λόγος πρὸς πᾶσαν τὴν τῶν θνητῶν ζῴων ψυχήν. τὸ γὰρ ἐπιστημονικὸν λέγει νῦν οὐ τὸ δυνάμει, ἀλλὰ τὸ τέλειον καὶ ἐνεργείᾳ ὂν ἐπιστῆμον, ὡς τὸ ὑφαντόν φαμεν τὸ ἤδη ὑφανθὲν καὶ χρυσωτὸν τὸ κεχρυσωμένον· ἐπεὶ τό γε δυνάμει ὡς καὶ ἔτι ἀτελὲς καὶ κινεῖ καὶ κινεῖται, κινοῦν μὲν τὸ ζῷον ὡς δι' αὐτοῦ καὶ δι' αἰσθήσεων καὶ φαντασιῶν ἐπὶ τὴν τῶν εἰδῶν ἀναληφθησόμενον θέαν, κινούμενον δὲ ὡς τελειούμενον ὑπὸ τῶν οὐσιωδῶν τῆς ψυχῆς νοητῶν εἰδῶν. ἀλλὰ καὶ τὸ ἤδη τελειωθὲν ὡς ἤδη δυνάμενον καὶ ἑαυτὸ νοεῖν, καθ' ἕξιν δὲ καὶ προβολὴν τελειωθέν, καὶ τοῦτο κινεῖται ὡμολογημένως ὑπὸ τοῦ τὰ οἷον ἀφώτιστα ἐν αὐτῷ χρώματα ἐνεργείᾳ γνωστὰ ἀποτελοῦντος φωτός, καὶ ὡς ὑπὸ τῆς τέχνης τὰ τεχνητά, καὶ ὡς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας μερίζον. ἀλλὰ καὶ κινεῖ οὐ τὸ ζῷον προσεχῶς, ὡς δὲ τοῦ πρακτικοῦ αἴτιον νοῦ· δεῖ γὰρ τὴν μείζονα λεγομένην πρότασιν προτεθεωρῆσθαι καὶ τότε ἐπισυναφθεῖσαν τὴν μερικὴν ποιῆσαι τὸν πρακτικὸν νοῦν. αὐτὴν δὲ καθ' αὑτὴν τὴν μείζονα ὁ καθ' ἕξιν ἐπιστήμων θεωρεῖ, ὥσπερ τὴν μερικὴν καθ' ἑαυτὴν ἡ βουλευτικὴ φαντασία ἐπὶ τῶν λογικῶν ζῴων, ἀμφοτέρας δὲ κατὰ συμπλοκὴν ὁ πρακτικὸς καλούμενος νοῦς. διὸ καὶ αὐτὸς ἐφεξῆς ἐπιζητεῖ, πότερα μᾶλλον κινεῖ τὸ ζῷον ἡ μείζων ἢ ἡ ἐλάττων πρότασις. εἰ γὰρ ὁπωσοῦν καὶ ἡ μείζων κινήσει καὶ ὁ ἐπιστημονικὸς λόγος, ἀλλ' ὁ καθ' ἕξιν καὶ ὁ προϊών. ὁ μέντοι χωρισθεὶς καὶ τοῦτο μόνον ὤν, ὅπερ ἐστί, καὶ κατὰ τὴν οὐσιώδη ἑστὼς ἐνέργειαν δευτέρως μετὰ τὸν καὶ τῆς οὐσίας τῆς ψυχικῆς ὑπερέχοντα νοῦν (διὸ καὶ νοῦς ἅμα καὶ ἐπιστημονικὸς λέγεται, τὸ δευτερεῦον αὐτοῦ τοῦ ἐπιστημονικοῦ δηλοῦντος) ὁ δὴ τοιοῦτος οὔτε κινεῖ οὔτε κινεῖται, ἀλλὰ μένει. μόνον γὰρ τοῦτό ἐστι, φησίν, ὅπερ ἐστίν, οὐκέτι οὐδεμιᾷ δευτέρᾳ συμπλεκόμενος ζωῇ, ἀλλὰ καὶ τὴν ἐνέργειαν εἰς τὴν οὐσίαν συνάγων διὰ τὴν πρὸς τὸν ὑπερέχοντα νοῦν συναφήν, οὐ δι' ἑτερότητος γινομένην (οὐ γὰρ ὡς ἡ φύσις καὶ τὰ σώματα ἐξῆπται τῶν εἰδῶν), ἀλλὰ καθ' ἕνωσιν καὶ ταυτότητα μᾶλλον συμφυῆ, ὀλίγης τῆς ἑτερότητος ἐγγινομένης. ὅθεν καὶ δευτέρως τὰ αὐτὰ ἐπὶ τῆς ἀκρότητος τῆς ψυχῆς κατηγοροῦμεν, ὅσα καὶ ἐπὶ τοῦ [312] ἐξῃρημένου αὐτῆς νοῦ, τὸ δευτερεῦον αὐτῆς ἐνδεικνύμενοι διὰ τῆς τοῦ ἐπιστημονικοῦ τῷ νῷ προσθήκης, τὸ οἷον μεταξὺ δηλοῦντος τοῦ τε μένοντος καὶ τοῦ προϊόντος καὶ τοῦ νοεροῦ καὶ τοῦ ἀνελιττομένου τῆς γνώσεως εἴδους· τὴν μὲν οὐσίαν καὶ μονὴν διὰ τοῦ μένοντος καὶ προϊόντος, τὴν δὲ ἐπιστήμην διὰ τοῦ νοεροῦ καὶ ἀνελιττομένου τῆς γνώσεως εἴδους. ἡ μὲν γὰρ γνῶσις ἐνέργειά τις· μονὴ δὲ καὶ πρόοδος οὐσιώδεις ὑποστάσεις τὴν ἀμέριστον ὁμοῦ καὶ μεριστὴν ἤτοι τὴν μεταξὺ παρὰ τῷ Πλάτωνι ἐμφαίνουσαι ὕπαρξιν, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη τῷ Ἀριστοτέλει δηλοῦσι τὰς παρ' ἐκείνῳ κατὰ τὸν ταὐτοῦ καὶ θατέρου κύκλον περιφοράς. ἀλλὰ πρὶν τῶν ἐφεξῆς ἔχεσθαι, μικρὸν ἐπιστάντες ἀπορήσωμεν πρὸς ἡμᾶς αὐτοὺς διττὰς ἀπορίας, τὴν μὲν ἀπὸ τῶν πραγμάτων, τὴν δὲ ἀπὸ τῶν δοξῶν τῶν ἄκρως πεφιλοσοφηκότων ἀνδρῶν. ὧν ἡ μὲν ἀπὸ τῶν πραγμάτων ζητεῖ τὸ πῶς οὐχὶ καὶ ἡ ἀκρότης τῆς ψυχῆς κινεῖται ὑπὸ τοῦ ἐξῃρημένου αὐτῆς νοῦ, ὑπὸ μὲν τοῦ παντελῶς τῆς ψυχῆς ἐξῃρημένου ὡς ποιητικοῦ, ὑπὸ δὲ τοῦ μετεχομένου ὑπ' αὐτῆς ὡς ὁριστικοῦ, διὸ ὡς κινουμένη καὶ ὡς αὐτοκίνητος τῷ Πλάτωνι παραδέδοται. πῶς οὖν ἡμεῖς οὔτε κινεῖσθαι οὔτε κινεῖν τὴν τῆς ψυχῆς ἀκρότητα, ἀλλὰ μένειν φαμὲν χωρισθεῖσαν καὶ τοῦτο μόνον οὖσαν ὅπερ ἐστί, καίτοι γε καὶ τότε νοῦ ἐξηρτημένην καὶ ὑπὸ νοῦ οὐσιουμένην; ἤ, ὡς εἴρηται, οὐκ ἦν μετὰ ἀποστάσεως ἡ ἐξάρτησις, ἀλλὰ μόνον μετὰ συμφύσεως καὶ ἄμεσος, ὅπου γε καὶ τῶν φυσικῶν εἰδῶν οὐ τὸ σῶμα προσεχῶς, ἀλλ' οἱ φυσικοὶ λόγοι τοῦ εἴδους ἐξάπτονται, καὶ διὰ μέσων αὐτῶν καὶ τὸ μεριστόν. οἱ γὰρ λόγοι μετὰ τὰ εἴδη πανταχοῦ προσεχεῖς. λόγος δὲ καὶ ἡ ψυχικὴ οὐσία, καὶ κρείττων ἢ κατὰ τοὺς φυσικούς· διὸ καὶ τῷ οἰκείῳ εἴδει προσεχέστερον καὶ συμφυέστερον συνάπτεται. τῶν δὲ μεριστῶν ἴδιος ἡ κίνησις, ἐνέργεια οὖσα κατά γε Ἀριστοτέλην, ἐπὶ ταύτης τῷ τῆς κινήσεως χρώμενον ὀνόματι, καὶ οὐχ ὡς ὁ Πλάτων ἐνίοτε καὶ ἐπὶ τῆς τῶν ἀμερίστων ἐνεργείας ὡς ἐπὶ τῆς ἄκρας νοερᾶς. καὶ γὰρ τὸν νοῦν ἐκεῖνος περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινεῖσθαι λέγει καὶ αὐτὴν τὴν ἀρίστην ἐνέργειαν αὐτοῦ κίνησιν καλεῖ· οἶδε δὲ καὶ τὰς φυσικὰς πάσας, ὧν ἐξαίρει τὴν ψυχικήν. ὁ μέντοι Ἀριστοτέλης, κατὰ τὴν ἑαυτοῦ συνήθειαν ἀκίνητον καλῶν τὴν ψυχικὴν οὐσίαν τε καὶ ἐνέργειαν, διὰ τὸ μόνοις τοῖς μεριστοῖς ἀποδιδόναι τὴν κίνησιν, εἰκότως ἀκίνητον καὶ νῦν λέγει, καὶ οὐδὲ κινεῖν ἀξιοῖ, ἕως ἂν ἐν ἑαυτῇ καθαρῶς μένῃ· κινεῖν γάρ, ὅταν προΐῃ πως. μήποτε δὲ καὶ τὸ παρὰ τῷ Πλάτωνι αὐτοκίνητον τοιοῦτον, οὐχ ὡς τὸ κινούμενον ἁπλῶς, ἀλλ' ὡς τὸ μέσον διὰ τῆς τῶν ἄκρων συνθέσεως δηλούμενον, τοῦ τε 'αὐτό' φημι καὶ τοῦ 'κινητοῦ'. πῶς οὖν οὐσιοῖ τὴν ψυχὴν ὁ νοῦς; οὐ δι' ἀποστάσεως ἀλλὰ συμφύσεως ἀμέσου, διὸ διὰ μονιμότητος μᾶλλον καὶ οὐ τῷ κινεῖν, ἀλλὰ τῷ ἑδράζειν ἐν ἑαυτῷ καὶ τελειοῦν οὐ κεχωρισμένως, ἀλλὰ τῷ χωρίζειν μὲν ἀπὸ τῶν ἔξω, ἐπιστρέφειν δὲ καὶ συνάπτειν μάλιστα πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτόν. ταῦτα μὲν οὖν ἐζητήσθω τε καὶ λελύσθω [313] κατὰ τὴν πραγματειώδη ἀπορίαν τε καὶ θεωρίαν. ζητείσθω δὲ καὶ ὅπως τῷ θείῳ συμφωνήσωμεν Ἰαμβλίχῳ, καὶ τὸν δυνάμει νοῦν καὶ τὸν ἐνεργείᾳ ἐπὶ τοῦ κρείττονος τῆς ψυχῆς ἀκούοντι ἢ τοῦ ὁριστικοῦ τῆς ψυχῆς ἢ τοῦ ἀμεθέκτου, ἡμεῖς οἰόμενοι ἐπ' αὐτῆς τῆς ψυχικῆς οὐσίας ἀμφότερα παραδίδοσθαι, ὡς καὶ ἐξ αὐτῶν πολλαχοῦ τῶν Ἀριστοτέλους ῥημάτων ὑπεμνήσαμεν. ἀλλ' οὐ δήπου ἐναντία φθέγγεσθαι τῷ Ἰαμβλίχῳ τολμήσομεν, συμφωνήσομεν δὲ κατὰ δύναμιν, τοσοῦτο ἐλαττούμενοι ὅσον οἱ τέως προκόπτειν ἀξιούμενοι τῶν ἀκροτάτων ἐπιστημόνων, ὧν οἱ μὲν ἀπὸ τῆς τῶν αἰτιατῶν ἐπὶ τὴν τῶν αἰτίων ἀναβαίνουσι θεωρίαν, οἱ δὲ ἀνάπαλιν, ὥσπερ ἀπὸ σκοπιᾶς τὰ κοιλότερα, ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ κατασκοποῦσιν. ὁ γὰρ αὐτός πως γίνεται λόγος, ἐπειδὴ τρόπον τινὰ καὶ τὰ αὐτά ἐστι τά τε αἴτια καὶ τὰ αἰτιατά, διότι κατὰ τὴν τῶν αἰτίων ἰδιότητα καὶ ἐνέργειαν τὰ αἰτιατὰ τὸ εἶναι ἔχει, καὶ οἷον ἂν τὸ αἴτιον φανῇ κατ' εἶδος καὶ ἁπλότητα, τοιοῦτον καὶ τὸ αἰτιατὸν δευτέρως καὶ κατὰ μέθεξιν· καὶ ἀνάπαλιν τοῖς τὰ αἰτιατὰ πρότερον θεωροῦσιν οἷον ταῦτα δευτέρως καὶ ἐν μεθέξει, τοιοῦτον τὸ αἴτιον ἁπλοϊκῶς καὶ ἀμεθέκτως. ὅσα οὖν ἐπὶ τοῦ αἰτίου θεωρεῖται κατ' ἰδιότητα, τοσαῦτα καὶ ἐπὶ τῶν αἰτιατῶν. ὁ μὲν οὖν θεῖος ἀνὴρ ἐκεῖνος, κατὰ τὴν ἑαυτοῦ ἄκραν θεωρίαν ἐπὶ τοῦ αἰτίου πρώτως θεωρῶν ταύτην, δίδωσιν ἡμῖν καὶ ἐπὶ τῆς ψυχῆς ταύτην νοεῖν· ἡμῖν δὲ ἀγαπητὸν ἐπὶ τῆς ψυχῆς αὐτὴν πρῶτον ἐπισκεψαμένοις οὕτως εἰς τὸ αἴτιον ἀναδραμεῖν. οἷον τὸ ποτὲ μὲν καθαρῶς μένον, ποτὲ δὲ ἀφιστάμενον μὲν τῆς εἰλικρινοῦς μονῆς, ἐπὶ δὲ τὸ προβλητικὸν τῶν ῥεουσῶν ζωῶν προϊὸν καὶ ταύταις συμπλεκόμενον θεωρήσαντες ἐπ' αὐτῆς τῆς ἡμετέρας ψυχῆς ὡς κατὰ τοῦτο οὐσιωμένης, ἀξιοῦμεν καὶ τὸν ὁριστικὸν αὐτῆς νοῦν τοιοῦτον εἶναι, ὡς τοιούτου πράγματος ὁριστικόν, καὶ πάλιν τὸ ποτὲ εἰς ἐνέργειαν καθαρὰν αὐτῆς ἀποκαθιστάμενον, ἐκ τοῦ δυνάμει μέντοι, καὶ τὸν τῆς τοιαύτης οὐσίας ὁριστικὸν νοῦν τῆς ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ εἰλικρινεῖ γινομένης δυνάμει καὶ αὐτὸν ἀποτελεσθῆναι, οὐχ ὡς πάσχοντα τὸ δυνάμει ἀλλ' ὡς ὁριστικὸν καὶ ὑποστατικὸν τῆς οἷον πασχούσης οὐσίας καὶ τὸ δυνάμει ποτὲ καὶ τὸ εἰς ἐνέργειαν αὖθις ἀποκαθίστασθαι. ταῦτα ἡμῖν ἀπολελογήσθω καὶ πρὸς τὴν δευτέραν ζήτησιν. ἀλλὰ τῶν ἑξῆς τοῦ Ἀριστοτέλους ἐχώμεθα.
Τὰ περὶ τοῦ θεωρητικοῦ νοῦ τῆς ψυχῆς μέχρι τοῦδε κεφαλαιωδῶς συμπερανάμενος, ὡς ὁ ἀκρότατος μένει μόνον καὶ οὔτε κινεῖ οὔτε κινεῖται, διὰ τῶν ἑξῆς ἐνδείκνυται περὶ τοῦ προϊόντος νοῦ ὅπως κινεῖται, κἂν ἤδη [314] τέλειος ᾖ καὶ διὰ τοῦτο ἐπιστημονικός. ἐνδεικνύμενος δὲ καὶ ὅπως κινεῖται, τῷ καθόλου φάναι αὐτοῦ τὴν θεωρίαν, ἀλλ' οὐχὶ ἀμέριστον, ἵνα ἀίδιον μὲν καὶ ἀναγκαίαν αὐτοῦ τὴν θεωρίαν διασώζῃ, ἥτις ἐστὶν ἡ καθόλου παρ' αὐτῷ λεγομένη πρότασις, εἰδῶν δὲ ἀντιλαμβανομένη οὐ τῶν οὐσιωδῶν καὶ αἰτιωδῶν, ἀλλὰ τῶν ἤδη προϊόντων καὶ τοῖς αἰτιατοῖς καὶ μερικωτέροις ἐν τῇ ψυχῇ λόγοις συναρμοζομένων (τοιαῦτα γὰρ τὰ καθόλου λεγόμενα, κατὰ τῶν μερικωτέρων κατηγορούμενα καὶ σὺν αὐτοῖς ἀχωρίστως τὸ εἶναι ἔχοντα), ὅτι δὲ καὶ κινεῖ, σαφέστερον ἐπιδεικνὺς διὰ τοῦ τὴν καθόλου ταύτην πρότασιν παραδιδόναι τῷ πρακτικῷ, ἣν καὶ αὐτὴν σὺν τῇ μερικῇ κινεῖν τὸ ζῷον, καὶ ἐντεῦθεν ἐπ' αὐτὸν τὸν πρακτικὸν μεταβὰς νοῦν συμπεραίνεται καὶ τὰ περὶ αὐτοῦ παραδεδομένα, ὡς τῆς μὲν καθόλου θεωρητικῆς οὔσης καὶ ἠρεμαιότερον καὶ ἐξῃρημένως μᾶλλον κινούσης, τῆς δὲ μερικῆς τῇ βουλευτικῇ μᾶλλον γινωσκομένης φαντασίᾳ καὶ προσεχῶς καὶ μᾶλλον κινούσης τὸ ζῷον περὶ τὰ πρακτὰ καὶ ἐνδεχόμενα ἄλλοις ἄλλως ἔχειν, ἅτε μερικὰ ὄντα καὶ μερικῆς ἀεὶ δεόμενα πρὸς τὸ ἀποτελεσθῆναι κινήσεως, τοῦ πρακτικοῦ ἐν ἡμῖν νοῦ ἀμφοτέρας ὁμοῦ τὰς προτάσεις θεωροῦντός τε καὶ συμπλέκοντος, τὴν μὲν ἀπὸ τοῦ θεωρητικοῦ παραλαμβάνοντος, τὴν δὲ σὺν τῇ λογοειδεῖ ἐπισκοποῦντος φαντασίᾳ, καὶ κινοῦντος τὸ ζῷον πρὸς τὰ ποτὲ ὄντα ἢ δοκοῦντα αἱρετά, ἐξῃρημένως μέν, ὡς εἴρηται, καὶ κατ' ἠρεμίαν μᾶλλον τῆς μείζονος, προσεχέστερον δὲ καὶ κατὰ πολλὴν μεταβολὴν ἄλλοτε ἀλλοίαν τῆς ἐλάττονος. ποία δὲ ἡ καθόλου καὶ μείζων, καὶ ποία ἡ ἐλάττων καὶ μερικὴ ὑπέμνησεν, ἑκατέραν μὲν λογικὴν ἀποφηνάμενος τῷ ὑπόληψίν τε καὶ λόγον φάναι (καὶ γὰρ ἡ μερικὴ λογική, ὡς καὶ τῆς φαντασίας ἡμῶν οὔσης βουλευτικῆς καὶ ὡς τῷ νῷ νῦν γνωριζομένη) διακρίνων δὲ αὐτὰς ἀπ' ἀλλήλων τῷ τὴν μὲν τὸ τοιόνδε ἀξιοῦν πράττειν (τὸ τοιόνδε εἰωθὼς ὡς καὶ ἐν Κατηγορίαις τῷ καθόλου πεφυκότι γίνεσθαι ἀπονέμειν, οἷον ὅτι τὸ ἀγαθὸν τιμητέον, οὐ τοδὶ ἢ τοδὶ ἀλλὰ ἁπλῶς πᾶν ἀγαθόν) τὴν δὲ τὸ μερικὸν ὁρίζουσαν, ὅτι ἀγαθόν, τουτέστιν ὅτι φέρε Σωκράτης ἀγαθός· τὸ μὲν ὑποκείμενον ἐν ταύτῃ τόδε καλῶν ὡς μερικὸν τὸν Σωκράτη τυχόν, τὸ δὲ τοιόνδε τὸ κατηγορούμενον, ὡς ἄνευ προδιορισμοῦ ἀεὶ τὸ κατηγορούμενον ὑπάρχον καὶ διὰ τοῦτο οὐκ ὂν τόδε, ἀλλὰ μᾶλλον τοιόνδε. δύο δὲ μερικῶν παραδείγματα τέθεικε προτάσεων, τῆς μὲν ὡς περὶ τρίτου προσώπου ποιουμένης τὸν λόγον, ἔνθα τόδε τοίνυν τοιόνδε εἶναί φησιν, ὡς εἰ ἐπὶ Σωκράτους ποιοῖτο τὸν λόγον, τῆς δὲ ὡς περὶ πρώτου, ὅτε κἀγὼ τοιόσδε. ἤδη αὕτη κινεῖ ἡ δόξα, ταύτην λέγων τὴν μερικήν, καὶ ὡς ἐναργέστερον κινούσῃ τὴν ὅλην τέως ἀποδιδοὺς αἰτίαν τῆς κινήσεως τῆς κατὰ τόπον τοῦ ζῴου, καὶ οὐχὶ τῇ καθόλου, εἶτα οἷον ἐπὶ διορθώσεως τὸ ἀκριβὲς λέγων, ὡς ἄμφω μὲν κινοῦσιν, ἀλλ' ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ὅτι οὐ κινουμένη αὐτὴ κινεῖ. μένει γὰρ ἡ αὐτὴ ἀεὶ οὐδέποτε μεταβαλλομένη οὐδὲ ἄλλοτε ἄλλως ἔχουσα· [315] ἐπιστημονικὴ γὰρ ἦν. διὰ τί οὖν μᾶλλον ἀλλ' οὐχ ἁπλῶς ἠρεμοῦσα; διότι συμπλεκομένη τῇ μερικῇ καὶ μεταβαλλομένῃ κατ' αὐτὴν τὴν συμπλοκὴν συμμεταβάλλεται. ἀίδιος μὲν γάρ, ᾗ τὸ ἀγαθὸν τίμιον εἶναι ἀποφαίνεται· ᾗ δὲ τῇ ποτὲ μὲν Σωκράτην, ποτὲ δὲ Πυθαγόραν ἢ Πλάτωνα λεγούσῃ εἶναι ἀγαθὸν συμπλέκεται καὶ συμπεραίνεται ἄλλοτε ἄλλον εἶναι τὸν τίμιον (τὸ γὰρ συμπέρασμα οὐκ ἐκ μόνης τῆς μερικῆς, ἀλλὰ καὶ ἐκ τῆς καθόλου), ταύτῃ πως καὶ αὐτὴ κινεῖται, καὶ διὰ τοῦτο τὸ μᾶλλον ἐπὶ τῆς καθ' ἑαυτὴν ἠρεμούσης πρόσκειται δηλωτικὸν τοῦ καὶ αὐτήν πως κινεῖσθαι κατὰ τὴν συμπλοκήν. συνεπεράνατο οὖν καὶ τὰ περὶ τοῦ πρακτικοῦ νοῦ ὡς καὶ φαντασίᾳ χρωμένου τῇ ἐν τοῖς λογικοῖς καὶ ὡς συμπλέκοντος τὸ μερικὸν τῷ καθόλου καὶ ἄμφω θεωροῦντος καὶ ὡς κινητικοῦ κατὰ τόπον τῶν ζῴων κατ' ἀμφοτέρας μὲν τὰς προτάσεις, προσεχέστερον μέντοι καὶ ἐναργέστερον κατὰ τὴν ἐλάττονα, ἀκριβέστερον δὲ φάναι κατ' ἀμφοτέρας· καὶ ὅπως καθ' ἑκατέραν. ὅτι δὲ καὶ τὸ ἁπλῶς κινοῦν τὸ ὀρεκτικόν ἐστιν, ἀνωτέρω μὲν διὰ πλειόνων ἐπιδείξας, νῦν δὲ ἐν τῷ περὶ τοῦ πρακτικοῦ νοῦ λόγῳ ὑπομνήσας τῷ καὶ τὴν μερικὴν φαντασίαν μάλιστα κινητικὴν εἰπεῖν, οὐκέτι ἰδίως καὶ περὶ τούτου συμπεραίνεται, ἀλλ' ὡς περὶ πάσης εἰπὼν καὶ αἰσθήσεως καὶ θεωρίας καὶ ὀρέξεως (διὰ γὰρ τῆς φαντασίας καὶ τὰ περὶ τῆς αἰσθήσεως ἐνεδείξατο, ταύτην δ' αὖ εἴληφεν ἀντ' αὐτῆς, ὡς ἀπὸ τῶν αἰσθημάτων οἱ φανταστικοὶ γίνονται τύποι, καὶ ἐκ τῆς αἰσθήσεως ἡ φαντασία ἐγείρεται ὡς ἐκείνη ἐκ τῶν αἰσθητῶν) μέτεισι λοιπὸν ἐπί τε τοὺς περὶ ὀργάνου λόγους (καὶ γὰρ ἐξ ἀρχῆς ἐμέμψατο τοῖς μὴ καὶ τὸ ὄργανον ὁποῖον εἶναι δεῖ τὸ ζωτικὸν ὀρίζουσιν, ἀλλὰ μόνον τὸ τῆς ζωῆς εἶδος θεωροῦσιν, οὐ μέντοι γε καὶ τὸ δεκτικόν, ὁποῖον εἶναί τι χρή, διορίζουσι) καὶ ἐπὶ τὸ διακρῖναι, τίνες μέν εἰσιν ἐν τοῖς ὁπωσοῦν ζῶσιν ἔσχαται ζωαί, τίνες δὲ αἱ ἀεὶ προσεχῶς ἐπαναβαίνουσαι, ὅσαι ὅλως ὡς ὀργάνων πρὸς τὸ ἐνεργεῖν δέονται τῶν σωμάτων (τὰς γὰρ μηδέποτε χρῃζούσας ὡς ἐναργῶς ἐξῃρημένας ἀφίησι) καὶ ἐπὶ τὸ συμπεράνασθαι, ὡς τὰ μὲν τελειότερα τῶν θνητῶν ζῴων πάσας ἔχει καὶ τὰς ὑφειμένας, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ τίνα τὰ ἀτελέστερα τῶν ζώντων, τίνα δέ, ὡς εἴρηται, τὰ προσεχῶς ἀεὶ ἐπαναβαίνοντα. ἔστιν οὖν περὶ τοῦ ὀργάνου αὐτῷ ὁ σκοπὸς εἰπεῖν, μᾶλλον δὲ συμπερασματικῶς συγκεφαλαιώσασθαι τὰ πλατύτερον αὐτῷ εἰρημένα, ὡς τὸ μὲν τῶν φυτικῶς καὶ ἀναισθήτως ζώντων ὄργανον ἁπλούστερον τυγχάνει ὂν πολλῆς ἐπικρατούσης τῆς γῆς, δι' αὐτὸ τὸ δυσπαθὲς εἶναι, καὶ αὐτὸ τὸ δυσπαθὲς οὐκ ἐν μεσότητι τῶν στοιχείων, ἀλλ' ἐν ἐπικρατείᾳ τῆς γῆς οὐσιωμένον τε καὶ ὑπὸ τῶν προσπιπτόντων αἰσθητῶν δυσπαθέστερόν τε γινόμενον καὶ αἰσθήσεως ἐντεῦθεν ἀπολειπόμενον· τὸ γὰρ αἰσθητικὸν ὁπωσοῦν ἐν μεσότητι μᾶλλον τῶν στοιχείων καὶ οὐκ ἐν ἐπικρατείᾳ τῆς γῆς, ὡς δηλοῖ τὸ ἁπτικόν, ἔσχατον ὂν αἰσθητήριον, ἵνα καὶ τῶν διαφόρων ἐν αὐτοῖς ποιοτήτων ᾖ γνωριστικόν, θερμότητος φέρε τῆς ἐν πυρί, ψυχρότητος δὲ τῆς ἐν ὕδατι, ὑγρότητος δὲ τῆς ἐν ἀέρι καὶ ξηρότητος τῆς ἐν γῇ· ὡς τό γε καθ' [316] ἓν ἐπικρατοῦν οὐσιωμένον οὐχ ἕξει τὴν μεσότητα ὁμοίαν πρὸς τὸ ἐναντίον. ὁρίζει οὖν πρῶτον μὲν τὸ φυτικὸν ὄργανον ὁποῖον, δεύτερον δὲ ὁποῖον τὸ μόνως ἁπτικὸν καὶ γευστικόν, οἷον τὸ τῶν καθ' ὅλα ἀκινήτων κατὰ τόπον ζῴων, καὶ τρίτον ὁποῖον τὸ τῶν πορευτικῶν καὶ τελειοτέρων, κατὰ μὲν τὸ ἁπτικὸν οὐδὲν τῶν ἀκινήτων καθ' ὅλα ἑαυτὰ διαφέρον, ὡς δὲ πορευτικῶν καὶ πόρρωθεν αἰσθάνεσθαι δεομένων καὶ οὐκέτι ἀμέσως τῶν προσπιπτόντων ἐφαπτομένων, ἀλλὰ διὰ τῶν μεταξύ, κατὰ τὰ κρείττω στοιχεῖα τῶν τοιούτων αἰσθητηρίων οὐσιωμένων. ἔδει δὲ αὐτῷ πρὸς τὴν τούτων συγκεφαλαίωσιν ὑπομνῆσαι, ὡς ἅπαν τὸ ὁπωσοῦν ζῶν τὴν γενητὴν ζωὴν τῆς φυτικῆς δεῖται ψυχῆς, τὸ δὲ αἰσθητικὸν ὁπωσοῦν τῆς ἁπτικῆς τε καὶ γευστικῆς αἰσθήσεως, τὸ δέ γε πορευτικὸν καὶ τῶν τελειοτέρων αἰσθήσεων. ὅθεν ἀρξάμενος προσθήσει καὶ τὰ περὶ τοῦ οἰκείου ἑκάστῃ ὀργάνου.
Τοῖς ὁπωσοῦν ζῶσι θνητοῖς δὲ τροφῆς δεῖ. οὐ γὰρ οἷά τε μὴ κατὰ σμικρὸν τρεφόμενα φυλάττειν τὸ τῆς ζωῆς εἶδος, διότι οὐκ ἄνευ ὕλης αὐτοῖς ἡ τῆς ζωῆς ὑποδοχή, ὡς δηλοῖ τὸ ποτὲ ζῆν καὶ ποτὲ μή, καὶ τὸ εἶναί τι ἐν αὐτοῖς οὐ συμφυῶς, ἀλλ' ἐπικτήτως δεχόμενον τὴν ζωήν, ὃ καὶ πρὶν δέξασθαι καὶ μετὰ τὴν ἀποβολὴν στερίσκεται αὐτῆς. τὸ δὲ ἐπικτήτως δεχόμενον ἡ ὕλη, ὥσπερ τὸ συμφυῶς δεχόμενον αὐτὸ τὸ ζῷόν ἐστιν, οὗ μηδὲν ὑπομένει μετὰ τὴν ἀποβολὴν τῆς ζωῆς ὡς ζῶντος, μηδὲ πρὸ τῆς ὑποδοχῆς ἦν τι ὡς ζῶν προϋπάρχον. καὶ ταῦτα ἡμῖν ἤδη πλεοναχοῦ ὑπέμνησται καὶ ἐν τοῖς εἰς τήνδε γεγραμμένοις τὴν πραγματείαν. διὰ δὲ τὴν ὕλην τὴν ἐπικτήτως δεκτικὴν τῆς ζωῆς καὶ διὰ τοῦτο καὶ πρὸς στέρησιν αὐτῆς ἐπειγομένην καὶ ἀπορρέουσαν καὶ ὅσον ἐπὶ τῇ ἀπορροῇ ὡς τάχιστα αὐτὴν ἀποβάλλουσαν ἀντανισοῦσα ἡ φύσις τῇ θρεπτικῇ δυνάμει, ἅτε δὴ τῆς τροφῆς ἐπιρροίας οὔσης τὴν ἀπορροὴν ποτὲ μὲν μᾶλλον ἐπικρατούσης ὡς ἐν τῇ αὐξήσει, ποτὲ δὲ ἐξισουμένης ὡς ἐν τῇ ἀκμῇ, ποτὲ δὲ ἐπικρατουμένης ὡς ἐν τῇ φθίσει. καὶ ἐν ταύτῃ οὖν τῆς τροφῆς δεῖ, ὅτε καὶ πολλὴ γίνεται ἡ ἀπορροή, ἵνα τῇ γοῦν ὁποσῃοῦν ἐπιρροῇ χρόνον τινὰ ἀντέχῃ πρὸς τὴν πλείονα ἀπορροήν. εἰκότως οὖν ἀπὸ γενέσεως ἕως φθορᾶς τὰ οὕτως ζῶντα τροφῆς δεῖται. ἀνάγκη γὰρ αὐτὰ ἢ αὔξεσθαι ἢ ἀκμάζειν ἢ φθίνειν· ἐν ἑκάστῳ δὲ τούτων τροφῆς δεῖται τὰ οὕτω ζῶντα. οὔτε γὰρ ἐν τοῖς ἀψύχοις πάντῃ ἡ θρεπτικὴ ἔνεστι δύναμις (φέρε γὰρ ἐὰν δῷ τις καὶ τὰ μέταλλα αὔξεσθαι, καὶ ἐν ἐκείνοις ἀμυδρουμένην ἔτι μᾶλλον ἢ ἐν τοῖς φυτοῖς συγχωρήσει τὴν φυτικὴν ἐνυπάρχειν ζωήν), οὔτε ἐν τοῖς ἀιδίως ζῶσιν, ἅτε οὐκ ἐνύλοις οὐδὲ ἐπικτήτως δεχομένοις τὴν ζωήν, ἀλλὰ κατὰ τὸ συμφυῶς μόνον ἐρριζωμένον αὐτὴν ζῶσι, καὶ διὰ τοῦτο οὐδεμιᾶς ἐπεισάκτου βοηθείας δεομένοις πρὸς τὸ ζῆν.
[317]
Δόξειεν ἂν προσλαμβάνειν τὸ ζητούμενον. διὰ τί γὰρ οὐχὶ καὶ πάντα τὰ ζῶντα πρὸς διάκρισιν τοῦ οἰκείου τε καὶ τοῦ ἀλλοτρίου τὴν γοῦν ἁπτικήν τε καὶ γευστικὴν ἔχειν αἴσθησιν, ὡς καὶ πάντα τὰ ζῶντα αἰσθάνεσθαι; ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν αἰσθητικῶς ζώντων τὸ σῶμα τόδε τοιοῦτον ὄν, ὡς ἐν μεσότητι εἶναί τε καὶ ἁφὴν ἔχειν, ἁπλοῦν καλοῦμεν διὰ τὸ ὡς ἤδη εἴρηται κατ' ἐπικράτειαν ἑνὸς στοιχείου τῆς γῆς τὴν ἁπτικὴν ἔχειν σύστασιν, οὐ πάντῃ ὂν δηλονότι ἁπλοῦν, εἴ γε ὅλως κατὰ τὴν ἑνὸς ἐπικράτειαν, συγκείμενον δὲ καὶ ἐκ τῶν λοιπῶν, ὡς καὶ αὐτὸς πανταχοῦ βούλεται καὶ ἡ ἐνάργεια δηλοῖ. τί οὖν ἐκώλυεν ἐν μεσότητί πως καὶ ταῦτα ὄντα διὰ τὸ ὅλως εἶναι τῶν ἐναντίων, εἰ καὶ μὴ ἐξισαζούσῃ, ἔχειν μέν τινα αἴσθησιν, ἀμυδροτέραν δὲ ἢ κατὰ τὰ ἄλλως ζῶντα, καὶ ὡς ἔφη Πλάτων οἷον καθεύδουσαν αἴσθησιν. ἀλλ' ἴσως ὁ Ἀριστοτέλης οὐκ ἀξιοῖ αὐτοῖς ἀποδιδόναι αἴσθησιν, τοῦτο μέν, ὡς μὴ οἷον ἐγρηγορυῖαν ἔχουσιν, ἀλλ', ὡς ἐκεῖνος ἔφη, καθεύδουσαν, τοῦτο δὲ διὰ τὸ δυσπαθὲς καὶ χθόνιον τῶν φυτῶν, ὡς αὐτὸς λέγει· εὐπαθὲς γὰρ εἶναι δεῖ τὸ αἰσθητικόν. καὶ γὰρ ἐφ' ὅσων μὲν ἡ φύσις πρὸς τὸ εἶναι μόνον ἀποβλέπει, τὸ δυσπαθὲς τούτοις ἀφώρισεν οὐ δεηθεῖσα αἰσθήσεως, ὡς ἔχουσιν ἀφ' ἑαυτῶν τὸ μὴ ῥᾳδίως πάσχειν· ἐφ' ὅσων δὲ οὐ τοῦ εἶναι ἀλλὰ τοῦ εὖ εἶναι μᾶλλον ἀντέχεται, τούτοις τὸ εὐπαθέστατον ἀπονέμει κατὰ τὴν ὅλην τοῦ σώματος σύστασιν, ἵνα καὶ αἰσθητικώτατον ᾖ. διὸ μάλιστα τὸ ἀνθρώπειον σῶμα, ὡς τὸ ὅλον φάναι, εὐπαθές, εὐκρασίᾳ τε τῶν ἄλλων ζῴων προέχον καὶ λεπτότητι δέρματος κατὰ ἀναλογίαν τοῦ μεγέθους, ἵνα τὴν καθ' ὅλον τὸ σῶμα αἴσθησιν ἀκριβεστέραν ἔχῃ, ἐν ταῖς κατὰ μέρος αἰσθήσεσι πολλῶν ἀπολειπόμενον ζῴων. καλῶς οὖν οὐκ ἀναγκαῖον εἴρηται πᾶσι τοῖς ζῶσιν αἴσθησιν ὑπάρχειν, ἐπειδὴ μήτε ἁφὴν ἔχει μήτε ταύτης ἄλλην προηγεῖσθαι δεῖ. οὐκ ἀνάγκη δὲ αἴσθησιν πᾶσιν ὑπάρχειν, διότι τὰ ἔσχατα ἔσχατον ἔχει καὶ τὸ τέλος, ὅπερ πάντως μὲν ἀγαθόν, ὁποῖον ἂν ᾖ τέλος, ἀλλὰ τὸ μὲν κρεῖττον, τὸ δὲ ὑφειμένον, καὶ οἰκεῖον ἑκάστοις τοῖς τελειουμένοις· ὡς καὶ τοῖς ἐσχάτοις τὸ ἔσχατον. τὸ δὲ αἰσθητικὸν ἀγαθὸν οὐκ ἔσχατον, ἀλλὰ διεγηγερμένον καὶ κατ' ἐνέργειαν κριτικὴν ἑστὼς φαίνεται. διὸ ἀπαιτεῖ τὸ ἔτι ὑφειμένον, ἵνα καὶ τὰ ἔσχατα ᾖ ἀγαθά. τοιοῦτον δὲ μᾶλλον τὸ τῷ εἶναι κατ' αὐτὸ μόνον τὸ εἶναι σύνδρομον ἀγαθόν. ἔνια δὲ ἴσως καὶ τούτων ὑφειμένα ὄντα γέ πώς ἐστιν ἀγαθά, ὡς τὸ ἄψυχον, ὡς τὸ δυνάμει, ὡς τὸ ὑλικόν, ὡς τὸ στερητικόν· ἀλλ' οὐ περὶ τούτων νῦν ὁ λόγος. ἄνευ δὲ ἁφῆς, ᾗ πάντως καὶ ἡ γεῦσις συμπέπλεκται, ἀδύνατον εἶναι ζῷον, διότι εὐπαθὲς ὂν τὸ ζῷον, ὡς εἴρηται, ἵνα καὶ αἰσθάνηται, καθ' ὅλον τε ἑαυτὸ αἰσθητικὸν εἶναι χρή, ἐπεὶ λήσεται φθειρόμενον καθ' ὃ ἀναίσθητον, καὶ κατά τι, καθ' ὃ τοῦ ἐν τῇ τροφῇ οἰκείου τε καὶ ἀλλοτρίου ἕξει τὴν διάκρισιν, ταύτῃ μὲν γευστικὸν [318] ὄν, κατὰ δὲ τὴν καθ' ὅλον ἁπτικόν· ἡ γὰρ ἁφὴ δι' ὅλου. τούτων οὖν πάντως δεῖ τῷ ὁπωσοῦν αἰσθητικῷ. ἀλλὰ τί τὸ ἐπαγόμενον τὸ
Τίνα γὰρ βούλεται σημαίνειν τὰ ἄνευ τῆς ὕλης τῶν εἰδῶν δεκτικά; ἵνα ἀπὸ τῆς καταφάσεως καὶ τὰ μὴ δεκτικὰ ἄνευ τῆς ὕλης γνωρίσωμεν. καὶ πρὸς τί εἴρηται ἡ ἐν ἀρχῇ προκειμένη ἄρνησις τὸ οὔτε; οὐ γὰρ ἁπλῶς πρόσκειται, ἀλλ' ἔννοιάν τινα δοκεῖ ἔχειν. μᾶλλον δὲ ὧδε τὸ ὅλον ῥητὸν σαφηνιστέον. †εἰ δὴ ἔοικε λέγειν νῦν καὶ εἴδη ἄψυχα, εἴ γέ τι εἴη ἐν τῷ παντὶ εἶδος ἄψυχον, ἀλλὰ μὴ μόνον ἄτομα ὅσα νεκρώματα, καὶ ἔστι περὶ τῶν αἰσθητικῶν αὐτῷ ὁ λόγος, ἔοικε μηδὲ ἁπλῶς τὰ ἔμψυχα νῦν παραλαμβάνειν, ἀλλὰ τὰ καὶ αἰσθητικὰ ἢ κρειττόνως ἔτι γνωστικά. τὰ δὴ τῶν τοιούτων εἰδῶν δεκτικὰ ἄνευ τῆς ὕλης τὰ ἀίδιά ἐστι ζῷα, τὸ ἐπικτήτως δεχόμενον οὐδαμῶς ἔχοντα, οἷς οὔτε Πλάτων οὔτε Ἀριστοτέλης αἴσθησιν ὁποιανοῦν ἀποδιδόασιν, ἐπειδή, ὡς εἴρηται, τὴν παθητικὴν καλοῦσιν αἴσθησιν, οὐ τὴν ὅλην ἔνδοθεν κατ' ἐνέργειαν οἰκείαν καὶ ὑποστατικὴν καὶ κριτικὴν τῶν αἰσθητῶν. ταῦτα μὲν οὖν τὰ ἄνευ ὕλης τῶν εἰδῶν δεκτικά. καὶ εἴρηται ὁποίων εἰδῶν, ὅτι τῶν γνωστικῶν μέν, κρειττόνως δὲ καὶ οὐχὶ αἰσθητικῶς κατὰ τοὺς παλαιοὺς τούτους φιλοσόφους. φανερὰ οὖν καὶ τὰ μὴ ἄνευ ὕλης τῶν γνωστικῶν εἰδῶν δεκτικά· τὰ γὰρ μὴ ἀίδια τῶν ζῴων. τὰ δὴ τοιαῦτα πάντως καὶ αἰσθήσεως διὰ τὰ προειρημένα ὡς εὐπαθῆ δεῖται, καὶ πρώτης γε τῆς ἁπτικῆς. τὸ οὖν οὔτε συντακτέον πάλιν λαβόντας τὸ προειρημένον τὸ "ἄνευ ταύτης (τουτέστι τῆς ἁφῆς) οἷόν τε οὐθὲν εἶναι ζῷον", καὶ τῷ ῥητῷ τούτῳ συντάξαντες καὶ τὸ ὕστατον ἐπενεχθὲν οὔτε, οὕτω τὸ λοιπὸν τῆς λέξεως ἐποίσομεν ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης, ἵνα διττὴ ἀποδοθῇ ἡ αἰτία τοῦ πάντως τὰ θνητὰ ζῷα τὴν ἁπτικὴν ἔχειν αἴσθησιν, μίαν μὲν τὴν ὅτι οὐκ ἄνευ ταύτης αἱ λοιπαί, ἑτέραν δὲ τὴν ἐπειδὴ ὅλως ζῷα ὄντα καὶ ἐπικτήτως τῶν γνωστικῶν εἰδῶν ὄντα δεκτικά (τοῦτο γὰρ τὸ μὴ ἄνευ ὕλης αἰσθητικὰ εἶναι), ἀνάγκη καὶ αἰσθητικὰ παθητικῶς, εἰ μηδὲν μάτην ποιεῖ ἡ φύσις, τουτέστιν εἰ [μὴ] οἰκεῖον ἀγαθὸν τοῖς ζῴοις ὡς ζῴοις ἀποδώσει. τὸ γὰρ ἀγαθὸν σωστικὸν ἑκάστου, ὡς καὶ ἐν Πολιτείᾳ τῷ Πλάτωνι δοκεῖ. τὸ οὖν μὴ ἀπειληφὸς τὸ τῆς σωτηρίας αἴτιον αὐτῷ κατὰ φύσιν μάτην ἔσται. ἀλλ' οὐδὲν μάτην ἡ φύσις ποιεῖ, ὥστε καὶ τοῖς ζῴοις πᾶσι τὸ κατὰ τὰ προσήκοντα ἑκάστοις μέτρα ἀπονέμει σωστικόν. σωστικὸν δὲ τῶν θνητῶν ζῴων τὸ αἰσθητικόν, τῆς ἐκκλίσεως γινόμενον τῶν ἀλλοτρίων αἴτιον, καὶ τῆς τῶν οἰκείων παραδοχῆς.
[319]
Ταῦτα καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει σαφέστερον διώρισται, ὡς τὰ κατὰ φύσιν γινόμενα τὰ μὲν ὡς αὐτὰ τέλη ἐστί, καθάπερ τὰ εἴδη, ἥ τε ἀρετὴ καὶ ὑγεία καὶ πᾶν ὅ τι τοιοῦτον, καὶ ταῦτα μὲν ὡς τὸ οὗ ἕνεκα, τὰ δὲ οὐχ ὡς τέλη μέν, ὡς δὲ πρὸς ταῦτα φέροντα, ὡς τὰ γυμνάσια καὶ ἡ οἰκεία ὕλη καὶ τὰ ὄργανα, τὰ δὲ ὡς ἑπόμενα συμπτώματα ἢ τοῖς ἤδη ἀπειληφόσι τὸ τέλος ἢ τοῖς ἔτι πρὸς τὸ τέλος φερομένοις, ὡς κόπος καὶ πτύελος καὶ αἱ ἐν μασχάλαις, φασί, τρίχες καὶ τοῖς ἤδη ὑγιαίνουσιν ἕπονται ζῴοις, καὶ ὡς πόνοι καὶ κάματοι τοῖς ἔτι φερομένοις πρὸς ὑγείαν διὰ γυμνασίων. ὁ δὲ Ἀριστοτέλης εἰς δύο δοκεῖ διαιρεῖν πάντα τὰ φύσει γινόμενα, εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ συμπτώματα, τοῖς ἕνεκά του συνεισφέρων πάντως καὶ τὸ οὗ ἕνεκα· οὐ γὰρ οἷόν τε ἕνεκά του ἢ εἶναι ἢ γίνεσθαι, μὴ ὄντος καὶ τοῦ οὗ ἕνεκα. οἷς καλῶς πᾶσιν ἐπισυνάπτει ὁ φιλόσοφος ὡς συμπέρασμα τῶν προειρημένων προτάσεων τὸ τὰ πορευτικὰ ζῷα καὶ μειζόνως ἀπαιτεῖν τὴν αἴσθησιν τῶν μονίμων καὶ ἀτελῶν, διὰ τὸ καὶ κατὰ πολλὰ καὶ ἄλλοτε ἄλλους τόπους προσβάλλειν τοῖς σωστικοῖς τε αὐτῶν καὶ φθαρτικοῖς σώμασι, καὶ διὰ τὸ ὡς τελειότερα τελειοτέρας μετέχειν καὶ αὐτῆς τῆς ἁπτικῆς αἰσθήσεως καὶ διὰ τοῦτο ἐνεργητικωτέρας, καὶ πρός γε διὰ τὸ καὶ ἄλλων ἐξ ἀνάγκης τῶν πορρωτέρω τοῦ αἰσθητοῦ ἀντιληπτικῶν μετέχειν αἰσθήσεων, ἵνα καὶ πρὶν ἐφάψασθαι τῶν φθαρτικῶν τε καὶ σωστικῶν αἰσθανόμενα τὰ μὲν φεύγῃ, τὰ δὲ διώκῃ. ἄνευ δὲ αἰσθήσεως οὐκ ἂν σωθείη μάλιστα τὰ πορευτικά· ὅπερ ἦν αὐτοῖς τὸ τέλος καὶ τὸ ἀγαθὸν τὸ τῆς σωτηρίας, ὡς εἴρηται, αἴτιον, ὅπερ μάλιστα κατὰ φύσιν ἐστίν, ἐπειδὴ καὶ τὸ κράτιστον αἴτιον τὸ τελικόν, οὗ ἕνεκα καὶ τὸ ποιητικὸν ποιεῖ καὶ τὸ εἰδικὸν ὁρίζει καὶ τὸ ὑλικὸν αἴτιον ὑπέστρωται οἰκείως τοῖς πράγμασι. καὶ ἐπεξεργαζόμενος καλῶς τὰ εἰρημένα ἐπάγει, ὡς τοῖς μὲν μονίμοις τῶν ζώντων καὶ αὐτοῖς δὲ τοῖς ζῴοις, ὅσα μόνιμα, τὸ τρέφεσθαι ἡ φύσις δέδωκεν καὶ ἐν τῷ αὐτῷ μένουσιν, ἐναργῶς μὲν τοῖς φυτοῖς, ἤδη δὲ καὶ τοῖς μονίμοις ζῴοις, ἐκεῖ τὴν ἀρχὴν γινομένοις τε καὶ ὑφισταμένοις, ὅθεν καὶ τρέφεσθαι οἷά τε.
Τοῦτο δῆλον ὡς οὐ περὶ πάντων εἴρηται τῶν πορευτικῶν, ἀλλὰ περὶ τῶν τελειοτάτων ἐν αὐτοῖς ζῴων, ἐν οἷς καὶ ὁ κριτικὸς νοῦς. ηὐπόρηται δὲ ὅλως καὶ προσετέθη τοῖς εἰρημένοις πρὸς τοὺς ἀπορήσαντας ἄν, διὰ τί, ἂν κρείττονα ἔχῃ γνῶσιν τὴν κατὰ τὸν νοῦν, μὴ ἀρκεῖται ταύτῃ πρὸς τὴν [320] σωτηρίαν, κἂν πορευτικὰ ᾖ, ἀλλὰ καὶ αἰσθήσεως ἐδεήθη. καὶ μία μὲν ἡ ἤδη καὶ πολλάκις εἰρημένη ἀφεῖται νῦν αἰτία· διὰ γὰρ τὸ ἀναγκαῖον εἶναι τοῖς ζῴοις σύστοιχον τοῖς γινωσκομένοις ὑπάρχειν γνῶσιν. σύστοιχος δὲ οὕτως αὐτοῖς ἡ αἴσθησις, ὡς μηδὲ ἄλλως τῷ ἐν αὐτοῖς νῷ ἢ δι' αἰσθήσεως αὐτὰ γινώσκεσθαι. ἀλλὰ τοῦτο μέν, ὡς ἔφην, ὡς πολλάκις εἰρημένον ἀφῆκεν ὁ Ἀριστοτέλης· μᾶλλον δὲ οὐδὲ παντελῶς ἀφῆκεν, ἀλλὰ προσθεὶς καὶ ἄλλην αἰτίαν καὶ ταύτην ἐνεδείξατο, ἀδύνατον λέγων τὰ γενητὰ καὶ πορευτικὰ τῶν ζῴων νοῦν μὲν ἔχειν, ἀναίσθητα δὲ τυγχάνειν αὐτά, καὶ τούτου πάλιν τὴν αἰτίαν προσθείς. οὔτε γὰρ τῇ ψυχῇ τοῦτο εἶναι πρὸς τὸ νοεῖν βέλτιον, οὔτε τῷ σώματι ἐντεῦθεν ἔσται σωτηρία, ἂν μὴ καὶ αἴσθησιν προσλάβῃ. καὶ γὰρ ἡ λογικὴ ψυχὴ οὐκ ἄλλως πρὸς τὸ νοεῖν ἡ ὅλη πρὸς σῶμα ῥεύσασα ἐγείρεται, εἰ μὴ δι' αἰσθήσεως τὴν πρώτην, καὶ ἐν ταῖς πράξεσι συνεργῷ αὐτῇ καὶ τῇ ἀπ' αὐτῆς χρῆται φαντασίᾳ, καὶ τὸ σῶμα οὐ διὰ τοῦ νοῦ μόνου, ἀλλὰ καὶ δι' αἰσθήσεως σώζεται τῆς τοδὶ μὲν βλαβερὸν αὐτῷ δεικνυούσης, τοδὶ δὲ σωτήριον, ἢ τὸ μὲν λυπηρὸν, τὸ δὲ ἡδὺ καὶ προσηνές. ὅθεν καὶ ἡ προειρημένη ἀποδέδοται αἰτία, ἡ αἴσθησιν ἀπονέμουσα τοῖς αἰσθητικοῖς ζῴοις ὡς σύστοιχον γνῶσιν τοῖς αἰσθητοῖς. διὸ καθόλου λοιπὸν συμπεραίνεται, ὡς οὐδὲν ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως, ἔνθα τὸ μὴ μόνιμον πρόσκειται διὰ τὰ φυτά, ἃ ἔχει μὲν ψυχὴν ἄνευ δὲ αἰσθήσεως, ἢ καὶ διὰ τὰ ἄστρα, ὡς ὁ Ἀλέξανδρος βούλεται, ἔμψυχα μὲν ὄντα, μόνιμα δὲ διὰ τὸ ἐρριζωμένα ταῖς οἰκείαις σφαίραις μὴ καθ' αὑτὰ κινεῖσθαι, ὡς ὁ ἐκείνου λόγος. καὶ ἔοικεν ὁ Ἀλέξανδρος οὕτως ἐξηγήσασθαι διὰ τὸ προσεχῶς προειρημένον, τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γενητὸν δέ. τὸ γὰρ μὴ μόνιμον καὶ νοῦν ἔχον κριτικόν, γενητὸν δέ, πρὸς ἀντιδιαστολὴν εἴληπται τοῦ ἔχοντος καὶ ψυχὴν καὶ νοῦν κριτικόν, μονίμου δὲ τοῦ ἀγενήτου τούτου· ἐν γὰρ τοῖς γενητοῖς οὐδέν ἐστι μόνιμον τοιοῦτον. ἔν τισι δὲ ἀντιγράφοις πρόσκειται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ὅπερ ὁ μὲν Πλούταρχος ἐξηγεῖται, ὡς νῦν τοῦ Ἀριστοτέλους καὶ τοῖς οὐρανίοις ἀποδιδόντος αἴσθησιν· οὐδὲ γὰρ τὰ ἀγένητα, διότι μὴ καθ' ἑαυτὰ τόπον ἐκ τόπου ἀμείβοντα καὶ διὰ τοῦτο μόνιμα ὄντα, ἀμοιρεῖν αἰσθήσεως. φαίνεται δὲ ὁ Ἀριστοτέλης μηδαμοῦ τὴν αἴσθησιν ἐπὶ τῶν οὐρανίων προσιέμενος, ἀλλὰ καὶ ἐφεξῆς αὐτὸ τοῦτο ἀναινόμενος. διὸ κάλλιον, οἶμαι, ὁ Ἀλέξανδρος ἐξηγεῖται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ἀξιῶν ἀκούειν πρὸς τὸ αἴσθησιν ἔχειν, ἵνα μὴ πρὸς τὸ προσεχῶς εἰρημένον ᾖ ἐπαγόμενον, πρὸς τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχήν, αἴσθησιν δὲ μὴ ἔχειν, ἀλλὰ πρὸς τὸ ἐξ ἀρχῆς τὸ "αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. οὔτε γὰρ ὅσων τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν" ἀλλὰ μὴν οὐδὲ ἀγένητον ἀναγκαῖον αἴσθησιν ἔχειν. τὸ δὲ κριτικὸν τῷ νῷ πρόσκειται ὡς τὸ θεωρητικὸν δηλοῦν πρὸς ἀντιδιαίρεσιν τοῦ πρακτικοῦ, ἐναργέστερον ποιοῦν τὸν λόγον, διότι τὸ μὲν πρακτικὸν πάντως αἰσθήσεως δεῖται, [321] τὸ δὲ θεωρητικὸν οὐ δοκοῦν πάντως ὅμως τὴν πρώτην καὶ αὐτὸ χρῄζει, καὶ ἐφεξῆς δὲ πάντως ἐν τῇ περὶ τῶν αἰσθητῶν θεωρίᾳ.
Ὅτι μὲν πλείους αἱ ζωαὶ τῶν γενητῶν, καὶ αἱ μὲν ὑφειμέναι καὶ ἔσχαται, αἱ δὲ κατὰ σμικρὸν ἐπαναβαίνουσαι εἰς τὸν κριτικὸν ἀποτελευτῶσι νοῦν, καὶ ὅτι ταῖς κρείττοσι πάντως καὶ αἱ ὑφειμέναι καὶ ἔσχαται συνυπάρχουσιν, οὐκ ἀνάπαλιν δὲ ταῖς χείροσιν αἱ κρείττους πάντως, καὶ ἄρτι διὰ τῶν προειρημένων συνεπεράνατο. ὁποῖον δὲ τὸ ἑκάστῃ οἰκεῖον ὄργανον καὶ ὁποίῳ ὀργάνῳ οἰκείως ἑκάστη χρῆται ζωή, ἤδη μὲν φαίνεται καὶ τὸ αὐτὸ ἐνδειξάμενος, σαφέστερον δὲ νῦν ἐπέξεισι τῷ λόγῳ, διακρίνων τὸ φυτικὸν σῶμα ἀπὸ τοῦ ἁπλῶς αἰσθητικοῦ, καὶ τοῦτο ἀπὸ τοῦ μὴ ἁπλῶς μὲν τὸ δὲ ὅλον τοῦτο πορευτικοῦ αἰσθητικοῦ, καὶ ἀποδοὺς μέχρι τοῦδε τὴν τοῦ ὀργάνου διάφορον οὐσίαν οὐκέτι ἢ ὡς φανταστικοῦ ὀργάνου ἢ ὡς λογικοῦ ἐπιφέρει, διάφορόν τινα φύσιν εἰδώς, ὡς τὸ σῶμα κυρίως, καθάπερ καὶ ἐν τοῖς πρώτοις εἶπε, κἂν λογικὸν ᾖ, τῆς αἰσθήσεως ὂν προσεχῶς ὄργανον καὶ κυρίως. καὶ γὰρ ἡ φαντασία αἴσθησίς τις καὶ ἡ ὄρεξις, ὅση γε καὶ ἐν τοῖς ἄλλοις ἐστὶ ζῴοις, ὁ δὲ λόγος καὶ ἡ τοῦ λόγου βούλησις κἄν ποτε χρῆται τῷ σώματι, διὰ τὸ καὶ αἴσθησιν καὶ φαντασίαν ὡς συνεργοὺς παραλαμβάνειν χρῆται καὶ τῷ σώματι ὡς ὀργάνῳ· ἐπεί, ὡς εἴρηκεν αὐτός, εἴ τι συνέχει σῶμα ὁ νοῦς, καὶ πλάσαι χαλεπόν. καὶ διὰ τοῦτο πάλιν ἀποδιδοὺς τὴν αἰτίαν, δι' ἣν τῶν ἀκριβεστέρων μὲν αἰσθητῶν ἀντιλαμβανόμενοι οὐ δυνάμεθα τῶν ἀμυδροτέρων παραχρῆμα τὴν κρίσιν κατωρθωμένην ποιεῖσθαι, τῶν δὲ νοητῶν ὅσῳ μάλιστα καθαρώτερον ἀντεχόμεθα, τοσούτῳ μειζόνως καὶ τὰ ἀμυδρότερα ἐπιγινώσκομεν αὐτίκα, διότι, φησίν, ἡ μὲν αἴσθησις ὀργάνου δεῖται τοῦ σώματος, ὃ διὰ τὴν σφοδροτέραν ὑπὸ τῶν μειζόνων αἰσθητῶν πάθην τὴν ἀμυδροτέραν οὐ πάσχει, ἕως ἂν τῇ σφοδροτέρᾳ κατέχηται· ὁ δὲ νοῦς ἵνα τὰ νοητὰ γνῷ, οὐ χρῆται ὀργάνῳ τῷ σώματι. εἰκότως οὖν καὶ νῦν οὐ περιεργάζεται, ὁποῖον τὸ ὡς νοῦ ἢ λόγου ὄργανον, ἀλλὰ ποῖον τὸ ὡς αἰσθητικοῦ, εἰ καὶ διττὸν τὸ αἰσθητικόν, τὸ μὲν καθ' αὑτὸ καὶ ἄλογον, τὸ δὲ λογοειδὲς ὡς λόγῳ συμφυόμενον· ὡς δὲ προειπὼν ἱκανῶς περὶ τοῦ φυτικοῦ σώματος, ὅτι ἁπλοῦν πως διὰ τὴν τῆς γῆς ἐπικράτειαν, ἀφορίζει ὁποῖον τὸ ὡς ἁπλῶς εἰπεῖν αἰσθητικόν, ἐκ διαιρέσεως τὸν λόγον λαμβάνων. ἢ γὰρ ἁπλοῦν ἔσται ἢ μικτόν φησι, διὰ τὸ τέλειον τῆς διαιρέσεως τὸ ἁπλοῦν παραλαβών, ἵνα ὥσπερ ἐξ ἀρχῆς ποιῆται τὸν λόγον, ἐπεὶ ἤδη ὑπέμνησται ὅτι ἁπλοῦν εἶναι ἀδύνατον. διὸ καὶ αὐτὸ τοῦτο εὐθὺς ἐπήγαγεν, οὐχ οἷόν τε λέγων εἶναι ἁπλοῦν· τὸ γὰρ ἁπλοῦν ἁφὴν μὴ ἔχειν, τὸ δὲ αἰσθητικὸν πᾶν ἐξ ἀνάγκης ἔχειν ἁφήν, ὡς ἐν δευτέρῳ πάλιν συμπεραίνεσθαι [322] σχήματι μηδὲν ἁπλοῦν εἶναι αἰσθητικόν, μέσου ὅρου ὄντος τοῦ ἁφὴν ἔχειν. ἑκατέραν δὲ τῶν προτάσεων ἐξ ἄλλων ὑπομιμνήσκων, καὶ πρότερον τὴν ἀξιοῦσαν πᾶν αἰσθητικὸν ἁφὴν ἔχειν διὰ πλειόνων πιστοῦται· τὴν γὰρ ὅτι οὐδὲν ἁπλοῦν ἁφὴν ἔχει ὕστερον πιστώσεται. τὴν δὲ καταφατικὴν τὴν πᾶν τὸ αἰσθητικὸν βουλομένην ἁφὴν ἔχειν ὑπομιμνήσκει ἐκ τῶνδε. τὸ ζῷόν φησι, τὸ θνητὸν λέγων, σῶμα ἔμψυχόν ἐστι· πᾶν δὲ σῶμα ἁπτὸν εἶναι, οὐ τὸ οὐράνιον λέγων νῦν· οὐ γὰρ βούλεται ἐκεῖνο εἶναι ἁπτόν, ὡς δοκεῖ τίθεσθαι ὁ Πλάτων, διότι ὁ φιλόσοφος οὗτος τὸ κατὰ τὰς παθητικὰς λεγομένας ποιότητας δραστικὸν ἀφορίζεται εἶναι τὸ ἁπτόν. πᾶν οὖν σῶμα τὸ γενητὸν λέγει, καὶ δέον ἐπαγαγεῖν προσεχὲς ταῖς εἰρημέναις δύο προτάσεσι τὸ 'πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν', ἵνα ᾖ ὁ λόγος 'πᾶν ζῷον σῶμα ἔμψυχόν ἐστι, πᾶν σῶμα ἁπτόν ἐστι, πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν', ὁ δὲ οὐ τοῦτο, ἀλλὰ 'πᾶν ἄρα ζῷον ἁπτικόν ἐστιν', ὅπερ πάντως ἕπεται τῷ εἶναι πᾶν σῶμα ἁπτόν· οὐ γὰρ μόνον ἁπτὸν εἶναι δεῖ ἀλλὰ καὶ †τὸ ἁπτὸν ὁπω αὐτῶν σῶμα. διότι γὰρ ἁπτὰ πάντα, δεῖ ἐξ ἀνάγκης εἶναι καὶ τὸ κριτικῶς ἐφαπτόμενον καὶ μὴ ἁπλῶς κατὰ παράθεσιν ἅπτεσθαι λεγόμενον, ἀλλ' ὡς καὶ γινῶσκον, ὁποῖον αὐτῶν ἕκαστον κατὰ τὰς παθητικὰς ποιότητας, ἁπτικὸν εἶναι, ἵνα πάλιν ἐξ ἀρχῆς ὁ λόγος τοιοῦτος ᾖ· τὸ ζῷον ἔμψυχόν ἐστι σῶμα· πᾶν σῶμα ἁπτόν ἐστι· πᾶν τὸ οὕτως ἁπτὸν ὡς ἁπτοῦ γνωριστικὸν τυγχάνει ὂν ἁπτικόν· πᾶν ἄρα ζῷον ἁπτικὸν ἔσται. ἀλλὰ τὴν τελευταίαν πρότασιν παραλιπὼν ὁ Ἀριστοτέλης ταῖς προτέραις δύο τὸ ἐπὶ ταῖς τρισὶν ἀποδέδωκε συμπέρασμα. μᾶλλον δὲ οὐδὲ τὴν τρίτην παρῆκεν, ἀλλὰ τέθεικεν, ἀξιῶν τὸ ἁπτὸν εἶναι τὸ τῇ ἁφῇ αἰσθητόν, ἵνα δηλώσῃ ἀντεστραμμένως τὸ αἰσθανόμενον τοῦ ἁπτοῦ ἁπτικὸν εἶναι, καὶ οὕτω συναγάγῃ· τὸ ζῷον ἄρα ἁπτικὸν πάντως. ἀλλ' ἐποίησε τὴν περισκέλειαν τῷ τὴν ἀντιστρέφουσαν ἀλλὰ μὴ αὐτὴν προηγουμένως θεῖναι τὴν πρότασιν τὴν ἀξιοῦσαν τὸ ἁπτικὸν τοῦ ἁπτοῦ εἶναι γνωριστικόν, ἀλλὰ τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν τὸ ἁπτὸν πᾶν τῇ ἀφῇ γνωρίζεσθαι. ἁπτικὸν δὲ δείξας διὰ τῶν προειρημένων τὸ τοῦ ζῴου σῶμα, καὶ καθ' ἕτερον τρόπον τὸ αὐτὸ ἐπιδείκνυσι διὰ τοῦ εἰ μέλλοι σώζεσθαι τὸ ζῷον ὡς ζῷον ἁπλῶς. οὐ γὰρ ὡς ὁρατικὸν ἁπλῶς ἢ ἀκουστικὸν ἢ γευστικόν· τὸ γὰρ τοιοῦτον καὶ τῶν διὰ μέσου γινομένων δεῖται αἰσθήσεων, ὡς δὲ ζῷον ἁπλῶς τῆς ἁφῆς, ἵνα τῶν παθητικῶν ἀντιλαμβάνηται ποιοτήτων, ὑφ' ὧν ἡ κατ' οὐσίαν ἀποτελεῖται πᾶσα γένεσίς τε καὶ φθορὰ καὶ σωτηρία. ὡς εἶναι καὶ τοῦτον τὸν λόγον· παθητὸν ὂν ὡς γενητόν, καὶ τῶν γενητῶν ἀεὶ κριτικῶς ἁπτόμενον σωμάτων, πάσχει ὑπ' αὐτῶν κατὰ τὰς παθητικὰς ποιότητας ἢ συμμέτρως ἢ ἀσυμμέτρως· τὸ δὲ οὕτω πάσχον ἢ σώζεται ἢ φθείρεται, μεταδιῶκον μὲν τὴν συμμετρίαν, φεῦγον δὲ τὸ ἀσύμμετρον διὰ τὴν κριτικὴν φύσιν· τὸ δὲ ἐν τῇ διώξει τοῦ συμμέτρου πάθους, φυγῇ δὲ τοῦ ἀσυμμέτρου σωζόμενον ἁπτικὸν εἶναι ἀνάγκη· τῶν γὰρ παθητικῶν, ὡς εἴρηται, ποιοτήτων ἁπτικὸν τὸ γνωστικόν· [323] τὸ ἄρα ζῷον ἁπτικὸν εἶναι ἀνάγκη. καὶ διαφέρει ὁ νῦν εἰρημένος συλλογισμὸς τοῦ προτέρου ἐκ τῆς σωτηρίας τῶν ζῴων ἐπιχειρῶν, ἐκείνου κατ' αὐτὴν τὴν τοῦ ἁπτοῦ ὡς ἁπτοῦ ἀντιληπτικὴν γνῶσιν τὸ αὐτὸ ἀποδεικνύντος. ἔτι καὶ τρίτον προστίθησι λόγον, ὡς δεῖ τὸ ζῷον πάντως εἶναι ἁπτικόν, τῶν διὰ τῆς ἀμέσου ἀντιλήψεως [τῶν] αἰσθητῶν κριτικόν, τοιόνδε ὄντα· τὸ ζῷον ἐξ ἀνάγκης τῶν ἀμέσως αὐτῷ προσπιπτόντων αἰσθητικὸν εἶναι δεῖ, δι' ὧν καὶ σώζεται ἢ ἀπόλλυται μάλιστα· τὸ δὲ τῶν ἀμέσως προσπιπτόντων γνωριστικὸν ἁπτικόν· τὸ ζῷον ἄρα ἁπτικόν. καὶ τοιοῦτος μὲν καὶ ὁ τρίτος λόγος. αἱ δὲ διὰ μέσων γνωρίζουσαι αἰσθήσεις πρόσκεινται πρὸς διάκρισιν σαφῆ τῶν ἀμέσως κριτικῶν, τουτέστιν ἁφῆς τε καὶ γεύσεως· ἐκ γὰρ τῆς τῶν διὰ μέσου παραθέσεως μᾶλλον γνωρίζομεν, τίνες αἱ ἄμεσοι. ἐφ' οἷς τῷ τρίτῳ συνάπτει τὸν δεύτερον, οὐ μόνῳ τῷ προσεχεῖ ἀποχρώμενος τῆς ἁφῆς, ἀλλὰ καὶ τῷ πρὸς τὸ ζῆν συνεργῷ. τὸ γὰρ ἁπτόμενον καὶ προσεχὲς καὶ παρακείμενον τῷ ἁπτῷ δεῖ αἴσθησιν ἔχειν. εἰ γὰρ μὴ ἕξει αἴσθησιν, οὐ δυνήσεται τὰ μὲν φυγεῖν τὰ δὲ λαβεῖν. τοῦ τρίτου δὴ τὸ συμπέρασμα ‹εἰ δὲ› τοῦτο, ἀδύνατον ἔσται σώζεσθαι παραπλησίως τῷ τοῦ δευτέρου εἴληπται.
Ἄλλος οὗτος τὸ αὐτὸ συμπεραινόμενος λόγος, ὅτι πάντως ἁπτικὸν εἶναι δεῖ τὸ ζῷον, οὐκ ἀπ' αὐτῆς ἔτι τῆς ἰδίως λεγομένης ἁφῆς ὡρμημένος, ἀλλ' ἀπὸ τῆς γεύσεως, καὶ οὐκέτι ἀπὸ τῶν παθητικῶν ποιοτήτων καλουμένων, ἀλλ' ἀπὸ τῆς ἐγχύμου συστάσεως. φθείρει γὰρ τὸ ζῷον καὶ σώζει προηγουμένως μὲν τὰ πάθη τῶν αἰσθητῶν κατ' αὐτὴν τὴν ἁφήν, θερμὸν φέρε καὶ ψυχρὸν καὶ τὰ τούτοις σύστοιχα, οὐχ ὡς ζῷον ἁπλῶς, ἀλλ' ὡς παθητόν. τὸ δὲ ἔγχυμον, οὗ ἡ γεῦσις ἀντιληπτική, ὡς ζῷον ἢ σώζει ἢ ἀπόλλυσι. τρέφεσθαι γὰρ ἀνάγκη τὸ ζῷον καὶ διὰ τὸ ζῷον εἶναι κριτικὸν εἶναι καὶ τοῦ ἐγχύμου πρὸς παραδοχὴν μὲν τοῦ οἰκείου, φυγὴν δὲ τοῦ ἀλλοτρίου. σωματοειδὲς δὲ καὶ ἁπτὸν πᾶν τὸ ἔγχυμον οὐχ ᾗ ἔγχυμον, ἀλλ' ᾗ μὴ ἄνευ ἁπτοῦ ‹οἷόν τε› εἶναι τὸ ἔγχυμον. τῷ οὖν ἐν ἁπτῷ εἶναι καὶ τὸ ἔγχυμον οὐ μόνον ὡς γευστὸν ἀλλὰ καὶ ὡς ἁπτὸν προσπίπτει, ὡς καὶ τὴν γεῦσιν εἶναι ταύτῃ ἁφήν. ἐπεὶ οὖν καὶ ἡ γεῦσις πρὸς τὸ εἶναι συντελεῖ τοῖς ζῴοις, οὐκ ἄνευ δὲ ἁφῆς ἡ γεῦσις, τὰ δεόμενα γεύσεως ἕξει οὐ ταύτην μόνον, ἀλλὰ καὶ τὴν ἁφὴν πάντως. καὶ συλλελόγισται τὸ αὐτὸ καὶ νῦν οὐκ ἀπὸ τῆς ἀφῆς προηγουμένης ἁπλῶς, ἀλλὰ καὶ ἀπὸ τῆς γεύσεως, ὡς καὶ ταύτης ἀναγκαίας πρὸς σωτηρίαν τοῖς ζῴοις ὑπαρχούσης. καὶ ἐπειδὴ οὐ καθ' αὑτὴν ἡ γεῦσις ἁφή ἐστιν, ἀλλὰ διὰ τὸ μὴ ἄνευ ἁφῆς εἶναι, τοῦτο δέ, ἐπειδὴ καὶ τὸ ἔγχυμον καὶ γευστὸν πάντως ἐν τῷ ἁπτῷ, τὴν γεῦσιν ὥσπερ ἁφὴν εἶναι ἀποφαίνεται, ἀλλ' οὐκ αὐτόθεν ἀφήν, ἀκριβολογούμενος νῦν καὶ τὴν αἰτίαν ἐπάγων, ὅτι καθ' αὑτὴν ἡ γεῦσις οὐ τοῦ ἁπτοῦ ἀλλὰ τροφῆς ἐστιν, ἡ δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν, ἀλλ' οὐχ ᾗ ἁπτόν, ᾗ δὲ ἔγχυμον. πάλιν [324] δὲ ἐκ παραθέσεως τοῦ ἀντικειμένου γνώριμον ποιεῖ ὅτι τὸ τρέφον πάντως ἐν ἁπτῷ. τὸ γὰρ μὴ ἁπτὸν ἀλλὰ διὰ μέσου ἑτέρου γνωριζόμενον, ὡς χρῶμα καὶ ψόφος καὶ τὸ ὀσφραντόν, οὐ τρέφειν φησὶν οὐδὲ αὔξησιν ποιεῖν οὐδὲ φθίσιν (καὶ γὰρ ἡ αὔξησις, ὡς ἤδη προείρηται, καὶ ἡ φθίσις τροφαί τινες, ἡ μὲν ἐπικρατουμένης τῆς ἀπορροῆς, ἡ δὲ ἐπικρατούσης)· ὥστε κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν, εἰ τὰ μὴ ἀμέσως γινωσκόμενα οὐ τρέφει, τὸ τρέφον ἐν τοῖς ἀμέσως γνωριζομένοις ἐξ ἀνάγκης ὑπάρχει. ταύτῃ οὖν πάλιν συμπεραίνεται τὸ καὶ τὴν γεῦσιν ἁφήν τινα εἶναι, διὰ τοῦ τινὰ ἐνδειξάμενος τὸ αὐτό, ὅπερ καὶ διὰ τοῦ ὥσπερ ἐδήλου, ἐπειδὴ τοῦ θρεπτικοῦ μὲν προηγουμένως ἡ γεῦσις, συμβαίνει δὲ τὸ θρεπτικὸν πάντως καὶ ἁπτὸν εἶναι.
Ὡς καὶ πρὸς τὸ εἶναι συντελοῦσαι· ἡ μὲν διὰ τὸ μάλιστα σωτηρίους εἶναι ἢ φθαρτικὰς τὰς παθητικὰς ποιότητας, ὧν ἡ ἁφὴ ἀντιληπτική, ἡ δὲ γεῦσις τῶν θρεπτικῶν κριτική, ὧν καὶ αὐτῶν ἀεὶ πρὸς τὸ εἶναι δεῖται τὸ ζῷον διὰ τὴν συνεχῆ τῶν μορίων ἀπορροήν.
Αἱ μὲν γὰρ εἰρημέναι πρὸς τὸ εἶναι ὁπωσοῦν ζῷον, καὶ ὧν ἄνευ οὐ δύναται εἶναι, συντελοῦσι· τῶν δὲ τριῶν καὶ κατὰ φύσιν ἔνια ζῷα ἐστέρηται καὶ παρὰ φύσιν ἄλλα στερηθέντα οὐδὲν ἧττον ζῷα, ὡς οὐ πρὸς τὸ εἶναι αὐτοῖς ὑπαρχουσῶν ἀναγκαίων, ἀλλὰ τοῦ εὖ ἕνεκα, ἵνα καὶ κρείττοσιν ἐνεργῇ αἰσθήσεσιν, οὐχ οὕτω πληττομέναις ὑπὸ τῶν αἰσθητῶν τῷ διὰ μέσων ἑτέρων κινεῖσθαι ὑπ' αὐτῶν, ἐνεργητικωτέραις δὲ μᾶλλον καὶ ζῷον ἤδη οὐχ ἁπλῶς ἀλλὰ τελειότερον εἰδοποιούσαις. ὅπερ οὐ τὸ τυχὸν εἶπε καὶ πιστοῦται ὡς κρεῖττον ἐκ τοῦ πορευτικοῦ. τὸ γὰρ ἐπὶ πλέον εἰς τὴν τοῦ ἰδίου τέλους ἰὸν μετάληψιν καὶ ἐκ πλειόνων αὐτὸ θηρώμενον καὶ αὐθορμήτως τελειότερον τοῦ ἔν τινι ἀπεστενωμένως, καὶ περιμένοντος τὸ πολὺ ἐκ τύχης προσπεσούμενον τέλος ἢ καὶ τὸ φθαρτικόν, ἅτε οὐχ οἵου τε ὄντος προγινώσκειν πόρρωθεν πρὶν προσπελάσαι τὸ φαινόμενον, ἵνα τὸ μὲν φυλάξηται, τὸ δὲ ἑλκύσῃ. αὕτη μὲν οὖν ἡ ἐπιχείρησις ἐκ τοῦ εἴδους καὶ τοῦ ἀγαθοῦ τὸ τιμιώτερον τῶν τριῶν πρὸς τὰς δύο ἐπέδειξεν. ἡ δὲ ἐφεξῆς καὶ ὡς ἀναγκαίας προκρίνει. ἀναγκαῖαι γὰρ καὶ αὗται εἰ καὶ μὴ ὡς ζώῳ ἁπλῶς, ἀλλὰ ὡς πορευτικῷ ζώῳ, εἰ μέλλοι σώζεσθαι ὡς πορευτικόν, δεόμενον καὶ τῶν διά τινος μέσου ἀντιληπτικῶν αἰσθήσεων, ὡς μὴ καθ' ὁρμὴν τοῖς βλαβεροῖς ἀπροόπτοις εἰκῇ φερόμενον προσπεσὸν ἀθρόως ἐνίοτε φθαρῆναι. ἀναγκαῖαι οὖν καὶ αὗται, ἀλλὰ ζωῆς εἴδει κρείττονι, καὶ ὡς κρείττονος σωστικαὶ τὸ ἀναγκαῖον ἔχουσαι τιμιώτεραι. ἐφανέρωσε δὲ καὶ ὅπως γίνεται ἡ διὰ τοῦ μεταξὺ αἴσθησις, οὐ παρεκβὰς τὰ προκείμενα, ἵνα τὸ ἀπαθέστερον αὐτῶν καὶ ἐνεργητικώτερον δείξῃ. ἐμπαθέστεραι γὰρ αἱ ἀμέσως ὑπὸ τῶν αἰσθητῶν [325] πληττόμεναι, ἀπαθέστεραι δὲ αἱ διὰ μέσου, ὡς μὴ αὐτόθεν ὑπὸ τοῦ πρώτως κινοῦντος πληττόμεναι. αἱ δὲ ἀπαθέστεραι ἐνεργητικώτεραι· τὸ γὰρ πάθος ἐπικρατοῦν ἀμυδροῖ τὴν κριτικὴν ἐνέργειαν. ταῦτα δὲ καὶ αὐτὸς ἐνδεικνύμενος τὸ πρώτως κινοῦν, φησίν, ἐπὶ τῶν τριῶν αἰσθήσεων οὐκ εἰς αὐτὸ ἀμέσως τὸ αἰσθητικὸν δρᾷ, ἀλλ' εἰς ἕτερον τὸ μεταξὺ δηλαδή, ὑφ' οὗ, τοῦ μέσου φημί, τὸ αἰσθητικὸν κινεῖται, ὡς μὴ ἄγαν πάσχειν αὐτό, καθάπερ τὸ ἀμέσως ὑπὸ τοῦ πρώτως δρῶντος πληττόμενον. οὐ γάρ, ἐπειδὴ εἰς ἄλλο πρότερον δρᾷ τὸ πρώτως κινοῦν, οὐχὶ καὶ εἰς τὸ αἰσθητικὸν ἡ ἀπ' αὐτοῦ διαβαίνει κίνησις, ἵνα ἄν τις ὑπενόησε μηδ' ὅλως ἡμᾶς αἰσθάνεσθαι τοῦ πρώτως κινοῦντος, ὡς μὴ φθανούσης εἰς ἡμᾶς τῆς ἀπ' αὐτοῦ κινούσης ἐνεργείας. ἐκτίθεται οὖν ὅπως διαβαίνει καὶ διὰ παραδειγμάτων. πολλὰ γὰρ κινητικὰ γενόμενα τῶν ὧν προσεχῶς ἐφάπτεται, δι' αὐτῶν ἕτερα κινεῖ, ὧν οὐκέτι ἐφάπτεται, ὡς ἡ χεὶρ διὰ τοῦ μοχλοῦ τὸν λίθον, καὶ ὁ δι' ἑτέρου μέσου καὶ ἄλλου ὠθῶν τὸν ἀπωτέρω ἑστῶτα. αὐτὸς γὰρ ὁ πρώτως ὠθήσας τὸν μεταξὺ ἑστῶτα καὶ αὐτὸν κινητικὸν ποιεῖ τοῦ ἐφεξῆς καὶ ἐνίοτε κἀκεῖνον ἄλλου. καθόλου τε οὖν τὸ κατὰ τόπον κινοῦν μεταβάλλειν ἀξιοῖ τὸ
προσθείς, ἐπειδὴ ὧν ὁ λόγος καὶ ἐμφανίζων ἡμῖν ὅτι καὶ
ὠθοῦν καὶ αὐτὸ τὸ ὠ εἰς τὸ καὶ αὐτὸ ἄλλο ποιεῖν ἀ καὶ δεῖ τῇ λέξει τῇ ὥσπερ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ ἐπισυνάψαι καὶ κατὰ συνέχειαν ἀναγνῶναι τὴν καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, ἵνα τὸ λεγόμενον ᾖ, ὡς πᾶν τὸ κινοῦν κατὰ τόπον οἷον καὶ τὸ ὠθοῦν μεταβάλλειν ποιεῖ τὸ προσεχῶς ὠθούμενον οὕτως ὥστε καὶ αὐτὸ ἄλλο τι ὠθεῖν, εἴτε ποτὲ εἴτε καὶ πάντως, ὅτε συμβαίνει διὰ μέσου τινὸς τοῦ προσεχῶς κινουμένου ὑπὸ τοῦ πρώτως κινοῦντος καὶ ἄλλου γίνεσθαι ὦσιν, τοῦ μὲν πρώτως κινοῦντος ἀκινήτου μείναντος καθ' ἑαυτό, ὡς ὅταν ἡ ψυχὴ τὸ σῶμα κινῇ, τούτου δὲ κινουμένου μὲν ὑπὸ τῆς ψυχῆς, κινοῦντος δὲ τὸν κάλαμον, καὶ τοῦ μὲν κινεῖν ἔν τε τῷ πρώτῳ καὶ τῷ μέσῳ ὁρωμένου, τοῦ δὲ κινεῖσθαι ἔν τε τῷ μέσῳ καὶ τῷ τρίτῳ, ὡς τὸ μὲν πρῶτον κινεῖν μόνον, τὸ δὲ τρίτον κινεῖσθαι μόνον, τὸ δὲ μέσον ἄμφω. εἰ δὲ καὶ ὁ κάλαμος καὶ αὐτὸς κινούμενος ἄλλο τι κινοίη, πλείω ἔσται τὰ μέσα καὶ πλείω τὰ ἅμα κινοῦντά τε καὶ κινούμενα. τὰ δὲ ἄκρα τὸ μὲν πρῶτον κινοῦν μόνον, τὸ δὲ ἔσχατον μόνον κινούμενον. οὕτως, φησί, καὶ ἐπ' ἀλλοιώσεως τὸ πρώτως ἀλλοιοῦν ἀλλοιοῖ οὐ τὸ προσεχῶς μόνον ὑπ' αὐτοῦ πορρωτέρω. ὅλως ἀλλοιοῖ. ὁ γὰρ δακτύλιος
τῇ τῆς σφραγῖδος ἐνθέσει τὸν μέχρι βάθους τινός, ἕως ἄν [326]
Σαφῶς ἐν τῇ προτάσει τὸν προκείμενον αὐτῷ ἀφορίζει σκοπὸν τὸν δεικτικὸν τοῦ μηδὲν εἶναι σῶμα ἁπλοῦν αἴσθησιν ἔχον, τουτέστι μηδὲ ζῷον εἶναι· πᾶν γὰρ ζῷον αἰσθητικόν. πέντε γὰρ ὄντων ἁπλῶν τὸ μὲν θεῖον πάσης ἐξαιρεῖ αἰσθήσεως, καὶ οὐδὲ προὔκειτο περὶ ἐκείνου τι νῦν, ἐπειδὴ περὶ τῆς ἐν θνητοῖς ζῴοις ψυχῆς ἐξ ἀρχῆς ἦν ὁ λόγος. περὶ δὲ τῶν ἄλλων ἑκάστου ποιεῖταί τινα λόγον, οὐ μόνον ὡς εἰλικρινῶς ἁπλοῦν μένον οὐχ ἕξει ἁφήν, ἀλλὰ καὶ τὸ ἐν τῇ πρὸς τὰ ἄλλα μίξει ἄγαν ἐπικρατοῦν, ὡς ἐν τοῖς φυτοῖς ἡ γῆ. πῶς οὖν δείκνυσι; πᾶν ζῷον ἀξιοῖ, ὡς καὶ ἐπιδέδεικται, πάντως ἁφὴν ἔχειν, μηδὲν δὲ ἁπλοῦν ἁπτικὸν εἶναι. τοῦτο δὲ οὔπω ἐν τούτοις δεδειγμένον κατασκευάζει, ἐπὶ ἑκάστου τῶν ὑπὸ σελήνην ἁπλῶν ποιούμενος τὸν λόγον, τὸ μὲν πύρειον καὶ ἀέριον καὶ ὑδραῖον συγχωρῶν ἐνταῦθα αἰσθητήριον γίνεσθαι, ἀλλ' οὐχ ἁπτικά, τὴν δὲ γῆν οὐδὲ ἐπικρατοῦσαν ὅλως γίνεσθαι αἰσθητικήν. συγχωρεῖ δὲ τὸ πύρειον οὐχ ὡς δοκοῦν ἑαυτῷ, ἀλλ' ἴσως ὡς ὑπὸ τοῦ Πλάτωνος λεγόμενον. ἐκεῖνος γὰρ τῇ ὄψει τὸ πύρειον ἀπονέμει, καθάπερ αὐτὸς τὸ ὕδωρ· ἐπεί, ὡς ἐν τῷ δευτέρῳ εἴρηκεν, τὸ πῦρ καθ' αὑτὸ διὰ τὸ φθαρτικὸν μὴ γενέσθαι αἰσθητήριον, μιγνύμενον δὲ τοῖς ἄλλοις ἑκασταχοῦ. ὅπερ δὴ καὶ ἐκεῖ ἐνε
οὐ παντελ
οὖν μᾶλλον λε κόν ποτε γίνεσθαι τὸ προσπῖπτον τοῖς αἰσθητοῖς
ρείσεως δεῖται καὶ οὐκ ἰσχύος εὐθὺς ὑπὸ τοῦ ἁπτοῦ διαλύεσθαι λεπτομερὲς ὄν· εὐπαθὲς γὰρ τὸ λεπτομερές. διὸ τὰ ὅσα λεπτομερῆ στοιχεῖα αἰσθητήρια μὲν γίνεται, οὐκ ἀμέσως δὲ τῶν αἰσθητῶν γνωριστικά, ἀλλὰ τῶν διὰ μέσου τινὸς αὐτῶν ἀντιληπτικά, ἵνα μὴ τὸ πάθος ἀσύμμετρον αὐτοῖς γινόμενον εὐπαθέσιν οὖσι διὰ λεπτομέρειαν, ἐν τῇ ἀμέσῳ τῶν αἰσθητῶν προσβολῇ πάντως τι δρώντων εἰς τὸ αἰσθητήριον, κολούῃ καὶ διαφθείρῃ τὴν ἁπτικὴν ἐνέργειαν. οὐκ ἔσται οὖν ἁπτικά. τὰ γὰρ ἁπτικὰ τῷ αὐτῶν ἅπτεσθαι τῶν αἰσθητῶν ἔστιν αὐτὸ τοῦτο ὅπερ λέγεται ἁπτικά, κριτικῶς δηλονότι αὐτῶν καὶ ἀμέσως ἐχόμενα, ὅθεν καὶ ὠνόμασται. ἡ γὰρ πρώτη θέσις τοῦ ὀνόματος ἐπὶ τῶν, ὡς ἐν τῇ Φυσικῇ διώρισται, παρακειμένων, ὧν τὰ πέρατα ἅμα, κἂν μὴ ζῶντα μηδὲ αἰσθανόμενα ᾖ τὰ οὕτω παρακείμενα. ἡ δὲ ὡς αἴσθησις λεγομένη ἁφὴ κριτικὴ μέν ἐστιν ἐνέργεια, ὀνομάζεται δὲ καὶ αὐτὴ ἐκ τῆς παραθέσεως τῆς τὰ πέρατα ἅμα τῶν παρακειμένων ποιούσης. ἡ γὰρ διὰ μέσου ἑτέρου αἰσθητικὴ γνῶσις προσβάλλουσα τῷ αἰσθητῷ δόξειε μὲν ἂν εἶναι κατ' αὐτὴν τὴν προσβολὴν ἁφή [327] τις καὶ αὐτή, οὐ μὴν κυρίως οὐδὲ ἁπλῶς· οὐ γὰρ τὰ πέρατα ἅμα τοῦ τε αἰσθητικοῦ καὶ τοῦ αἰσθητοῦ γίνεται τότε.
ἡ μέντοι κυρίως ἁπτικὴ αἴσθησις ἐκεῖ προσθείς, ἐπειδὴ καὶ ἐπὶ τῆς ἁπτικῆς τὸ προηγούμενον οὐκ ἐν σαρκὶ οὐδὲ νεύροις οὐδὲ ἔν τινι μορίῳ προσεχῶς τοῦ ἁπτοῦ ἐφαπτομένῳ τίθεται, ἀλλ' ἐν τῷ διὰ μέσων τούτων ἀντιληπτικῷ τοῦ ἁπτοῦ. διότι δὲ τὸ μέσον οὐκ ἔξωθεν, ὡς ἐπὶ τῶν κρειττόνων αἰσθήσεων, ζωτικὸν δὲ καὶ οἰκεῖον μόριον αὐτοῦ τοῦ ζῶντος σώματος, ὡς εἰ καὶ μὴ πρώτως, ἀλλὰ δευτέρως εἶναι αἰσθητικὸν καὶ τὸ δι' οὗ, ἄμεσος λέγεται ἡ τοῦ αἰσθητικοῦ πρὸς τὸ αἰσθητὸν συναφὴ ἐπὶ ταύτης. συμπεραίνεται οὖν, ὡς τῶν λεπτομερῶν στοιχείων κἄν τινα ᾖ αἰσθητήρια, ἀλλ' οὐκ ἂν γένοιτο τοιοῦτον αἰσθητήριον, οἷον τὸ τοῦ ὅλου ζῴου ἐστὶ σῶμα, ἀλλ' οἷον τὸ καθ' ἕν τι μόριον αἰσθητήριον, ὁρατικὸν φέρε ἢ ἀκουστικόν. κατὰ γὰρ μόριόν τι τοιοῦτον, τὸ δὲ καθ' ὅλον πάντως ἁπτικόν· τὸ δὲ ἁπτικὸν στερεὸν εἶναι δεῖ, ὡς εἴρηται, καὶ οὐ λεπτομερές. ἀλλ' ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ τὸ χθόνιον οὐδὲν ἐκωλύετο εἶναι ἁπτικόν. διὸ λοιπὸν ὅτι οὐδὲ χθόνιον ἢ ὡς πάντῃ ἁπλοῦν ἢ ὡς ἄγαν ἐπικρατοῦν, ἐπιδείκνυσιν ἐπάγων·
Ἡ μὲν ἁφὴ δηλοῖ νῦν τὴν κριτικὴν αὐτὴν ἐνέργειαν τῆς τοιαύτης ζωῆς, τὸ δὲ αἰσθητήριον τὸ ὑποκείμενον αὐτῇ ὄργανον. μεσότης δὲ καὶ πᾶσα ἡ γνωστικὴ ἐνέργεια ἡ τῶν ἀντικειμένων οὖσα ἀντιληπτική· καὶ ὅταν μετ' ὀργάνου ἐνεργῇ, χρὴ καὶ τὸ ὄργανον πρὸς τὴν ἐγγινομένην αὐτῷ ὑπὸ τῶν ἀντικειμένων ἐναντίαν πάθην μέσως ἔχειν, ὡς μηδὲν μᾶλλον τήνδε ἢ τήνδε προσίεσθαι, ἀλλ' ὁμοίως ἀμφοτέρας, ἵν' ἡ μὲν ἑκάτερον τῶν ἀντικειμένων ὁμοίως κρίνῃ, τὸ δὲ καὶ αὐτὸ ὡσαύτως ὑποδεχόμενον τὸ ἀμφοτέρων πάθος, ἐξ ἴσου τὴν ἐφ' ἑκατέρου κρίσιν προκαλῆται. διότι οὖν τὰ ἁπτὰ οὐ μόνον ἐστὶ χθόνια, ἀλλ' ἔνια μὲν χθόνια, ὡς τὸ ξηρὸν ἅμα καὶ ψυχρόν, ἔνια δὲ ἀέρια τὰ τούτοις ἀντικείμενα, ὡς τὸ θερμὸν ἅμα καὶ ὑγρόν, καὶ ὡς τὸ ὑγρὸν μὲν ἅμα καὶ ψυχρὸν ὑδραῖα, ὡς δὲ τὸ ξηρὸν ἅμα καὶ θερμὸν πύρεια, ἡ τούτων μεσότης οὐκ ἂν εἴη χθόνιος φύσει ψυχρὰ
πάλιν οὖν ἐν δευτέρῳ σχήματι τὸ συμπέρασμα ἀκολουθεῖ μὴ εἶναι ἁπτικὸν αἰσθητήριον, εἴ γε τὸ μὲν ἁπτικὸν μέσον θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ γῆ οὐ μέση, κατὰ θάτερα μόνα ἀφοριζομένη. εἶτα καὶ δεύτερον συνάπτει τούτῳ συλλογισμὸν ὡς ἀκόλουθον, τὸ ἁπτικὸν αἰσθητήριον ἀξιοῦντα δεκτικὸν εἶναι οὐ τῶν χθονίων μόνον ποιοτήτων, ἀλλὰ καὶ τῶν ἐν τοῖς ἄλλοις στοιχείοις· τὸ δὲ χθόνιον σῶμα, ἕως μὲν [328] ἂν ᾖ ὅπερ ἐστί, μὴ δέχεσθαι τὰς τῶν ἄλλων στοιχείων, ἀλλὰ φθείρεσθαι ἐν τῇ ἐκείνων παρουσίᾳ. οὐκ ἄρα τὸ δεκτικὸν τῶν ἁπτῶν πασῶν ποιοτήτων χθόνιον οἷόν τε εἶναι· τὸ γὰρ δεκτικὸν ὑπομένειν δεῖ ἐν τῇ παρουσίᾳ πασῶν ὧν ἂν ᾖ δεκτικόν, ἵνα καὶ δέχηται. καὶ ἐκ τρίτου τὸ αὐτὸ συμπεραίνεται ἐκ τῆς ἐναργείας καὶ ἐξ ἐπαγωγῆς. φαίνεται γὰρ σαφῶς καὶ τῶν ἐν τοῖς ζῴοις μορίων ὅσα μᾶλλον ἐπικρατοῦσαν ἔχει τὴν γῆν τῶν ἄλλων ἀμοιροῦντα αἰσθήσεως, οἷον ὀστᾶ, καίτοι ζῴων ὄντα μόρια, ὡς τοῦ χθονίου στοιχείου, οὐ μόνον τοῦ εἰλικρινοῦς στοιχείου, ἀλλὰ καὶ τοῦ μεμιγμένου μὲν ἐπικρατοῦντος δὲ φυτικῶς μὲν ἐνεργεῖν δυναμένου, αἰσθητικῶς δὲ ἀδυνατοῦντος· τὰ γὰρ τοιαῦτα μόρια τοῖς φυτοῖς ἔοικεν. ἐπιφέρει τοίνυν τὸ τοῦ ὅλου λόγου συμπέρασμα, ἄνευ μὲν ἁφῆς μηδὲν εἶναι ἀξιῶν ζῷον, ἐκ τῶν ἤδη προειρημένων τοῦτο λαμβάνων, ἁφὴν δὲ μὴ ἔχειν ποτὲ ἕν τι τῶν ἁπλῶν δύνασθαι, ἐκ τῶν νῦν ἀποδεδειγμένων ληφθέν. δέδεικται γὰρ ὡς οὔτε γῆς οὔτε ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν ἐστι τὸ ἁπτικὸν ὄργανον, ἀλλ' ἐν μεσότητι. ὡς γὰρ οὐ χθόνιον, ἐπειδὴ κατά τινας ὡρισμένας οὐσίωται καὶ οὐχὶ τῶν ἀντικειμένων ἐστὶ μέσον, τὸν αὐτὸν τρόπον οὔτε πύρειον οὔτε ὑδραῖον οἷόν τε εἶναι· οὐδὲ γὰρ τούτων τι ἐν μεσότητι οὐσίωται, ἀλλ' ἔν τισιν ὡρισμέναις ἰδιότησι. καὶ συλλογιζόμενος μηδὲν εἶναι τῶν ἁπλῶν ζῷον, δηλονότι τῶν ἐν γενέσει καὶ φθορᾷ, οἷς καὶ αἰσθήσεως δεῖ πρὸς τὸ εἶναι ζῷα, και ρον ὂν κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, ἐξ ἀνάγκης ἁφὴν ἔχει. τὸ μ.
ζῶον γίνεται ἐξ ἀνάγκης. τὸ οὖν ἁφὴν ἀναιροῦν ἀναιρεῖ τὸ ζῷον. ἀλλὰ καὶ ὁ μόνην ταύτην ἀναιρῶν ὡς ζῷον ἀναιρεῖ· μόνη γὰρ ἦν αὕτη ὡς ζῴου ἐξ ἀνάγκης συστατική. αἱ γὰρ πρότεραι τρεῖς εἶχον μέν τι καὶ ἀναγκαῖον καὶ αὗται, ἀλλ' οὐχ ὡς ζῴου, ἀλλ' ὡς πορευτικοῦ ζῴου συστατικαί, καθὰ ἤδη ὑπέμνησται· ἡ δέ γε γευστικὴ καὶ ὡς ζῴου συμπληρωτικὴ τὸ ἀναγκαῖον εἰσῆγε διὰ τὸ πρὸς τροφὴν χρήσιμον, ἀλλ' οὐ διὰ τὸ τῶν κατ' οὐσίαν συστατικῶν ποιοτήτων προηγουμένως γνωριστικόν. συστατικαὶ μὲν γὰρ αἱ παθητικαὶ ποιότητες, τούτων δὲ ἡ γεῦσις οὐ καθ' αὑτήν, ἀλλὰ μόνων τῶν ἐγχύμων· καὶ καθὰ δὲ μετὰ ἁφῆς πάντως, γνωρίζει καὶ τὰς παθητικάς, οὐχ ὡς γεῦσις, ἀλλ' ὡς ἁφή. μόνη οὖν καθ' αὑτὴν ἡ ἁφὴ ἀναιρουμένη ἀναιρεῖ ὅλον τοῦ ζῴου τὸ ὄργανον. ἐνίοτε δὲ καὶ τῶν ἄλλων τις αἰσθήσεων συναναιρεῖ καὶ τὸ ὅλον, ἀλλ' οὐ καθ' αὑτήν, ὅταν συμβαίνῃ πρὸς τῇ ἀναιρέσει τοῦ οἰκείου αὐτῆς αἰσθητηρίου δι' ἄλλην αἰτίαν ἀναιρεῖσθαι καὶ τὸ ἁπτικόν, οἷον εἰ ἐκ τοῦ βρονταίου ἤχου βλαβέντος τοῦ ἀκουστικοῦ ὀργάνου, συμβαίη διὰ τὴν ἀθρόαν καὶ σφοδρὰν τοῦ ἠχοῦντος πνεύματος τῷ ζῶντι σώματι πρόσπτωσιν καὶ αὐτὸ βλαβῆναι, οὐ διὰ τὸν ἦχον τὸ ὅλον βλαβέν, ἀλλὰ διὰ τὴν σφοδρὰν τοῦ ἠχητικοῦ πνεύματος πρὸς τὸ ὅλον ἁπτικὴν πρόσπτωσιν, ὡς ἁπτικὸν αὐτὸ ἀναιροῦσαν. οὕτω γὰρ ὁ ἰὸς ὁ θηριώδης τῇ γλώσσῃ προσπεσὼν φθείρει τὸ ὅλον, οὐχ ὡς πικρὸς οὐδὲ ᾗ γευστὸς ὅλως (τὴν γὰρ γεῦσιν ἂν μόνην διέφθειρεν), ἀλλ' ᾗ ξηρὸς καὶ ᾗ ἀσύμμετρος τῷ [329] ἁπτικῷ. ἃ δὴ καὶ Ἀριστοτέλης σαφῶς διαρθροῖ, ἕκαστον μὲν αἰσθητήριον ἀξιῶν ὑπὸ τῶν οἰκείων αἰσθητῶν ὑπερβαλλόντων φθείρεσθαι, οὐ μέντοι συναναιρεῖν πάντως καὶ τὸ ὅλον ζῷον, εἰ μὴ κατὰ συμβεβηκός, ὡς εἴρηται, τῷ καὶ τὸ ἁπτικὸν κατὰ συμβεβηκὸς ἕτερον τρόπον λυμαίνεσθαι, ὡς ἐπὶ ψόφου εἴρηται καὶ ὡς ἐπὶ τοῦ γευστοῦ. ἐπὶ μὲν ψόφου καὶ προσθεὶς τὸ κατὰ συμβεβηκὸς φθεῖρον τὴν ὦσιν, ἐπὶ δὲ ὄψεως καὶ ὀσμῆς ἀδιορίστως
†ὑπὸ ἁπτόν, ὅταν τὸ δυνάμει ὂν ψυχρὸν ἢ ξηρὸν ἢ ἁπλῶς εἰπεῖν ἀσύμμετρον διὰ τὴν τῶν παθητικῶν ποιοτήτων ἀσυμμετρίαν φθεῖρον τὸ ὅλον, ἀλλ' οὐχ ὡς δυσῶδες. οὕτω δὲ καὶ τὸ ὁρατὸν οἷον ἡ φλὸξ οὐχ ὡς φωτοειδὴς ἄγαν καὶ ἀσύμμετρος τῷ ὄμματι φθείρει τὸ ζῷον (ταύτῃ γὰρ μόνον τὸ ὁρατικόν), ἀλλ' ὡς θερμὴ ἀθρόως ἐνίοτε προσπίπτουσα· προσπίπτει δὲ ὡς ἁπτὸν ἁπτικῷ τῷ ὅλῳ. περὶ δὲ τοῦ χυμοῦ εἴρηται ὅπως φθείρει, ὅτι καὶ αὐτὸς κατὰ συμβεβηκός. ἡ μέντοι τῶν ἁπτῶν ὑπερβολὴ καθ' αὑτὴν καὶ οὐ κατὰ συμβεβηκὸς ἀναιρεῖ τὸ ζῷον. ὡς γὰρ καὶ τῶν ἄλλων τὸ οἰκεῖον αἰσθητήριον ἡ τοῦ οἰκείου αἰσθητοῦ ὑπερβολὴ φθείρει, οὕτω καὶ τὸ ἁπτικὸν ἡ τοῦ ἁπτοῦ ὑπερβολή, ἀλλ' ἐπεὶ κατὰ τὸ ἁπτικὸν τῷ ζώῳ ὡς ζώῳ τὸ εἶναι, ἅμα τε ὡς ἁπτικὸν φθείρεται καὶ ὡς ζῷον.
Ὅτι μὲν ὄψιν καὶ ἀκοὴν καὶ ὄσφρησιν οὐ πρὸς τὸ εἶναι τὸ ζῷον ὡς ζῷον συντελούσας ἔχει, ἱκανῶς διὰ τῶν προειρημένων διώρισται, ἀλλὰ πρὸς τὸ εὖ. ὡς γὰρ πορευτικῷ συνετέλουν τῷ ζώῳ· ὡς δὲ πορευτικὸν τοῦ ζῴου ἁπλῶς τελειότερον. ἡ δὲ γεῦσις καὶ ὡς ζώῳ ἐδόκει εἶναι ἀναγκαία· νῦν δὲ ταῖς πρὸς τὸ εὖ εἶναι συντελούσαις συναριθμεῖται. καὶ γὰρ ἄμφω ἀληθῆ, ἐρῶ, διότι πρὸς τὸ διαμένειν μᾶλλον τῷ ζώῳ καὶ πρὸς τὸ ἐπὶ πλέον εἶναι, ἀλλ' οὐ πρὸς τὸ εἶναι ἁπλῶς συντελεῖ. ἐπεὶ δὲ τὸ εἶναι ἀληθεύει καὶ κατὰ τῶν κατὰ μίαν φέρε ὥραν ὄντων καὶ ὁποστονοῦν μόριον καὶ κατὰ τῶν ἐνιαυσιαῖον καὶ πλείονα χρόνον ζώντων, ἡ δὲ τροφὴ οὐ πρὸς τὸ ὡριαῖον εἶναι συντελεῖ, ἀλλὰ πρὸς τὸ ἐνιαυσιαῖον εἶναι, ᾗ μὲν ὅλως πρὸς τὸ εἶναι, ταύτῃ κοινωνεῖ τῇ ἁπτικῇ, ᾗ δὲ οὐχ ἁπλῶς πρὸς τὸ εἶναι, ἀλλὰ πρὸς τὸ ἐπὶ μέτρον χρόνου πλέον, ἐν ᾧ οὐ δυνατὸν ἄνευ τροφῆς ζῆν, ταύτῃ κρείττων τῆς ἁφῆς ἡ γεῦσις καὶ τελειοτέρα, διότι καὶ ἡ ἐπὶ πλέον τοῦ εἶναι μετουσία τελειοτέρα.